Πέμπτη 21 Ιουνίου 2018

ΑΥΓΟΥΣΤΟΣ 23. ΟΣΙΟΣ ΝΙΚΟΛΑΟΣ ΣΙΚΕΛΙΩΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΥΓΟΥΣΤΟΣ ΚΓ΄!!
ΝΙΚΟΛΑΟΣ ΟΣΙΟΣ ΣΙΚΕΛΙΩΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ΄. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος. Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος. 

Βαβαὶ τῶν σῶν μυστηρίων ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι, Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος. 

Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος. 

Καὶ γ’ τοῦ Ἁγίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῆς ψυχῆς τὴν ἀκρόπολιν, λογισμῶν οὐ κατέσεισαν, προσβολαὶ μακάριε σὺ γὰρ ἔπαλξιν, ὥσπερ τὴν σὺν προβαλλόμενος, στερέμνιον ἄσκησιν, διετήρησας σαὐτόν, τοῦ δεινοῦ πολεμήτορος, ἀπαράτρωτον, καὶ ἀσήμαντον ὅλως καὶ παρέστης, τῷ Δεσπότῃ τῶν ἁπάντων, νικητικῶς στεφανούμενος.

Τὸν ἐγκάρδιον ἔρωτα, ὑποφαίνων τοῖς δάκρυσι, κατανύξει ἔνδοξε γῆν κατέβρεχες, καὶ ταῖς θριξὶν ἐναπέματτες, Χριστοῦ ὑποπόδιον, ἐννοῶν τε καὶ αὐτόν, ὡς παρόντα καὶ βλέποντα· Ὃν ἐπόθησας, καὶ ἰχνῶν ἐπελάβου διανοίας, θεωρίαις θειοτάταις, τὴν σὴν ψυχὴν αὐγαζόμενος.

Οὐχ ὁδοῦ μῆκος ἴσχυσεν, οὐδὲ τόπων δυσχέρεια, παραλῦσαι Ὅσιε τὸ διάπυρον, τῆς πρὸς Θεὸν ἐκδημίας σου· κἀκεῖ γὰρ γενόμενος, καὶ τοῖς τόποις εὐφρανθείς, οὗ οἱ πόδες ἐπάτησαν, τοῦ Θεοῦ ἡμῶν, οὐκ ἠμέλησας ὅλως εἰ μὴ φθάσῃς, δι’ ἀσκήσεως καὶ πόνων, καὶ πρὸς Σιὼν τὴν οὐράνιον.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ Νικόλαε, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενος, μηδὲν προτιμήσας τῆς ἀγάπης Αὐτοῦ· ὅθεν, τὸν ζυγὸν Αὐτοῦ τὸν ἐλαφρότατον, ἐπ’ ὤμων ἀναλαβών, πᾶσαν ἄσκησιν χαίρων πολιτευσάμενος, ἠγωνίσω ὡς ἄσαρκος, ἐν πολιτείᾳ καὶ συντόνοις δεήσεσιν Αὐτῷ ἀκολουθῶν· διὸ καὶ θαυμάτων πληθὺν σὲ κεκόσμησεν, ὃν ἐπόθησας ἐκ βρέφους, ἀλλ’ ὦ Πάτερ Ὅσιε, μὴ ἐλλίπῃς πρεσβεύειν Αὐτῷ, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τήν, Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐπὶ πᾶσι μὴ χωρουμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σύν' Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι. Συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.



Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.












Λιτή. Ἦχος β.
Ὅσιε Πάτερ Νικόλαε, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος, καὶ παρ’ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους καταφρονεῖν τῶν γηΐνων, καὶ τῷ Χριστῷ ἀκολουθεῖν, νῦν δὲ τῷ θείῳ φωτὶ καθαρώτερον ἐλαμπόμενος, αἴτησαι καὶ ἡμῖν φωτισμὸν καὶ τὸ μέγα ἔλεος.

Ὁ αὐτός.
Τὸν ἐπὶ ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον, τῶν ἀσκητῶν τὸ καύχημα, Νικόλαον τὸν θεῖον ὑμνήσωμεν πιστοί· οὗτος γὰρ ὡς άληθῶς πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐξήνθησε δικαίως, καὶ νῦν ἐν οὐρανοῖς παριστάμενος, πρεσβεύων ὑπὲρ τῶν τιμώντων αὐτοῦ τὴν ἱερὰν μνήμηνμ τοῦ δοῦναι ἁμαρτιῶν συγχώρησιν καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, οὐκ ἔδωκας ὕπνον τοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα, τῶν παθῶν ἠλευθέρωσας, καὶ σεαυτὸν ἡτοίμασας, τοῦ Πνεύματος καταγώγιον, ἐλθὼν γὰρ ὁ Χριστός, σὺν τῷ Πατρί, Μονὴν παρὰ σοὶ ἐποιήσατο, καὶ τῆς ὁμοουσίου Τριάδος θεράπων γενόμενος, τοῦ Νεοτάκου τὸ καύχημα, πρέσβευε ὑπὲρ ἡμῶν τῇ Τριάδι Πάτερ Νικόλαε, τοῦ λυτρωθῆναι κινδύνων καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τήν, Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐπὶ πᾶσι μὴ χωρουμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σύν' Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι. Συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.










Εἰς τὸν Στίχον, Ἰδιόμελα. Ἦχος δ'
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεόν, τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε.

Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Δαυϊτικὴν ᾠδὴν σήμερον λαοί, ᾄσωμεν Χριστῷ τῷ Θεῷ. Ἀπενεχθήσονται φησί, τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Ἡ γάρ ἐκ σπέρματος Δαυΐδ, δι' ἧς ἡμεῖς ἐθεώθημεν, ἐν ταῖς χερσὶ τοῦ ἑαυτῆς Υἱοῦ καὶ Δεσπότου, ἐνδόξως καὶ ὑπὲρ λόγον μετατίθεται, ἣν ὡς Μητέρα Θεοῦ ἀνυμνοῦντες βοῶμεν καὶ λέγομεν· Σῶσον ἡμᾶς, τοὺς ὁμολογοῦντας σε Θεοτόκε, ἀπὸ πάσης περιστάσεως, καὶ λύτρωσαι κινδύνων τὰς ψυχὰς ἡμῶν. 

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Πάτερ ἡμῶν Νικόλαε· διὰ γὰρ σοῦ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν, μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συμμέτοχε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων, μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πιστούμενος Ἰησοῦς, ὁ Υἱός σου Θεοτόκε καὶ Θεὸς ἡμῶν, τὰς δύο φύσεις αὐτοῦ, ὡς μὲν ἄνθρωπος θνῄσκει, ὡς δὲ Θεὸς ἐξανίσταται, καὶ σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν, ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἢ οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ ἐπουράνιος νύμφη, ὡς ἐκ παστοῦ τοῦ σκήνους σου, γῆθεν ἀπάρασα. Ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ σου, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ σου. Προπέμπουσιν Ἀπόστολοι καὶ Ἄγγελοι ὑποδέχονται. Ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά σου, καὶ ἐπιτάφιον ὕμνον ἐξᾴδοντες, μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· αὐτὸς γὰρ ἐν μέσῳ σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ' ὧ πολυύμνητε Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα· ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος. 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὡς ἄγγελος ἐν ὄρει Νεοτάκου ἐβίωσας, δι’ ἀσκητικῆς πολιτείας, θεοφόρε Νικόλαε, καὶ ἅπασαν τὴν Εὔβοιαν φωτί, αὐγάζεις τῶν ὁσίων ἀρετῶν, διὰ τοῦτό σου τὴν μνήμην τὴν ἱεράν, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

























ΟΡΘΡΟΣ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τον Πολυέλεον, Κάθισμα τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Συνελθόντες τὰ πλήθη τῶν μοναστῶν, τῆς ἡμῶν συναυλίας τὸν ἀρχηγόν, ὑμνήσωμεν σήμερον, ἱεροῖς μελῳδήμασιν, τῶν μοναστῶν τὸ κλέος, Νικόλαον τὸν ἔνδοξον, ἐν τῷ ὄρει Νεότακος λαμπρῶς ἐνασκήσαντα· ὅθεν ἐπαξίως, τῶν θαυμάτων τὰ πλήθη, ὁρῶντες δοξάσασθε, τὸν δοξάσαντα Κύριον, καὶ αὐτῷ ἀνακράξομεν· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν σου Κοίμησιν. 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον, Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ Νικόλαε, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος, καὶ παρ’ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους καταφρονεῖν τῶν γηΐνων, καὶ τῷ Χριστῷ ἀκολουθεῖν, νῦν δὲ τῷ θείῳ φωτὶ καθαρώτερον ἐλαμπόμενος, αἴτησαι καὶ ἡμῖν φωτισμὸν καὶ τὸ μέγα ἔλεος.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς δύο καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νικολάῳ τὸν ὕμνον, ἐκ πόθου πλέκω ὁ τά(λ)ας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Νῦν μετὰ πάντων τῶν Ἁγίων Ὅσιε παρεστηκὼς τῷ Θεῷ, καὶ τριλαμποῦς αἴγλης, ὁλικῶς πληρούμενος, τὸν νοῦν μου φωταγώγησον, ἀνυμνῆσαι ἀξίως, τὰ σὰ σεπτὰ κατορθώματα, καὶ τὸν ἁγιώτατον βίον σου.
ερωτάτως ἀπὸ βρέφους Ὅσιε λαμπρῶς ἐδόξασεν, σαφῶς ὁ Κύριος, τῆς σῆς ψυχῆς βλέπων, τὴν μεγαλειότητα, καὶ τοῦ νοὸς τὸ στάσιμον, καὶ τοῦ ἤθους τὸ πρᾶον, καὶ τὴν φιλάνθρωπον γνώμην σου, Πάτερ γενναιόφρον Νικόλαε.
Καταυγασθεὶς ταῖς ἀστραπαῖς τοῦ Πνεύματος πρὸς τὰ τοῦ Νεοτάκου, ἐρημικὰ ὄρη, ἐκ δυσμῶν ἀνέδραμες, καὶ ψυχὰς κατεφώτισας, ἁμαρτίας τῷ ζόφῳ, καλυπτομένας Νικόλαε, καὶ πρὸς σωτηρίαν ὁδήγησας.
Θεοτοκίον.
προαιώνων σὺν Πατρὶ καὶ Πνεύματι ὑπάρχων λόγος Θεοῦ, ἐκ τῆς σεμνῆς Κόρης, ὅλον με τὸν ἄνθρωπον, ἀναλαβὼν ἐθέωσεν, καὶ κατώκησεν πάλιν, ἐν Παραδείσῳ δι’ ἄφατον, καὶ ἀνυπερμέτρητον ἔλεος.

Ὠδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Λαβὼν τὸν σὸν Πάτερ Σταυρόν, ἐπὶ τῶν ὤμων τρισμάκαρ, ἠκολούθησας τῷ πλάσαντι λόγῳ, Σταυρὸν καὶ τὴν ταφήν, καὶ τὰ σεπτὰ παθήματα, δι’ ἄκραν εὐσπλαγχνίαν ὑπὲρ ἡμῶν.
ντως τὸ πρόσωπον ὁρᾶς, Νικόλαε τοῦ Κυρίου, καὶ τῆς τούτου ὡραιότητος Πάτερ, ἀπολαύειν καθαρῶς, ὑπὲρ ἡμῶν οὖν πρέσβευε, τῶν ἐπικαλουμένων, σοῦ τὸ πανάγιον ὄνομα.
παλαισμάτων ἱερῶν, ὦ νίκης ἐπουρανίου, ἣν ἐνίκησας σαφῶς Νικόλαε μακάριε, τὸν ἀσώματον ἐχθρόν, ἐν ἀσθενείᾳ σώματος, ψυχῆς δὲ προθυμίᾳ, καὶ τοῦ νοὸς σταθερότητα.
Θεοτοκίον.
Τὴν τῶν Ἀγγέλων χαρμονή, τὴν τῶν Ἁγίων Ἁγίαν, τοῦ Θεοῦ Μητέρα Σὲ ὑμνοῦντες, ἱκετεύομεν ἁγνή, ὑπὲρ ἡμῶν τὸν Κύριον, καὶ Θεὸν ὡς Υἱόν Σου, ἐξιλεοῦσθαι πανύμνητε.



Κάθισμα, τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Συνελθόντες οἱ πάντες χαρμονικῶς, τῆς ἡμῶν συναυλίας τὸν ἀρχηγόν, ὑμνήσωμεν σήμερον, ἱεροῖς μελῳδήμασι, τὸν τοῦ Νεοτάκου κλέος, τὸν νοῦν τὸν οὐράνιον, τοῦ παναγίου Πνεύματος, τὸ ἅγιον τέμενος, τὸν ἀσκήσει λάμψαντα λαμπρότατον ἥλιον, καὶ τὸ ζοφῶδες νέφος, δαιμόνων ἐλαύσαντα, οὗ καὶ τὴν εἰκόνα, τὴν σεπτὴν προσκυνοῦντες, καὶ κατασπαζόμενοι, ὁμοφώνως βοήσωμεν· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν σου Κοίμησιν. 

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
μὲν Μωσῆς, εἶδεν Θεοῦ τὰ ὀπίσθια, ἐν τῷ ὄρει, τῷ Σινᾷ Νικόλαε, εἶδες δὲ σὺν τοῦτον οὐ προφανῶς, τὸ πρόσωπον Πάτερ ἐν ὄρεσι, τοῖς τοῦ Νεοτάκου, ἐν οἷς καὶ τὴν σεπτήν σου, συνεπήξω καλύβην, ὅπως βλέπῃς ἀεὶ τὸν ποθούμενον.
Νόμους Θεοῦ, Πάτερ θεόφρων Νικόλαε, μελετήσας, ἐν πλαξὶν ἐντύπωσας, τῶν καρδιῶν τῶν σῶν φοιτητῶν, δι’ ὧν συνετίζεις, τὸ ποίμνιόν σου μακάριε, καὶ χρόνων περιόδοις, ἐκπληροῖς τὴν σὴν μάνδραν, ἣν εἰς δόξαν Κυρίου συνέστησας.
πὸ Θεοῦ, θαυματουργίας χαρίσματι, ἐκοσμήθης, ἱερὲ Νικόλαε, καὶ διὰ τοῦτο τῷ σῷ ναῷ, προστρέχοντες Πάτερ, αἰτούμεθά σου, κατάπεμψον ἀπαλλαγήν, καὶ παντοίων κινδύνων, ὅπως χρεωστικῶς ἀνυμνοῦμέν σε.
Θεοτοκίον.
Μὴ ἀποστάς, τῶν κόλπων τοῦ Σοῦ γεννήτορος, ἐν τοῖς κόλποις, τοῖς Σοῖς ἐπεδήμησεν, ὁ τοῦ Πατρὸς Λόγος, καὶ Θεὸς καὶ σάρκα φορέσας ἐκ τῶν αἱμάτων Σου πάναγνε, τὴν φύσιν τῶν ἀνθρώπων, ὅλως ἔλαβεν ὅλως, καὶ αἰώνιος μένει Θεάνθρωπος.







ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Νέος ὥπερ Ἠλίας τοῖ βιωτικοῖς ἔφυγες θορύβοις Ὅσιε, καὶ ἐν ταῖς ἐρήμοις, ἐκαρτέροις ῥυθμίζων ἑκάστοτε, τὰς αἰσθήσεις πάσας, ὄμμα καὶ οὖς ἀφὴν καὶ γεῦσιν, καὶ τὴν ὄσφρησιν Πάτερ Νικόλαε.
θεόσοφος νοῦς σου, Πάτερ ὡς ἡνίοχος ἐμπειρικώτατος, ἐχαλιναγώγει, τον θυμὸν καὶ τὴν ἐπιθυμίαν σου, καὶ πρὸς δρόμον τούτοις, τῶν ἐφειμένων ἐνεδίδου, πρὸς ὁρμὴν δὲ κατεῖχε τὴν ἄστεκτον.
Νικητὴς τροπαιοῦχος τῶν πνευμάτων ἐδείχθης μακάριε, τῶν τῆς πονηρίας, προσευχαῖς καὶ νηστείαις σχολάζων ἀεί, καὶ τὸν νοῦν ὡς ξίφος, ἐστομωμένον κατ’ ἐκείνων, ἀνατείνων ἰσχύει τοῦ Πνεύματος.
Θεοτοκίον.
κ πλευρᾶς μὲ τὴν Εὔαν, τοῦ Ἀδὰμ ὁ Κύριος καὶ Θεὸς ἔπλασεν, ἐκ δὲ τῶν αἱμάτων, τῶν ἀχράντων Σου σάρκα πηξάμενος, ὅλον μὲ τὸν ἄνθρωπον, ἑαυτῷ φρικτῶς ἑνώσας, ἀνεκτήσατο Θεογεννήτρια.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Κανόνα τῶν ἀρετῶν, καὶ τῶν θαυμάτων σε πέλαγος, ἀνέδειξεν ὁ Χριστός, τρισμάκαρ Νικόλαε, ταῖς σαῖς φωταυγείαις, τῆς κακίας τὴν σκοτόμαιναν.
Πατὴρ καὶ σωφρονιστής, πολλῶν ἐγένου μακάριε· διὸ καὶ πλήθη πολλά, ὀπίσω σου ἔδραμον, καὶ καθοδηγήθησαν, ταῖς σαῖς νουθεσίαις, εἰς πορείαν τὴν οὐράνιον.
λόγος σου γλυκασμός, ὑπῆρχεν ἀγαλλιάσεως, πικρίαν ἀποσοβῶν, ἀνθρώπων τοῖς πάθεσιν, καὶ πόνων καὶ θλίψεων, περιπεπτοκότων ὁσιώτατε Νικόλαε.
Θεοτοκίον.
Θεογεννήτωρ ἁγνή, τὸν Σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν, ἱκέτευε ἐκτενῶς, ὑπὲρ τῶν ὑμνούντων Σε, τὴν ὄντως βεβαίαν, προστασίαν καὶ ἀντίληψιν.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς ἀπὸ βρέφους τῷ Θεῷ σὺ ἀνακείμενος, φωστὴρ ἐδείχθης φαεινὸς Εὐβοίας πάνσοφε, ἐχρημάτισας Ὁσίων ἐγκαλλώπισμα, πολιστής τε Ὄρους τοῦ Νεότακος, ἀσκητῶν τε θεῖον ἔρεισμα, τῶν σὲ τιμώντων πρεσβευτὴς ἑτοιμώτατος· διὸ κράζομεν· χαίροις Πάτερ Νικόλαε.
Ὁ Οἶκος.
Ὑπὸ τῆς ἄνωθεν προνοίας ὁδηγηθεὶς Ὅσιε, τὴν Σικελῶν περιφανῆ πατρίδα καταλέλοιπας, καὶ τὴν Εὔβοιαν καταλαβών, καὶ ὄρος τε ἀναδραμὼν τοῦ Νεοτάκου, ὡς φωστὴρ ἐν αὐτῷ ἐξέλαμψας, φωτοφανείας τε ἠξιώθης, ὡς Μωϋσῆς ὁ θεῖος, καὶ τῷ Θεῷ προσεγγίσας, καὶ προσομιλήσας χάριν ἰαμάτων, εἴληφας μακάριε, νόσους ἀποδιώκειν, καὶ πάθη χαλεπὰ ἰατρεύειν, τῶν ἐν πίστει προστρεχόντων ἐν τῷ θείῳ τεμένει σου, σὺν πόθῳ καὶ ἡμεῖς ἑστῶτες, σὲ τὸν καλὸν ἡμῶν ποιμένα, πρέσβυν πρὸς Θεὸν προβαλλόμεθα, οἱ ἐκτελοῦντες τὴν ἀεισέβαστον μνήμην σου· διὸ κράζομεν· χαίροις Πάτερ Νικόλαε.

Συναξάριον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ Σικελιώτου, τοῦ ἐν Εὐβοίᾳ.
Νίκης Νικόλαε ἐδέξω τὸ γέρας,
ἀσκητικοῖς σκάμμασιν ἀνδραγαθήσας.
Οὗτος, γέννημα καὶι θρέμμα ὑπῆρχεν τῆς περιφήμου πόλεως Σικελίας, ἐκ βρέφους δὲ τῷ Θεῷ οἰκειωθείς, καὶ τὴν τῶν μοναχῶν πολιτείαν ποθήσας, ἐγκαταλειπὼν κόσμον, καὶ τὴν αὐτοῦ ἀπάτην καὶ τὴν αὐτοῦ πατρίδα, μετανάστης γίνεται, καὶ καταλαβὼν τὴν νῆσον Εὔβοιαν, ἔρχεται εἰς ἔρημον καὶ δύσβατον τόπον πλησίον αἰγιαλοῦ, ᾧ τὸ ὄνομα Χαράδρα, κἀκεῖσε Μονήν τινα εὑρὼν τιμωμένην τῆς Ὑπεραγίας Θεοτόκου, ἐμφανίζει ἑαυτόν, τῷ Ἡγουμένῳ. Ἐν τούτῳ μικρὸν προσκαρτερήσας, ἀλλ’ ὁ πόθος τῆς ἡσυχίας ἐπυρπόλει αὐτοῦ τὴν καρδίαν, βαλὼν οὖν μετάνοιαν τῷ Ἡγουμένῳ. Καὶ τοῖς ἀδελφοῖς, μετανάστης γίνεται τῆς ἐκεῖθεν· καὶ ἐλθὼν ἐν τῷ Ὄρει καλουμένῳ Νεόταξ, ὀλίγον δὲ προσμείνας ἐν αὐτῷ, βουλὴν βουλεύεται ἀγαθήν, τοῦ ἐγεῖραι ναὸν εἰς δόξαν Θεοῦ καὶ τοῦ Ἁγίου Νικολάου τοῦ ἐν Μύροις, ἧν δὲ ὁ τόπος δύσβατος καὶ λίαν ἀγριότατος, κατὰ φάραγγα ἦν, ἄνωθεν τοῦ ἐκεῖσε ποταμοῦ, ἀλλ’ ἐγγὺς τοῦ μέλλοντος δομηθέντος ναοῦ, οὐκ ἦν ὕδωρ, ὅμως πολλὰ περὶ τούτου δεόμενος ὁ Ὅσιος, τοῦ ποθουμένου οὐ διήμαρτεν. Ἐν μιᾷ οὖν τῶν νυκτῶν δεόμενος ὁ Ὅσιος καὶ τῇ προσευχῇ προσκαρτερῶν, φωτοφανείας θείας ἠξιώθη ἐν τῷ τόπῳ ἐν ᾧ ἔμελεεν ἀνεγεῖραι τὸν ναόν, ἰδὼν οὖν ὁ Ἅγιος καὶ πληροφορηθεὶς τῇ καρδίᾳ, ὅλως τῇ ψυχῇ ἀγαλλιασθείς, ἄρχεται τοῦ ἔργου τῆς θείας χάριτος αὐτῷ συνεργούσης, οὗτος, διὰ προσευχῆς, τὴν ἄνυδρον, ὑδατόβρυτον ἐποίησεν καὶ εὔχρηστον καὶ πότιμον παρεσκεύασεν. Εἶτα, πορευθεὶς εἰς τὸ προῤῥηθὲν Μοναστήριον τῶν Χαράδρων, καὶ λαβὼν μοναχούς, ἔρχεται πάλιν εἰς τὸ Ὄρος τοῦ Νεότακος, καὶ ἐν τῷ τόπῳ, ᾧ εἶδεν τὴν φωτοφανείαν, ὀρύξας κατέβαλε βάθραν τοῦ ναοῦ, ἀνεγείρας περίφημον Ναὸν εἰς ὄνομα τοῦ Ἁγίου Νικολάου τῶν Μύρων, καὶ ἄνωθεν τῶν ἁψίδων τῆς στέγης, θυσιαστήριον ἐπιτελέσας τῇ Θεομήτορι. Ποιμὴν ὑπὸ τῶν ἐκεῖσε ἐλθόντων μοναχῶν ἐγένετο, πολλοῖς καὶ ἄλλοις ἔπειτα. Ποία γλῶσσα δυνήσεται ἐξειπεῖν τὴν ἄκραν αὐτοῦ σκληραγωγίαν, τὴν ἄσκησιν, τὴν πρὸς πάντας ἀγάπην, τὴν πραότητα, τὸ ἄμωμον δάκρυον, τὴν κατὰ τῶν δαιμόνων πάλιν καὶ νίκην καὶ τὴν τῶν ἁπάντων φροντίδα καὶ μέριμνα, ἐξ αὐτῶν πάντων τὸ σῶμα ταπεινώσας καὶ νεκρώσας ὡς ἀσώματος διῆγεν ἐν τῷδε τῷ βίῳ τοῦ φθαρτοῦ γὰρ καταφρονήσας, τὴν ψυχὴν ἐζωοποίησε τὴν τῶν θαυμάτων ἐνέργειαν καταπλουτίζεται, καὶ οὗ μόνον ἐν τῶδε τῷ βίῳ, ἀλλὰ καὶ μετὰ θάνατον θαυματουργεῖν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λούππου
Ὑπῆρχε Λοῦππος δοῦλος, ἐκ δὲ τοῦ ξίφους
ἐλεύθερος προσῆλθε τῷ Χριστῷ φίλος.

Σπεύδει λιπεῖν γῆν ἐκ ξίφους Εἰρηναῖος.
ἐρωτιᾷ γὰρ τῷ πρὸς οὐρανοὺς πόθῳ.
Ὁ Ἅγιος Εἰρηναῖος, ὑπῆρχεν ἐν τοῖς χρόνοις Μάρκου Ἀντωνίνου τοῦ βασιλέως, ἀρχαῖος ἀνήρ, διάδοχος τῶν μακαρίων Ἀποστόλων, χρηματίσας ἐπίσκοπος Λουγδούνων τῆς Γαλλίας· ὅς τις βιβλία πλεῖστα τῇ Ἐκκλησίᾳ καταλέλοιπε, τὴν καθ’ ἡμᾶς πίστιν βεβαιῶν· ἐξ ὧν οἱ μεταγενέστεροι τὰς ἀφορμὰς τῆς ἑρμηνείας τῶν θείων Γραφῶν ἔλαβον. Οὗτος, μετὰ Ποθεινόν, ἐπίσκοπον τῆς εἰρημένης πόλεως, ὑπὲρ Χριστοῦ ἀθλήσαντα, τῆς Ἐκκλησίας τοὺς οἴακας δεξάμενος, καὶ πολλοὺς λόγοις καὶ παραινέσεσιν ἐκ τῆς πλάνης τῶν εἰδώλων ἀφαρπάσας, καὶ τῷ Χριστῷ πολλοὺς Μάρτυρας προσαγαγών, τελευταῖον καὶ αὐτὸς ὑπὸ τῶν διωκτῶν ξίφει τελειωθεὶς στεφανοῦται.

Τμηθεὶς μετέσχε νεκρικῶν ὁ Σιρμίου,
Λουτρῶν σχεδίων αἱμάτων ποταμίων.
Οὗτος ὁ Ἅγιος ἦν ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ, ἐπίσκοπος Σιρμίου· καὶ κρατηθείς, ἀπὸ τοῦ Σιρμίου ἤχθη εἰς Παννονίαν, καὶ παρέστη Πρόβῳ τῷ ἡγεμόνι, ὁμολογῶν καὶ κηρύττων τὴν εἰς Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν πίστιν· διὸ καὶ κατακλείεται φρουρᾷ, καὶ ἐξαχθεὶς μαστίζεται, καὶ μετὰ ταῦτα λαβὼν τὴν ἀπόφασι ξίφει τὴν κεφαλὴν τμηθείς, ἐν τῷ ποταμῷ ῥίπτεται τῷ λεγομένῳ Σάῳ, καὶ οὕτως ἐτελείωθη αὐτοῦ ἡ μαρτύρια.

Καλλίνικος μένουσαν ἡδονὴν μένων,
πρὸς τὴν τελευτὴν οὐκ ἀηδῶς ἦν ἔχων.
Οὗτος, πρότερον μὲν ἦν πρεσβύτερος, καὶ σκευοφύλαξ τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου τῶν Βλαχερνῶν· διὰ δὲ τὴν προσοῦσαν αὐτῷ ἀρετήν, προεβλήθη ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, κατὰ τοὺς χρόνους Ἰουστινιανοῦ τοῦ νέου, τοῦ ἐπεγγόνου Ἡρακλείου. Ὃς αὐτῷ πολλὰς ἐπινοῶν θλίψεις, ἐμήνυσε ποτὲ δοῦναι εὐχὴν ἐπὶ τῇ καθαιρέσει τοῦ ναοῦ τῆς Θεοτόκου, τοῦ καλουμένου τῶν Μητροπόλεων. Ὁ δὲ Ἅγιος ἀπεκρίνατο μὴ εἶναι εὐχὴν ἐπὶ καθαιρέσει, ἀλλὰ μᾶλλον ἐπὶ οἰκοδομῇ· ἐπὶ συστάσει γάρ φησιν, ὁ Θεὸς τὸν κόσμον ἐποίησεν, οὐκ ἐπὶ καταλύσει. Τῶν δὲ ἀπεστάλμενων, προσκειμένων αὐτῷ καὶ διενοχλούντων, καὶ ἐκβιαζομένων τὸ τοῦ βασιλέως πρόσταγμα ποιῆσαι, προσεφώνησεν ὁ μακάριος· Δόξα Σοι, Χριστέ, τῷ ἀνεχομένῳ πάντοτε· καὶ εὐθέως ὁ ναὸς καθηρέθη. Τοῦ οὖν βασιλέως, διὰ τὴν ἄμετρον ἀταξίαν καὶ πλημμέλειαν, ἐκπεσόντος τῆς βασιλείας, καὶ τὴν ῥῖνα καὶ τὴν γλῶττα τμηθέντος, καὶ ἐν Χερσῶνι καθ’ ὑπερορίαν σταλέντος· ἐκεῖθεν δὲ ἀποδράσαντος, καὶ τὴν τῶν Βουλγάρων ὑπουσαμένου ἰσχύν, καὶ τοῖς τείχεσι Κωνσταντινουπόλεως προσβαλόντος, καὶ δόλῳ πείσαντος τόν τε Πατριάρχην καὶ τὴν σύγκλητον ἐξελθεῖν ὑποδέξασθαι αὐτόν· εἶτα, καταψευσαμένου τῶν ὅρκων, οὓς προέτεινε προτεθέντος τοῦ τιμίου Σταυροῦ, καὶ τῶν πανσέπτων Εὐαγγελίων, καὶ τοῦ τιμίου Σώματος καὶ Αἵματος· καὶ εὐθὺς μετὰ τὴν τούτου εἰσέλευσιν, πάσης τῆς πόλεως φόνων ἐμπλησθείσης, ἀνηρπάγη ὑπὸ τῶν δορυφόρων αὐτοῦ ὁ μακάριος Καλλίνικος, καὶ ὑπερωρίσθη ἐν Ῥώμῃ· ὑποδείξαντος αὐτῷ τοῦ Ἰουστινιανοῦ τὴν τμηθεῖσαν γλῶτταν, καὶ τὴν ῥῖνα, καὶ συνομωσίας κατηγορήσαντος, ὧν οὐδενὸς μετεῖχεν ὁ τοῦ Θεοῦ ἄνθρωπος καὶ μέγας ἀρχιερεύς. Ἀπαχθεὶς δὲν ἐν Ῥώμῃ, ἔν τινι θεμελίῳ τοίχου ἐμβάλλεται καὶ ἐπιχρίεται ἐξωθεν· τοῦτο γὰρ ὁ τύραννος ἐκέλευσε. Μετὰ οὖν τεσσαράκοντας ἡμέρας, περιαιρεθέντος τοῦ χρίσματος, ἔτι ζῶν καὶ ἐμπνέων εὑρέθη, καὶ μετὰ τέσσαρας ἡμέρας πρὸς Κύριον ἐξεδήμησε, καὶ κατετέθη ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων Πέτρου καὶ Παύλου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τριανταοκτὼ Μάρτυρες οἱ ἐν Θράκῃ, ξίφει τελειοῦνται.  
Ἤνεγκε τριπλῆ μαρτύρων δεκὰς ξίφος,
Ἔχουσα καὶ σύναθλον ἁπλὴν ὀκτάδα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀντωνίου ἐπισκόπου Σάρδης


Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς Μετακομιδῆς τοῦ λειψάνου τοῦ Ὁσίου Κασσιανοῦ τοῦ Ἕλληνος.
Ταῖς τῆς Θεοτόκου καὶ πάντων Σου τῶν Ἁγίων Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
βίος ἰσάγγελος, Πάτερ θεόφρων ἡ πολιτεία σου, ὑπὲρ ἄνθρωπον ὄντως, ὁ τρόπος θεῖος καὶ ὥρας ὤθησαν, αἱ λαλιαί σου, τῷ Κυρίῳ μέλψωμεν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Πηγάζει χαρίσματα, τῶν ἰαμάτων ναὸς ὁ θεῖός σου, καὶ καρδίας εὐφραίνει τῶν προστρεχόντων, τοῦτο μακάριε, οἱ καὶ τὸν ὕμνον τῶν Παίδων κραυγάζουσι· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
μνεῖτε τὸ ὄνομα τοῦ Θεοῦ Πάτερ, ἐν τῷ τεμένει σου συντρεχόντων, ἐν τούτῳ λαῶν ἀπείρων, καὶ τοῦ δυσβάτου δὲ καταφρονούντων τῆς ὁδοῦ, ψαλλόντων δέ· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Λαθοῦσα τῆς φύσεως τοὺς νόμους, Κόρη Θεὸν ἐκύησας, Ὃν καὶ φέρεις ἀγκάλαις, ὑπὸ Ἀγγέλων ὑμνολογούμενον, ἀλλὰ μὴ παύσῃ τοῦτον ἱκετεύουσα, Παρθένε Κόρη ἁγνή, ὑπὲρ τοῦ κόσμου παντός.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
ν τῷ σεπτῷ τεμένει σου, πιστῶς Πάτερ συντρέχουσιν, ἄπειρος λαὸς καὶ προσκυνοῦσι χαίροντες, θείαν εἰκόνα σου, πόθῳ κατασπαζόμενοι, καὶ τὸν σὲ δοξάσαντα Θεὸν ἀνυμνοῦσι, καὶ κράζουσι συντόνως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Καινοφανῆ τεράστια, τὰ ὑπὸ σοῦ Νικόλαε, βλέποντες πιστοὶ ξενοπρεπῶς τελούμενα, θερμῶς καταφεύγομεν ἐν τῷ σεπτῷ σου τούτῳ Ναῶ, ᾧ ἀνῳκοδόμησας, εἰς μοναζόντων ἄθροισιν, τῶν θελόντων σωθῆναι εἰς κατοίκησιν Πάτερ, ἀλλὰ μὴ διαλλίπῃς ὑπὲρ ἡμῶν πρεσβεύειν.
ραῖος εἶ εἰς ὅρασιν καὶ καλῶς παμμακάριστε, ὡς ἀπὸ τῆς ἕωθεν πολλῆς τῆς λαμπρότητος, τὴν ἔνδον φαιδρότητα, τῆς ψυχῆς διεκνῦσθαι, τοῖς ἀνατενίζουσι τῇ θείᾳ μορφῇ σου, καὶ γλίχεσθαι σὺν ψάλλειν, μετὰ σοῦ τῷ Κυρίῳ, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Οὖσα Θεοῦ τὸ σκήνωμα, καὶ πανάγιον τέμενος, στάμνε μανναδόχε, κιβωτὲ τῆς χάριτος, καὶ κλίμαξ οὐράνιε, σὺν Νικολάῳ τῷ ἱερῷ, καὶ ταῖς στρατιαῖς τῶν οὐρανίων Ταγμάτων, καὶ πᾶσι τοῖς Ἁγίοις, τὸν Υἱὸν καὶ Θεόν Σου, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν Σὲ ὑμνούντων.

ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.
Τῶν ἀρετῶν ὑπογραμμόν, σώφρων ἱλαρὸς ἀγαθώτατος, ἁπλοῦς ἀόργητος, οἰκτίρμων Πάτερ καὶ ἁγιώτατος, καὶ σωφροσύνης ποδηγός, καὶ κανὼν εὐθύτητος, ὡράθης μέγιστε, παροικῶν μὲν ἐπὶ γῆς, τῷ Θεῷ δὲ συνῶν.
γε δὴ πλῆθος τῶν πιστῶν, ἱερὰ καὶ θεοφόρος ὁμήγυρις, ἐπὶ τοῦ μάκαρος, μνήμῃ τῇ θείᾳ τερπνῶς συνέλθετε, χαρμονικῶς τε προσφωνῶν· Θεῷ προσάξατε, λιταῖς Νικολάου, τὸ τρισάγιον καὶ θεῖον μελώδημα.
Τριαδικόν.
ναρχε ἄκτιστε Μονάς, ὑμνοῦμεν ἐν τρισὶν ὑποστάσεσι, Θεὲ ἀκατάληπτε, ταῖς τοῦ Νικόλαου τοῦ Σοῦ θεράποντος, πρεσβείαις σῶζε τὸν λαὸν πάντα τὸν χριστώνυμον, αὐτὸν παντὸς πειρασμοῦ, καὶ τρυφῆς ἀιδίου ἀξίωσον.
Θεοτοκίον.
Σὲ πάντες ἔχομεν πιστοί, καταφύγιον Παρθένε πανύμνητε, καὶ παραμύθιον, καὶ προστασίαν, καὶ ἱλαστήριον, τεῖχος καὶ σκέπη κραταιάν, καὶ λιμένα εὔδιον, καὶ ἀγαλλίαμα καὶ παράκλησιν, καὶ θείαν ἀντίληψιν.

Ἐξαποστειλάριον. Τοῦ Ὁσίου. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὴν τῶν θαυμάτων χάριν, λαβόντα παρὰ Κυρἰου, τὸ βλάστημα Σικελίας, καὶ τοῦ Νεοτάκου λαμπτήρα, Νικόλαον εὐφημοῦμεν, τὸν θαυμαστὸν ἐν Ὁσίοις.
Καὶ τὸ τῆς Ἑορτῆς. Ὅμοιον.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα. 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα, πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδὴν σοι ἐξόδιον προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως. 

Ἐκ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι, θεαρχίῳ, νεύματι τοῦ κηδεῦσαί σε, καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι, τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι· Χαῖρε ὄχημα, τῆς Θεότητος ὅλης, χαῖρε μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα. 

Τὴν ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον, δορυφορούντων Ἀγγέλων σοι, Ἀρχῶν καὶ Δυνάμεων, Ἀποστόλων Προφητῶν, καὶ ἁπάσης τῆς κτίσεως, δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ σου, τὴν ἀμώμητον ψυχήν σου, Παρθενομῆτορ Θεόνυμφε. 

Καὶ γ’ τοῦ Ὁσίου. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Βίον ἀκηλίδωτον, ὑπομονὴν καὶ πραότητα, καὶ ἀγάπην ἀνόθευτον, ἐγκράτειαν ἄμετρον, παννύχιον στάσιν, κατάνυξιν θείαν, πίστιν ἐλπίδα ἀληθῆ, ἐν συμπαθείᾳ Πάτερ κτισάμενος, Νικόλαε μακάριε, βεβιωκὼς ὥσπερ ἄγγελος, ἐπὶ γῆς μετὰ σώματος, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Ἐπίγειος ἄγγελος, καὶ ἐπουράνιος ἄνθρωπος, χρηματίσας Ὅσιε, πηγὴ κατανύξεως, συμπαθείας ῥεῖθρον, πέλαγος θαυμάτων, ἁμαρτωλῶν ἐγγυητής, ἐλαίας ὄντως Θεοῦ κατάκαρπος, ἐλαίῳ τῶν καμάτων σου, καθιλαρύνων τὰ πρόσωπα, παμμακάριστε Ὅσιε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Ὁ νοῦς σου λαμπόμενος, ταῖς θεϊκαῖς ἐπινεύσεσι, τῶν τοῦ σώματος ὕπερθεν, παθῶν ἐχρημάτισεν, ἀμιγὴς τῶν κάτω, φέρων χαρακτῆρας, καὶ ἐκ τυπῶν ἐν ἑαυτῷ, τὸ θεῖον κάλλος καὶ γνωριζόμενος, ὅλως φωτοειδέστατος, τῇ συνεργείᾳ τοῦ Πνεύματος, θεοφόρε Νικόλαε, μοναζόντων ἀγλάϊσμα.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων ὁ σύλλογος, Νικόλαον τὸν ἀοίδιμον, ᾀσματικοῖς ἄνθεσιν, εὐφημῶν καταστέψωμεν. Οὗτος γάρ, ὡς ποταμὸς ἀείῤῥοος τοῦ Πνεύματος, τῆς Ἐδὲμ ἐξορμήσας τέτρασιν ἀρχαῖς ἀρετῶν, τὸν τετραπέρατον κόσμον κατήδευσεν, τὸν αὐχμὸν τῆς ἁμαρτίας διψήσαντας, εἰς ἑαυτὸν καρποφορεῖ εὐαγγελικῶς παρεσκεύασιν, τῆς γῆς οὐκ ἔγνω τὰ τούτου τεράστια, ἱερεῖς καὶ βασιλεῖς, μονασταὶ καὶ μιγάδαι εὐφροσύνως ἀνακηρύττουσι. Διὸ καὶ ἡ σορὸς τῶν λειψάνων αὐτοῦ πελαγίζει, πᾶσι τοῖς προσιοῦσι τὰ ἰάματα, καὶ ὡς μύρον ἐκλεκτόν, εὐωδιάζει τὴν ποίμνην αὐτοῦ. Ἀλλ’ ὦ τοῦ σταυροφόρου βίου κανὼν ἀκριβέστατε, τῆς ἐρήμου πολιστὰ καὶ ἀσκητῶν ἐγκαλλώπισμα, μὴ παύσῃ πρεσβεύων πρὸς Κύριον, τῶν ἐκτελούντων τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος. 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου