Τρίτη 19 Ιουνίου 2018

ΑΥΓΟΥΣΤΟΣ 9. ΑΓΙΑ ΜΑΡΤΥΣ ΜΑΡΙΑ ΠΑΤΡΙΚΙΑ ΑΚΟΛΟΥΘΙΑ

ΑΥΓΟΥΣΤΟΣ Θ΄.

ΜΑΡΙΑ ΠΑΤΡΙΚΙΑ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς γ’. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τῆς παναγίας ἐνδόξου Μεταμορφώσεως, τὴν ἑορτὴν ποιοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, Χριστὸν δοξολογοῦμεν, τὸν τὴν ἡμῶν, τῷ πυρὶ τῆς Θεότητος, ἀναμορφώσαντα φύσιν, καὶ ὡς τὸ πρίν, ἀφθαρσίᾳ καταστράψαντα.

 

Ἐπὶ τὸ ἅγιον ὄρος δεῦτε ἀνέλθωμεν, καὶ τὴν παμφαεστάτην, Μεταμόρφωσιν πίστει, κατίδωμεν Κυρίου, τούτῳ πιστῶς, ἐκβοῶντες καὶ λέγοντες· Σὺ εἶ Θεὸς ἡμῶν μόνος, ὁ σαρκωθείς, καὶ θεώσας τὸ ἀνθρώπινον.

 

Αὕτη ἐστὶν ἡ ἡμέρα ἡ πανσεβάσμιος, καθ' ἣν μεταμορφοῦται, ὁ Χριστὸς συμπαρόντων, Μωσέως καὶ Ἠλία καὶ τῶν αὐτοῦ, Μαθητῶν ἐν τῷ ὄρει Θαβώρ, φωνὴ δὲ θεία προῆλθεν· Οὗτός ἐστιν, ἀληθῶς ὁ ἐκλεκτός μου Υἱός.

 

Καὶ γ ́ τῆς Ἁγίας. Ἦχος δ ́. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ταῖς βαφαῖς ταῖς ἐξ αἵματος, σωτηρίου ἱμάτιον, σε αὐτῇ πανεύφημε ἐπιχρώσασα, καὶ λαμπρυνθεῖσα τῷ Πνεύματι, Κυρίῳ μεμνήστευσαι, ἀθανάτῳ Βασιλεῖ, συντηροῦντί σε ἄμωμον, ἀδιάφθορον, εἰς αἰῶνας αἰῶνος ἐν θαλάμοις, οὐρανίοις ὡς παρθένον, περικαλλῆ καὶ ἀκήρατον.

 

Αἰκισμοῖς ὁμιλήσασα, καὶ πυρὶ προσπελάσασα, καὶ σαρκὸς σπαράγματα καρτερήσασα, καὶ τῶν λεβήτων τὰ βράσματα, γενναίως ἐνέγκασα, οὐχ’ ἡττήθης λογισμοῖς, οὐ ξοάνοις ἐπέθυσας· ἀλλὰ κλίνασα, τῷ Θεῷ τὸν αὐχένα τῇ τοῦ ξίφους, τιμωρίᾳ στεφηφόρος, πρὸς οὐρανοὺς ἀνελήλυθας.

 

Παρθενίας λαμπρότησι, λαμπρυνθεῖσα πανεύφημε, μαρτυρίου ἤστραψας ἀγωνίσμασι· μὴ προσκυνῆσαι εἰδώλοις γάρ, πεισθεῖσα τὴν ἄδικον, καθυπέμεινας σφαγήν, φοινιχθεῖσα τοῖς αἵμασι, καὶ παρέστηκας, τῷ Θεῷ καὶ Δεσπότῃ στεφηφόρος, ταῖς ἐκεῖθεν πεμπομέναις, αὐγαζομένη φαιδρότησι.

 

Δόξα. Ἦχος β ́.

Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, ἐκεῖ κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον, τηρήσασαι ἀκούσομεν τῆς παρθένου ἐγκώμιον· ὦ παρθενία, ναὸς Θεοῦ· ὦ παρθενία, Μαρτύρων δόξα· ὦ παρθενία, Ἀγγέλων συμμέτοχε.

 

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.

Ὁ φωτί σου ἅπασαν, τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης Ἀγαθέ, δείξας τοῖς Μαθηταῖς σου τὴν δυναστείαν σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

 

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ ́ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ ̓ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ ̓ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.(Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α ́.

Μετὰ τῶν ἄνω Ταγμάτων συνηριθμήθης Πατρικία πανένδοξε, ὄλβον λιποῦσα καὶ τὸν Χριστὸν ποθήσασα· αἴτησαι οὖν τοῖς τελοῦσι τὴν μνήμην σου τὸ μέγα ἔλεος.

 

Τοῦ Σταυροῦ μὲν τὸ κράτος, Πατρικία ἡ Μάρτυς, κατέχουσα ἐν χερσί, τὴν πίστιν δὲ ὡς θώρακα, ἐλπίδα θηρεόν, ἀγάπην τόξον, τῶν τυράννων τὰς τιμωρίας ἐνίκησε ἀνδρείως, καὶ τῶν δαιμόνων τὰς πανουργίας κατήργησε, τὴν κεφαλὴν ἐκτμηθεῖσα, πρεσβεύει Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Τῆς γεηρᾶς τρυφῆς, τὴν ἀπόλαυσιν ὑπεριδοῦσα, καὶ τὴν κοσμικὴν δόξαν μισήσασα, τὸν οὐράνιον Νυμφίον ἐπεπόθησας, Πατρικία παναοίδιμε· τῷ ξίφει γὰρ τὴν κάραν τμηθεῖσα, σὺν ταῖς φρονίμοις συνεισῆλθες παρθένοις, τῷ Νυμφίῳ Χριστῷ· ὅθεν καὶ τὴν λοιμικὴν νόσον ἐκδιώκουσα, τοὺς πιστοὺς θεραπεύεις, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α ́.

Κρουνὸς ἰαμάτων ἄφθονος, τὸ σὸν ἀνεδείχθη ἀνακτόριον, καὶ Σιλωὰμ δεύτερος, τοῖς πᾶσιν ὁ ναός σου γνωρίζεται, πλημμυρῶν ἀεννάως τοῖς πιστοῖς τὰ ἰάματα· τίς γὰρ προστρέχων τούτῳ ἐκ πίστεως, οὐ λαμβάνει ταχέως τὴν ἴασιν; ἢ τίς προσπίπτων μετὰ δακρύων, τὴν λύσιν τῶν παθημάτων οὐ κομίζηται; Διὰ τοῦτο ἰάτειρα καὶ σώτειρα πάντων ἡμῶν, κατὰ χρέος ἐπιγραφόμενοι, συμφώνως βοήσωμεν· Πατρικία μακαρία, ὡς τῇ Ἁγίᾳ Τριάδι παρισταμένη, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν γηθοσύνως ἑορταζόντων, τὴν ἱεράν σου πανήγυριν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νόμου καὶ Προφητῶν Σὲ Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης, καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης, καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς Σου· μεθ’ ὧν καὶ ἡμᾶς, τοῦ Σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν Σε εἰς τοὺς αἰῶνας.

 

Εἰς τὸν Στίχον. Ἦχος δ ́. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Πιανθεῖσα τοῖς αἵμασιν, ἡ γῆ Μάρτυς πανεύφημε, φυτὸν ἀνεβλάστησεν ἀμαράντινον, ὅπερ ποικίλα νοσήματα, καὶ πάθη ἀνίατα, ἰατρεύει θαυμαστῶς, τῶν πιστῶς προστρεχόντων σοι, ἀξιάγαστε, καὶ τὴν θείαν σου μνήμην καὶ φωσφόρον, ἐκτελούντων ἐτησίως, μετ’ εὐλαβείας καὶ πίστεως.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Τῶν πιστῶν ἡ ὁμήγυρις, πανταχόθεν συνέδραμεν, ἐν τῇ θείᾳ μνήμῃ σου καλλιπάρθενε, τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος, παθῶν ἀλλοτρίωσιν, ἱκετεύουσα λαβεῖν, καὶ πταισμάτων καὶ θλίψεων, ὅθεν σήμερον, τῇ συνήθει σου χάριτι χρωμένη, ἀποδέχου τὰς αἰτήσεις, τῶν εὐσεβῶς προσιόντων σοι.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Τῶν Μαρτύρων ἀγλάϊσμα, τῶν παρθένων ἀπάνθισμα, τῶν Ὁσίων μέγιστον ἐγκαλλώπισμα, Μαρία Μάρτυς ἀήττητε, τερπνὸν ἀγαλλίαμα, εὐσεβῶν χριστιανῶν, τῶν Ἁγίων ἐκσφράγισμα, τὸ ἀκράδαντον, εὐσεβείας κρηπίς τε ἣν ἀθρόως, ἀνυμνοῦμέν σε προθύμως, πνευματικοῖς μελῳδήμασι.

 

 

 

 

Δόξα. Ἦχος πλ. β ́.

Σήμερον ὑμῖν ἡ λαμπρὰ πανήγυρις ἐπεδήμησε τῆς Ἀθληφόρου Πατρικίας· εὐωχηθῶμεν οὖν φιλέορτοι πνευματικῶς ἐν αὐτῇ, ὡς ἐν θεοπρεπεῖ πανδαισίᾳ, κατατρυφῶντες τῶν ἀγώνων αὐτῆς· ὑπὲρ ὧν ἐν οὐρανοῖς μετ’ Ἀγγέλων ἀγάλλεται, τῇ ἀπροσίτῳ δόξῃ τοῦ Θεοῦ ἡμῶν ἐλλαμπομένη· καὶ τὴν χάριν τῶν ἰαμάτων ἐκ πόθου αὐτὴν γεραίρουσι· καὶ πρεσβεύει ἐκτενῶς, τῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος β ́.

Ὁ ἐν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφωθεὶς ἐν δόξῃ Χριστὲ ὁ Θεός, καὶ ὑποδείξας τοῖς Μαθηταῖς σου, τὴν δόξαν τῆς σῆς Θεότητος, καταύγασον καὶ ἡμᾶς, τῷ φωτὶ τῆς σῆς ἐπιγνώσεως, καὶ ὁδήγησον ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τῆς Ἁγίας. Ἦχος δ ́. Κατεπλάγη Ἰωσήφ.

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ, Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι· Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα. Τῶν Ἁγίων Δέκα Μαρτύρων. Ἦχος β ́. Τοὺς ἀσφαλεῖς.

Ὡς ἀσφαλεῖς τῆς ἀληθείας πρόμαχοι, τὴν μανικὴν τοῦ δυσσεβοῦς παράταξιν, θείῳ σθένει δυναμούμενοι, πρὸς γῆν καθείλατε ἔνδοξοι, εἰκόνα δὲ θείαν τιμήσαντες, τὸ τέλος τῆς ζωῆς ἀναδέξασθε, Μάρτυρες Δέκα ἀξιάγαστοι.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος βαρύς.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ ́. Τὴν ὡραιότητα.

Ἐν τῇ ἀθλήσει σου, πάντας ἐξέπληξας, ὅτι ὑπέμεινας, τὰς τῶν τυράννων πληγάς, δεινὰ βασάνους φυλακάς, Πατρικία παναοίδιμε· ὅθεν καὶ τὸν στέφανον, ὁ Θεός σοι δεδώρηται, ὅνπερ ἐπεπόθησας, ψυχικῶς καὶ προσέδραμες· αὐτὸς καὶ τὰς ἰάσεις παρέχει, πᾶσι τοῖς πίστει προσιοῦσί σοι.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ ́. Κατεπλάγη Ἰωσήφ.

Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης Ἰησοῦ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῆς δόξης σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, τῆς θεϊκῆς ὑπεράγαθε. Ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ ́. Ὁ ὑψωθείς.

Τὸν Νυμφίον Σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, τὸ στέφος τῆς ἀθλήσεως, παρ’ αὐτοῦ δεξαμένη· ἀλλ’ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας, Πατρικία τὴν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ ́. Κατεπλάγη Ἰωσήφ.

Τῇ ἀπροσίτῳ Ἰησοῦ, δόξῃ τοῦ θείου σου φωτός, μεταμορφούμενος τοῖς σοῖς, ἔλαμψας θείοις Μαθηταῖς, τῷ Ἰωάννῃ καὶ Πέτρῳ καὶ Ἰακώβῳ, ἐξέστησας αὐτούς, τῇ θείᾳ χάριτι· φωνῆς γὰρ πατρικῆς, ἀγαπητὸν σε Υἱόν, προσμαρτυρούσης ἤκουον, καὶ εἶδον, τὴν τοῦ προσώπου σου δόξαν φρικτήν, Σωτὴρ ὁ πάντας, θέλων σωθῆναι, φώτισον τὰς ψυχὰς ἡμῶν.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α ́. Τὸν τάφον Σου Σωτήρ.

Τὸ αἷμά σου σεμνή, ὡς ἀλάβαστρον μύρου, ἐνήνοχας Χριστῷ, τῷ Νυμφίῳ σου πόθῳ, ἀντάμειψιν δὲ εἴληφας, παρ’ αὐτοῦ ἀξιάγαστε, στέφος ἄφθαρτον, ὡς ἀδιάφθορος Μάρτυς· ὅθεν εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, δυνάμει τοῦ Πνεύματος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ ́. Ὁ ὑψωθείς.

Ὁ ἀνελθὼν σὺν Μαθηταῖς ἐν τῷ ὄρει, καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἀπαστράψας, σὺν Μωϋσῇ Ἠλίας σοι παρίστανται· Νόμος καὶ Προφῆται γὰρ ὡς Θεῷ λειτουργοῦσιν, ᾧ καὶ τὴν Υἱότητα τὴν φυσικὴν ὁ Γεννήτωρ, ὁμολογῶν ἐκάλεσεν Υἱόν, ὃν ἀνυμνοῦμεν σὺν σοὶ καὶ τῷ Πνεύματι.

 

 

 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ ́ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων...

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Ἀθληφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β ́. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ὁ βάσιμος κύβος τῆς πίστεως, ὁ πολυχωρότατος κύκλος τῶν χαρίτων, καὶ τῶν θαυμάτων, Πατρικία ἡ ἀήττητος· μεταβᾶσα σήμερον ἀπὸ γῆς εἰς οὐρανόν, διὰ τοῦ μαρτυρίου, τῷ θρόνῳ τῆς Ἁγίας Τριάδος παρίσταται· καὶ πρεσβεύει ἐκτενῶς ὑπὲρ ἡμῶν τῶν ἐν πίστει τελούντων, τὴν πανσέβαστον αὐτῆς ἄθλησιν.

 

Εἶτα, οἱ Κανόνες· ὁ α’ τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας.

ᾨδὴ α ́. Ἦχος δ ́. Θαλάσσης τὸ ἐρυθραῖον.

Ταῖς θείαις τῶν Ἀσωμάτων τάξεσι, νῦν συγχορεύουσα, περὶ τὸν πάντων αἴτιον Χριστόν, καὶ τρανῶς ἀπολαύουσα, θεαρχικῆς ἐλλάμψεως, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον.

Τὸ θῆλυ ἀῤῤενωθὲν τῇ χάριτι, τὴν ἐπηρμένην ὀφρύν, καὶ καυχωμένη ἄμετρα τὸ πρίν, ἐξαλείφειν τὴν θάλασσα, δι’ ἀσθενείας σώματος, θείᾳ δυνάμει καταβέβληκε.

Σταυρῷ σε ἀναρτηθέντα Δέσποτα κατανοήσασα, ἡ εὐκλεής σου Μάρτυς, αἰκισμῶν καρτερεῖ τὸ ἐπίπονον, δυναμουμένη σθένει σου, τοῦ τὴν ἡμῶν φύσιν νεκρώσαντος.

Θεοτοκίον.

Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ Σοῦ ἀπάτορα.

 

ᾨδὴ γ ́. Εὐφραίνεται ἐπὶ σοί.

Ἀνάψας σου τὴν ψυχήν, ἔρως ὁ θεῖος τῆς σαρκὸς ἔρωτα, καὶ χαλεπὰ βράσματα, τὰ τῶν αἰκισμῶν ἐναπέσβεσεν.

Ἰσχύϊ παντουργικῇ τὴν κεφαλήν, τοῦ δυσμενοῦς ἔθλασας, τῆς κεφαλῆς φέρουσα Μάρτυς καρτερῶς, τὴν ἀφαίρεσιν.

Αἱμάτων σου οἱ κρουνοί, τῆς ἀθεΐας τὴν πυρὰν ἔσβεσαν· τοὺς δὲ πιστοὺς ἤρδευσαν, τῆς θεοσεβείας τοῖς νάμασι.

Θεοτοκίον.

Σὺ μόνη ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν Σοι τὸ χαῖρε προσάγομεν.

 

 

Κάθισμα. Ἦχος πλ. α ́. Τὸν συνάναρχον Λόγον.

Τὰς βασάνους γενναίως ἡ Ἀθληφόρος σου, ὑπομείνασα πάσας τὰς τῶν τυράννων Χριστέ, κατεπάτησεν ἐχθρὸν τὸν πολυμήχανον, καὶ ἀνεδείχθη ἀληθῶς, τροπαιοφόρος καὶ αὐτοῦ, καὶ στέφος εἴληφε δόξης, ἐκ σοῦ τοῦ ἀγωνοθέτου, καὶ νῦν πρεσβεύει εἰς τὸ σωθῆναι ἡμᾶς.

Δόξα... Καὶ νῦν...Τῆς Ἑορτῆς. Ἦχος δ'  Ἐπεφάνης σήμερον.

Ἑορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ, Χριστὸν ἐποψόμενοι.

 

ᾨδὴ δ ́. Ἐπαρθέντα σε.

Σὲ τὴν ἄσπιλον ἀμνάδα καθάπερ λύκοι, οἱ δυσμενεῖς σπαράττοντες, Μάρτυς ταῖς αἰκίαις, ἄμωμον ὁλόκληρον, Θεῷ ἀπετέλεσαν, θεῖον ἱερεῖον καὶ σφάγειον.

Τὸν πτερνίσαντα ἀπάτῃ, τὴν πρώτην Εὔαν, μαρτυρικαῖς ἐνστάσεσι, τρέψασα καθεῖλες, δείξασα ἀνίσχυρον, Χριστῷ ἀναμέλπουσα· δόξα τῇ δυνάμει Σου Κύριε.

Ἡ καρδία σου τῷ ἔρωτι τοῦ Νυμφίου, πυρπολουμένη ἄνθρακας, πλάνης γενναιόφρων, λύθρῳ ἐναπέσκεσεν, αἱμάτων καὶ θάλασσαν, τῆς πολυθεΐας ἐξήρανε.

Θεοτοκίον.

Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ Σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

 

ᾨδὴ ε ́. Κύριέ μου φῶς.

Μύρον ἐκκενωθέν, τὸν Χριστὸν ἀγαπήσασα, νεᾶνις ἡ γενναιόφρων, ἠκολούθησε τούτῳ, ἐν ᾄσματι δοξάζουσα.

Τῷ κάλλει τὴν ψυχήν, τετρωμένη παρέδραμε, ὦ Δέσποτα ἡ παρθένος, τὰ ὁρώμενα κάλλη, ἀθλήσει ὑπερλάμπουσα.

Ὁλόκληρον αὐτήν, τῷ Θεῷ προσενήνοχας, ἐρύθυμα παρθενίας, ταῖς βαφαῖς τῶν αἱμάτων, τὸ πρότερον τελέσασα.

Θεοτοκίον.

Σὲ ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν προβαλλόμεθα, Σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

 

ᾨδὴ στ ́. Θύσω σοι, μετὰ φωνῆς.

Ἀνδρεῖον, ἐν γυναικείῳ σώματι φρόνημα ἀναλαβοῦσα πρὸς πάλην, ἐπεξῆλθες Μάρτυς τῶν τυραννούντων, καὶ ῥομφαίᾳ, ὑπομονῆς αὐτοὺς ἐθανάτωσας.

Εἰσέτι, σταζομένη τῷ αἵματι πάνσεμνε, τῷ σῷ Νυμφίῳ παρέστης, καλλοναῖς παντοίαις ὡραϊσμένη, καὶ τῇ τούτου εἰς ἀεὶ ἐντρυφᾷς ὡραιότητι.

Ἔρωτι, τετρωμένῃ τῷ θείῳ ἐκραύγαζες· Χριστὸν ἐπείγομαι φθάσαι, τὸν ὡραῖον κάλλει· ὅθεν βασάνους ὑπομένω, ἀκλινεῖ γηθομένη φρονήματι.

Θεοτοκίον.

Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον, ὅτι Παρθένος, ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.

 

Κοντάκιον. Ἦχος δ ́. Ὁ ὑψωθείς.

Τῷ ἐν Τριάδι ὑμνουμένῳ, ἀκολουθήσασα σεμνὴ Ἀθληφόρε, τὰ τῶν εἰδώλων ἔλιπες σεβάσματα· μέσον δὲ τοῦ σκάμματος ἐναθλοῦσα Πατρικία, τυράννων οὐ κατέπτυξας, ἀπειλὰς ἀνδρειόφρον, μεγαλοφώνως μέλπουσα ἀεί· Τριάδα σέβω, τὴν μίαν Θεότητα.

Ὁ Οἶκος.

Τὴν νυμφευθεῖσαν τῷ Χριστῷ διὰ τοῦ μαρτυρίου, Πατρικίαν συνελθόντες τιμήσωμεν ἀξίως, ὅπως αὐτῆς ταῖς προσευχαῖς λύμης ψυχοφθόρου λυτρωθέντες, καὶ λοιμοῦ, σεισμοῦ τε καὶ καταπτώσεως, τὸν βίον ἐν εἰρήνῃ διέλθωμεν, καταξιωθέντες μετὰ πάντων τῶν Ἁγίων, τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων, διάγειν ἐν φωτί, καὶ μέλπειν ἀξίως· ἐθαυμάστωσας Σῶτερ τὰ σὰ ἐλέη πᾶσι τοῖς πίστει ὁμολογοῦσι· Τριάδα σέβω τὴν μίαν Θεότητα.

 

Συναξάριον.

Τῇ Θ ́ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Δέκα Μαρτύρων, τῶν ἐν Χαλκῇ Πύλῃ, διὰ τὴν Εἰκόνα τοῦ Σωτῆρος Χριστοῦ ἀθλησάντων· Ἰουλιανοῦ, Μαρκιανοῦ, Ἰωάννου, Ἰακώβου, Ἀλεξίου, Δημητρίου, Φωτίου, Πέτρου, Λεοντίου καὶ Μαρίας τῆς Πατρικίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ ́. Ἐν τῇ καμίνῳ.

Μετὰ παρθένων, λαμπαδηφόρως εἰς οὐράνια, πέλεις τοῦ πυρός, λαμπάδας καρτερικῶς, ἐν τῷ ψάλλειν ὑπομείνασα· εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Σὲ τῷ Νυμφίῳ καθάπερ προῖκα προσήγαγες, δῆμον καὶ λαὸν πιστεύσαντα εἰς Χριστόν, τὴν τῆς πλάνης ἀμαυρότητα, ταῖς φωτοβόλοις σου θαυματουργίαις ἐναποκρούουσα.

Οὐ δειλιῶσα, ἀνδρειοφρόνως μᾶλλον δὲ πάνσεμνε, Μάρτυς τῇ πυρᾷ προσέρχῃ, ἀναψυχὴν αἰσθομένη καὶ κράζουσα· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Θεοτοκίον.

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ Σοῦ γὰρ δίδοται ἡ χαρὰ Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη Σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.

ᾨδὴ η ́. Χεῖρας ἐκπετάσας.

Ὡραία ἐν κάλλεσι τῶν σῶν, στιγμάτων γέγονας· καὶ γὰρ κατηγγύασαι, Παρθένος ἄφθορος μένουσα, τῷ Νυμφίῳ Λόγῳ πάνσεμνε, τῷ ἐκ Παρθένου δι’ ἡμᾶς, σεσαρκωμένῳ Θεῷ βοῶμεν· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Λυθεῖσα δεσμῶν τὸν τῆς σαρκὸς Παρθενομάρτυς σεμνή, ἀνέπτης χαίρουσα, πρὸς φωτεινόμορφον θάλαμον, νυμφικῶς περιχορεύουσα, καὶ μαρτυρίου φοινικῷ, αἵματι στάζουσα, καὶ βοῶσα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Οἰκεῖς μετ’ Ἀγγέλων ἐν φωτί, Παρθένων τάγμασι, δήμοις Μαρτύρων τε, συνεορτάζουσα πρόσωπον, ἀτενίζουσα πρὸς πρόσωπον, καὶ θεωροῦσα, καὶ λαμπρᾶς, δόξης μετέχουσα, καὶ βοῶσα· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε Μήτηρ ἐδείχθης Θεοῦ· σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, Σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

 

ᾨδὴ θ ́. Λίθος ἀχειρότμητος.

Ὡς περικαλλῆς καὶ ὡραία, καὶ περιδέξιος παρθένος, ὡς ἀκαταγώνιστος Μάρτυς, καὶ τοῦ Δεσπότου νύμφη πανάμωμος, χρυσοειδέσι πτέρυξι, πρὸς τὰ οὐράνια κατέπτασας.

Σὲ τὴν νοητὴν χελιδόνα, καὶ ἀδιάφθορον τρυγόνα, καὶ περιστερὰν χρυσωμένας, τῷ μαρτυρίῳ ἔχουσαν πτέρυγας, καὶ πρὸς Θεὸν πετάσασαν, καὶ καταπαύσασαν γεραίρομεν.

Ἔνδον τῆς ἀφθάρτου παστάδος, κατασκηνώσασα θεόφρον, ταῖς ἐκπεμπομέναις ἀστραπαῖς, τοῦ σοῦ Νυμφίου φαιδρυνομένη ἀεί, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν εὐσεβῶς ἀνευφημούντων σε.

Θεοτοκίον.

Ἵνα Σὲ δοξάζω Παρθένε, τὴν ἀληθῶς δεδοξασμένην, πάσης ἀδοξίας με ῥῦσαι καὶ ἁμαρτίας, καὶ δόξης μέτοχον, ἐπουρανίου ποίησον, τὸν προσφυγόντα τῷ ἐλέει Σου.

 

Ἐξαποστειλάριον. Τῆς Ἁγίας. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Μαρία Μάρτυς Κυρίου, καὶ καλλιπάρθενε νύμφη, ῥῦσαι λαόν σου καὶ πόλιν, ἐκδυσωποῦσα τὸν Θεόν, ὅπως ῥυσθῶμεν οἱ πάντες, φθορᾶς ὀργῆς καὶ κινδύνων.

Καὶ τὸ τῆς Ἑορτῆς. Αὐτόμελον.

Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί Σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τὸν Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν κτίσιν.

 

Αἶνοι. Ἦχος πλ. δ ́. Ὦ τοῦ παραδόξου θαύματος.

Αἴγλη, παρθενίας λάμπουσα, ὦ Πατρικία σεμνή, καὶ πορφύραν δι’ αἵματος, μαρτυρίου πάνσοφε, βεβαμμένην λαμπρότητα, περιθεμένη καὶ ὑπερκόσμιον, Χριστοῦ νυμφῶνα κατασκηνώσασα, Κόρη πανάμωμε, συγχορεύεις τάξεσιν ἀγγελικαῖς, ὄντως ἀκατάλυτον, χορείαν ἔνδοξε. (Δίς)

 

Μάρτυς, παρθένε πανεύφημε, ὦ Πατρικία Χριστοῦ, ὁλοκλήρως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, αἰκιζομένη διὰ τὸν σὸν ἐραστήν, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν· ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως δι’ ἧς πρὸς γῆν, ὄντως καταβέβληκας, τὸν ὑπερήφανον.

 

Κάλλει, ψυχῆς τε καὶ σώματος, κεκοσμημένην φαιδρῶς, τῷ Χριστῷ προσενήνεξαι, τὸν τῆς δόξης στέφανον, παρ’ Αὐτοῦ ἀναδήσασθαι, ὦ Πατρικία Μάρτυς πανένδοξε, καὶ Βασιλείας σαφῶς διάδημα, ὄντως πολύτιμον, ἐπαξίως δέδεξαι σῇ κορυφῇ, νύμφη παναμώμητος, φανεῖσα πάνσοφε.

 

Δόξα. Ἦχος πλ. β ́.

Δεῦτε φιλομαρτύρων συστήματα, πανταχόθεν συνδραμόντα, τὴν σεβάσμιον πανήγυριν τῆς Πατρικίας ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι τὴν σεπτὴν αὐτῆς ἄθλησιν, καὶ ἡμᾶς συγκαλοῦσι πρὸς εὐωχίαν τῶν λαμπρῶν ἀγώνων αὐτῆς· χαίροις, Πατρικία πάνσοφε, τῆς εὐσεβείας λαμπροτάτη ὑπέρμαχε, καὶ τῆς ἀσεβείας καθαιρέτρια ἀκρωτάτη· χαίροις, ἡ δοξάσασα Χριστὸν τοῖς ἀθλητικοῖς σου καμάτοις, καὶ τὴν χάριν τῶν ἰάσεων παρ’ Αὐτοῦ κομισαμένη· χαίροις, τῶν ἀσθενούντων ὁ ἰατρός, καὶ τῶν ἐν ἀνάγκαις θερμοτάτη προστάτρια· πάρεσο μέσον ἡμῶν ἀοράτως, καὶ πρέσβευε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ ́

Παρέλαβεν ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ' αὐτοῦ συλλαλοῦντες, καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ, αὐτοῦ ἀκούετε.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

 

Μεγαλυνάριον.

Λύτρωσαι σοὺς δούλους ἐκ τῶν δεινῶν, Μάρτυς Ἀθληφόρε, τῶν τοῦ σώματος καὶ ψυχῆς, καὶ ῥῦσαι κινδύνων, ταῖς σαῖς πρεσβείαις, τοὺς πόθῳ σε καὶ πίστει ἀεὶ γεραίροντας

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου