ΑΥΓΟΥΣΤΟΣ 8!!
ΜΥΡΩΝ ΚΡΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν
στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν εὐσεβῶν αἱ χορεῖαι
δεῦτε συνέλθωμεν, καὶ τὴν ἁγίαν μνήμην, ἑορτάσωμεν πόθῳ, Μύρωνος τοῦ θείου καὶ
θαυμαστοῦ, πρὸς αὐτὸν ἀνακράζοντες· ἀρχιερεῦ τοῦ Κύριου θαυματουργέ, ὑπὲρ
πάντων ἡμῶν πρέσβευε.
Ἡ νοητὴ μυροθήκη τοῦ θείου
Πνεύματος, τῶν οἰκτιρμῶν τὸ ῥεῖθρον, τῆς ἀγάπης ὁ λύχνος, ὑμνείσθω παρὰ πάντων
ᾀσματικῶς, Μύρων ὁ θαυματόβρυτος, ὡς τοῦ Κυρίου θεράπων θεοειδής, καὶ Κρητῶν τὸ
ἐγκαλλώπισμα.
Ἐνδεδυμένος τὴν χάριν τοῦ
θείου Πνεύματος, τοῦ ποταμοῦ τὸ ῥεῖθρον, κοσμουμένη παμμάκαρ, καὶ πίστει τῷ σῷ
τάφῳ τῷ ἱερῷ, προσιοῦσα κομίζεται, ἁγιασμὸν καὶ ἰάσεις παντοδαπάς, ἑορτάζουσα
τὴν μνήμην σου.
Ἡ σὴ πατρὶς Ἱεράρχα χαίρει
τῇ δόξῃ σου, ἡ τῇ σεπτῇ σου κλήσει, κοσμουμένη παμμάκαρ, καὶ πίστει τῷ σῷ τάφῳ
τῷ ἱερῷ, προσιοῦσα κομίζεται, ἁγιασμὸν καὶ ἰάσεις παντοδαπάς, ἑορτάζουσα τὴν
μνήμην σου.
Δόξα. Ἦχος δ’.
Τῶν ἀρετῶν ἐργάτης
γενόμενος, τοῦ Εὐαγγελίου μύστης ὤφθης, ὡς καθαρὸς τῇ καρδίᾳ, Πάτερ Μύρων
θεόληπτε. Θεῷ γὰρ τὰ σὰ ἀναθέμενος, Ἱεράρχης ὅσιος καὶ πρᾷος, ὡς τοῦ Σωτῆρος
μιμητής, ἀληθῶς ἐδείχθης· καὶ θαύμασι πολλοὺς εὐεργετήσας, τῆς ἄνω Βασιλείας τὸ
δηνάριον ἔλαβες, εὐαρεστήσας Κυρίῳ. Αὐτὸν ἱκε΄τευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ
αὐτός.
Πρὸ τοῦ Σταυροῦ Σου Κύριε,
παραλαβὼν τοὺς Μαθητάς, εἰς ὄρος ὐψηλόν, μετεμορφώθης ἔμπροσθεν αὐτῶν, ἀκτῖσι
δυνάμεως καταυγάζων αὐτούς· ἔνθεν φιλανθρωπίᾳ, ἐκεῖθεν ἐξουσίᾳ, δεῖξαι
βουλόμενος, τῆς Ἀναστάσεως τὴν λαμπρότητα· ἧς καὶ ἡμᾶς ὁ Θεός, ἐν εἰρήνῃ
καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκον τῶν ἀρετῶν, τὴν σὴν
ψυχὴν τελέσας, θαυμάτων ὤφθης βρύσις, καὶ θεῖος Ἱεράρχης, Μύρων θεομακάριστε.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ψήφῳ τῇ θεϊκῇ, τῆς Κρήτης
ποιμενάρχης, ἐγένου Πάτερ Μύρων, καὶ πράξεσιν ἁγίαις, τὴν σὴν στολὴν
ἐφαίδρυνας.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Χαίρει ἡ σὴ πατρίς, τελοῦσά
σου τὴν μνήμην, Μύρων θαυματοφόρε, καὶ τῷ σεπτῷ σου τάφῳ, προσπίπτει μετὰ
πίστεως.
Δόξα. Τριαδικόν.
Φέγγει θεαρχικῷ, Τριάδος
τῆς ἁγίας, λαμπόμενος ὦ Μύρων, ἐλαύνεις τῶν δαιμόνων, τὸν ζόφον τὸν βαθύτατον.
Καὶ νῦν. Θεοτοκίον.
Σάρκα ἐκ τῶν ἁγνῶν, αἱμάτων
Σου ὁ Λόγος, λαβὼν Παρθενομῆτορ, διπλοῦς τῷ κόσμῳ ὤφθη, καὶ ἔσωσε τὸν ἄνθρωπον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγας ἥλιος, ἐν Κρήτῃ
Πάτερ, ἀνατέταλκας, θαυμάτων πλήθει, καταφωτίζων αὐτὴν ἱερώτατε, ὡς οὖν ὁρμὴν
ποταμοῦ διεκώλυσας, καὶ τὸν ὄλεθρον δράκοντα ἐλίθωσας, οὕτως Ἅγιε Χριστῷ, θεῖε Μύρων πρέσβευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε. ἕτερον.
Προστάτης καὶ πρόμαχος τοῦ
σοῦ ποιμνίου σοφέ, καὶ τεῖχος καὶ καύχημα τῆς νήσου Κρήτης σαφῶς, ἐδείχθης
θεόληπτε, εὔφρανας Ὀρθοδόξων, τὰς χορείας τρισμάκαρ, ἔπλησας Κρήτην πᾶσαν, τῶν
πολλῶν σου θαυμάτων, διὸ ὑπὲρ ἡμῶν τὸν Χριστόν, Μύρων
ἱκέτευε.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος βαρύς.
Μετεμορθώθης, ἐν τῷ ὄρει
Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς Σου, τὴν δόξαν Σου καθὼς ἠδυναντο. Λάμψον
καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου,
φωτοδότα δόξα Σοι.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τῆς ἑορτῆς γ΄, καὶ τοῦ
Ἁγίου γ΄.
Τῆς Ἑορτῆς Ἦχος δ'. Ἔδωκας σημείωσιν
Σήμερον ὑπέδειξας, τὴν σὴν
Θεότητα Κύριε, τοῖς σεπτοῖς Ἀποστόλοις σου, Μωσεῖ σὺν Ἠλίᾳ τε, ὡς Θεὸς τοῦ
νόμου, καὶ χάριτος πέλων, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τοῦ θανάτου νῦν τῆς
χειρώσεως, μεθ' ὧν σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ
παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Σήμερον ἐξέλαμψας,
φωτοειδὴς ὑπὲρ ἥλιον, τηλαυγῶς ἐν ὄρει Θαβώρ, δεικνύων τοῖς φίλοις σου, ὅτι σὺ
ὑπάρχεις, ἀπαύγασμα δόξης, ὁ τὴν οὐσίαν τῶν βροτῶν, δι' εὐσπλαγχνίαν φορέσας Κύριε·
διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν
ψυχῶν ἡμῶν.
Σήμερον ἀγάλλονται, οἱ
ἐπουράνιοι Ἄγγελοι, σὺν βροτοῖς ἑορτάζοντες, Χριστέ σου τὴν ἔλλαμψιν, τὴν
φρικτὴν καὶ θείαν, τὴν ἐν Θαβωρίῳ ἐν ᾧ παρέστησας Μωσῆν, καὶ τὸν Ἠλίαν Σωτὴρ
φιλάνθρωπε, καὶ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην ὑμνοῦντάς σε, Ἰησοῦ
Παντοδύναμε, ὁ Σωτὴρ καὶ Θεὸς ἡμῶν.
Τοῦ Ἁγίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες. Μελετίου ἀρχιεπ.
Κρήτης.
Μύρων πανσεβάσμιε πιστούς,
ἡ σὴ μνήμη σήμερον, προσεκαλέσατο ἅπαντας, πανηγυρίσαι σου, ἀρετὰς τὰς θείας,
βίου τὴν λαμπρότητα, θαυμάτων τὴν πληθὺν ἣν ἀπέργασαι, Θεοῦ τῇ χάριτι, Ἱεράρχα
ἱερώτατε, Ὃν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Ὦ Μύρων ὡς ἥλιος αὐγαῖς, Κρήτην τὴν περίφημον, ταῖς τῶν θαυμάτων ἐλάμπρυνας, ὅθεν καὶ δράκοντα, τῇ Χριστοῦ δυνάμει, χώραν λυμαινόμενον, αὐτῆς μακρὰν ἐδίωξας Ἅγιε, καὶ συνεχώρησας, τοῖς τὴν ἅλωνα συλοῦσί σου, καὶ τὸ ῥεῖθρον, ποταμοῦ συνέστειλας.
Κρητῶν τὰ συστήματα σοφέ, Μύρων κατεφώτισας, ταῖς ὑποθήκαις σου Ἅγιε, καὶ παραινέσεσι, νουθετῶν διδάσκων, καὶ λαμπρὸν ὑπόδειγμα, θεόφρων σεαυτὸν παρεχόμενος, διὸ ἱκέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τὴν εἰρήνην, καὶ παθῶν ἐκλύτρωσιν.
Δόξα. Ἦχος πλ. β΄.
Ἱεραρχῶν τὴν καλλονήν, καὶ τῶν Πατέρων κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ τῶν Κρητῶν ποιμενάρχην ἄριστον, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες· χαίροις, ὁ τῶν ἐν Κρήτῃ φρουρός, καὶ πρόεδρος σεπτός, καὶ στύλος καὶ ἑδραίωμα· χαίροις, ἀστὴρ χρυσαυγέστατε, ὁ τὴν νῆσον Κρήτην, καταυγάζων τοῖς θαύμασι· χαίροις, τῶν θλιβομένων ἡ θεία χαρμοσύνη, καὶ τῶν σὲ τιμώντων θερμότατος προστάτης. Διὸ θεόφρον Μύρων σεπτέ, μὴ παύση πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ἐν Κρήτῃ οἰκούντων καὶ πάντων πιστῶν λυτρωθῆναι κινδύνων, καὶ πάσης κακώσεως.
Καὶ νῦν ... Ἦχος α'
Ὁ πάλαι τῷ Μωσεῖ συλλαλήσας, ἐπὶ τοῦ ὄρους Σινᾶ διὰ συμβόλων. Ἐγὼ εἰμι, λέγων ὁ Ὤν, σήμερον ἐπ' ὅρους Θαβώρ, μεταμορφωθεὶς ἐπὶ τῶν Μαθητῶν, ἔδειξε τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος, ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην ἀναλαβοῦσαν οὐσίαν, καὶ τῆς τοιαύτης χάριτος, Μάρτυρας παραστησάμενος Μωϋσῆν καὶ Ἠλίαν, κοινωνοὺς ἐποιεῖτο τῆς εὐφροσύνης, προμηνύοντας τὴν ἔνδοξον διὰ Σταυροῦ, καὶ σωτήριον Ἀνάστασιν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον. Καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι΄ 7, γ΄ 13).
Μνήμη δικαίου μετ᾿
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἤ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ
ἀντιτάσσεται αὐτῇ, οὐδὲν πονηρὸν εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν· πᾶν
δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ
ὑμᾶς, καὶ προίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα
βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ
φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες
εὑρήσουσι χάριν. Νοήσατε τοίνυν, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε
καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά.
Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι΄ 31).
Στόμα δικαίου ἀποστάζει
σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας,
στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον
δὲ δίκαιον, δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ
ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέως ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς
ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ,
δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος
δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς,
ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ
ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς·
τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ
παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων,
εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα.
Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται.
Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Ἄνθρωπε τοῦ Θεοῦ καὶ πιστὲ
θεράπων, καὶ οἰκονόμε τῶν Αὐτοῦ μυστηρίων, ἱερουργὲ Κυρίου ἀνεξίκακε, εἰκὼν τῆς
πραότητος, καὶ στήλη ἀρετῶν, ὡς μέγα θησαυρόν σε ἡ τῶν Κρητῶν Ἐκκλησία,
κατέχουσα ἀγάλλεται, ἣν περίσωζε ἀκλόνητον, ταῖς πρὸς Θεόν σου δεήσεσι, Μύρων θεόληπτε.
Ἦχος β΄.
Ἐλεημοσύνης βρύσιν καὶ
στήλην πραότητος, ἀνέδειξέ σοι τῇ ποίμνῃ σου Χριστὸς ὁ Θεός, ἱεράρχα Μύρων ὅσιε, ἐν γὰρ τῇ Κρήτῃ μυρίζων διαλάμπεις φαιδρῶς,
τῷ πλήθει τῶν θαυμάτων σου, τῶν πτωχῶν καὶ ἀπόρων προστάτα, διὸ ἱκετεύων μὴ
παύση ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Ἦχος γ΄.
Μύρον ἐκκενωθὲν ἐπὶ σοὶ τῆς
χάριτος, ἔχρισέ σε ἱερουργῆσαι, τὸ Εὐαγγέλιον τῆς Βασιλείας τῶν Οὐρανῶν, ὦ Μύρων θαυματοβρῦτα, τοῦ Χριστοῦ γὰρ εὐωδία γενόμενος, τῆς
ὀσμῆς τῶν ἱκετῶν σου εὐμενῶς δεχόμενος, αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε τὸ μέγα
ἔλεος.
Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα,
δεῦτε ὁμοφρόνως προσέλθωμεν, ἐπὶ τῇ πανενδόξῳ μνήμῃ τοῦ Ἱεράρχου καὶ Πατρὸς
ἡμῶν. Δεῦτε καὶ κατίδωμεν τὸ τῆς δαιμονιζομένης κόρης τερατούργημα, ἴδωμεν πῶς,
ἀοράτως ἐν ὀνείρῳ, τῷ ἀνδρὶ αὐτῆς διαλέγεται· ἴδωμεν αὐτὴν πάσχουσαν ὑπὸ τοῦ
χαλεποῦ δαίμονος, ἀκούσωμεν αὐτὴν πῶς ἡ ἰδία ἀποφθέγγεται καὶ κροτήσωμεν τὰς
χεῖρας εὐφραινόμενοι, θεασώμεθα τῆς κόρης τὴν ἴασιν καὶ βοήσωμεν· ὦ Μύρων καὶ τὰ σώματα, καὶ λύτρωσαι τῆς τῶν δαιμόνων
τυραννίδος, ἔχεις γὰρ τὴν ἰσχὺν ὡς ἱεράρχης τοῦ Βασιλέως Χριστοῦ καὶ Σωτῆρος
τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. β΄.
Πατέρων ἀγλάϊσμα ὦ Μύρων σεπτέ, καὶ ἀκροθίνιον, τῇ τῶν θαυμάτων σου αἴγλη,
τῆς Κρήτης πάσης ἡδύνων τὰ μέρη, καὶ τῆς Ἐκκλησίας ὑπέρμαχος φανείς, τὸν Σωτῆρα
καθικέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ὁ αὐτός.
Δεῦτε τῶν Κρητῶν τὸ
σύστημα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν πανένδοξον καὶ θεῖον
Ἱεράρχην, ἀσματικοῖς ἐγκωμίοις ἐνδόξως ὑμνήσωμεν, λέγοντες· Χαίροις, ὁ τῆς
Κρήτης ποιμήν, καὶ μέγας ἀρωγὸς καὶ στύλος ἀπερίτρεπτος· χαίροις, φωστὴρ
τηλαυγέστατε, ὁ ἐν τῇ νήσῳ Κρήτῃ διαλάμπων τοῖς θαύμασι· χαίροις, τῶν
πλανωμένων ὁδηγὸς καὶ εἰρήνη, καὶ τῶν θλιβομένων ἡ θεία χαρμοσύνη. Καὶ νῦν ὦ Μύρων θεόπνευστε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ,
ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ἀεί, τὴν χαρμόσυνον καὶ πανέορτον μνήμην σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Προτυπῶν τὴν Ἀνάστασιν τὴν
σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ
Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ
Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔῤῥιψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει
τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ
τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.
Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Μύρων, Ἱεράρχα Ὅσιε,
ἱερουργὸς ἱερός, καὶ θεράπων πανθαύμαστος, τοῦ Χριστοῦ γεγένησαι, τῶν ἰαμάτων
φέγγος ἀπήστραψας, σκότος ἑκάστοτε, νοσημάτων Ἅγιε ἀποσοβῶν, ὅθεν ἀνυμνοῦμέν
σε, τὸν Κρήτης πρόμαχον.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Μύρων, Ἱεράρχα ἔνδοξε,
ἐκδυσωποῦμέν σε νῦν, ἱεραῖς σου δεήσεσι, τοὺς ἐν Κρήτῃ φύλαττε, ἐκ κινδύνων καὶ
θλίψεων, καὶ τῆς χρονείας ἡμᾶς ἀπάλλαξον, κακοπαθείας, καὶ περιστάσεως, ὅπως
γεραίρωμεν, σὲ καὶ μακαρίζομεν ὡς ἰατρόν, μέγιστον πανένδοξε, Κρήτης τὸ
καύχημα.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Μύρων, Πατέρων ἀγλάϊσμα, τῶν
ἀγαθῶν τὴν πηγήν, ὀρεκτὸν ὡς τὸ ἔσχατον, ὁλικῶς ἐπόθησας, καὶ αὐτοῦ ταῖς
λαμπρότησι, ταῖς ὑπερφώτοις καταυγαζόμενος, τὴν τῶν θαυμάτων, χάριν ἐπλούτισας,
Μύρων ἀοίδιμε, ἴασαι νοσήματα τῶν ἀσθενῶν, ὅπως σε δοξάζομεν, τὸ Κρήτης
καύχημα.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πάντες οἱ πιστοί, τὸ
μέγα κλέος τῶν Ἀρχιερέων, ψαλμοῖς καὶ ὕμνοις χρεωστικῶς εὐφημήσωμεν, Μύρωνα τὸν θαυματόβρυτον. Οὗτος γάρ, ἄληκτον ἔχων τὸ
θεῖον ἐν ἑαυτῷ, τὴν τοῦ ποταμοῦ ὁρμήν, ὄλεθρον ἀπειλοῦσαν συνέστειλε, καὶ πάλιν
διὰ τῆς αὐτοῦ ῥάβδου εὐθυπορεῖν παρεσκεύασε. Δράκοντα θανατηφόρον παραδόξως
ἐταρτάρωσε, καὶ κρήνη ὑδάτων, τῇ προσευχῇ ἐξήγαγε. Τοὺς τὴν οἰκείαν ἅλωνα
συλοῦντας δώδεκα ἄνδρας, συγχωρήσεως ἠξίωσε, καὶ τὸν σῖτον οἰκείαις χερσὶν
ἀράμενος, τοῖς ὤμοις αὐτῶν ἐπέθηκεν, ὅθεν πᾶσιν αἰδέσιμος γέγονε, καὶ τῆς τοῦ
Χριστοῦ Ἐκκλησίας προέστη, καὶ τοῦ κόσμου πρεσβευτής, ὤφθη δυνατώτατος.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.
Τὴν σὴν τοῦ μονογενοῦς Υἱοῦ
προορώμενος, ἐν Πνεύματι διὰ σαρκός, πρὸς ἀνθρώπους ἐπιδημίαν, ὁ θεοπάτωρ
Δαυΐδ, πόῤῥωθεν πρὸς εὐφροσύνην συγκαλεῖται τὴν κτίσιν, καὶ προφητικῶς
ἀνακράζει· Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ἐν τούτῳ γὰρ ἐπιβὰς
τῷ ὄρει Σωτήρ, μετὰ τῶν Μαθητῶν σου, τὴν ἀμαυρωθεῖσαν ἐν Ἀδὰμ φύσιν,
μεταμορφωθείς, ἀπαστράψαι πάλιν πεποίηκας, μεταστοιχειώσας αὐτήν, εἰς τὴν σὴν
τῆς Θεότητος, δόξαν τε καὶ λαμπρότητα· διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντός,
Κύριε δόξα σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγας ἥλιος, ἐν Κρήτῃ
Πάτερ, ἀνατέταλκας, θαυμάτων πλήθει, καταφωτίζων αὐτὴν ἱερώτατε, ὡς οὖν ὁρμὴν
ποταμοῦ διεκώλυσας, καὶ τὸν ὄλεθρον δράκοντα ἐλίθωσας, οὕτως Ἅγιε Χριστῷ, θεῖε Μύρων πρέσβευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε. ἕτερον.
Προστάτης καὶ πρόμαχος τοῦ
σοῦ ποιμνίου σοφέ, καὶ τεῖχος καὶ καύχημα τῆς νήσου Κρήτης σαφῶς, ἐδείχθης
θεόληπτε, εὔφρανας Ὀρθοδόξων, τὰς χορείας τρισμάκαρ, ἔπλησας Κρήτην πᾶσαν, τῶν
πολλῶν σου θαυμάτων, διὸ ὑπὲρ ἡμῶν τὸν Χριστόν, Μύρων
ἱκέτευε.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος βαρύς.
Μετεμορθώθης, ἐν τῷ ὄρει
Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς Σου, τὴν δόξαν Σου καθὼς ἠδυναντο. Λάμψον
καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου,
φωτοδότα δόξα Σοι.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ
Λόγον.
Τὴν ἐτήσιον μνήμην νῦν
πιστοί, ἐκτελοῦντες ἐν πόθῳ, πάντες ἡμεῖς, τοῦ μείζονος Μύρωνος, Ἱεράρχου
Πατρὸς ἡμῶν, τὸ γαληνὸν τὸ πρᾶον καὶ τὸ ἀμνησίκακον, τὸ δαψιλὲς καὶ λίαν
πτωχοῖς εὐμετάδοτον, χρέος ἐπαινέσαι, ἡμῖν τοῦτον τιμῶσι, τὸ εὔτονον αὖθις δέ,
προσευχῆς καὶ ἐντεύξεως μηδαμῶς παροψώμεθα, κραυγάζοντες αὐτῷ ἐκτενῶς· τῶν
ποθούντων μέμνησο τὴν μνήμην σου, νῦν ἑορτάζειν ἐν πίστει, καὶ πάντας
συντήρησον.
Δόξα. Καὶ νῦν. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Τὴν τῶν βροτῶν ἐναλλαγήν,
τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς,
ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς, συνελάλουν σοι, τοὺς τρεῖς
τῶν Μαθητῶν, συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου
ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν
β' Στιχολογίαν. Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μετανάστης γενόμενος ἀφ’
ἡμῶν, ἐκληρώσω σὺ Πάτερ πραέων γῆν, καὶ κόσμου το τάραχον, τρικυμίας καὶ ζάλην
τε, ἐκφυγῶν νῦν μετέστης, λιμένα πρὸς εὔδιον, και γαλήνην εἰρήνης, Χριστός σοι
δεδώρηται, χαίρων τοίνυν τρύφα, Μύρων ταύτης
ἀλήκτως, καὶ δόξαν ἀκήρατον, ἣν ἐκτήσω ἀπόλαυε, σὺν Ἀγγέλοις γηθόμενος, Χριστῷ
τε προσφωνῶν ἐν χαρᾷ, μετὰ πόθου Κύριε ἠγάπησα, ἰδεῖν σου κάλλος προσώπου, τὸ
ἄληκτον Δέσποτα.
Δόξα. Καὶ νῦν. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ,
μετεμορφώθης Ἰησοῦ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους
τῆς δόξης σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν, ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν
λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, ἄναρχε Σῶτερ Χριστὲ ὁ Θεός, ὁ
τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχάς ἡμῶν.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ηχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐλαμπρύνθης χάριτι, καὶ
ἀληθείᾳ, τῶν Κρητῶν συστήματα, καταπλουτίσας ἀληθῶς, τοῖς θαυμασίοις σου Ἅγιε,
θαυματοβρῦτα, Μύρων πανόλβιε.
Δόξα. Καὶ νῦν. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ ἀνελθὼν σὺν Μαθηταῖς ἐν
τῷ ὄρει, καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἀπαστράψας, σὺν Μωϋσῇ Ἠλίας σοι παρίστανται·
Νόμος καὶ Προφῆται γὰρ ὡς Θεῷ λειτουργοῦσιν, ᾧ καὶ τὴν Υἱότητα τὴν φυσικὴν ὁ
Γεννήτωρ, ὁμολογῶν ἐκάλεσεν Υἱόν, ὃν ἀνυμνοῦμεν σὺν σοὶ καὶ τῷ Πνεύματι.
Εἶτα, οἱ Ἀναβαθμοί·
τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Εὐαγγέλιον
ζήτει ΙΓ΄ Νοεμβρίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς της Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με
ὁ Θεός...
Μύρων σεβάσμιε, ἡ μυροθήκη τῶν λειψάνων σου τὴν Κρήτην
πολιουχεῖ, ἐν ᾗ καὶ δράκοντα ἀπελίθωσας, καὶ τοὺς τὴν σὴν ἅλωνα συλοῦντας,
συμπαθείᾳ ψυχῆς καὶ γνώμης ἀκεραιότητι συνεχώρησας, καὶ οἰκείαις σου χερσί,
τοῖς αὐτῶν ὤμοις παρέδωκας. Καὶ αὖθις, ἐξ ἐπιδρομῆς βαρβάρων τοὺς σοὺς ἱκέτας
ἐλύτρωσας, καὶ δεινὴν ὀφθαλμίαν διέλυσας, καὶ τὴν ὑπὸ τοῦ μυσαροῦ πνεύματος
ἐνοχλουμένην νεανίδα ἠλευθέρωσας. Διὸ πρόστηθι ἀεί, τῇ ἀοράτῳ σου ἐπιστασίᾳ,
συμπαθῶν ἡμῖν τὰ ἐγκλήματα.
Εἶτα, οἱ
Κανόνες· ὁ β΄ τῆς Μεταμορφώσεως καὶ τοῦ Ἁγίου.
Ὁ β΄ Κανὼν
τῆς Μεταμορφώσεως, φέρων Ἀκροστιχίδα: Μωσῆς
Θεοῦ πρόσωπον ἐν Θαβὼρ εἶδε. Ποίημα Ἰωάννου τοῦ
Δαμασκηνοῦ.
ᾨδὴ α' Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας
Μωσῆς ἐν θαλάσσῃ προφητικῶς, ἰδὼν ἐν νεφέλῃ καὶ ἐν
στύλῳ πάλαι πυρός, τὴν δόξαν Κυρίου ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Ὡς πέτρα τῷ σώματι σκεπασθείς, τῷ τεθεωμένῳ τὸν ἀόρατον
καθορῶν, Μωσῆς ὁ θεόπτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Σὺ ἐπὶ τοῦ ὄρους τοῦ νομικοῦ, καὶ ἐν Θαβωρίῳ καθωράθης
τῷ Μωϋσῇ, ἐν γνόφῳ τὸ πάλαι ἐν φωτὶ δέ, νῦν ἀπροσίτῳ τῆς Θεότητος.
Ὁ Κανὼν τοῦ Ἁγίου. Ποίημα Μελετίου Ἀρχιεπ. Κρήτης.
ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμός, ὁ αὐτός.
Μύρωνα τῆς Κρήτης
Ἱερουργόν, αἰνεῖν ἀρχομένῳ δώρησαί μοι Λόγε Θεοῦ, λόγον ἵνα τούτου ἐπαξίως, τὰ
τῶν θαυμάτων μέλψω τοῖς ᾄσμασι.
Ναὸς χρηματίσας τοῦ
Παντουργοῦ, τοὺς ἐν τῷ τεμένει, τῷ σεπτῷ σου Μύρων σοφέ, ἀνυμνολογοῦντας ταῖς
εὐχαῖς σου, κατοικητήρια δεῖξον τοῦ Πνεύματος.
Ταῖς θείαις σου θεόφρον Μύρων
σοφέ, ἀρεταῖς ἐκλάμπων, ἠξιώθης ἐπιτυχεῖν, τῆς ἐπουρανίου βασιλείας, ὑπὲρ τῆς
Κρήτης πρεσβεύων θεόληπτε.
Θεοτοκίον.
Τάξεις Σε Ἀγγέλων καὶ τῶν
βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς, τὸν Κτίστην γὰρ τοῦτον ὥσπερ
βρέφος, ἐν ταῖς ἀγκάλαις Σου ἐβάστασας.
Καταβασία
Χοροὶ Ἰσραήλ, ἀνίκμοις
ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας,
δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ
ἡμῶν, ὅτι δεδόξασται.
ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος.
Ἡ σκιάζουσα δόξα ἐν τῇ σκηνῇ πρότερον, καὶ τῷ Μωϋσῇ
ὁμιλοῦσα τῷ σῷ θεράποντι, τύπος γεγένηται, τῆς ἀστραψάσης ἀῤῥήτως, ἐν Θαβώρ σου
Δέσποτα Μεταμορφώσεως.
Συνανῆλθέ σοι Λόγε μονογενὲς ὕψιστε, ἡ τῶν Ἀποστόλων
ἀκρότης ἐπὶ τοῦ ὄρους Θαβώρ, καὶ συμπαρέστησαν, ὅ,τε Μωσῆς καὶ Ἠλίας, ὡς Θεοῦ
θεράποντες μόνε φιλάνθρωπε.
Θεὸς ὅλος ὑπάρχων ὅλος βροτὸς γέγονας, ὅλη τῇ Θεότητι
μίξας τὴν ἀνθρωπότητα, ἐν ὑποστάσει σου, ἣν ἐν δυσὶ ταῖς οὐσίαις, Μωϋσῆς Ἠλίας
τε, εἶδον ἐν ὄρει Θαβώρ.
Τοῦ Ἁγίου. Σὺ εἶ τὸ στερέωμα.
Δὸς ἡμῖν βοήθειαν, τοῖς
κινδυνεύουσι πάντοτε, ταῖς κοσμικαῖς, Μύρων ἐπηρείαις,
καὶ δειναῖς περιστάσεσι.
Ὄλβιος γενόμενος, καὶ
φωτισμοῦ παντὸς ἔμπλεως, πάντας πλουτεῖν, τὴν δικαιοσύνην, θεῖε Μύρων ἱκέτευε.
Πῦρ τὸ τῆς θεότητος, ἐνστερνισάμενος
Ἅγιε, καὶ καθαρθείς, ἄνθραξ θεῖος Μύρων, ἐπὶ γῆς ἐχρημάτισας.
Θεοτοκίον.
Δὸς ἡμῖν βοήθειαν, τοῖς
κινδυνεύουσι Πάναγνε, τὰς προσβολὰς ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.
Καταβασία
Ῥάβδος εἰς τύπον τοῦ
μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ
πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Κοντάκιον. Αὐτόμελον Ἦχος βαρύς.
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης,
καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν
σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν,
ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
Κάθισμα Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Τῶν Κρητῶν προΐστασαι,
σκέπων φρουρῶν τούτους Μύρων, καὶ ἐκ πάσης θλίψεως, ἀπολυτρούμενος σοφέ, Ἱεραρχῶν
ὡραιότατον, κλέος καὶ Κρήτης, τὸ μέγα προπύργιον.
Δόξα.
Ἐν τῇ Κρήτῃ ἤστραψας, ὡς
ἑωσφόρος, καὶ αὐτὴν ἐλάμπρυνας, ταῖς τῶν θαυμάτων σου βολαῖς, θαυματοβρῦτα
Πατὴρ ἡμῶν, Μύρων παμμάκαρ, Κρητῶν
σεμνολόγημα.
Καὶ νῦν. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ
Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ,
μετεμορφώθης ὁ Θεός, ἀναμέσον Ἠλιού, καὶ Μωϋσέως τῶν σοφῶν, σὺν Ἰακώβῳ καὶ
Πέτρῳ καὶ Ἰωάννῃ, ὁ Πέτρος δὲ συνών, ταῦτά σοι ἔλεγε· Καλόν ὧδέ ἐστι, ποιῆσαι
τρεῖς σκηνάς, μίαν Μωσεῖ, καὶ μίαν Ἠλίᾳ, καὶ μίαν σοὶ τῷ Δεσπότῃ Χριστῷ, ὁ τότε
τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ δ'. Ὁ Εἱρμός
Ἐκ σαρκός σου βολίδες
Θεότητος, ἐξεπορεύοντο, Προφητῶν καὶ Ἀποστόλων· ὅθεν οἱ πρόκριτοι, μέλποντες
ἀνεβόων· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὁ τὴν βάτον φυλάξας ἀλώβητον, προσομιλοῦσαν πυρί, τῷ
Μωσεῖ θεολαμποῦσαν σάρκα ὑπέδειξας, Δέσποτα μελῳδοῦντι· Δόξα τῇ δυνάμει σου
Κύριε.
Ὑπεκρύβη ἀκτῖσι Θεότητος, αἰσθητὸς ἥλιος, ὡς ἐν ὄρει
Θαβωρίῳ, εἶδέ σε μεταμορφούμενον Ἰησοῦ μου· Δόξα τῇ δυνάμει σου Κύριε.
Πῦρ μὴ φλέγον τὴν ὕλην τοῦ σώματος, ὡράθης ἄϋλον, ὡς Μωσεῖ
καὶ Ἀποστόλοις, ὤφθης Ἠλίᾳ τε, Δέσποτα εἷς ἐκ δύο, ἐν δυσὶ τελείαις ταῖς
φύσεσιν.
Τοῦ Ἁγίου. Εἰσακήκοα Κύριε.
Ἠρετίσω θεόληπτε,
εὐαγγελικοῖς προστάγμασιν ἕπεσθαι, τὸν Σταυρόν σου γὰρ ἀράμενος, τῷ Δεσπότῃ
χαίρων ἠκολούθησας.
Νόμους θείους παρέβλεψα, καὶ
παρανομίαις πάσαις συνέζησα, σπεῦσον Ἅγιε βοήθει μοι, τῷ κατεγνωσμένῳ Μύρων ἔνδοξε.
Ἐν ἡμέρᾳ τῆς Κρίσεως, ὅταν
παραστῶμεν Κυρίῳ κρίνεσθαι, βοηθὸς ἡμῖν γεννήθητι, τοῖς κατεγνωσμένοις Μύρων ἔνδοξε.
Θεοτοκίον.
Ἡ Θεὸν σωματώσασα, τὸν
ἀνερμηνεύτως ἐν Σοὶ οἰκήσαντα, τοῦτον αἴτησαι πανάμωμε, αἰωνίου δόξης ἀξιῶσαι
με.
Καταβασία
Εἰσακήκοα Κύριε, τῆς
οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν
Θεότητα.
ᾨδὴ ε'. Ἵνα τὶ με ἀπώσω
Ῥητορεύουσα γλῶσσα, σοῦ τὰ μεγαλεῖα οὐ δύναται
φθέγξασθαι· ὁ κρατῶν ζωῆς γάρ, καὶ θανάτου δεσπόζων παρέστησας, ἐν Θαβὼρ τῷ
ὄρει, τὸν Μωϋσῆν καὶ τόν, Ἠλίαν, μαρτυρήσοντάς σου τὴν Θεότητα.
Ὁ χερσὶν ἀοράτοις, πλάσας κατ' εἰκόνα σου Χριστὲ τὸν
ἄνθρωπον, τὸ ἀρχέτυπον σου, ἐν τῷ πλάσματι κάλλος ὑπέδειξας, οὐχ ὡς ἐν εἰκόνι,
ἀλλ' ὡς αὐτὸς εἶ κατ' οὐσίαν, ὁ Θεὸς χρηματίσας καὶ ἄνθρωπος.
Συγκραθεὶς ἀσυγχύτως, ἄνθρακα ὑπέδειξας ἡμῖν Θεότητος,
καταφλέγοντα μὲν ἁμαρτίας, ψυχὰς δὲ φωτίζοντα, ἐν Θαβὼρ τῷ ὄρει, ᾧ Μωϋσῆν καὶ
τὸν Ἠλίαν, Μαθητῶν τε ἐξάρχους ἐξέστησας.
Τοῦ Ἁγίου. Ὁ αὐτός.
Ποία γλῶσσα βροτεία, σοῦ
τὴν ὑπερθαύμαστον Μύρων ἀοίδιμε, βιοτὴν ἐξείποι, καὶ τὴν ἄϋλον καὶ μακαρίαν
ζωήν, ἥνπερ παραδόξως, ὥσπερ ἄσαρκος πόθῳ τιτρωσκόμενος, τῷ τοῦ Κυρίου σου.
Νήσου Κρήτης φωστῆρα,
πάντες σε γινώσκομεν, φωτοειδέστατον, καὶ ψυχῶν σωτῆρα, ἀφαρπάζοντα ταύτας τοῦ
φάρυγγος, τοῦ θανατηφόρου, καὶ πρὸς ζωὴν καθοδηγοῦντα, τὴν αἰώνιον Μύρων θεόληπτε.
Συνειδότα τὰ πλήθη, ῥεῖθρον
ποταμοῦ παρὰ σοῦ κωλυθὲν Ἅγιε, τὴν φωνὴν ἐπῆραν, μεγαλύναντα Χριστοῦ τὴν
δύναμιν, σὲ δὲ θεῖε Μύρων, ὡς αὐτουργὸν τῶν θαυμασίων, εὐφημοῦντες ᾠδαῖς
ἐμακάριζον.
Θεοτοκίον.
Ὅλον τέτοκας Κόρη, τὸ φῶς
τὸ αἰώνιον, τοῖς ἀνυμνοῦσί Σε, τον Χριστὸν ἀσπόρως σωματώσασα, Ὃν ἐξιλέωσαι,
τοῦ σωθῆναι πάντας, ἐκ πειρασμοῦ τοῦ ἀλλοτρίου, Παναγία Παρθένε Θεόνυμφε.
Καταβασία
Ὦ τρισμακάριστον ξύλον!
ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ
ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς
ψυχαῖς ἡμῶν.
ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ.
Ὡς μέγα καὶ φοβερον, ὡράθη θέαμα σήμερον! ἐξ οὐρανοῦ
αἰσθητός, ἐκ γῆς δὲ ἀσύγκριτος, ἐξήστραψεν ἥλιος, τῆς δικαιοσύνης, νοητὸς ἐπὶ
τοῦ ὄρους Θαβώρ.
Παρῆλθε μὲν ἡ σκιά, τοῦ νόμου ἐξασθενήσασα, ἐλήλυθε δὲ
σαφῶς, Χριστὸς ἡ ἀλήθεια, Μωσῆς ἀνεβόησεν, ἐν τῷ Θαβωρίῳ, κατιδὼν σου τὴν
Θεότητα.
Ὁ στῦλος τῷ Μωϋσῇ, Χριστὸν τὸν μεταμορφούμενον, ἡ δὲ
νεφέλη σαφῶς, τὴν χάριν τοῦ Πνεύματος, τὴν ἐπισκιάσασαν, ἐν τῷ Θαβωρίῳ,
παρεδήλου ἐμφανέστατα.
Τοῦ Ἁγίου. Ὁ αὐτός.
Ἐξέλαμψας ἀρεταῖς, καὶ
διδαχαῖς διὰ βίου σου, ἐξήστραψας δὲ λαμπρῶς, τοῖς θαύμασιν Ἅγιε, Μύρων Ἱεράρχα,
Κρήτης ὁ προστάτης, καὶ τῶν πιστῶν θερμὴ ἀντίληψις.
Ἡδὺς εὐθὺς καὶ χρηστός,
ἐπιεικής τε καὶ μέτριος, ὦ Μύρων καὶ προσηνής, ἐλεήμων πέφυκας, συμπαθὴς καὶ
εὔσπλαγχνος, ἱλαρὸς τοῖς τρόποις, χριστομιμήτῳ τοῖς ἤθεσι.
Τοῦ Τρίτωνος ποταμοῦ,
πλημμύραν Μύρων συνέστειλας, καὶ τοῖς τὸν σίτον τὸν σόν, συλοῦσιν ἐπέδωκας,
αὐταῖς χερσὶν ἅγιε, συγχωρήσας τούτοις, τὸ ἐπιχείρημα πραότατε.
Θεοτοκίον.
Ῥυσθείημεν τῶν δεινῶν,
πταισμάτων ταῖς ἱκεσίαις Σου, Θεογεννῆτορ Ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας
ἐλλάμψεως, τοῦ ἐκ Σου ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Καταβασία
Νοτίου θηρὸς ἐν
σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος
προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν
ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν
κόσμον φωτίσαντος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῇ ὑπερμάχῳ καὶ ἐνθέρμῳ
προστασίᾳ σου, οἱ Κρῆτες Πάτερ, εὐλαβῶς προσκαταφεύγομεν, ἀνυμνοῦντές σε
θεόφρον καὶ δυσωποῦντες, ἀλλ’ ὡς ἔχων, παῤῥησίαν πρὸς τὸν Κύριον, ἐκ κινδύνων
ἡμᾶς παντοίων ἀπολύτρωσαι, ἵνα κράζωμεν· Χαῖρε
Μύρων τρισόλβιε.
Ὁ Οἶκος.
Ἄγγελος ἀνεφάνης, ἐπὶ γῆς
σαρκοφόρος, τῇ πράξει καὶ τῇ μορφῇ Ἱεράρχα (γ΄)·
ὁ γὰρ τῶν ὅλων Ποιητὴς Ἅγιε, ἀνέδειξέ σε δοχεῖον ἔντιμον, ἡγίασεν, ἐτίμησεν,
ἐφώτισεν ἡμᾶς, βοᾶν σοι ταῦτα·
Χαῖρε, ὁ στῦλος τῆς
Ἐκκλησίας·
χαῖρε, ὁ λύχνος τῆς
εὐσεβείας.
Χαῖρε, ὁ τῆς Κρήτης Ποιμὴν
ἀνεξίκακος·
χαῖρε, τῆς Κνωσοῦ ὁ
προστάτης καὶ πρόμαχος.
Χαῖρε, σὺ γὰρ διεκώλυσας
τὴν ὁρμὴν τοῦ ποταμοῦ·
χαῖρε, ὅτι καὶ διέλυσας τὰς
παγίδας τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι ὑπάρχεις τῶν
Πατέρων τὸ κλέος·
χαῖρε, ὅτι ἐφάνης τῶν
Κρητῶν μέγα εὖχος.
Χαῖρε, δι’ οὗ ὁ δράκων
νενέκρωται·
χαῖρε, δι’ οὗ τὸ ὕδωρ
ἐκκέχυται.
Χαῖρε, χαρὰ πάντων τῶν
θλιβομένων·
χαῖρε, φυγὴ δραστικὴ τῶν
δαιμόνων.
Χαῖρε Μύρων τρισόλβιε.
Συναξάριον
Τῇ Η' τοῦ αὐτοῦ μηνός,
μνήμη του Ἁγίου Μύρωνος, Ἐπισκόπου Κρήτης.
Μύρων
ὁ θεῖος ἀρετῆς μύρου πνέων,
Εὐωδίας
πρόσεισιν ὀσμὴ Κυρίῳ.
Ἐγεννήθη οὗτος ἐν τινι
πόλει τῆς Κρήτης Αὐρακίᾳ ὀνομαζομένῃ, πλησίον τῆς Κνωσσοῦ, στολίζων τὸ γένος
του μὲ τὴν κατὰ Θεὸν ἀσέβειαν. Ἐνῆλιξ συνεζεύχθη νομίμως, καὶ ἐκαλλιέργει τὴν
γῆν, διὰ δὲ τῆς καρποφορίας καὶ ἐσοδίας τῶν γεννημάτων του ἠλέει τοὺς πτωχούς,
καὶ ὅσον αὐτὸς ἠλέει, τόσον καὶ οἱ καρποὶ τῶν ἀγρῶν του ηὔξαναν. Ἡ συμπάθεια δὲ
καὶ εὐσπλαγχνία ἥν ὁ Ἄγιος ᾐσθάνετο ὑπὲρ τῶν πτωχῶν ἦτον ὑπὲρ ἀνθρωπον. Λέγουσι
π. χ. ὅτι οὗτος συνέλαβέ ποτε εἰς τὸ ἀλώνιόν του δέκα ἀνθρώπους κλέπτοντας
σῖτον καὶ οἱ ὁποῖοι ὡς ἐκ τῆς μεγάλης αὐτῶν πλεονεξίας ἐγέμισαν τοὺς σάκκους
των οὕτως ὥστε δὲν ἠδύναντο ἕνεκα τοῦ βάρους νὰ τοὺς σηκώσωσιν, ἀλλ’ οὕτε
ἤθελον νὰ ἀδειάσωσιν ἐξ αὐτῶν ὁλίγον σῖτον ἵνα δυνηθῶσιν οὕτως ἐλαφροτέρους νὰ
τοὺς κινήσωσι. Τούτους λοιπὸν συλλαβὼν ὁ Ἅγιος ἐπ’ αὐτοφώρῳ, ἀντὶ νὰ τοὺς δείρῃ
καὶ τιμωρήσῃ διὰ τὴν κλοπήν, ἀπ’ ἐναντίας τοὺς ἐλυπήθη ὁ ἀοίδιμος, καὶ μὲ τὰς
ἰδίας του χεῖρας ἐβοήθησεν ἕκαστον αὐτῶν καὶ ἐφορτώθησαν τοὺς σάκκους εἰς τοὺς
ὤμους των. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ παρήγγειλεν εἰς αὐτοὺς νὰ μὴ φανερώσωσι
τὸ τοιοῦτον εἰς οὐδένα, ἵνα μὴ χάσῃ τὸν μισθὸν τῆς ἐλεημοσύνης καὶ τῆς
ἀνεξικακίας του. Διὰ τὰς ἀρετάς του λοιπὸν ταύτας ἐχειροτονήθη ἱερεὺς εἰς τὴν
Ἐκκλησίαν τοῦ Θεοῦ· ἀφ’ οὗ δὲ ἔπαυσεν ὁ κατὰ τῶν Χριστιανῶν διωγμός, ἀνέβη εἰς
τὸν θρόνον τῆς Ἐπισκοπῆς, γενόμενος ἀρχιερεὺς τῆς Κρήτης. Ὅθεν πολλὰς δυνάμεις
καὶ θαύματα ἐποίησε, διότι ἐδίωξε δράκοντα ὁ ὁποῖος ἔβλαπτε τὸν τόπον ὅπου
ἐνεφώλευεν, ἐμπόδισεν τὴν ῥοὴν ποταμοῦ, ὁ ὁποῖος ὠνομάζετο Τρίτων, ἐπειδὴ
ἐπλημμύρησεν ὅτε ἔμελλεν ὁ Ἅγιος νὰ διέλθῃ δι’ αὐτοῦ. Ὁ ποταμὸς δὲ οὗτος,
ἀναχαιτισθείσης τῆς ῥοῆς του κατὰ τὴν προσταγὴν τοῦ Ἁγίου, δὲν ἔτρεξεν πλέον,
καθὼς πρότερον, ἀλλ’ ἔμενεν οὗτω στάσιμος μέχρις οὗ ἐπέστρεψεν ὁ Ἅγιος καὶ
διῆλθε πάλιν δι’ αὐτοῦ. Ἀφ’ οὗ δὲ ἐπανῆλθεν ὁ Ἅγιος εἰς τὸν οἶκόν του, ἔστειλε
τὴν ῥάβδον του μὲ ἀνθρώπους τινάς, οἱ ὁποῖοι ταράξαντες τὸ ὕδωρ τοῦ ποταμοῦ μὲ
τὴν ῥάβδον τοῦ Ἁγίου, ἔκαμαν τὸν ποταμὸν νὰ ἐπαναλάβῃ τὴν φυσικήν του ῥοήν.
Ταῦτα καὶ ἄλλα περισσότερα θαύματα ποιήσας ὁ μακάριος Μύρων, καὶ τὸ ἐπίλοιπον
διάστημα τῆς ζωῆς του διελθὼν θεοφιλῶς καὶ ὁσίως, καὶ πανηγυρίσας λαμπρῶς εἰς
τὰς ἑορτὰς τῶν Ἁγίων Μαρτύρων, πρὸς Κύριον ἐξεδήμησεν, ἤδη γέρων ἑκατοντούτης.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Αἰμιλιανοῦ, Ἐπισκόπου Κυζίκου, τοῦ ὁμολογητοῦ.
Ψυχῆς
πολὺν θεὶς Αἰμιλιανὸς λόγον,
Τῆς
σαρκὸς ἠλόγησεν ἄχρι καὶ τέλους.
Ὑπέμεινεν οὗτος ὁ Ἅγιος
πολλὰς κακοπαθείας καὶ ἐξορίας καὶ θλίψεις διὰ τὴν προσκύνησιν τῶν ἁγίων
εἰκόνων ὑπὸ τοῦ θηριωνύμου Λέοντος (ἴσως τοῦ Ἁρμενίου), ἐν ἔτει ωιγ΄ (813)
τελειώσας δὲ τὴν ζωήν του ἐν μέσῳ τῶν τοιούτων κακοπαθειῶν, ἔλαβε παρὰ Κυρίου
τὸν τῆς ὁμολογίας ἄφθαρτον στέφανον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδώρου Ἡγουμένου Ὀρόβων.
Θεοῦ
δόσις δέδειξαι μάκαρ τῷ βίῳ,
Τὴν
κλῆσιν εὑρὼν τοῖς τρόποις συνήγορον.
Οὗτος ὁ ἅγιος, ἐκ νεαρὰς
ἡλικίας ἔλαβεν ἐπὶ τῶν ὤμων του τὸν Σταυρὸν τοῦ Κυρίου, καὶ προέκρινε νὰ
κατοικῇ τὰ ὄρη, τὰ σπήλαια καὶ τοὺς δρυμῶνας. Διὸ τελειωθεὶς ἐν εἰρήνῃ,
προσεφέρθη εἰς τὸν Θεὸν ὡς πολύτιμον μύρον, καὶ ὡς θυμίαμα δεκτὸν καὶ
εὐωδέστατον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων Μαρτύρων Ἐλευθερίου, Λεωνίδου, καὶ τῶν ἁγίων
νηπίων, διὰ πυρὸς τελειωθέντων. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ οἴκῳ τῆς
Ἁγίας Εἰρήνης πέραν ἐν Ἰουστινιαναῖς.
Ἀμφοῖν
ἀθλητῶν, οὐ θυόντων τῇ πλάνῃ,
Ποινὴν
κατακρίνουσιν οἱ πλάνοι φλόγα.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δέκα ἀσκηταί, οἱ ἐξ Αἰγύπτου, ἐν εἰρήνῃ τελειοῦνται.
Βλαστήματα
θνῄσκουσιν Αἰγύπτου δέκα,
Πληγαῖς
ἐκείναις ἰσάριθμοι ταῖς δέκα.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δύο Μάρτυρες οἱ ἐκ Τύρου, κατὰ γῆς συρόμενοι,
τελειοῦνται.
Ζεῦγος
τρίβει γῆν, οὗ ῥυμὸς Θεοῦ φόβος,
Ζεύγλη
δὲ πίστις, καὶ τροχοὶ προθυμία.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Στυράκιος, ξίφει τελειοῦται.
Ἀνῆκε
τμηθεὶς ὁ Στυράκιος ξίφει,
Ὁσμὴν
νοητὴν ὡς νοητός τις στύραξ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἀναστάσιος ὁ Βούλγαρης, ὁ ἐν Θεσσαλονίκῃ
μαρτυρήσας ἐν ἔτει 1794, βασάνους ὑποστὰς τελειοῦται.
Ἀναστάσιος
σῶμα δοὺς ταῖς βασάνοις,
Ἐφεῦρε
λῆξιν τὴν ἀνώδυνον πάνυ.
Οὗτος ὁ Μάρτυς τοῦ Χριστοῦ,
Σπάσος βουλγαριστὶ ὀνομαζόμενος, ἐλληνιστὶ δὲ Ἀναστάσιος ἦτον ἀπὸ τὰ μέρη τῆς
Βουλγαρίας ἀπὸ τὴν ἐπαρχίαν τῆς Στρούμιτσας, ἡ ὁποία τὸν παλαιὸν καιρὸν
ὠνομάζετο Τιβεριούπολις, ἀπὸ χώραν λεγομένην Ῥαδοβίσι· ἦτο δὲ νέος, ἕως ἐτῶν
εἴκοσι τὴν ἡλικίαν, καὶ ὡραῖος τὴν ὄψιν. Ἐλθὼν δὲ εἰς τὴν Θεσσαλονίκην, ὑπῆγεν
εἰς ἕνα ὁπλοποιὸν ὅπου ῆτο μάστοράς του, καὶ αὐτὸς ἐπειδὴ εἴχε φορέματα τινα
τούρκικα, ἐζήτει τρόπον νὰ τὰ ἐκβάλῃ ἔξω ἀπὸ τὸ κάστρον, χωρὶς νὰ πληρώσῃ
φόρον· ὅθεν παρακινεῖ ὁ μάστορας τὸν μαθητήν του νὰ ἐνδυθῇ μίαν στολήν, ἀπὸ τὰ
ἐνδύματα ἐκεῖνα, καὶ νὰ διέλθῃ ὡς Τοῦρκος. Οὕτω πηγαίνει νὰ περάσῃ ἀπὸ τὴν
θύραν, καὶ τὸν συλλαμβάνουν οἱ ἀνθρωποι τοῦ χαρατζῆ, λέγοντάς του νὰ κάμῃ
σαλαβάτι καὶ νὰ ὁμολογήσει ὅτι εἶναι μουσουλμάνος. Ἐκεῖνος ἔμεινε ἄφωνος.
Ὁδηγείται δὲ εἰς τὸν Ἀγὰ μὲ ἄγρια χτυπήματα. Ἐκεῖ, ὁ Ἀναστάσιος, παρὰ τὶς
κολακείες τε καὶ ἀπειλές τοῦ Ἀγά, ἔμεινεν ἀκλόνητος εἰς τὴν χριστιανικὴν
πίστιν. Κατόπιν ὁδηγήθηκε εἰς τὸν Κριτήν, καὶ ἔπειτα εἰς ἕτερον ἄρχοντα, ὅπου
φυλακίστηκε καὶ βασανίστηκε ἀνελέητα. Ἀλλ’ἐπειδὴ καὶ πάλι ὁμολογοῦσε τὸν
Χριστόν, τὸν καταδίκασαν εἰς θάνατον. Πορευόμενος εἰς τὸ σημεῖον ὅπου ἦτον ἡ
ἀγχόνη, ὁ Ἀναστάσιος ὐπέκυψε στὰ τραύματά του καὶ παρέδωσε τὴν μακαρίαν ψυχήν
του εἰς τὸν Θεόν, ἔξωθεν τῆς Θεσσαλονίκης, κοντὰ στὴν λεγομένην καινοῦρια
πόρτα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Τριαντάφυλλος ὁ ἐκ Ζαγορᾶς, ἐν
Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ ἔτος ᾳχπ΄ (1680) τελειοῦται.
Τριαντάφυλλος
ὡράθη ῥόδον νέον,
Ἐρυθροβαφὲν
τῇ ῥοῇ τῶν αἱμάτων.
Κατὰ τὸ ᾳχπ΄ (1680)
Αὐγούστου η΄ ἐμαρτύρησεν εἰς τὴν Κωνσταντινούπολιν Τριαντάφυλλος ναύτης ὁ ἀπὸ
Ζαγορᾶς. Νέος ὤν ἕως δεκαοκτὼ ἐτῶν, τοῦ ὁποίου μνείαν ποιεῖται ἐν ταῖς
ἐφημερισιν αὐτοῦ ὁ ἴδιος Καρυοφύλλης.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Γρηγορίου Ζωγράφου τοῦ ἐν τῷ σπηλαίῳ τοῦ Ῥώσσου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ' , Παῖδες Ἑβραίων ἐν καμίνῳ
Νῦν καθωράθη Ἀποστόλοις τὰ ἀθέατα Θεότης ἐν σαρκίῳ, ἐν
τῷ ὄρει Θαβώρ, ἀστράπτουσα βοῶσιν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἔφριξαν φόβῳ ἐκπλαγέντες τὴν εὐπρέπειαν τῆς θείας
βασιλείας, ἐν τῷ ὄρει Θαβώρ, Ἀπόστολοι βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς
τοὺς αἰῶνας.
Νῦν τὰ ἀνήκουστα ἠκούσθη· ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς
Παρθένου, τῇ πατρῴᾳ φωνῇ, ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς
εἰς τοὺς αἰῶνας.
Θέσει οὐ γέγονας Ὑψίστου, τῇ οὐσίᾳ δὲ Υἱὸς ἠγάπημένος,
προϋπάρχων ἡμῖν, ὡμίλησας ἀτρέπτως· Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς εἰς τοὺς
αἰῶνας.
Τοῦ Ἁγίου. Ὁ αὐτός.
Γνώμην φιλόθεον ἐκτήσω,
μετὰ σώματος Ἀγγέλους ἐμιμήσω, ἀγρυπνῶν εὐσεβῶς, καὶ ψάλλων ἀνενδότως·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὅλος ὁ πόθος σου ὦ Μύρων,
ἀνατέταται πρὸς μόνον τὸν Δεσπότην, ὁλοτρόπως Αὐτόν, ὑμνεῖν τε καὶ κραυγάζειν·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἄστρον πολύφωτον ἐφάνης, ἐν
τῇ Κρήτῃ σοφὲ ὦ Μύρων Ἱεράρχα, τὰς ψυχὰς τῶν
Κρητῶν, φωτίζων του κραυγάζειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥῦσαι δεσμῶν τῆς ἁμαρτίας,
τὴν ἀθλίαν μου ψυχὴν Θεογεννῆτορ, καὶ ἀγάπη Θεοῦ, ὑπόζευξον τελεία, ἵνα πιστῶς
δοξάζω Σε, καὶ ὑμνῶ εἰς τοὺς αἰῶνας.
Καταβασία
Ἔκνοον πρόσταγμα
τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς.
Ὅμως τρεῖς Παίδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον, ἀλλ'
ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων
καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η'. Ἑπταπλασίως κάμινον
Ἀκηκοότες Δέσποτα, ἐκ Πατρὸς μαρτυρούμενον, καὶ ὡς
ἀνθρωπίνης, στεῤῥοτέραν ὄψεως, ὁρᾶν τοῦ προσώπου σου τὴν ἀστραπὴν μὴ φέροντες,
σοῦ οἱ μαθηταί, ἐπὶ τήν γῆν κατέπιπτον, ἐν φόβῳ μελῳδοῦντες· Ἱερεῖς εὐλογεῖτε,
λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Βασιλευόντων πέφυκας, Βασιλεὺς ὡραιότατος, καὶ τῶν
πανταχοῦ κυριευόντων Κύριος, δυνάστης μακάριος, καὶ φῶς οἰκῶν ἀπρόσιτον, ᾧ οἱ
Μαθηταί, καταπλαγέντες ἐβόων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς
ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὡς οὐρανοῦ δεσπόζοντι, καὶ τῆς γῆς βασιλεύοντι, καὶ
καταχθονίων, τὴν κυρείαν ἔχοντι, Χριστὲ σοι παρέστησαν, ἐκ μὲν τῆς γῆς
Ἀπόστολοι, ὡς ἐξ οὐρανοῦ δὲ ὁ Θεσβίτης Ἠλίας, Μωϋσῆς δὲ ἐκ νεκάδων, μελῳδοῦντες
συμφώνως· Λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥαθυμοτόκοι μέριμναι, ἐπὶ γῆς κατελείφθησαν, τῇ τῶν
Ἀποστόλων, ἐκλογῇ φιλάνθρωπε, ὡς σοὶ ἠκολούθησαν, πρὸς τὴν ἐκ γῆς μετάρσιον,
θείαν πολιτείαν· ὅθεν καὶ ἐπαξίως, τῆς σῆς θεοφανείας, ἐμελῴδουν τυχόντες· Λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τοῦ Ἁγίου. Τὸν Βασιλέα τῶν Οὐρανῶν
Τὴν τῶν Ἀγγέλων, ἐπὶ τῆς
γῆς πολιτείαν, μετελθὼν ὦ Μύρων νῦν σὺν τούτοις, ἐν ἐπουρανίοις, αὐλίζῃ εἰς
αἰῶνας.
Τὴν θαυμάτων, σοὶ δωρεὰν
καὶ τὴν χάριν, ἐπαξίως δεδώρηται ὁ Δεσπότης, ὦ θεῖε Μύρων, ἱερουργὲ τρισμάκαρ.
Ὁ συναΐδιος, τῷ Πατρὶ Θεὸς
Λόγος, μύστην σε καὶ κήρυκα ὦ Μύρων, ἔδειξε τῆς θείας, Αὐτοῦ οἰκονομίας.
Θεοτοκίον.
Ὑπερφυῶς, τὸν Δημιουργὸν
καὶ Σωτῆρα, Θεὸν Λόγον τέτοκας Παρθένε, ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Καταβασία
Εὐλογεῖτε Παῖδες, τῆς
Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ
τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα
πανάγιον εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ'. Ἔφριξε πᾶσα ἀκοή.
Ἵνα σου δείξῃς ἐμφανῶς, τὴν ἀπόῤῥητον δευτέραν
κατάβασιν, ὅπως ὁ Ὕψιστος Θεός, ὀφθήσῃ ἑστὼς ἐν μέσῳ θεῶν, τοῖς Ἀποστόλοις ἐν
Θαβώρ, Μωσεῖ σὺν Ἠλίᾳ τε, ἀῤῥήτως ἔλαμψας· διὸ πάντες σε Χριστὲ μεγαλύνομεν.
Δεῦτέ μοι πείθεσθε λαοί, ἀναβάντες εἰς τὸ ὄρος τὸ
Ἅγιον, τὸ ἐπουράνιον ἀΰλως στῶμεν ἐν πόλει ζῶντος Θεοῦ, καὶ ἐποπτεύσωμεν νοῒ
Θεότητα ἄϋλον, Πατρὸς καὶ Πνεύματος, ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν.
Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου
ἔρωτι, ἀλλὰ κατάφλεξον, πυρὶ ἀΰλω τὰς ἁμαρτίας μου, καὶ εμπλησθῆναι τῆς ἐν σοὶ
τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν, μεγαλύνω ἀγαθὲ παρουσίας σου.
Τοῦ Ἁγίου. Κυρίως Θεοτόκον.
Συνήφθης Ἀσωμάτων, Μύρων καὶ
Ἁγίων, καὶ τῶν δικαίων χορείαις γηθόμενος, μεθ’ ὧν δυσώπει σωθῆναι τοὺς σὲ
γεραίροντας.
Τῷ θρόνῳ τοῦ Δεσπότου, Μύρων
ὡς θεράπων, τούτου ἀεὶ παριστάμενος Ἅγιε, μὴ διαλίπης πρεσβεύειν ὑπὲρ τῆς
ποίμνης σου.
Τοὺς πίστει ἐκτελοῦντας,
Ὅσιε τὴν μνήμην, σοῦ τὴν σεπτὴν Μύρων ἱκέτευε,
ἐκ τῶν σκανδάλων ῥυσθῆναι τοῦ πολεμήτορος.
Θεοτοκίον.
Ψαλμοῖς Σὲ ἀνυμνοῦμεν,
Κεχαριτωμένη, καὶ ἀσιγήτως το χαῖρέ Σοι κράζομεν, οὐ γὰρ ἐπήγασας πᾶσι τὴν
ἀγαλλίασιν.
Καταβασία
Μυστικὸς εἶ Θεοτόκε
Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν
γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ
μεγαλύνομεν.
Ὁ διὰ βρώσεως τοῦ ξύλου,
τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ
προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς Ἁγνῆς Θεομήτορος, ἣν
πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν μεγαλύνουσιν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τοὺς πόθῳ ἑορτάζοντας, τὴν
σὴν σεπτὴν πανήγυριν, ὦ Μύρων θαυματοβρῦτα,
Ἱεραρχῶν ὡραιότης, πάσης νῦν βλάβης λύτρωσαι, καὶ νόσου καὶ κακώσεων, διδοὺς
πταισμάτων ἄφεσιν, ὡς εἰληφὼς ἐξουσίαν, παρὰ Χριστοῦ τοῦ Σωτῆρος
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Μύρων Χριστοῦ Ἱεράρχα, θαυματουργὲ θεοφόρε, δυσώπει
τοὺς σὲ τιμῶντας, ἐκ πειρασμῶν λυτρωθῆναι, ἐκ νόσου τε καὶ κινδύνων, ταῖς πρὸς
Θεόν σου πρεσβείαις.
Καὶ τῆς ἑορτῆς. Αὐτόμελον.
Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς
Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τὸν
Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Προσευχὴν ἀδιάλειπτον,
ἀγρυπνίαν ἐπίπονον, πίστιν ἀκατάγνωστον βίον ἔνθεον, ὑπομονὴν καὶ ταπείνωσιν,
ἐγκράτειαν σύντονον, καὶ κατάνυξιν ἀσκῶν, καὶ εὑρὼν χάριν ἔλεος, Μύρων Ὅσιε,
οὐρανόθεν θεόφρον θεραπεύεις, τῶν πιστῶς σοι προστρεχόντων, τὰς νόσους πάντων
ἐν πνεύματι.
Μακαρίως ἐβίωσας, καὶ
ἀφθόνου ἠξίωσας, τοὺς ἐν Κρήτῃ πέλοντας ἀντιλήψεως, καὶ ἐνεργείας θαυμάτων σου,
ὦ Μύρων πανθαύμαστε, καὶ ἰάσεων πηγάς, τοῖς πιστῶς σοι προστρέχουσι,
προσενήνοχας, ἐκ φθορᾶς καὶ κινδύνων πολυτρόπων, ἐκλυτρούμενος τρισμάκαρ, υἱοὺς
φωτὸς τ’ ἐργαζόμενος.
Ἐν ᾠδαῖς ἀνυμνήσωμεν, τὸν
ἡμέτερον πρόεδρον, τὸν σεπτὸν θεράποντα τοῦ Θεοῦ ἡμῶν, Ἱεραρχῶν τὸ θησαύρισμα,
τὴν βάσιν τῆς πίστεως, καὶ τῆς Κρήτης καλλονήν, τῶν δαιμόνων ἀντίπαλον, καὶ
συνόμιλον, τῶν ἁγίων Ἀγγέλων καὶ της ἄνω, βασιλείας κληρονόμον, Μύρωνα θεῖον
θεόφρονες.
Φρυκτωρίαις τοῦ
Πνεύματος, ἐλλαμφθεὶς τὴν διάνοιαν, ὡς ἀστὴρ πολύφωτος ἀναδέδειξαι,
καταλαμπρύνας συστήματα, Κρητῶν παναοίδιμε, θαυμασίοις φοβεροῖς, καὶ σημείοις
ἑκάστοτε, παμμακάριστε, καὶ πρεσβεύεις ὦ Μύρων τῷ Δεσπότῃ, ἐκ κινδύνων
λυτρωθῆναι, τοὺς τὴν σὴν μνήμην γεραίροντας.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι
ἀσμάτων, χορεύσωμεν ἑόρτια καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, τῇ ἐτησίως πανηγύρει,
τοῦ θεοφόρου Πατρός. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν θεοφόρον
κοσμείτωσαν ἐν ὕμνοις, ὡς θαυμάτων βλύσαντα, ποταμοὺς ὑπερμεγέθεις, καλλιῤῥόους
τῆς χάριτος. Ποιμένες καὶ διδάσκαλοι, τὸν τοῦ καλοῦ ποιμένος ὁμόζηλον ποιμένα
συνελθόντες εὐφημήσωμεν. Οἱ ἐν νόσοις τὸν ἰατρόν, οἱ ἐν κινδύνοις τὸν ῥύστην,
οἱ πένητες τὸν θησαυρόν, οἱ ἁμαρτωλοὶ τὸν προστάτην, οἱ ἐν θλίψεσι τὴν
παραμυθίαν, τὸν συνοδίτην οἱ ὁδοιπόροι, οἱ ἐν Κρήτῃ τὸν Ποιμενάρχην, οἱ πάντες
τὸν τὰς αἰτήσεις πάντων θερμῶς ἐπακούοντα μέγιστον Ἱεράρχην, ἐγκωμιάζοντες
οὕτως εἴπωμεν· Ὦ Μύρων πολυθαύμαστε,
πρόφθασον ἐξελοῦ ἡμᾶς ἐκ πολυτρόπων κινδύνων, καὶ Κρήτην περίσωζε ταῖς ἱκεσίαις
σου.
Καὶ νῦν... Ἦχος πλ. δ' Βύζαντος
Παρέλαβεν ὁ Χριστός, τὸν
Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ μετεμορφώθη
ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ,
ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ' αὐτοῦ συλλαλοῦντες,
καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα·
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ, αὐτοῦ ἀκούετε.
Δοξολογία
μεγάλη, καὶ Ἀπόλυσις
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου