Σάββατο 30 Ιουνίου 2018

ΟΚΤΩΒΡΙΟΣ 14. ΑΓΙΟΣ ΙΓΝΑΤΙΟΣ ΜΗΘΥΜΝΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΟΚΤΩΒΡΙΟΣ ΙΔ΄!!
ΙΓΝΑΤΙΟΣ ΜΗΘΥΜΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἐκ Ῥαιδεστοῦ, 1805)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε Πάτερ τοῦ Χριστοῦ, ἱεράρχα μέγιστε, χαίρων ἐν γῇ πεπολίτευσαι, ὁσίως Ἅγιε, καὶ τοῦ Παναγίου, Πνεύματος ἐνδέδειξαι, τῆς χάριτος δοχεῖον πανέντιμον, καὶ κατεφώτισας, ὁδηγῶν πρὸς τὴν ἀλήθειαν, τὰς καρδίας τῶν πιστῶν Ἰγνάτιε. (Δίς)

Προσέλθωμεν ἅπαντες πιστοί, καὶ ἀπαρυσώμεθα, ἁγιασμὸν ἐκ τῆς λάρνακος, οὗ ἐναπόθετον, καθορᾶται πᾶσι, τὸ τίμιον λείψανον, θαυμάτων ἐνεργοῦν τὰ παράδοξα, τῷ μετὰ πίστεως, ἐκβοῶντι πρὸς τὸν Κύριον· Ἰγνατίου λιταῖς με διάσωσον.

Ὡραίοις ποσί σου ἀνδρικῶς, ὄφιν κατεπάτησας, τὸν νοητὸν ὦ Ἰγνάτιε, καὶ ἀγωνίσμασι, τοῖς ἀσκητικοῖς σου, κούφως ὑπερβέβηκας, τῶν κάτω φθειρομένων καὶ ἔφθασας, πρὸς τὰ ἀΐδια, τοῦ Θεοῦ ᾧ παριστάμενος, ἐν τοῖς ἀνω ὑπὲρ πάντων πρέσβευε.

Δόξα. Ἦχος α΄.
Τὸν διὰ Χριστὸν ἐπίπονον βίον σου Ὅσιε Πάτερ, τίς ἂν κατ’ ἀξίαν ἐφίκοιτο διηγήσασθαι, θεοφόρε Ἰγνάτιε; Σὺ γὰρ ὡς ἀδάμας στεῤῥῶς τὸ τῆς ἡμέρας βάρος καὶ τὸν παγετὸν τῆς νυκτὸς ἤνεγκας, ἄχρις οὗ τὰς σεπτάς σου μονὰς κατὰ θυμὸν ἀπαρτίσῃς καὶ πολλοὺς προσαγάγῃς Χριστῷ δι’ αὐτῶν. Σὺ καὶ τὸ διθέν σοι τάλαντον τοῦ Εὐαγγελίου ὡς ἀγαθὸς ἐργάτης ἀρχιερατικῶς ἐπηύξησας· ἀνθ’ ὧν ἤδη περιπολεύων ἐν οὐρανοῖς, ἀξίως τῶν πόνων σου παρὰ τοῦ μισθαποδότου Θεοῦ χαίρων ἀκούεις· εἴσελθε δοῦλε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.

Καὶ νῦν. Θεοτοκίον.
Χαίροις παρ’ ἡμῶν, Παρθένε Θεοτόκε, τὸ σεπτὸν κειμήλιον ἁπάσης τῆς οἰκουμένης, ἡ λαμπὰς ἡ ἄσβεστος, τὸ χωρίον τοῦ ἀχωρήτου· χαίροις ἐξ ἧς ἀμνὸς ἐτέχθη, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε νῦν ψαλμικῶς, τῶν φιλεόρτων στίφη Χριστοῦ τὸν ἱεράρχην, ὑμνήσωμεν συμφώνως, Ἰγνάτιον τὸν ἔνδοξον.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὄρη τε καὶ βουνοί, σκιρτήσατε Μηθύμνης, ὅτι ὃν ἐν ὀρίοις, ἐθρέψατε οἰκείοις ὑμᾶς ὑπερεδόξασεν.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Δόξα Ἱεραρχῶν, καὶ τῶν Ὁσίων κλέος, τῷ βίῳ σου κατέστης Ἰγνάτιε τρισμάκαρ, Ἀγγέλοις δὲ συνόμιλος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πάναγνε Μαριάμ, Χριστιανῶν ἡ σκέπη, Ὃν ἔτεκες ἀσπόρως, Χριστὸν τὸν ζωοδότην, ὑπὲρ ἡμῶν ἰκέτευε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὸν ποιμενάρχην Μηθύμνης Ἰγνάτιον ἄσμασι, τὸν μετὰ πάντων ἁγίων δοξασθέντα ἐν θαύμασιν, ὑμνήσωμεν ἀπαύστως οἱ πιστοί, συμφώνως ἐν τῇ τούτου ἑορτή, καὶ ὡς πλεῖστα κατιδόντες ὑπ' αὐτοῦ, θεραπευθέντα πάθη ἐκβοήσωμεν Δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πάσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.










ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὴν σὴν πανίερον μνήμην Πάτερ Ἰγνάτιε, πιστῶς ἐπιτελοῦντες, ἐξαιτοῦμέν σε πόθῳ, χάριν τε παρέχειν ἡμῖν δαψιλῆ, τοῖς Χριστοῦ βαίνειν ἴχνεσι, καὶ προσβολὰς ἐναντίας τῶν δυσμενῶν, ἀποκρούεσθαι πρεσβείαις σου.

Μετὰ Θεὸν τὰς ἐλπίδας σοι ἀνεθέμεθα, οἱ σοὶ προσπεφευγόντες, δοῦλοί σου Ἱεράρχα· διὸ ὡς παῤῥησιαν ἔχων Χριστῷ, μὴ διαλείπῃς δεόμεθα, ὑπὲρ ἡμῶν ἱκετεύειν οἷα Πατήρ, συμπαθέστατος Ἰγνάτιε.

Οἱ τὰς σεπτάς σου οἰκοῦντες μονὰς ἰγνάτιε, καὶ περίχωρος πᾶσα, Μηθυμναίων σκιρτῶσι, σήμερον τελοῦντες φαιδρὰν ἑορτήν, ἐπὶ τῇ μνήμῃ σου Ἅγιε, καὶ εὐωδίας πληροῦνται πνευματικῆς, ἀσπαζόμενοι τὴν κάραν σου.

Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὄντως θαυμαστὸς Ἰγνάτιε, σὺ ἀνεδείχθης κανών, ἀρετῆς καὶ ακτηύγασας, πᾶσαν τὴν ὑφήλιον, ταῖς ἐνθέοις σου πράξεσι, καταπαλαίσας τὸν πολυμήχανον, νήπιον ὥσπερ αὐτὸν παιζόμενον, ἔδειξας Ὅσιε· διὸ καὶ δεδόξασαι εἰς οὐρανούς, καὶ χαίρων παρίστασαι, τῷ τρισηλίῳ φωτί.

Πάτερ Πατέρων ἰγνάτιε, Ἱεραρχῶν καλλονή, ἀσθενούντων ἐπίσκεψις, καταπονούμενων τε, θερμοτάτη ἀντίληψις, καὶ θλιβομένων χαρὰ ἀνέκλειπτος, χειμαζομένων λιμὴν ὁ εὔδιος, ὤφθης μακάριε, ἐπὶ γῆς γενόμενος μετὰ σαρός, ἀλλὰ καὶ νῦν πάρεσο, πᾶσιν ἡμῖν βοηθός.

Χάριν θεόθεν δεξάμενος, πάθη ποικίλα σαρκός, τοῦ ἰᾶσθαι τῶν πίστει σου, τῷ ναῷ Ἰγνάτιε, προσιόντων σαφέστατα, ὀξὺς προφθάνεις τοῖς κεκλημένοις σου τὸ θεῖον ὄνομα εἰς ἀντίληψιν· ὅθεν νῦν ἅπαντες συνελθόντες ᾄσμασι χρεωστικῶς, σὲ καταγεραίρομεν, καὶ μακαρίζομεν.

Δόξα. Ἦχος πλ. β΄.
Πνευματικῶς εὐφρανθῶμεν σήμερον ὦ φιλέορτοι, ἐπὶ τῇ μνήμῃ τοῦ θεράπονος Χριστοῦ, Ἰγνατίου τοῦ παμμάκαρος, ὅτι κόσμον καὶ τὰ ἐν κόσμῳ ἐξ ἁπαλῶν ὀνύχων βδελυξάμενος, παρὰ Θεῷ ζῇν ᾑρετίσατο. Πνευματικὸς Πατὴρ πρῶτον ἐν σκηνώμασιν ἀναδειχθεὶς ἱεροῖς, καὶ πνευματικὸς ποιμὴν ὕστερον λογικῶν θρεμμάτων τῇ Μηθυμναίων ἐπαρχίᾳ θεόθεν ἐπιδοθείς. Ἐπ’ ἀμφοτέρων δὲ διαπρέψας ὁσίως, μυροβλύτης γενέσθαι μεετὰ πότμον ἠξίωται· κααὶ παριστάμενος τῇ Τριάδι, ἀδιαλείπτως πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

























Λιτή. Ἦχος α΄.
Ἡ πανέντιμος μνήμη σου Πάτερ Ἰγνάτιε, ὡς ἄλλος ἡμῖν ἥλιος ἀνατείλασα, πάντας ἐφαίδρυνε τοὺς φιλεόρτους σου, τὴν γὰρ θείαν κάραν σου προκειμένην ὁρῶντες, τὸν αὐτόν σε πάλιν ὡς πολύτιμον ἄλλον πλουτοῦντες πιστεύομεν θησαυρόν, καὶ εὐλαβῶς αὐτὴν προσκυνοῦντες, γηθοσύνως σοι κράζομεν· Πάτερ Ἅγιε, τῇ πρὸς Θεόν σου θερμῇ μεσιτείᾳ, ἀξίωσον ἡμᾶς, καθάπερ νῦν ἐτησίως, ὑμνεῖν καὶ δοξάζειν σε.

Ὁ αὐτός.
Τὸν διὰ Χριστὸν ἐπίπονον βίον σου Ὅσιε Πάτερ, τίς ἂν κατ’ ἀξίαν ἐφίκοιτο διηγήσασθαι θεοφόρε Ἰγνάτιε; Σὺ γὰρ ὡς ἀδάμας στεῤῥῶς, τὸ τῆς ἡμέρας βάρος καὶ τὸν παγετὸν τῆς νυκτὸςἤνεγκας, ἄχρις οὗ τὰ σεπτάς σου μονὰς ψαλμικῶς εὐτρεπίσῃς, καὶ πολλοὺς προσαγάγης Χριστῷ δι’ αυτῶν. Σὺ καὶ τὸ δοθέν σοι τάλαντον τοῦ Εὐαγγελίου ὡς ἀγαθὸς ἐργάτης ἀρχιερατικῆς ἐπηύξησας· ἀνθ’ ὧν ἤδη περιπολεύων ἐν οὐρανοῖς, ἀξίως τῶν πόνων σου, παρὰ τοῦ μισθαποδότου Θεοῦ χαίρων ἀκούεις· εἴσελθε δοῦλε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.

Ὁ αὐτός.
Ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν τοῦ Κυρίου Ὅσιε, τὰς ἱεράς σου μονὰς ἐθεμελίωσας· οὐδαμῶς γὰρ ἴσχυσαν τάυτας διασαλεῦσαι, οἱ σφοδρῶς κατ’ αὐτῶν ἐπαναστάντες κλύδωνες· μένουσαι δὲ διὰ παντὸς ἀσινεῖς τῇ χάριτί σου, τὰς ἀριστείας σου πᾶσι μεγαλοφώνως κηρύττουσι, καὶ ἀκαταπαύστως δοξολογούσι, τὸν σὲ δοξάσαντα Κύριον.

Ὁ αὐτός.
Καθοπλισθεὶς τῇ δυνάμει τοῦ Σταυροῦ, τρισμάκαρ ἰγνάτιε, εἰς τὸν ἄδυτον γνόφον τῆς ἄνω φιλοσοφίας εἰσέδυς μυστικῶς· καὶ τῇ θεωρίᾳ ἀνευρὼν ὃν ἐπόθησας πολύτιμον μαργαρίτην, μεγαλέμπορος ἐγένου πολλοῖς, τῆς οὐρανίου Βασιλείας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἐν ᾗ γηθοσύνως σὺν Ἀγγέλος χορεύων, πρέσβευε ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Ἀποστολικῶς διαπρέψαντα τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, ἀπόστολον ἄλλον σε τῇ ἀρχιερωσύνῃ ἡ τοῦ Πνεύματος χάρις ἀπέδειξον, οὐ γὰρ ἔδεισε τὸν λύχνον ὑπὸ τὸ μόδιον κρύπτεσθαι, ἀλλ’ ἐπὶ τὴν λυχνίαν τεθῆνα, ἵνα πᾶσιν ἡμῖν φαίνῃς τῷ ἀπλέτῳ φωτὶ τῶν λόγων σου, καὶ τῷ κάλλει τῶν ἐν ἀρετῇ ἔργων σου διεγείρῃς ἡμᾶς πρὸς δόξαν τοῦ οὐρανίου Πατρός. Ὃν προσκυνοῦντες κατὰ χρέος, τὴν εἰς ἡμᾶς διὰ σοῦ ἄκραν ἀγαθότητα αὐτοῦ δοξάζομεν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὴν σεπτήν σου πανήγυριν, ἐκτελοῦντες θεόσοφε, σὲ ἐπικαλούμεθα παμμακάριστε, πάσης ὀργῆς τε καὶ θλίψεως, ἡμᾶς διαφύλαττε, τοῦ δοξάζειν σε ᾀεί, εὐχαρίστως καὶ ἅπασι, τὰ παράδοξα, πανταχοῦ τῶν θαυμάτων σου τὰ πλήθη, διαπύρως ἐκηρύττειν, ἀρχιεράρχα Ἰγνάτιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τὴν ζωὴν ἣν διέζησας, ἐπιπόνως Ἰγνάτιε, πάντες ἀνευφήμησαν οἱ ποθήσαντες, τὸν ἐν Χριστῷ βίον Ὅσιε· διὸ καὶ προσήρχοντο, πλῆθός σοι ἀγεληδόν, μοναστῶν ἔνθα ἔπηξας, παναοίδιμε, τὰς σεπτάς σου μονὰς καὶ ὁλοτρόπως, ἑαυτούς σοι ἀνετίθουν, κλέος Μηθύμνης καὶ καύχημα.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Τῷ Θεῷ παριστάμενος, μετὰ πάντων Ἰγνάτιε, τῶν Ἁγίων πρέσβευε ὅπως ἵλεως, ἁμαρτιῶν ὑμῖν γένηται, ἐν ὥρᾳ τῆς κρίσεως, καὶ μερίδος δεξιᾶς, παραστάτας ἐνδείξηται, ἡμᾶς ἅπαντας, καὶ τρυφῆς παραδείσου ἀξιώσῃ, τῇ ἰδίᾳ συμπαθείᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δόξα. Ἦχος πλ. α΄.
Ἐν τῇ πρὸς Θεὸν ἐκδημίᾳ σου Ἰγνάτιε Ὅσιε, ἀθυμίας νέφος τῷ πλήθει τῶν μαθητῶν σου ἐπέπεσε, καὶ περιστάντες τὴν κλίνην σου, θρηνοῦντες ἔλεγον· Πάτερ ἡμῶν Ἅγιε, μὴ ἐάσῃς ἡμᾶς ὀρφανούς, οὓς διὰ τῶν καμάτων σου ἐκ τοῦ δρυμοῦ τῆς κοσμικῆς συγχύσεως προῤῥίζον ἀποσπάσας, εἰς τὸν λειμῶνα τοῦτον τῆς ἡσυχίας μετεφύτευσας καὶ τῇ πνευματικῇ ἀρδείᾳ τῶν λόγων σου ὡς καλὸς φυτοκόμος κατήρδευσας. Οἷς καὶ αὐτὸς οἷα Πατὴρ φιλόστοργος καὶ διδάσκαλος σοφός, παραμυθίαν δεδωκὼς εἶναι σὺν αὐτοῖς νοητῶς, καὶ συμπαθῶς ἔπειθες, καὶ τελευταῖον λόγον τὴν εἰρήνην λιπών, εἰς τὴν οὐράνιον λῆξιν μετέβης γηθόμενος· ἔνθα τοῦ ἀμηχάνου κάλλους τῆς τρισηλίου δόξης ἀπολαύεις ἐμφορούμενος. Ἀλλὰ πάρεσον μέσον καὶ ἡμῶν ἀοράτως Ἱεράρχα Χριστοῦ ἐκλυτρούμενος ἡμᾶς τῶν δεινῶν τοῦ βελίαρ, καὶ ὁδηγῶν καὶ φωτίζων, πρὸς σωτηρίαν τὰς ψυχὰς ἡμῶν.


Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὸν ποιμενάρχην Μηθύμνης Ἰγνάτιον ἄσμασι, τὸν μετὰ πάντων ἁγίων δοξασθέντα ἐν θαύμασιν, ὑμνήσωμεν ἀπαύστως οἱ πιστοί, συμφώνως ἐν τῇ τούτου ἑορτή, καὶ ὡς πλεῖστα κατιδόντες ὑπ' αὐτοῦ, θεραπευθέντα πάθη ἐκβοήσωμεν Δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πάσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὴν ἄκραν προσευχήν, ἣν ἐτέλεις νηστεύων, καὶ πᾶσαν τὴν λοιπήν, σοῦ τοῦ σώματος τῆξιν, οἱ Ἄγγελοι ἰγνάτιε, οὐρανόθεν ἐθαύμασαν, καὶ οἱ δαίμονες, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου, φόβῳ ἔφριξαν, βροτοὶ δὲ πάντες ἑώρων, ἐν γῇ σε ὡς ἄϋλον.
Δόξα.
Τὸν πόθον τὸν θερμόν, ἱκετῶν σου τρισμάκαρ, Ἰγνάτιε κλεινέ ἐκπληρῶν μὴ ἐλλίπῃς, εἰς σὲ γὰρ προστρέχομεν, πεποιθότες οἱ δοῦλοί σου, καὶ αἰτούμεθα, λύσιν δεινῶν εὑρεῖν πάντων καὶ δὴ πρόφθασον, ἀντιλαβοῦ ἡμᾶς ῥῦσαι, ὑψόθεν ἰσχύϊ σε.
Καὶ νῦν. Θεοτοκίον.
Κυβέρνησον ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθὸν ὁλισθαίνουσαν, ἀπωλείας πανάμωμε, καὶ ἐν ὥρᾳ με τῇ φοβερᾷ τοῦ θανάτου, Σὺ ἐξάρπασον· κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Κόσμον κατέλιπες, Πάτερ Ἰγνάτιε,, ἔρημον ᾤκησας, χαίρων καὶ ἔφθασας, πρὸς Ὃν ἐπόθησας Χριστόν, σαρκὸς τῇ σκληραγωγίᾳ· ὅθεν καὶ ὁ Κύριος, ἐπὶ γῆς σε ἐδόξασε, ποιμένα καὶ διδάσκαλον, Ἐκκλησίας προέστησεν· ἀλλὰ καὶ μετὰ θάνατον πᾶσιν, Ἅγιον θαυματουργὸν σὲ ἀνέδειξεν.
Δόξα.
Ὕμνον ἐπάξιον, πρόσδεξαι Ἅγιε, τὸν ἐκ χειλέων μου, τοῦτον καὶ πάρασχε, χάριν τὴν σήν μοι δαψιλῶς, ἐκκλίνειν τὰς ἁμαρτίας· πρὸς ἃς ὁ παμπόνηρος, διωθούμενος ἕλκει με, καὶ παίγνιον ἅπασι προτιθείς με τὸν δείλαιον, ἐπαπειλεῖ μοι ὁ βροτοκτόνος, σωτηρίας μου τὴν ἀπόγνωσιν.
Καὶ νῦν. Θεοτοκίον.
Θεομακάριστε, Μῆτερ ἀνύμφευτε, τὴν ἀσθενοῦσάν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι δεινῶς, τοῖς πταίσμασιν ὁ ἄθλιος· ὅθεν καὶ κραυγάζω Σοι, στεναγμῷ τῆς καρδίας μου, δέξαι με πανάμωμε τὸν πολλὰ πλημμελήσαντα, ἵνα ἐν παῤῥησίᾳ βοῶ Σοι· χαῖρε ἡ Κεχαριτωμένη.









Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Ἀνευφημήσωμεν πιστοὶ μεγαλοφώνως, τὸν περιβόητον Χριστοῦ ἀρχιερέα, τὸν ᾀειλαμπέστατον φωστῆρα τῆς οἰκουμένης, τὸν ὄντως ἐν τοῖς Ἁγίοις θαυματουργόν, τῆς Λέσβου ἁπάσης ὄντα μέγαν φρουρόν· τὸν Μηθύμνης γενόμενον, προστάτην τε καὶ ὁδηγόν, εἰς τρίβους σωτηρίους Χριστοῦ· Ὃν δοξάζει τὰ σύμπαντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοχαρίτωτε ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ Σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσιν καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους διόρθωσιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον ἱεραρχικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἱεράρχα τοῦ Χριστοῦ Ἰγνάτιε, ὁ συγκαλέσας ἡμᾶς εἰς εὐωχίαν πνευματικὴν τῶν θαυμάτων σου· φώτισον τὰς καρδίας ἡμῶν τῇ χάριτί σου· ἵνα δι’ αὐτῆς ὁδηγούμενοι, τὰς ἐντολὰς τοῦ Κυρίου ποιῶμεν, καὶ τῆς οὐρανῶν Βασιλείας διὰ πρεσβειῶν σου, οἱ ἐν ᾄσμασι τιμῶντές σε τύχωμεν.
















Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἀθανάσιον, Ἰγνάτιέ μοι φρούρει. Ἐν δὲ τοῖς Θεοτοκίοις: Ῥοδοστοῦ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
πείρῳ σου ἔρωτι, ἐπειγομένῳ Ἰγνάτιε, τὰ σὰ ἀγωνίσματα, ἐγκωμιάσαι νυνί· σήν μοι ἄνωθεν, κατάπεμψον πλουσίως, βοήθειαν Ἅγιε, τοῦ ἀνυμνεῖν σε ᾀεί.
Θεῷ ἀνατέθεικας, ὅλον σαυτὸν παμμακάριστε, ἐκ βρέφους καὶ ἅπασαν, κόσμου τερπνότητα, καταλέλοιπας, καὶ τρίβους τοῦ Κυρίου, σταυρὸν ἀνελόμενος, χαίρων διήνυσας.
παύστως δοξάζομεν, τὸ σὲ δοξάσαντα Κύριον, τῆς Λέσβου τὸ βλάστημα, ὅτι σε ἅπαντες, παραμύθιον, κεκτήμεθα καὶ μόνον, κακοῖς ἐκτρυχόμενοι, καὶ πειρασμοῖς κραταιοῖς.
Θεοτοκίον.
Ῥυσθείημεν πάναγνε, τῇ προστασίᾳ Σου Δέσποινα, παντοίας κακώσεως, τοῦ βροτοκτόνου ἐχθροῦ, ὅπως χαίροντες, τὰ Σὰ ἀνευφημῶμεν, παράδοξα θαύματα, μόνη θεόνυμφε.

ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει.
Νόσους καὶ πάθη, ἐξιᾶται ποικίλα ἑκάστοτε, ἡ σεπτή σου κεφαλή, δεδοξασμένε Ἰγνάτιε· διὸ ἀσπαζόμενοι, ταύτης γεραίρομεν.
παραλλάκτως, ἐφ’ ἡμῖν ἄλλος ὤφθης Ἀντώνιος, ἐπ’ ἐσχάτων τῶν καιρῶν ἐρημικοῖς ἀγωνίσμασιν, Ὁσίων γὰρ ἔπλησας μονὰς ἃς ἔπηξας.
Σύμφωνον αἶνον, χρεωστικῶς σοι πάντες προσάγομεν, Ἱεράρχα τοῦ Χριστοῦ, ὧνπερ ἐκ σοῦ ἀπελαύομεν, χαρίτων καὶ ἅπασι, ταῦτα κηρύττομεν.
Θεοτοκίον.
Οἱ τῇ θερμῇ Σου, βοηθείᾳ θαῤῥοῦντες πανάχραντε, προσπεφεύγαμεν ἰδού, οἱ ἁμαρτίαις ὑπεύθυνοι· πάσης οὖν κολάσεως ἡμᾶς ἐκλύτρωσαι.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Θεωρίαν καὶ πράξιν τῶν ἀρετῶν, τὰς μεγίστας εἰς ἄκρον καταλαβών, κανὼν καὶ ἀρχέτυπον, μονασταῖς ἐχρημάτισας· πάντες γὰρ προσήρχοντο, πρὸς σὲ οἱ αἱρούμενοι, κατὰ Χριστὸν ζῆσας ἐν σοὶ καὶ ἀπέβλεπον· ὅθεν καὶ ἀξίως, εἰς ἀνώτερον δόξης, Θεός σε ἀνείλκυσε, καὶ ποιμένα ἀνέδειξε, τῆς Μηθύμνης Ἰγνάτιε· Ὃν αἴτησαι πρεσβεύων ᾀεί, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, τοῖς μετὰ πόθου τελοῦσι, τὴν πανέντιμον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατεῤῥύπωσα, καὶ οὐκ ἔχω τὶ πράξω, ἢ ποῦ ἐπιστρέψωμαι. Οὐδὲ γὰρ ἄλλην ἐλπίδα, πλήν Σου Κόρη ἐπίσταμαι· φεῦ μοι τῷ ἀχρείῳ, καὶ κακῷ οἰκονόμῳ, ἀλλὰ πρὸς Σὲ ἄχραντε, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν Σοι τὸ ἥμαρτον· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, εἰς Σὲ γὰρ Παρθένε, τὰς ἐλπίδας ἀνέθηκα.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
ερεὺς τῶν ἐν τῷ κόσμῳ, ἱερώτατος γέγονας, καὶ θεοπροβλήτως, οἷς ἀρχιερεὺς ἐχρημάτισας, πρακτικωτάτῳ σου λόγῳ δίκην σάλπιγγος, ἀνεκήρυξας, τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον.
πατὴρ ὁ σὸς τρισμάκαρ, ὅτε σὺ ἔξω γέγονας, κόσμου καὶ διῆγες, ὑπὲρ τὰ ὁρώμενα ἤλλαξεν, εὐλαβηθείς σου τὸν τρόπον σχέσεις φύσεως, ἑαυτὸν γάρ σοι υἱόν, ἐν πνεύματι ἔταξεν.
Νέον ἄλλον σε Θηβαῖον, Παῦλον πάντες κηρύττομεν, ζηλωτὴν Ἠλίαν, Ἰωάννην Πρόδρομον ἅμα τε, Σάββαν Εὐθύμιον μέγαν, καὶ Μακάριον, καὶ διδάσκαλον, ἄλλον Χριστοῦ Ἀδελφόθεον.
Θεοτοκίον.
Δυνατὴ ἡ Σὴ πρεσβεία, πρὸς τὸν Κύριον πάναγνε τοῦτον οὖν δυσώπει, ἵλεων γενέσθαι τοῖς δοῦλοίς Σου, τοῖς οὐδεμίαν ἐκτός Σου ἄλλην ἔχουσι, πρὸς ἀπόδρασιν ἐλπίδα ὄντως κολάσεως.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
δοὺ ἡ πανέντιμος, ἡμέρα καὶ εὐφρόσυνος, ἐπέστη ἡμῖν τοῦ ποιμενάρχου, ἐν ᾗ γηθόμενοι, ἀλαλάξωμεν, Ἰγνάτιε πρόφθασον θερμῶς, ἡμᾶς ἐκλυτρούμενος, πάσης νόσου καὶ θλίψεως.
Γενναίῳ φρονήματι, ὑπήνεγκας θαυμάσιε φορὰς ἐναντίας τῶν ἀρχόντων, κατὰ καιρούς σοι ἐπαναστάντων πικρῶς, οὐ γὰρ δίκην ᾔτεις ἐκ Θεοῦ, μᾶλλον δὲ δι’ ἄγνοιαν, πρᾳοτάτην συγχώρησιν.
Νοός σου μακάριε, τὸ πρᾷον καὶ ἡσύχιον, Θεὸς ἀπεδέξατο ἐξ ὕψους· διὸ καὶ χάριν σοι ἀνταπέδωκεν, εἴτις πρῶτον ἴδοι ἀγνοῶν, σὲ ἀπὸ τοῦ σχήματος, ὡς Θεοῦ δοῦλον σέβεσθαι.
πάρας Ἰγνάτιε, εἰς Κωνσταντίνου ἕνεκεν, ἀνάγκης ὧν ἔκτισας μονῶν σου, ἐκεῖ διέλαμψας ἐμφανέστατα, ὡς ἄλλος τις ἥλιος λαμπρός, καίτοι ταπεινότατος, ῥακενδύτης διέτριψας.
Θεοτοκίον.
Ὃν ἔτεκες ἄφθορον, ἄνευ ἀνδρὸς Θεὸν ἡμῶν, τοῦ κόσμου παντὸς τὴν σωτηρίαν, τοῦτον δυσώπει, ὑπὲρ ἁπάντων βροτῶν, ὅπως πᾶσιν ἵλεως φανῇ, ἐν ὥρᾳ τῆς κρίσεως, φιλανθρώπως ὡς εὔσπλαγχνος.







ᾨδὴ στ΄. Ἐβόησε προτυπῶν.
Τὴν ἄμετρον, σοῦ ταπείνωσιν τότε ὡς ἔβλεψαν, καὶ προνοίᾳ, τοῦ Θεοῦ σε ὡς ἄξιον ἔγνωσαν, οἱ συνόδου πρώτοι, τῆς Μηθύμνης ποιμένα προέστησαν.
σότιμος μέν, ἐκείνοις ἐγένου μακάριε, ἐπελεύσει τῆς ἐξ ὕψους τοῦ πνεύματος χάριτος, ἀρετῇ δὲ μείζων, ἀνεφάνης τῷ κόσμῳ Ἰγνάτιε.
νέθηκας, ἐπανλεθὼν εὐφροσύνην καὶ ἄφατον θυμηδίαν ταῖς καρδίαις, λαοῦ τοῦ ποιμνίου σου, καὶ σεπτὰς μονάς σου, φαιδροτέρας προνοίᾳ σου ἔδειξας.
Θεοτοκίον.
Σὺ γέγονας, τῆς ἀρχαίας ἀρᾶς ἡ ἀναίρεσις, Σὺ ὡς ἔδει, τοῖς ἀνθρώποις χαρὰν προεξένησας, Σὺ Παρθενομῆτορ, τῶν βροτῶν τὴν οὐσίαν ἐκαίνισας.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Θησαυρὸν πολύτιμον, θαυματουργοῦσαν, ἐκπλουτοῦμεν ἄπαντες, κάραν πανίερον τὴν σήν, ἱεροφάντορ Ἰγνάτιε, ἀσπαζομένους ταύτην, ἡμᾶς διαφύλαττε.
Ὁ Οἶκος.
Προσελθόντες ἐνθάδε μετ’ εὐλαβείας βροτοὶ ἅπαντες, αὐτόχθονές τε καὶ ἐπήλυδες, ἀκούσωμεν τὰ τῆς ἀρετῆς γενναῖα ἆθλα, καὶ κατορθώματα Ἰγνατίου τοῦ πάνυ, τοῦ ἐκ Μηθύμνης βλαστήσαντος, καὶ ταύτην ἀρχιερατικῶς τιμήσαντός τε καὶ κοσμήσαντος τῷ καθ’ ἑαυτὸν βίον τε καὶ τρόπον ἀρετῆς πρακτικωτάτῳ παραδείγματι, καὶ μυροβλύτου ἐν ἐσχάτοις ἡμῖν ἀναδειχθέντος μετὰ θάνατον Ἁγίον, καὶ τοῦτον ἕκαστος ἀνευφημοῦντες πρὸς τὸν δοξάσαντα αὐτὸν Θεὸν ἐκβοήσωμεν· πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ὡς ἀγαθὸς καὶ παντοδύναμος, Ἰγνατίου τοῦ σοῦ θεράποντος πρεσβείαις, πάσης βλάβης ἡμᾶς διαφύλαττε.   















Συναξάριον.
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἰγνατίου, ἀρχιεπισκόπου Μηθύμνης τοῦ Ἀγαλλιανοῦ.
Ἔπαινον ᾄδω ἱερῷ Ἰγνατίῳ,
ἀνθ’ ὧν ἐς ἀεὶ τοῖς ἅπασιν ἀρήγει.
Βῆ δ’ ὃ γ’ ἐς οὐρανὸν ἐν διὰδ’ Ὀκτωβρίου ἑπτάδος.
Τὴν καταγωγὴν ἕλκων πιθανώτατα ἐκ Βυζαντίου, ἐγεννήθη ὁ φωστὴρ οὗτος τῆς Ἐκκλησίας Ἰγνάτιος εἰς Φάραγγα τῆς Λέσβου. Ὁ πατὴρ αὐτοῦ, Μανουὴλ Ἀγαλλιανός ὀνομαζόμενος ἧν ἱερεύς, δι’ ὅ καὶ ὁ υἱὸς αὐτοῦ τὴν ἱερωσύνην ἠγάπησεν ἐκ παιδός. Ἔφερε δὲ οὗτος τὸ ὄνομα Ἰωάννης, ὅπερ διετήρησεν γενόμενος ἱερεύς, μετωνομάσθη δὲ Ἰγνάτιος ὅτε ἐγένετο Ἐπίσκοπος. Οὗτος ὁ μακάριος κτήτωρ τῆς σεβασμίας ἱερᾶς Μονῆς Λειμῶνος γενόμενος, καὶ τὴν ἑτέραν ἐν Καλλονῇ Μονὴν τῆς Μυρτιδιωτίσσης ἐν πατρώῳ χωρῷ ἱδρυμένην ἀνεκαίνισε καὶ ἐν ἀμφοτέραις θείῳ ζήλῳ πυρπολούμενος, τοὺς αἱρουμένους τῆς ἰσαγγέλου μοναχικῆς πολιτείας συνήγαγεν, τὰς δὲ Μονὰς Πατριαρχικοῖς γράμμασι εἰς τὸ διηνεκὲς κατοχυρώσατο. Τότε δέ, καὶ τῆς Ἐπισκοπῆς τῆς ἱστορικῆς καὶ παλαιφάτου ἱερᾶς Μητροπόλεως Μηθύμνης ἀξιοῦται ἥν καὶ ποίμανε θεοφιλῶς καὶ θεαρέστως τέτταρσιν ἔτεσιν. Οἷον δὲ ἄμεπτον βίον καὶ πολιτείαν ἐνάρετον ἔδειξεν ἐν τῷ μοναχικῷ ἐπαγγέλματι, τοιαύτην διετράνωσε καὶ ἐπὶ τῆς ἀρχιερατικῆς αὐτοῦ διὰ τῆς πληθύος τῶν θεαρέστων πράξεων καὶ κατορθωμάτων. Ἐξαιρέτως δὲ τῇ παιδείᾳ μεγάλα προσενεγκὼν καὶ πλεῖστα ὑπὲρ αὐτῆς διαθέσας καὶ σχολὴν περιώνυμον Λειμωνιάδα ἐγκαθιδρύσας, τῆς ὑποδούλου Λέσβου ὄντως φωτιστὴς ἐγένετο. Τοσαύτας καὶ τηλικαύτας ὑπηρεσίας τῇ Ἐκκλησίᾳ καὶ τῷ Ἔθνει ὁ Ἅγιος Ἰγνάτιος προσενεγκών, ἐν εἰρήνῃ τελειοῦται ἔτει 1567.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου.
Τὸν Ναζάριον καὶ συνάθλους τρεῖς ἅμα,
Θεῷ προσῆξε Ναζαρηνῷ τὸ ξίφος.
Οὗτος ἦτον ἐκ τῆς Ῥώμης, βασιλεύοντος τοῦ Νέρωνος ἐν ἔτει νζ΄ (57), γόνος πλουσίων καὶ εὐσεβῶν, μαθητῶν τοῦ Ἀποστόλου Πέτρου. Κατὰ τὸν εἰκοστὸν χρόνον τῆς ἡλικίας του, πωλήσας ὅλον τὸ πρᾶγμά του, ἐπῆρε τὰ ἀργύρια, καὶ περιπατῶν ἀπὸ πόλεως εἰς πόλιν, ἔδιδεν ἐλεημοσύνην εἰς πένητας, διδάσκων ἀποστολικῶς τὴν εὐσέβειαν. Ἀπῆλθεν μετὰ δέκα ἔτη πρὸς τὴν πόλιν Πλακεντίαν καὶ Μεδιολάνων καὶ ἐκεῖ εὗρε φυλακωμένους δύο Ἁγίους χριστιανούς, τὸν Προτάσιον καὶ τὸν Γερβάσιον, με τοὺς ὁποίους ἐφιλιώθη. Τοῦτο μαθῶν ὁ ἄρχων τῆς Ἰταλίας Ἀνουλίνος, τὸν ἐσυμβούλευε νὰ μὴν ὑβρίζῃ τοὺς θεούς του, ἀφοῦ γνωρίσας τὴν γνώμην του, τοῦ ἔδωκεν πολλὰ ῥαπίσματα εἰς τὸ πρόσωπον, καὶ τὸν ἔδιωξεν ἀπὸ τὴν πολλὴν μὲ πολλὴν ἀτιμίαν ὡς μίασμα. Ἐξῆλθε, καὶ ἀπὸ ἐκεῖ πηγαίνει εἰς τὴν πόλιν Κίμελιν, διδάσκων καὶ βαπτίζων. Εἰς ὀπτασίαν ἐκεῖ βλέπει τὴν Θεοτόκον, καὶ τοῦ λέγει νὰ ὑπάγῃ εἰς τὴν Γαλλίαν. Ἐγερθείς, ἀπῆλθεν εἰς μίαν πόλιν τῆς Γαλλίας Μελίαν ὀνόματι, καὶ εἰς ὀλίγον καιρὸν τοὺς ἔφερεν σχεδὸν ὅλους εἰς τὴν ἀλήθειαν. Ἦτο δὲ ἐκεῖ μία γυνὴ ἐπιφανής, ἥτις εἶχε παιδίον τριῶν ἐτῶν, τὸ ὁποῖον τὸ ἐμπιστεύθῃ εἰς τὸν Ἅγιον, ὁ ὁποῖος τὸν ἐβάπτισε Κέλσιον. Ὑπῆγε δὲ καὶ εἰς ἄλλας πόλεις τῆς Γαλλίας. Μαθῶν δὲ τοῦτο ὁ ἄρχων Δεινόβαος, τὸν ἐξέτασεν μαζὶ μὲ τὸν Κέλσιον. Ἀφοῦ ὀ Ναζάριος ὁμολόγησε τὸν Χριστόν, ἐθυμώθῃ ὁ θηριόγνωμος, ἅρπαξεν ἀπὸ τὰς χεῖρας αὐτοῦ τὸν Κέλσιον, καὶ τὸν ἔδηρε ἀνηλεῶς. Τὸ δὲ παιδίον ἐδέχετο τὰς ἀνυπίστους πληγὰς μὲ ἀγαλλίασιν, λέγων· Αὐτὸς ὁ Θεὸς ὅπου λατρεύω νὰ σὲ κρίνῃ ἄδικε δικαστά, ὡς Κριτὴς δικαιότατος. Μετὰ ταῦτα τοὺς ἐφυλάκωσεν. Ἡ δὲ συμβία τοῦ ἄρχοντος τὸν παρακάλεσε ὅπως λυπηθῇ τὸ βρέφος, καὶ διὰ τοῦτο αὐτὸς ἀπέλυσεν αὐτούς. Ὑπήγαν δὲ οἱ Ἅγιοι εἰς ἄλλην χώραν τοῦ Τιβερίου, τὴν Τίμεριν, ἐπιστρέφων πολλοὺς πρὸς ἐπίγνωσιν. Μαθὼν δὲ τοῦτο ὁ Νέρων, ἔστειλε πρόσταγμα νὰ τοὺς φέρουν ἐνώπιόν του, ὅστις ἐδοκίμασε νὰ τους διαστρέψῃ. Ἀλλὰ δὲν ἐδυνήθη νὰ ἐκφοβήσῃ κἄν τὸ παιδίον. Ὅθεν, προστάσσει νὰ τοὺς ῥίψουσιν εἰς τὸ πέλαγος, καὶ οὕτως ἐβύθισαν αὐτούς. Ἀλλά, ἦλθεν Ἄγγελος καὶ τοὺς ἔβγαλεν εἰς τὴν γῆν χωρὶς βλάψιμον. Τοῦτο τὸ θαῦμα ἔσυρε πολλοὺς εἰς τὴν πίστιν. Ὁ δὲ Ναζάριος ὑπῆγε εἰς τὴν Γένουαν καὶ εἰς τὰ Μεδιόλανα. Ἐκεῖ ὁ ἄρχων Ἀνουλῖνος τὸν ἐφυλάκωσεν, καὶ κατ’ ἐντολὴν τοῦ Νέρωνος, ἐθανατώθῃ διὰ ξίφους μαζί με τὸν συνάθλους του Κέλσιον, Προτάσιον καὶ Γερβάσιον. Φιλόχριστός τις, κατὰ θείαν ἐντολὴν ἔβρήκε τὰ Ἅγια Λείψανα, καὶ τὰ ἔφερε εἰς τὸν οἶκόν του, καὶ τότε ἰατρεύθη μία θυγάτηρ, ἥν εἶχε παράλυτον. Ἐκρύπτοντο αὐτὰ ἕως τὸν καιρὸν τοῦ Μεγάλου Θεοδόσιου, καὶ τὰ ἔφερε εἰς τὰ Μεδιόλανα. Καθὼς τὰ ἅγια Λείψανα εἰσῆλθον εἰς τὰς πύλας τῆς πόλεως, ἐτέλεσαν θαυμάσια ἄπειρα· τυφλοὶ ἐφωτίσθησαν, χωλοὶ ἐπεριπατοῦσαν, λεπροὶ ἐκαθαρίσθησαν, καὶ οἱ δαίμονες ἀπὸ τοὺς πάσχοντας ἔφευγον, καὶ ἁπλῶς ὅλοι οἱ ἀσθενεῖς ὅπου ἠσπάθησαν αὐτά, ἐθεραπεύθησαν. Ὁ δὲ Θεοδόσιος, ἔκτισε καὶ εἰς τὸ Βυζάντιον ναὸν περιβόητον ἐπ’ ὀνόματι τῶν Ἁγίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κοσμᾶ τοῦ Ποιητοῦ, Ἐπισκόπου Μαϊουμᾶ τοῦ Ἁγιοπολίτου.
Ἀπῆλθε Κοσμᾶς ἔνθα πᾶσα τερπνότης,
Μέλη λιπὼν τέρποντα τὴν Ἐκκλησίαν.
Οὗτος ὁ Ἅγιος, ἔμεινεν ὀρφανὸς ἐνῷ ἤτο πολὺ νέος, ὅθεν ἔλαβεν αὐτὸν ὁ πατὴρ τοῦ Ὁσίου Ἰωάννου τοῦ Δαμασκηνοῦ ὀνόματι Σέργιος καὶ τὸν υἱοθέτησεν διὰ ψυχικήν του σωτηρίαν, ἔχων πολλὴν πρόνοιαν περὶ αὐτοῦ καὶ κηδεμονίαν. Ἐπειδὴ δὲ ὁ πατὴρ τοῦ Δαμασκηνοῦ εἶχε πλοῦτον καὶ δόξαν πολλήν, διὰ τοῦτο προσέλαβε εἰς τὸν οἶκόν του, ἕνα πολυμαθῆ καὶ σοφὸν διδάσκαλον, ἀξίωμα ἔχοντα τῶν Ἀσιγκριτῶν μοναχὸν καὶ ὀνομαζόμενον καὶ αὐτὸν Κοσμᾶν. Εἰς τοῦτον λοιπὸν παρέδωκε καὶ τὸν κατὰ φύσιν υἱόν του Ἰωάννην, καὶ τὸν κατὰ θέσιν υἱόν του Κοσμᾶν. Ὅθεν, αὐτὸς ἐδίδαξεν κάθε σοφίαν θείαν καὶ ἀνθρωπίνην τοὺς νέους τούτους, οἵτινες, τυχόντες φύσεως δεξιᾶς, ἔμαθον παρ’ ἐκείνου ἐν ὀλίγῳ χρόνῳ ὅλην τὴν γραμματικὴν καὶ τὴν φιλοσοφίαν, πρὸς τούτοις δὲ καὶ ἀστρονομίαν, μουσικὴν καὶ γεωμετρίαν, καὶ ἐκ τούτου ἔγιναν εἰς ὅλους αἰδέσιμοι καὶ σεβάσμιοι. Ἔπειτα, μεταβάντες ἀμφότεροι εἰς τὴν Λαύραν τοῦ Ἁγίου Σάββα, ἔγιναν μοναχοί.
Μετὰ ταῦτα, ὁ μὲν μακάριος Ἰωάννης ἐχειροτονήθη Πρεσβύτερος ὑπὸ τοῦ Ἰωάννου Πατριάρχου Ἱεροσολύμων, ὀ δὲ ἀοίδιμος Κοσμᾶς, πολὺ παρακινηθεὶς ἀπὸ ὅλην τὴν Σύνοδον Ἱεροσολύμων, ἐν ἔτει 743, ἔγινεν ἐπίσκοπος Μαϊουμᾶ. Δύναται δὲ ἕκαστος νὰ γνωρίσῃ μὲ τὴν πεῖραν, πόσον μέγας καὶ θαυμάσιος ὑπῆρξε κατὰ τὸν λόγον καὶ τὴν γνῶσιν ὁ θεῖος οὗτος Κοσμᾶς, ἐὰν ἀναγνώσῃ ἐπιμελῶς τοὺς κανόνας καὶ τὰ τροπάρια, καὶ τὰ ἄλλα συγγράμματα ὅσα ἐφιλοπόνησεν ὁ ἀοίδιμος. Ὅθεν, ἐγένετο ἄριστος ᾀσματογράφος, ἀφ’ οὗ καὶ ποιητὴς καὶ μελῳδὸς ἐπονομάζεται. Καλῶς λοιπὸν καὶ θεαρέστως ποιμάνας τὸ ποίμνιόν του, καὶ εἰς βοσκὴν σωτηρίας αὐτὸν ὁδηγήσας, φθάσας δὲ εἰς γῆρας βαθύ, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σιλβανοῦ τοῦ γέροντος, τοῦ διὰ ξίφους τελειωθέντος.
Μετῆλθεν αὐχήν Σιλβανοῦ τομὴν ξίφος,
Κἀντεῦθεν ὤφθη Σιλβανὸς τομεὺς πλάνη.
Οὗτος ὁ Ἅγιος κατήγετο ἀπὸ τὴν χώραν τῆς Παλαιστίνης Γάζης, ἥτις καὶ Κωνσταντία ὠνομάσθη, ἦτο δὲ ἄνθρωπος πρᾷος καὶ ἄκακος, γηραλέος τὴν ἡλικίαν, στρατιώτης μὲν πρότερον, εἶτα δέ, διὰ τὴν ὑψηλὴν καὶ καθαράν του ζωήν, ἔγινε Πρεσβύτερος τῆς ἐν Γάζῃ Ἐκκλησίας. Οὗτος λοιπὸν παρασταθεὶς εἰς τὸν ἄπιστον λαὸν τῶν Καισαρέων, καὶ ἐλέγξας αὐτῶν τὴν ἀσέβειαν, ἐδάρη πικρῶς καὶ κατεξεσχίθη εἰς τὰς πλευράς. Ἔπειτα, κατεδικάσθη νὰ δουλεύη εἰς τὰ μεταλλεῖα τοῦ χαλκώματος, τὰ εὑρισκόμενα εἰς τοὺς τόπους τοὺς καλουμένους Ζωόρους. Ἐκεῖ δὲ εὑρισκόμενος, γίνεται Ἐπίσκοπος διὰ τῆς παροτρύνσεως τοῦ ἐκεῖ λαοῦ. Μετ’ ὀλίγον δὲ καιρόν, κατεξηραμμένος ὤν, τόσον ἐκ τοῦ γήρατος, ὅσον καὶ ἐκ τῆς ἀσθενείας, ἀπεκεφαλίσθη παρὰ τῶν εἰδωλολατρῶν, καὶ οὕτως ἔλαβεν ὁ ἀοίδιμος τοῦ μαρτυρίου τὸν στέφανον. Σὺν αὐτῷ ἀπεκεφαλίσθησαν καὶ ἄλλοι τεσσαράκοντα Μάρτυρες, ἐκ τῶν ὁποίων, ἄλλοι μὲν ἦσαν ἀπὸ τὴν Αἴγυπτον, ἄλλοι δὲ ἀπὸ τὴν Παλαιστίνην.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τεσσαράκοντα Μάρτυρες οἱ ἐξ Αἰγύπτου καὶ Παλαιστίνης ξίφει τελειοῦνται.
Ἤνεγκε διπλῇ Μαρτύρων εἰκὰς ξίφος,
Αἴγυπτος οὕς ἤνεγκε καὶ Παλαιστίνη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Αὐσελάμου, πυρὸς τελειωθέντος.
Τὸ πῦρ ὑπελθὼν ἐνθέῳ ζήλῳ Πέτρος,
Τὸ τῆς πλάνης πῦρ σβεννύει τῆς δυσθέου.
Οὗτος, ἦτο ἀπὸ τὰ μέρη τῆς Ἐλευθερουπόλεως, ἐκ κώμης καλουμένης Ἀνίας (ἤ Ἀνέας), ἀνδρεῖος μὲν κατὰ τὴν ψυχήν, νέος δὲ ἅμα καὶ δυνατὸς κατὰ τὸ σῶμα. Ἀφ’ οὗ δὲ δοκίμασε πολλοὺς ἀγῶνας διὰ τὴν εὐσέβειαν, καὶ κατεφρόνησεν ὅλα τὰ ἐπίγεια, τελευταῖον ἔγινε θυσία καὶ ὁλοκαύτωμα εἰς τὸν Χριστόν, κατὰ τὸ ἕκτον ἔτος τῆς βασιλείας τοῦ Διοκλητιανοῦ, ἤτοι ἐν ἔτει 292, διὰ πυρὸς γὰρ τὸν τοῦ μαρτυρίου ἐκομίσατο στέφανον, ἀφ’ οὗ πρότερον ἔλαβε διάφορα βάσανα ὁ ἀοίδιμος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Παρασκευῆς τῆς νέας τῆς Ἐπιβατινῆς.
Παρασκευὴν ὡς σκεῦος ἐκλελεγμένον,
Χριστὸς τίθησιν, ἐν ταμείῳ τοῦ πόλου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς παραδόξου σωτηρίας τὴν ὁποίαν ἐτέλεσε ἐν τῇ Νήσῳ τῆς Χίου, ἡ Ἁγία καὶ ἔνδοξος Ὁσιομάρτυς Παρασκευὴ χαλινώσασα τὴν ὁρμὴν τῆς θαλάσσης, καὶ εἰς τὰ ὀπίσω αὐτὴν ἀποστρέψασα, ἥτις ὡς ἐφάνη ὥρμησεν ὑπὸ θεϊκῆς ὀργῆς, διὰ νὰ καταποντίσῃ τὴν χώραν ὅλην.
Κατὰ τὸ ἔτος 1442, ὅταν ἐβασίλευεν ὁ λατινόφρων Ἰωάννης ὁ Παλαιολόγος, ὅστις ἔκαμε βιαίως τὴν ἕνωσιν εἰς τὴν Φλωρεντίαν τῆς Ἰταλίας, καὶ μετὰ ταῦτα ἐσπούδαζε νὰ τὴν στερεώσῃ εἰς κάθε τόπον, τότε ὁ φιλάνθρωπος Κύριος ἔδειξεν μεγάλην ἀγανάκτησιν κατὰ τῆς νήσου ταύτης, ὥστε ὁποῦ ἐφάνη πῶς νὰ ἐβουλήθῃ νὰ τὴν καταποντίσῃ μὲ ἕνα μερικὸν κατακλυσμόν, διὰ νὰ πλύνῃ τὰς ἁμαρτίας καὶ παρανομίας τῶν ἀνθρώπων, ὁποῦ τόσον πολλὰ τὸν ἐπαρώργιζον. Ἑσπέρα ἥτον ὁποῦ ἐξημέρωνεν ἡ ΙΔ΄ Ὀκτωβρίου, καὶ κάποιος ἱερομόναχος Ἀμβρόσιος, ἐπῆγε νὰ ψάλῃ κατὰ τὴν συνήθειαν τὸν ἑσπερινὸν εἰς τὴν ἐφημερίαν του ὁποῦ ἦτον ὁ ναὸς τῆς Ὁσιομάρτυρος Παρασκευῆς, ὅστις εὑρίσκεται εἰς τὸ ἀνώτερον καὶ ἀκρότατον μέρος τοῦ παλαιοκάστρου. Ὁ ἱερομόναχος ἔψαλλε τὸν ἑσπερινόν, καὶ βροχὴ ἄρχισε νὰ πίπτῃ, τόσον πολλὴ καὶ ῥαγδαία καὶ ἀδιάκοπος, ὥστε ὁποῦ δὲν ἐφαίνετο νὰ ἔπιπτε βροχή, ἀλλὰ πῶς ἐχύνοντο ποταμοί. Ὁ ἱερομόναχος, δὲν ἐδυνήθη πλέον νὰ ὑπάγῃ εἰς τὸ κελλίον του, ἀλλ’ ἔμεινεν εἰς τὴν Ἐκκλησίαν, καὶ τοῦ ἐφαίνετο ὅτι ὀργὴ θεϊκὴ εἶναι καὶ βούλεται ὁ Θεὸς νὰ καταποντίσῃ τὸ νησί, ὅθεν, καὶ κυριευμένος ἀπὸ φόβον μέγαν, ἤρχισε νὰ προσεύχεται καὶ νὰ παρακαλῇ τὸν φιλόψυχον Δεσπότην νὰ παύσῃ τὸν θυμόν του, καὶ νὰ μεταβάλλῃ τὴν δικαίαν του ἀγανάκτησιν εἰς οἰκτιρμοὺς καὶ ἔλεος πρὸς τὸν λαόν του, μὴν ἠξεύρων ἀκόμα, ὅτι καὶ ἠ θάλασσα εὐγῆκεν ἀπὸ τὰ ὅριά της, καὶ ὥρμησε μανικὴ τὸν ἀνήφορον πρὸς τὴν ξηράν, διὰ νὰ καταποντίσῃ τὴν χώραν.
Φαίνεται δὲ καθὼς ἔδειξαν τὰ πράγματα, ὁ ἱερεῦς ἐκεῖνος ὁ καλὸς Ἀμβρόσιος, ἦτον ἄνθρωπος εὐλαβὴς καὶ φοβούμενος τὸν Θεόν, καὶ τῇ ἀληθείᾳ Θεοῦ ἄνθρωπος, ἄξιος δηλαδὴ διὰ νὰ ἰδῇ μυστήρια Θεοῦ. Ὅτι, ἐκεῖ προσευχόμενος καὶ δεόμενος τοῦ Θεοῦ ὅλην τὴν νύκτα, διὰ νὰ κοπάσῃ τὴν μεγάλην του ὀργήν, κάποιαν ὥραν ἐκατέβασε τὸ στασίδι, καὶ ἐκάθισε διὰ νὰ λάβῃ μικρὰν ἄνεσιν ἀπὸ τὸν πολὺν κόπον, καὶ καθίσας ἀφύπνωσε μικρόν. Καὶ ἰδού, τοῦ ἐφάνη ἡ στέγη τῆς Ἐκκλησίας ἀνεωγμένη, καὶ ἐκεῖ εἰς τὸ ὕψος ἕνα φωτεινότατον σύννεφον, εἰς τὸ ὁποῖον μέσα εἶδε μίαν σεμνοτάτην γυναῖκα, ἡ ὁποία εἶχε τὰς χεῖράς της ὑψηλὰ ἐκτεταμένα πρὸς τὰ Οὐράνια, μὲ σχῆμα καὶ τάξιν, πῶς προσηύχετο. Ταῦτα ἰδὼν ὁ πρεσβύτερος ἐφοβήθη, καὶ ἔτρεμεν ἡ καρδία του, καὶ ἰδού, φωνὴ ἠκούσθη πρὸς αὐτὸν λέγουσα· Ἀμβρόσιε, μὴ φοβοῦ, ἐγὼ εἶμαι ἡ Ὁσιομάρτυς Παρασκευή, σέσωσταί σου ἡ πατρίς. Ταῦτα ἰδὼν καὶ ἀκούσας ὁ ἱερὸς Ἀμβρόσιος, ἀπετείναξεν ἀπὸ τοὺς ὀφθαλμούς του καὶ ἐκεῖνον τὸν ὀλίγον ὕπνον, μὲ δύο ἐναντιώτατα πάθη, ἤγουν μὲ φόβον καὶ χαρὰν εἰς τὴν καρδίαν του. Καὶ οὕτως ἄρχισε νὰ ψάλλῃ καὶ τὸν Ὄρθρον του μὲ περισσοτέραν εὐλάβειαν, καὶ ἐν τοσούτῳ ἔγινεν ἡμέρα, καὶ ἰδού, ἄνθρωποι ἐλθόντες ἀπὸ τὰ κάτω μέρη, (ἤδη γὰρ καὶ ἡ βροχὴ ἐκόπασεν ὀλίγον) ἀνήγγειλαν μὲ φόβον καὶ τρόμον, ὅτι ἡ θάλασσα εὐγῆκεν ἀπὸ τὰ φυσικά της ὅρια, καὶ ἔφθασεν ἕως τὴν Παναγίαν, τὴν καλουμένην Ἐλεημονίτριαν, καὶ φαίνεται πῶς ἀπηλεῖ νὰ καταποντίσῃ ὅλην τὴν χώραν, διὰ τὰς ἁμαρτίας τῶν κατοικούντων ἐν αὐτῇ. (Διηγοῦνται δὲ οἱ παλαιότεροι ἐξ ἀρχαίας παραδόσεως, ὅτι καὶ ἕως ἐπάνω εἰς τὸν Χριστὸν ἔφθασεν ἡ θάλασσα, καὶ μὲ ὁρμὴν μεγάλην ἀνέβαινε). Τότε, καὶ ὁ ἱερὸς Ἀμβρόσιος ἐδιηγήθη τὸ ὅραμα τῆς Ἁγίας Παρασκευῆς, καὶ ὁ λόγος διεδόθη κάτω εἰς τὴν χώραν, καὶ λαβόντες ὅλοι οἱ Χριστιανοὶ καλὰς ἐλπίδας ἀπὸ τὴν ὑπόσχεσιν τῆς Ἁγίας, ἐπρόσπεσαν εἰς τὸν Θεόν καὶ εἰς τὴν Ὁσιομάρτυρα Παρασκευήν, καὶ κάνοντες κοινὴν λιτανείαν μὲ τὴν εἰκόνα τῆς Ἁγίας, καὶ χύνοντες θερμὰ δάκρυα, ἐξιλέωσαν τὴν θείαν ἀγανάκτησιν, διὰ τῶν εὐπροσδέκτων πρεσβειῶν τῆς Ἀθληφόρου δούλης του, καὶ οὕτως ἔπαυσεν ἡ ἀγριαίνουσα θάλασσα, καὶ ἐστράφη πάλιν εἰς τὸν πρῶτόν της τόπον καὶ ἔμεινεν ἀβλαβὴς ἡ πόλις κατὰ τὴν ἀπόφασιν τῆς Ὁσιομάρτυρος. Καὶ οὐ μόνον δὲ τὴν ἐτήσιον μνήμην τοῦ τοιούτου θαύματος οἱ τότε χριστιανοὶ ἐπαράδωκαν εἰς ἡμᾶς, ἀλλὰ καὶ ναὸν περικαλλῆ ἐπ’ ὀνόματι τῆς Ἁγίας ἔκτισαν κάτω εἰς τὸ χεῖλος τῆς θαλάσσης διὰ νὰ κρατῇ εἰς τὸ ἑξῆς χαλινωμένην τὴν ἁγριότητα τῆς θαλάσσης. Ἐσώζετο δὲ εἰς πολλοὺς χρόνους ὕστερον ὁ ναὸς ἐκεῖνος, καὶ πολλὰ θαύματα καὶ ἰάματα ἐγίνοντο εἰς αὐτὸν μέσα. Ἀφ’ οὗ δὲ ὁ τόπος ἐπέρασεν εἰς ἄλλην ἐξουσίαν, ἐμεταβλήθη διὰ τὰς ἁμαρτίας μας καὶ ὁ θεῖος ναὸς ἐκεῖνος εἰς μιαρὸν καὶ βέβηλον ἐργαστήριον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Παχωμίου, τοῦ ἐν Χίῳ.
Ὡς ἄλλος ὑψίκομος φοῖνιξ ἐν Χίῳ,
ἤνθησεν ἄρτι Παχώμιος ὁ νέος.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Παχώμιος ἐγεννήθη ἐν Ἐλάτῃ τῆς νήσου Χίου τῷ 1840 ἐκ γονέων πτωχῶν μὲν εἰς ὑλικὸν πλοῦτον, πλουσίων ὅμως εἰς πίστιν καὶ εὐσέβειαν. Μὴ τυχῶν παιδείας τῆς θύραθεν διὰ τὴν ἔνδειαν τῶν αὐτοῦ γονέων, ἐνωρὶς κατέφυγεν εἰς τὴν πάλαι κλεινὴν Βασιλεύουσαν δι᾿ ἐξεύρεσιν ἐργασίας. Αὐτόθι περιφερόμενος ἀνὰ τὰς ῥύμας ἐπώλει τοὺς τῆς λεμονέας καρποὺς καὶ ἐκέρδιζε τὰ πρὸς τὸ ζῆν ἀναγκαία. Ἐλθών, ὅμως, μίαν τῶν ἡμερῶν εἰς ἀντιπαράθεσιν μετὰ τίνος Ἀγαρηνοῦ καὶ ἐν ἀμύνῃ εὑρισκόμενος ἐφόνευσεν αὐτόν. Πολλὰ ἐκ τοῦ γεγονότος αὐτοῦ ὑπέμεινε βασανιστήρια καὶ ἐνεκλείσθη εἰς φυλακήν, ἔνθα ἀδιακόπως ηὔχετο πρὸς Κύριον ὑποσχόμενος αὐτῷ καὶ τῇ Κυρίᾳ Θεοτόκῳ τὴν ὁλικὴν αὐτοῖς ἀφιέρωσιν. Ἀξιωθεὶς ὅθεν οὑ μόνον ἐκφυγεῖν τῆς θανατικὴς καταδίκης, ἀλλὰ καὶ δραπετεῦσαι ἐκ τῆς φυλακῆς, ἴθυνε τὰ διαβήματα αὐτοῦ εἰς τοὺς Ἁγίους Τόπους, ἔνθα προσκυνήσας τὸν Φρικτὸν Γολγοθὰν καὶ τὸν Πανάγιον Τάφον, ὑπετάχθη τῇ μονῇ τοῦ Ὁσίου Σάββα. Ἐν αὐτῇ πρότυπον γενόμενος ὑπακοῆς τὴν κλίμακα ἀνήρχετο τῶν ἀρετῶν ἑαυτὸν σκληραγωγῶν καὶ καταστέλλων πᾶσαν σαρκὸς ἐπιθυμίαν. Λαβὼν τὸ μέγα ἀγγελικὸν σχῆμα, θεία βουλήσει καὶ εὐλογία τοῦ αὐτοῦ Γέροντος, ἦλθεν εἰς Χῖον, ἔνθα ἠσκήτευσεν ἐν τῷ σπηλαίῳ τῶν τριῶν ὁσίων Πατέρων, τῶν κτητόρων τῆς Νέας Μονῆς, παρὰ τὸ Προβάτειον ὅρος.
Ἐν τῇ εὐλογημένη αὐτοῦ πατρῷα νήσῳ, διὰ τῶν νυχθημέρων αὐτοῦ ἀσκητικῶν καμάτων ἤρθη εἰς ὕψος ἀρετῆς δυσαντίβλεπτον, ἐφάμιλλος γενόμενος τῶν πάλαι τῆς ἐρήμου ὁσίων καὶ ἰθύντωρ ἀπλανέστατος ψυχῶν πρὸς σωτηρίαν. Ἠξιώθη δομῆσαι οὑ μόνον τὴν ἱερὰν Σκήτην τῶν Ἁγίων Πατέρων, ἔνθα πλῆθος συνέλεξε μονοτρόπων ποθούντων τὴν θέωσιν, ἀλλὰ καὶ τὸν ἱερὸν παρθενῶνα τῶν ἁγίων Κωνσταντίνου καὶ
Ἑλένης, ὡς καὶ τὸν περικαλλῆ ναὸν τῆς Ἁγίας Τριάδος ἐν τῇ πατρίδι αὐτοῦ Ἐλάτῃ.
Τὸν πνευματικὸν ἀγῶνα τελέσας καὶ τὴν ὀρθόδοξον πίστιν τηρήσας ἀνόθευτον ὁ διορατικὸς καὶ προορατικὸς Γέρων ἐκοιμήθη τὸν ὕπνον τῶν δικαίων ἐν τῷ ὑπ᾿ αὐτοῦ δομηθέντι παρθενῶνι τῇ 14ῃ Ὀκτωβρίου τοῦ 1905. Ἐτάφη εἰς τὴν ἱερὰν Σκήτην τῶν Ἁγίων Πατέρων, ἔνθα ὁ τάφος αὐτοῦ καὶ ἡ θήκη τῶν χαριτοβρύτων αὐτοῦ λειψάνων ὡς χείμαῤῥοι ἀστείρευτοι παρέχουσι τοῖς πιστοῖς τὰ ἰάματα. Αἱ πνευματικαὶ αὐτοῦ νουθεσίαι, οἱ συμβουλευτικοὶ κανόνες καὶ τὸ τυπικὸν τῆς μονῆς αὐτοῦ δεικνύασι πᾶσι τὴν πνευματικὴν αὐτοῦ τελειότητα, δι᾿ ἧς ἠξιώθη σκεῦος γενέσθαι τοῦ Παρακλήτου διαυγέστατον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ ἁπλοῦ, Δουκὸς Τζερνηγοβίας τοῦ ἐν Σπηλαίῳ θαυματουργοῦ τοῦ Ῥώσσου.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Μέτριος πρᾷος καὶ ἐπὶ θρόνου ὤφθης βεβιωκώς, πάνυ ταπεινῶς γάρ, μᾶλλον δὲ εὐλαβῶς, τῷ Θεῷ λειτουργῶν ἔψαλλες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Οὐ τὴν τυχοῦσαν, εὐφροσύνην ἐδέξατο πανδημεί, πάντα τὰ χωρία, ὄντως ἐν τῇ ψυχῇ τῆς Μηθύμνης ὡς ἀπέλαυον, σὲ ὡς ἐζήτησαν, ἐκ Θεοῦ ποιμενάρχην θερμότατα.
πνον ὡς ἔγνως, τὸν ἐν Κυρίῳ σὺ ὡς προγνωστικός, πόθῳ τὰς σεπτάς σου κατέλαβες μονάς, ἐν αἷς καὶ τὸ θεῖον σῶμά σου, πλοῦτον ἀσύλητον, τοῖς σοῖς τέκνοις, παρέθου θεόσοφε.
Θεοτοκίον.
Τὴν ὑπὲρ φύσιν, τὸν Σωτῆρα τῷ κόσμῳ κυήσασαν, καὶ ἀπειρογάμως ἁγνὴν ὡς ἀληθώς, χρηματίσασαν Μητέρα Θεοῦ, ὡς Θεομήτορα πάντες εὐσεβῶς εὐφημήσωμεν.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.
Φίλον σε Θεοῦ προεγνωκώς, καὶ μετὰ θάνατον ὁ θεῖος Σίλβεστρος, Ἀλεξανδρέων ὁ πρόεδρος, τὸ μνημεῖόν σου ἠνέωξε, καὶ μυροβλύτην εὑρηκώς σκιρτῶν ἐβόησεν· εὐλογεῖτε πάντα ἔργα Κυρίου τὸν Κύριον.
εῖθρον οἷάπερ πηγῆς, ἰδὼν τὸ ἀναβλύσαν σου, μῦρον ἐκ μνήματος μαθητῶν σου θεῖος σύλλογος, γεγηθὼς χεῖρας ἐκρότησε, καὶ ἐμμελῶς τὴν τοῦ Δαβίδν, ἐκκρούων λύραν πᾶσιν ἐβόα· πάντα ἔργα ὑμνεῖτε τὸν Κύριον.
σῃ τις δυνάμει, βουληθεὶς Πάτερ Ἰγνάτιε, ἅπερ ἐτέλεσας, καὶ τελεῖς ἄπειρα θαύματα, καθ’ ἑκάστην διηγήσασθαι, μὴ ἐφικτὸν καθ’ ἑαυτόν, ὁρῶν τὸ ἔργον πᾶσι κραυγάζει· πάντα ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Ὁ διὰ ταπείνωσιν τὴν Σήν, Θεὸς Λόγος πάναγνε, οὐρανοὺς ἔκλινε, καὶ ἐνώκησε τῇ μήτρᾳ Σου ἀναπλάσας ἐξ αἱμάτων Σου, τοὺς συντριβέντας δι’ ἡμᾶς τῇ ἁμαρτίᾳ· διὸ ὑμνοῦντες, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν τόκον Σου.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
πνον τῶν ἡμῶν, βλεφάρων φιλέορτοι, ἀποτινάξωμεν, καὶ νηφαλαιότητι, προθύμως ὧδε πάντες προσέλθωμεν, πνευματικὴν γὰρ τράπεζαν ἡμῖν προτίθησι, τῶν θαυμάτων, ὁ Χριστοῦ ἰγνάτιος, ἐντρυφῶντες οὖν τοῦτον τιμήσωμεν.
ήτορες δεινοί, ἰχθῦες ὡς ἄφωνοι μένουσιν Ἅγιε, ὅταν ἐγχειρίσωσι, τὰ τοῦ σοῦ βίου ὑμνῆσαι σκάμματα· ποῖον γὰρ πρῶτον εἴπωσιν, ἢ ποῖον ὕστατον, ἀποροῦσιν· ὅθεν σου τὰ μείζονα, τῇ σιγῇ δεῖν τιμᾶσθαι προκρίνουσιν.
πιδε ἡμῖν, τοῖς δούλοις σου Ἅγιε, Λεσβίων πάντων χαρά, τοῖς προσκαλουμένοις σου, τὸ θεῖον ὄνομα μετὰ πίστεως καὶ τὰς μονάς σου φύλαττε, καὶ πάντας τοὺς εὐσεβεῖς, τοὺς κατ’ ἔτος πόθῳ σου τὴν πάντιμον, ἐκτελοῦντας πανήγυριν ᾄσμασιν.
σχυσον κᾀμοῦ, καὶ νοῦν καὶ διάνοιαν καὶ ἀποκάθαρον, πάσης τοῦ ἀλάστορος σκοτεινοτάτης ἀχλύος Ἅγιε, ὅπως ἰσχύων ψάλλω σοι, τοῦτον τὸν ἔπαινον, καθ’ ἑκάστην μετὰ καθαρότητος, ἐκπληρῶν μου τὸ χρέος τὸ ἄφευκτον.
Θεοτοκίον.
Ὑπὲρ τὴν ἐμήν, ἰσχὺν ὅλως πέφυκε, τὸ ἐξυμνῆσαί Σε, κατ’ ἀξίαν Δέσποινα, θεοχαρίτωτε Μητροπάρθενε, Σὺ γὰρ πασῶν ὑπέρκεισαι ἐν γενεαῖς γενεῶν, καὶ ἀΰλων τάξεις ὑπερβέβηκας, καὶ Θεὸν ὑπὲρ φύσιν ἐκύησας.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸ τῆς Μηθύμνης καύχημα, τοῦ Χριστοῦ Ἱεράρχην, Ἰγνάτιον τὸν ἔκλαμπρον, οἰκουμένης φωστῆρες, τιμήσωμεν κατὰ χρέος, πρὸς Θεὸν ἐκβοῶντες· Θεὲ σῷσον ἐλέησον, καὶ ἡμᾶς τοὺς Σοὺς δούλους, καὶ τῆς χαρᾶς, τῆς ἐπουρανίου Σου Βασιλείας, ἀξίωσον φιλάνθρωπε, Ἰγνατίου πρεσβείαις.
Θεοτοκίον.
Ὄρος Θεοῦ πανάγιον, καὶ λυχνίαν καὶ στάμνον, καὶ κιβωτὸν καὶ τράπεζαν, ῥᾶβδόν τε καὶ πυρεῖον, καὶ θεῖον θρόνον καὶ πύλην, καὶ ναὸν καὶ παστάδα, ὑμνήσωμεν θεόφρονες, τὴν ἁγνὴν καὶ παρθένον, ἐξ ἧς Θεός, σαρκωθεὶς ἀτρέπτως καὶ ὑπὲρ φύσιν, ἐθέωσε τὸ πρόσλημα, ἀποῤῥήτῳ ἑνώσει.








Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἠ Λέσβος ἀγάλλου πανδημεί, ὅτι ἔσχες φύλακα, καὶ πολιοῦχον θεόσδοτον, τὸν ἐξανθίσαντα, ἐκ τῶν σῶν χωρίων, ὡς ῥόδον ἡδύπνοον, καὶ ἀρχιερωσύνῃ ἐμπρέψαντα, τὸν πολυθαύμαστον, ἐν Ἁγίοις χρηματίσαντα, καὶ σὲ θείαις ἀρεταῖς κοσμήσαντα. (Δίς)

Συνδράμωμεν πίστει ἀκλινεῖ, πάντες ὦ φιλέορτοι, καὶ εὐλαβῶς ἀσπασώμεθα, τὴν θαυματόβρυτον, κάραν Ἰγνατίου, καὶ ἀπαρυσώμεθα παθῶν ἀθεραπεύτων ἰάματα, καὶ ὀσφραινόμενοι, εὐωδίας ἥνπερ ἄῤῥητον, πᾶσι πνέει πανταχοῦ κηρύξωμεν.

Ἰγνάτιε ὕψει ἀρετῶν, σαυτὸν ἀνεπτέρωσας, καὶ αἰθερόδρομος ἔφθασας, πρὸς τὴν ἀκρόπολιν, τῶν ἐπουρανίων, ἔνθα συγχορεύουσιν, αἱ τάξεις τῶν Ἀγγέλων καὶ ψάλλουσι, τὸν ἐπινίκιον, τῇ Τριάδι ὕμνον ἄπαυστον, μετὰ πάντων τῶν Ἁγίων Ἅγιε.

Δόξα. Ἦχος πλ. α΄.
Ἀνέτειλεν ἡμῖν ὡς ἔαρ λαμπρόν, ἡ πανέντιμος καὶ φαιδρὰ ἡμέρα Ἰγνατίου τοῦ Χριστοῦ θεράποντος. Δεῦτε οὖν φιλέορτοι ἀποδρεψάμενοι ἄνθη τῶν ἀρετῶν μυρίπνοα, πνευματικῶς εὐφρανθῶμεν ἐπὶ τῇ μνήμῃ αὐτοῦ καὶ μιμησώμεθα ἕκαστος αὐτὸν κατὰ δύναμιν· ὅπως καὶ ἡμεῖς τῇ πρὸς Θεὸν αὐτοῦ ἐκτενεστάτῃ πρεσβείᾳ, ἄξιοι γενώμεθα δι’ ἀρετῆς τῶν ἁμαρτιῶν ἡμῶν ἀφέσεως τυχεῖν, σωτηρίας τε καὶ ἔλεον εὑρεῖν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.









ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς νήσου Λέσβου τὸ θεόφυτον ἄνθος, τὸν ποιμενάρχην τοῦ λαοῦ τῆς Μηθύμνης, Μονὰς Λειμῶνος πήξαντα, Μυρσίνης σεπτάς, Ἱεράρχην θεοῤῥήμονα, ἀνυμνήσωμεν οἱ πιστοί, πάντιμον Ἰγνάτιον, τοῦ Χριστοῦ ἀρχιθύτην, τὴν θείαν μνήμην ἄγοντες αὐτοῦ, ὅτι ὡς πρέσβυν, πρὸς Κύριον ἔχομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.




Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Παῦσον καθ’ ἡμῶν πειρασμούς, θεῖε Πάτερ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν τὰς ἐφόδους καὶ πειρασμούς, τῶν σοὶ προστρεχόντων, καὶ τιμώντων σε ἐν ᾠδαῖς, κατάπαυσον Πάτερ θεοφόρε, τῶν Μηθυμναίων ποιμὴν Λέσβου καύχημα.
σκήσεως ἤστραψας βιοτῇ, τοῦ Εὐαγγελίου μεταδοὺς ῥήματα Θεοῦ· διὸ ἡμῶν νοῦν ψυχὰς καρδίας, θείῳ φωτὶ ὦ Ἰγνάτιε αὔγασον.
φέρπει δολίως ὁ πονηρός, εἰς βάθη κακίας, ἁμαρτίας τῇ ἡδονῇ, κρημνῖσαί με θέλων θεῖε Πάτερ, ἀλλὰ τῇ σῇ ἀντιλήψει βοήθησον.
Θεοτοκίον.
Σοὺς Κόρη ἀξίωσον ὑμνητάς, κεχαριτωμένη, ἀνυμνεῖν Σε χρεωστικῶς, ἡ τέξασα Λόγον ἀποῤῥήτως, ταπεινοφρόνως τὸν βίον πορεύεσθαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
σοφὸς Ἱεράρχης δοῦλος Χριστοῦ ἔνθεος, ὕμνοις μελιχροῖς εὐφημείσθω, ὡς Τούτου ἄξιος, εὐσυμπαθὴς δὲ λαῷ, ἀναδειχθεὶς κατὰ πάντα, ὁ πιστῶν σκοτόμαιναν, παύσας κηρύγματι.
Νικητὴς θεῖος ὤφθης κατὰ σατᾶν Ἅγιε, πάθη σαρκικὰ τιθασεύσας, εὐχαῖς νηστείαις τε, καὶ ἀγρυπνίαις πολλαῖς, ἐν μετανοίᾳ διάγων· σὺ δ’ ἡμῶν τὰ κύματα, χαλιναγώγησον.
Κακουργίας δαιμόνων τῆς βδελυρᾶς λύτρωσαι, τοὺς σὲ ἀνυμνοῦντας ᾀσμένως Πάτερ Ἰγνάτιε, ὁ δοὺς ἀγάπην ἐχθροῖς, καὶ τῶν πταισμάτων τὴν λύσιν, ὡς Χριστοῦ Ἐπίσκοπος, θεοειδέστατος.
Θεοτοκίον.
ειπάρθενε Μῆτερ ἐξ οὐρανοῦ χάριτας, πέμψον τοῖς πιστῶς σὲ τιμῶσι, καὶ μακαρίζουσιν, ὡς εὐφροσύνης ἡμῶν, θείαν νεφέλην καὶ σκέπην, τὴν ψυχὰς δροσίζουσαν, ἐκ παθῶν καύσωνος.
Κατάπεμψον, τὴν χάριν σου οὐρανόθεν, ποιμὴν Μηθύμνης ἐπὶ πάντας Ἰγνάτιε, τοὺς πόθῳ τιμῶντάς σε, ἰώμενος ἀσθενείας κατ’ ἄμφω.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἁγίων Θεοῦ τὸν βίον ἐκμιμούμενος, Μηθύμνης λαοῦ, ἀρχιεράρχης γέγονας· διό σοι κραυγάζομεν· ποιμενάρχα ἔνδοξε τάχυνον, καὶ ἐκ κινδύνων ῥῦσαι τοὺς πιστούς, ἐν ὕμνοις τὴν μνήμην σου γεραίροντας.





ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θεαρέστως ἐποίμανας, ποίμνην λογικὴν τοῦ Κυρίου Ὅσιε· διὸ πάντας πρὸς τὴν εὔκλειαν, τοῦ Θεοῦ ὁδήγησον πρεσβείαις σου.
γενέτειρα νῆσός σου, χαίρεται λαμπρῶς ὦ σοφὲ Ἰγνάτιε, καὶ βοᾷ ἐγκαυχωμένη σοι· δὸς κἀμῖν σὴν χάριν ἣν ἀπείληφας.
Μιμητάς σου ἀνάδειξον, ἐν τῇ σῇ ἀγάπῃ καὶ πίστει ἅπαντας, τοὺς τιμῶντάς σε Ἰγνάτιε, καὶ Θεοῦ καρδίαις πόθον φύτευσον.
Θεοτοκίον.
Παντάνασσα δούλους Σου, τοὺς ὁμολογοῦντάς Σε καθαγίασον, Θεοτόκον καὶ ὑμνοῦντάς Σε, ἐν μελισταγέσι μελῳδήμασι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἠμῶν, ἀμπλακήματα χαμαίζηλα, ὁ τῆς σαρκὸς μαράνας τὰς φθονεράς, ἐπαναστάσεις δαιμόνων, δ’ ἐκτρέψας ἔνεδρα.
Πίστεως Χριστοῦ, ὤφθης σὺ κῆρυξ θεόπνευστε, ὑπὲρ Αὐτοῦ τῆς δόξης ἅπαντα δούς· διὸ σὴν πίστιν, θερμὴν δὸς κἀμῖν Ἰγνάτιε.
λασον μακράν, ἀφ’ ἡμῶν βελῶν τοξεύματα, τὰ ἰοβόλα Πάτερ ταῖς σαῖς λιταῖς, πρὸς τὸν Σωτῆρα, εἰρήνην ψυχαῖς δωρούμενος.
Θεοτοκίον.
θυνον ἡμᾶς, πρὸς λιμένα γαληνότατον, ὡς ὁλκὰς σωτηρίας οὖσα ἁγνή, ἡ τὸν Σωτῆρα ἀσπόρως γαστρὶ κυήσασα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
ωννύμεθα, σαῖς εὐχαῖς πρὸς εὔσπλαγχνον, Ἱεράρχα θεηγόρε βοῶντες· ῥῦσαι παθῶν, τὰς ψυχὰς τῶν σῶν δούλων, καὶ ἐκ βυθοῦ ἀπωλείας ἀνάγαγε, ὅτι κεκτήμεθα θερμόν, πρὸς Θεόν σε μεσίτην σωτήριον.
νόρθωσον, ἐκ βοθύνου πτώσεων, εἴσω τούτου πειρασμοῖς πεπτωκότας, τοὺς μεγαλύνοντας ἆθλα σὺν μνήμῃ, καὶ θαυμασταῖς δωρεαῖς σου Ἰγνάτιε, καὶ πρὸς τὴν κτῆσιν ἀρετῶν, καὶ βελτίονα βίον κατεύθυνον.
Σαλπίσωμεν, πρὸς Χριστὸν ἐν ᾄσμασι, προσευχῆς ἡμῶν αἰτήματα θεῖα, συνειδητῷ, λογισμῷ μετανοίας, καὶ ἀῤῥυπώτοις τοῖς χείλεσιν ἔχοντες, ὅτι καρδίαν καθαράν, ἐλεεῖ ὁ Θεὸς ὡς εὐΐλατος.
Θεοτοκίον.
Μητρόθεε, Σὺ Θεὸν ἐκυήσας, ὑπὲρ φύσιν ἐν γαστρί Σου ἀσπόρως, τέτοκας δέ, τὸν τοῦ σύμπαντος Κτίστην, καὶ πλαστουργὸν τοῦ βροτείου φυράματος· Ὃν καθικέτευε ἀεί, δυσωποῦσα μὴ παύσῃ αἰτοῦμέν Σου. 
Κατάπεμψον, τὴν χάριν σου οὐρανόθεν, ποιμὴν Μηθύμνης ἐπὶ πάντας Ἰγνάτιε, τοὺς πόθῳ τιμῶντάς σε, ἰώμενος ἀσθενείας κατ’ ἄμφω.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν ποιμενάρχην Μηθύμνης τιμήσωμεν, βλαστὸν Φαράγγων τὸν θεῖον Ἰγνάτιον, ἐν ὕμνοις πάντες τῷ τάφῳ προστρέχοντες, ὅτι στηρίζει πιστούς, βλύζων χάριτας, καὶ πρεσβεύει Κυρίου, δοῦναι ἔλεος.

Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...
Πάτερ ἱερώτατε, βλαστὲ καὶ θρέμμα τῆς Λέσβου, κτῖτορ Μονῶν ἔνθε, καὶ Μηθύμνης πρόεδρε ὁ τῇ χάριτι, τοῦ Θεοῦ εἵλκυσας, τοὺς σοὶ προσιόντας, καὶ ἐφώτισας τοῖς ῥήμασι, τοῦ Εὐαγγελίου λαὸν γένους σου, τὸν ὑπόδουλον, Σχολὴν τὴν περιβόητον, τῆς Λειμωνιάδος δὲ ἵδρυσας, δὸς ἀεὶ ὑμνεῖν σε, καὶ πρέσβευε ἀπαύστως πρὸς Χριστόν, τοῦ παρασχεῖν μέγα ἔλεος, πᾶσι τοῖς τιμῶσί σε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ὀλετὴρ ἀνθρώπων ἐπολέμει σε Πάτερ τὴν καθ’ ἑκάστην σφοδρῶς, ἀλλὰ σὺ τῇ δυνάμει, Σταυροῦ ἕλασας τοῦτον, ἀπὸ σοῦ καὶ τῶν τέκνων σου· διὸ βελίαρ ἡμᾶς, ἐκλύτρωσαι τῆς πλάνης.
πὲρ τῶν σὲ τιμώντων ὡς ταχὺς ἀντιλήπτωρ σπεῦσον στηρῖξαι ἡμᾶς, τῇ χάριτι Κυρίου, ἣν εἴληφας πλουσίως, ἀεὶ μέλπων Ἰγνάτιε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σὺ ἰατρεύεις πάθη ψυχῶν τε καὶ σωμάτων τῶν προστρεχόντων πιστῶς, ἀσπάσασθαι εἰκόνα, τὴν φέρουσαν μορφήν σου, σὺν τῇ κάρᾳ σου ἔνδοξε, καὶ ἀνυμνούντων Θεόν, ἐν ὕμνοις μελιῤῥύτοις.
Θεοτοκίον.
Θεὸν τεκοῦσα Μῆτερ πρὸς ἡμᾶς ἀσθενοῦντας ἐν ἁμαρτίαις ἐλθέ, ὡς ῥύστις καὶ μεσίτις, πρὸς τὸν μονογενῆ Σου, ὅπως Σαῖς παρακλήσεσι, δῷ ἐγκλημάτων ὀφλήν, καὶ ἔλεος τὸ μέγα.










ᾨδὴ η΄. Τὸν Βασιλέα.
λεος θεῖον, τοῖς Σὲ Σωτὴρ προσκυνοῦσιν, Ὃν αἱ Τάξεις Ἀγγέλων ὑμνοῦσι, δὸς τοῦ Ἰγνατίου, δεήσεσιν ἐνθέρμοις.
να φωτίσεις, λαὸν ὑπόδουλον Πάτερ, σὺ Σχολάρχης ἐγένου γραμμάτων, νῦν δ’ ἡμᾶς πρὸς φάος, ἄγαγε θείας δόξης.
σο μεσίτης, ἡμῶν πάντων ἐν ἡμέρᾳ, θείας δίκης Ἰγνάτιε μάκαρ, ἵνα σαῖς πρεσβείαις, κολάσεως ῥυσθῶμεν.
Θεοτοκίον.
Παρθένε Κόρη, ὑπὲρ ἡμῶν μὴ ἐλλίπῃς, δυσωπεῖν τὸν Σὸν τόκον ἀλήκτως, τῶν ὁμολογούντων, Σὲ ὡς Θεοῦ Μητέρα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
παύστως ὑπὲρ πάντων, πρέσβευε θεόφρον, τῷ Χριστῷ ἱλασμὸν δοῦναι τῶν ἁμαρτιῶν, ὡς παῤῥησίαν μεγίστην, ἔχων Ἰγνάτιε.
Τῶν σὲ ἀνευφημούντων, βλάστημα τῆς Λέσβου, ἀρχιερεῦ Ἐκκλησίας Σωτῆρος Θεοῦ, ἐν τῇ φρικτῇ ὥρᾳ δίκης, Κριτῇ μνημόνευσον.
χθρῶν ἐπαπειλούντων, σὴν ἁγιοτόκον, νῆσον ὦ Πάτερ, κατασύντριψον τὴν ὀφρύν, καὶ τὰς αἱρέσεις ἀπέλασον, ἐκ τῆς ποίμνης σου.
Θεοτοκίον.
υσθῆναι τοὺς Σοὺς δούλους, ἐξ ἁμαρτημάτων, καὶ πειρασμῶν ἐπηρείας δυσώπει Υἱόν, ἐκ Σοῦ τεχθέντα ἀφράστως Θεογεννήτρια.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε εὐφημήσωμεν ἀδελφοί, τὸν βλαστὸν τῆς Λέσβου, Μηθυμναίων τὸν ὁδηγόν· χαίροις ἐκβοῶντες, λαμπρῶν Μονῶν δομῆτορ, Λειμῶνος καὶ Μυρσίνης, ἐν τῇ πατρίδι σου.
Γλύκανον καρδίας ἡημῶν καὶ νοῦν, Χριστοῦ δὸς εἰρήνην, καὶ χαρὰν ταῖς ψυχαῖς σοφέ, ἄφεσιν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ λιταῖς σου, πρὸς τὸν φιλάνθρωπον.
Γρᾶψον ἡμᾶς Σῶτερ βίβλῳ ζωῆς, αἰωνίου δόξης, καὶ ἐν δίκῃ τῇ φοβερᾷ, ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἰγνατίου, ἀκατακρίτους πάντας, πρόσδεξαι εὔσπλαγχνε.
Ἴασαι τὰ τραύματα τῆς ψυχῆς, τοῦ νοὸς τὴν ζάλην, καὶ τοῦ σώματος ἐκτροπάς, τῶν σοφὲ ἐκ πόθου, σὲ ἐπικαλουμένων, ὡς ἰατῆρα πάντων, τῇ θείᾳ χάριτι.
Ὁ ἐν βίῳ ὅπλον ἔχων Σταυρόν, ἐζωσμένος Πάτερ, ἐναντίον τοῦ πτερνιστοῦ, τείχισον εὐχαῖς σου, περίζωσον ἰσχύϊ, ἡμᾶς φεύγειν δαιμόνων, πάντα τὰ ἔνεδρα.
Ὕψωσον τὰς χεῖράς σου πρὸς Χριστόν, θεῖε Ἱεράρχα, ὑπὲρ δούλων ἁμαρτωλῶν, τῶν ἐν μετανοίᾳ, πιστῶς διαγαγόντων, λαβεῖν πταισμάτων λύσιν, καὶ μέγα ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαῖρε, Ἱεράρχα τοῦ Χριστοῦ, ἅγιε Ποιμὴν Μηθυμναίων, σοφὲ Ἰγνάτιε, Λέσβου τὸ ἐκβλάστημα, καὶ θεῖον καύχημα, ἐκβοῶμεν τιμῶντές σου, τοὺς ἄθλους καὶ μνήμην, καὶ κατασπαζόμενοι, λειψάνων θήκας σεπτάς, κάραν σου εἰκόνα καὶ τάφον, ἐν Μοναῖς Λειμῶνος Μυρσίνης, καὶ Θεοῦ τοῖς οἴκοις πανσεβάσμιε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου