Δευτέρα 18 Ιουνίου 2018

ΑΥΓΟΥΣΤΟΣ 3. ΟΣΙΕΣ ΘΕΟΔΩΡΑ & ΘΕΟΠΙΣΤΗ ΕΝ ΘΕΣΣΑΛΟΝΙΚΗ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ






ΑΥΓΟΥΣΤΟΣ Γ΄.

ΘΕΟΔΩΡΑ & ΘΕΟΠΙΣΤΗ ΟΣΙΕΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Προσόμοια τῆς Ὁσίας Θεοδώρας. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τὴν μετάρσιον ἄνθρωπον, καὶ Ἀγγέλοις ἐφάμιλλον, τὴν ὑπὲρ τὴν αἴσθησιν βιοτεύσασαν, καὶ τῶν παθῶν βασιλεύσασαν, τὴν βίαν τῆς φύσεως, τῶν δακρύων τὴν πηγήν, τῆς ἀγάπης τὸ πλήρωμα, τὴν ὑπάρξασαν, κοινωνὸν παθημάτων τοῦ Σωτῆρος, καὶ τῆς δόξης μετασχούσαν, τὴν Μυροβλύτην ὑμνήσωμεν. (Δίς).

 

Ὁλοψύχως ποθήσασα, ἐφετῶν τὸ ἀκρότατον, ὀρεκτῶν τὸ ἔσχατον καὶ μακάριον, οὗ κατὰ φύσιν ἐφύεται, τὰ λόγου μετέχοντα, τὰς ὀρέξεις τῆς σαρκός, ἀνδρικῶς ἐχαλίνωσας, ἀλλὰ πρέσβευε, τοὺς τιμῶντας σὴν μνήμην τῶν μὲν ἄλλων, ἀλογεῖν Θεοῦ δὲ μόνον, ἀεὶ ἀπλήστως ὀρέγεσθαι.

 

Ἐν ταῖς λύπαις ἀνάψυξιν, ἐν ἀνάγκαις βοήθειαν, ἐν ταῖς περιστάσεσιν ἀπολύτρωσιν, καὶ ἐν κινδύνοις καὶ θλίψεσι, θερμὴν ἀντιλήπτορα, ἐν κακῶν ἐπαγωγαῖς, βοηθὸν καὶ ὑπέρμαχον, σὲ κεκτήμεθα, Θεοδώρα Ὁσία εὕροιμέν σε, καὶ ἐν ὥρᾳ τῇ τῆς δίκης, ἡμᾶς πυρὸς ἀφαρπάζουσαν.

 

Δόξα. Ἦχος α΄.

Μῆτερ Ὁσία Θεοδώρα, ἰσάγγελε πανθαύμαστε, τὴν ἐν σαρκὶ ζωήν σου ἐπὶ γῆς, καὶ θείαν πολιτείαν, ἐθαύμασαν Ἄγγελοι, καὶ ἐξέστησαν ἄνθρωποι, δαίμονες ἔφριξαν τὴν ὑπομονήν σου, καὶ ἄκραν ταπείνωσιν·  διὸ ἀμοιβὴν τῶν πόνων σου, ἐδέξω τὸν στέφανον παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πηγάζει ἰάματα, τοῖς ἐν πίστει προστρέχουσι τῷ ἱερῷ σου καὶ θείῳ ναῷ, καὶ ἐπικαλουμένοις ἐν ἀνάγκαις, τὸ ὄνομά σου παναοίδιμε, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμων.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε οἱ γηγενεῖς, τὴν Μυροβλύτην πάντες, ὑμνήσωμεν ἐν ὕμνοις, καὶ μύρα ἐκ τοῦ τάφου, αὐτῆς νῦν ἀρυσώμεθα.

 

Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Δόξα τῶν ἀσκουσῶν, καὶ καύχημα καὶ κλέος, τῶν Θεσσαλονικέων, ἐδείχθης Θεοδώρα, τὸ τῆς Αἰγίνης βλάστημα.

 

Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Πόθῳ τοῖς τὴν σεπτήν, καὶ ἱεράν σου μνήμην, τελοῦσι Θεοδώρα, τὴν τῶν πταισμάτων λύσιν, παρὰ Κυρίου αἴτησαι.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Λόγος ὁ ἐκ Πατρός, πρὸ τῶν αἰώνων λάμψας, νῦν ἐκ Παρθένου Κόρης, σαρκοῦται ὑπὲρ φύσιν, δι’ ἄκραν ἀγαθότητα.

 

Νῦν ἀπολύεις, Τρισάγιον,

 

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τελείως τὸν δρόμον σου ἐν ἀκλινεῖ λογισμῷ, ἐτέλεσας πάνσεμνε ὑποταγεῖσα καλῶς, Χριστῷ τῷ Νυμφίῳ σου ὅθεν εἴληφας χάριν, Θεοδώρα Ὁσία, δαίμονας φυγαδεύειν, καὶ νοσοῦντας ἰᾶσθαι, διὸ καὶ τοῖς τιμῶσί σε βρύει ἰάματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον·

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια γ’ τῆς Ὁσίας Θεοδώρας. Ἦχος β΄. Ποίοις εὐφημιῶν.

Ποίοις, ὑμνῳδιῶν κάλλεσιν, εὐφημήσωμεν τὴν Μυροβλύτην; τὴν τὸ δακρύων ἀλάβαστρον, δαψιλῶς Χριστῷ προεκχέασαν, καὶ φανεῖσαν θείαν εὐωδίαν θαυμάτων, τῶν μυριπνόων τὴν ἐνέργειαν, σκαμμάτων, ἀσκητικῶν μεγαλοπρέπειαν, ἧς τοῖς ἱδρῶσι δαιμόνων λεγεὼν ἐμπνίγεται, τὴν δραμοῦσαν μύρων ὀδμαῖς, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ ἔχοντος τὸ μέγα ἔλεος.

 

Ποίοις, σὲ λογικοῖς ἄνθεσι, καταθέλξομεν τὴν εὐωδίαν, τοῦ Χριστοῦ φανεῖσαν ἀσκήσεσι, τὴν τῶν θείων δωρεῶν ἐπώνυμον, τὴν πρὸς οὐρανοὺς ἀνυψωθεῖσαν, καθάπερ πτεροῖς καμάτων σου; Ἀγγέλων, προστασίαις τὴν ὁμότιμον, στοιχειωθεῖσαν τῷ φόβῳ τοῦ Θεοῦ, ταῖς κρείττοσιν ἀναβάσεσιν μυστικῶς· διό σε γεραίρομεν, ἐν ὕμνοις Χριστῷ δοξάζοντες.

 

Ποίοις, ἀσκητικοῖς πάνσεμνε, οὐκ ἠγώνισαι πόνοις γενναίως; νιφετῶν ψεκάδας ὑπήνεγκας, παγετῶν κρυμοὺς ἐκαρτέρησας Θεοδώρα, πόθῳ τοῦ Δεσπότου· νηστείαν καὶ ἀγρυπνίαν ὡς ἀσώματος, ὑπέδυς, νεανικῶς ἀκολουθήσασα, τοῦ σοῦ Νυμφίου ὀπίσω, λαμπαδηφοροῦσα φαιδρῶς, εἰς νυμφῶνα τὸν μυστικὸν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· διό σε μύροις ἐδόξασεν.

 

Καὶ γ’ τῆς Ὁσίας Θεοπίστης. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Παρθενίαν ἀκήρατον ἐμμελῶς ἐξασκήσασα, ἐνυμφεύθης χαίρουσα τῷ ποιήσαντι, ἀρνησαμένη τὴν πρόσκαιρον, ἀπόλαυσιν ἔνδοξε, καὶ ἀσκήσασα στεῤῥῶς, καὶ τὸν δρόμον τελέσασα, κατηξίωσαι, οὐρανίου παστάδος δυσωποῦσα, μακαρία Θεοπίστη, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

 

Ἐγκρατείᾳ τὸ σῶμά σου, μακαρία νεκρώσασα, τὴν ψυχὴν ἐκόσμησας καὶ ἡτοίμασας, καὶ οἰκητήριον Πνεύματος, αὐτὴν ἀπετέλεσας, καὶ συνήφθης μυστικῶς, τῷ Νυμφίῳ καὶ Κτίστῃ σου, Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς τελοῦντας Θεοπίστη, τὸ ἱερόν σου μνημόσυνον.

 

Τὸ ὡραῖον τοῦ σώματος, εἰς τὸ πρῶτον ἀξίωμα, Θεοπίστη ἔνδοξε μετεῤῥύθμισας, κόσμον λιποῦσα τὸν πρόσκαιρον, ἀρετῶν τε φαιδρότησι, κατεκάλλυνας σαυτήν, καὶ τοῦ Κτίστου ἐνδέδειξαι, καταγώγιον, καὶ τερπνὴ θυμηδία τοῦ Κυρίου· διό σε ἀνευφημοῦμεν, πνευματικοῖς μελῳδήμασιν.

 

Δόξα. Τῆς Ὁσίας Θεοδώρας. Ἦχος δ΄.

Ὅτε ἐξεδήμησας Θεοδώρα Ὁσία, πρὸς οὐρανῶν ἀΰλου οὐσίας, τρανῶς ἐκρότουν σε αἱ ὑπερκόσμιαι δυνάμεις τῶν Ἀγγέλων. Ὅλη γὰρ οὐρανοπολίτης γεγονυῖα τῶν μεταρσίων ἐπέβης· θελχθεῖσαν τοῦ ὑπερφώτου φωτός, καὶ σαρκικαῖς ὑμνολογίαις, χερουβικαῖς τε τὸ θεῖον μεγαλύνουσα, ἐκτενῶν προσευχῶν ἀκαταπαύστῳ τῷ στόματι, καὶ ταῖς θεουργικαῖς καὶ ὑπερφώτοις ἀρθεῖσα ὑψώσεσιν, ἔχαιρες πάνσεμνε· ὕπερθεν δὲ ἡ τρισάκτινος καὶ ὑπέρθεος ἀρχικὴ πανταιτία, τὸν δρόμον ἀγαμένη σου τοῖς Ἀγγέλοις διακελεύετο· ἄρατε ὑμῶν τὰς πύλας καὶ ὑποδέξασθε τὴν δραμοῦσαν τῶν ἀρετῶν πασῶν τὰς ὁδούς, ταῖς εὐφημίαις δὲ στεφανώσατε ὡς φαιδρὰν καὶ ἄμωμον νύμφην, τὴν πατήσασαν ἐχθρὸν τὸν ἀσώματον ἐν σώματι· διόπερ καὶ ἡμεῖς ἑορτάζοντες ἐκβοῶμέν σοι τοῖς ᾄσμασι, Χριστιανῶν τὸ κέρας, ὕψωσον ἐνθέοις μεσιτείαις σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὁ διὰ Σὲ Θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ Σοῦ προανεφώνησε, τῷ μεγαλεῖά Σοι ποιήσαντι, παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν Σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ Σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

Τάδε λέγει Κύριος· ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν ἑαυτοῦ, πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν· οἱ δὲ ὑπομένοντες τὸν Κύριον ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί. Δραμοῦνται καὶ οὐ κοπιάσουσιν, ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς. Γυναῖκες πλούσιαι ἀνάστησε καὶ ἀκούσατε τῆς φωνῆς μου. Θυγατέρες ἐν ἐλπίδι εἰσακούσατέ μου τοῦ λόγου σήμερον. Γυναῖκες ἀπὸ θέας δεῦτε· ὁ γὰρ λαὸς ἐστὶν ἔχων σύνεσιν· διὰ τοῦτο οὐ μὴ οἰκτείρη αὐτοὺς ὁ ποιήσας αὐτούς. Οὐδὲ ὁ πλάσας αὐτούς, οὐ μὴ ἐλεήση αὐτούς. Οὐαὶ τοῖς ἀθετοῦσι· φόβος καὶ βόθυνος καὶ παγὶς ἐπὶ τῆς γῆς, καὶ ἔσται ὁ φεύγων τὸν φόβον, ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ φεύγων ἐκ τῆς βοθύνου, μειωθήσεται ἐκ τῆς παγίδος. Ἰδοὺ δὴ ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιών, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας. Ταπεινώσει ὁ Θεὸς τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος, θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς· σοὶ δὲ δώσω τόπον ὀνομαστόν, καὶ ὄνομα ἀγαθόν, ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σε· καὶ τὸν χοῦν τῶν ποδῶν σου λήξουσι, οὐχ ὡς γυναῖκα ἐγκαταλελειμένην καὶ ὀλιγόψυχον, κέκληκέ σε Κύριος, ἀλλ’ ὡς γῆν αὔξουσαν· οὐ σὺ εἶ κατακόψασα ἀλαζονείαν, ἡ κατατρώσασα δράκοντα ἔνδυσαι τὴν ἰσχύν σου, ἔνδυσαι τὴν  δόξαν σου θύγατερ· καὶ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται, πίονται εὐφροσύνην. Χρίσονται μύρῳ, εὐφρανθήσονται ἐν εὐφροσύνῃ σου, εἰς συμβουλὴν μνημοσύνης ἔναντι Κυρίου, ἐπιθήσω τὸ πνεῦμά μου ἐν τῷ σπέρματί σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, καὶ ἀνατελοῦσιν ὡς ἀναμέσον ὕδατος χόρτος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ, καὶ ἐμπλησθήση καθὰ ἐπιθυμεῖ ἡ ψυχή σου· καὶ τὰ ὀστᾶ σε πιανθήσονται, καὶ τὰ ἱμάτιά σου ταχὺ ἀνατελεῖ καὶ προσπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε, καὶ ἔση ὡς μεθύων, καὶ ὡς πηγὴ ὕδατος ἧν μὴ ἐξέλιπεν ὕδωρ.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

Τάδε λέγει Κύριος· φυλάσεσθε κρίσιν καὶ ποιεῖτε δικαιοσύνην, ἔσεσθέ μοι δίκαιοι. Ἐν εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν χαρᾷ διδαχθήσεσθε. Καὶ τρυφήση ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Ἀκούσατέ μου οἱ διώκοντες τὸ δίκαιον, ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ Σάῤρῥαν τὴν ὠδίνασαν ὑμᾶς, ὅτι εἰσί. Μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Διότι ἅγιοι κληθήσονται πάντες οἱ καταλειφθέντες εἰς ζωήν, τοῦ εἶναι τῷ κόσμῳ εἰς δούλους καὶ δούλας. Καὶ ἔσονται ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον. Ποῦ εἰσὶν οἱ γραμματικοί; Γράφουσι πονηρίαν, ἐκκλίνοντες κρίσιν πτωχῶν, ὥς τε εἶναι αὐτοῖς χρείαν εἰς ἀρπαγήν καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσουσιν ἐν ἡμέρᾳ ἐπισκοπῆς; ἡ γὰρ θλίψις αὐτῶν πόῤῥωθεν ἥξει. Καὶ πρὸς τίνα καταφεύξονται τοῦ βοηθῆναι; Ποῦ εἰσὶν οἱ σύμβουλοι; Οὐκ ἔστι σύνεσις, ἴδετε ὅτι ἐκτετύφλονται πάντες. Οὐκ ἔγνωσαν φρόνησιν. Πάντες κύνες ἐννεοί, ἐνυπνιαζόμενοι κοίτην. Φιλοῦντες νυσταγμόν, ἀναιδεῖς τῇ ψυχῇ καὶ εἰσὶ πονηροί. Καὶ οὐκ ἰδόντες σύνεσιν. Πάντες ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ αὐτοῦ πλεονέκτημα, ἀπ’ ἄκρου αὐτοῦ. Δεῦτε λάβωμεν οἶνον, καὶ οἰνοφλυγήσωμεν μέθη. Οἱ ἀντεχόμενοί μου κτήσονται τὴν γῆν, ὁδὸς εὐσεβῶν εὐθεῖα, καὶ πατήσουσι πόδες πραέων καὶ ταπεινῶν· μὴ οὖν ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι, ἢ ἐβάρυνε τὸ οὗς Αὐτοῦ, τοῦ μὴ εἰσακοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διϊστῶσιν ἀνάμεσον ὑμῶν, καὶ ἀναμέσον τοῦ Θεοῦ. Καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον Αὐτοῦ τοῦ μὴ ἐλεῆσαι· αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάχτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν. Καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ, οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἐστὶ κρίσις ἀληθινή, οἱ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσιν καὶ ταχυνοὶ ἐκχέειν αἷμα ἀναίτιον. Καὶ ἶδε Κύριος καὶ οὐκ ἤρεσεν Αὐτῷ, καὶ ἠμύνατο μετὰ θυμοῦ, ἀνταπόδομα ἀποτίσει, ἐν γὰρ τῷ πυρὶ κριθήσεται πᾶσα ἡ γῆ, οἱ δὲ ζητοῦντες τὸν Κύριον, ἔσονται εἰς ἀνάπαυσιν.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

Ἀρχὴ σοφίας φόβος Κυρίου καί βουλὴ Ἁγίων σύνεσις· οἱ δὲ εὐθεῖς κατασκηνώσουσι τὴν τῶν πραέων γῆν καὶ Ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. Ἀκούσατε παῖδες παιδείαν πατρός, δῶρον ἀγαθὸν δωροῦμαι ὑμῖν· τὸν ἐμὸν νόμον μὴ ἐγκαταλείπητε· αἱ ὁδοὶ δικαίων, ὁμοίως φωτὶ λάμπουσαι. Προπορεύεται καὶ φωτίζον ἕως κατορθώσει ἡ ἡμέρα· εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, στόμα δὲ ἀσεβῶν σβέννυται. Ὁδοὶ ἀφρόνων, ὀρθαὶ ἐνώπιον αὐτῶν· εἰσακούει δὲ συμβουλίας σοφός. Φῶς δικαίοις διὰ παντός. Φῶς δὲ ἀσεβῶν σβέννυται, ἁμαρτάνοντας καταδιώξεται κακά. Δίκαιοι ἀπολαύσουσιν ἐν πλούτῳ ἔτη πολλά· ἄδικοι δὲ ἀπολοῦνται συντόμως. Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους· ὁ δὲ πεποιθὼς ἐπὶ Κύριον τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος· ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις ζήσεται. Ἐλεημοσύναι καὶ πίστεσιν ἀποκαθαίρονται ἀδικίαι· τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Καρδίαι δικαίων μελετῶσιν πίστιν, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά. Μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ὑπακούει. Κρείσσων ὀλίγῃ λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας· ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινὸν σεαυτόν καὶ ἔναντι Κυρίου τοῦ Θεοῦ σου εὑρήσεις χάριν· εἰσὶν ὁδοὶ ὁδοῦσιν ὀρθαί, εἶναι ἀνδρί· τὰ μέν τοι τελευταῖα αὐτῶν, βλέπει εἰς πυθμένα ᾅδου· ἀνὴρ ἐν πόνοις ποιεῖ ἑαυτὸν καὶ ἐμβιάζεται τὴν ἑαυτοῦ ἀπώλειαν· ὁ μέντοι σκολιὸς ἐπὶ τὴν ἀπώλειαν φορεῖ τῷ ἑαυτοῦ στόματι· κακὸς ὑπακούει γλώσσαις παρανόμων, δίκαιος δὲ οὐ προσέχει χείλεσι ψευδέσι· ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. Φιλαμαρτήμων χαίρει μάχαις· οὐ δὲ σκληροκάρδιος, οὐ συναντᾷ ἀγαθοῖς· ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά. Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός, καὶ πρὸ δόξης ταπεινοῦται. Κρείσσων πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης· ὁ θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸν καλεῖται· ὃς δὲ μνησικακεῖ, παράνομος· ὁ δὲ Κύριος Ἄγγελον ἀνελεήμονα ἐπιπέμπει ἐπὶ τὸν οἶκον αὐτοῦ· αἱρετώτερον ὄνομα καλόν, ἢ πλοῦτος πολύς· μὴ ἀφαρπάσεις ἀπὸ πτωχοῦ, ὅτι Κύριος δικάσει τὸ δίκαιον αὐτοῦ. Γυναῖκα ἀνδρεία τίς εὑρήσει· τιμιωτέρα δὲ ἐστὶ λίθων πολυτελῶν ἡ τοιαύτη, φόβον Κυρίου αὕτη αἰνείτω. Γυνὴ γὰρ συνετή, εὐλογεῖται· δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς.

 

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Ἀραμένη τὸν Σταυρὸν ἐπὶ τῶν ὤμων, προθύμως ἠκολούθησας, τῷ σταυρωθέντι δι’ ἡμᾶς· καὶ ἔξω σαρκὸς γεγονυῖα, ταῖς νηστείαις καὶ δεήσεσι, τὰ πάθη ἐνέκρωσας καὶ σεαυτὴν ἡτοίμασας, τοῦ Πνεύματος καταγώγιον· ὅθεν ἀνεδείχθης, μοναζουσῶν Θεοδώρα, δόξα καὶ ἑδραίωμα, καὶ τῶν Ἀγγέλων ἰσοστάσιος. Μεθ’ ὧν ἐν οὐρανοῖς νῦν συγχορεύουσα, τὸν Σωτῆρα ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Τῆς πανενδόξου Θεοδώρας τὰ μνημόσυνα τελέσωμεν, συνελθόντες ὦ φιλέορτοι, ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, εὐχαριστοῦντες τὸν φιλάνθρωπον, Χριστὸν τὸν Θεὸν ἡμῶν· ὅτι καὶ γυναῖκες στεῤῥῶς τὸν ὄφιν κατεπάτησαν, τῇ χάριτι Αὐτοῦ δυναμούμεναι, ὥσπερ καὶ ἡ Ὁσία ἀνδρείως κατεπάλεσεν ἐχθρὸν τὸν πολυμήχανον, δι’ ἐναρέτου πολιτείας καὶ ἄκρας ἐπιμονῆς· δι’ ὧν καὶ τὰ βραβεῖα τῆς νίκης κομισαμένη, ἐν οὐρανοῖς νῦν ἐπαγάλλεται, σὺν Ἀσωμάτων καὶ Ὁσίων χοροῖς, καὶ πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν πίστει ἐκτελοῦντων, αὐτῆς τὴν θείαν πανήγυριν.

 

Χαῖρε καὶ εὐφραίνου Αἴγινα ἡ νῆσος, τοιαῦτα φυτὰ ὡραῖα, καλῶς ἐκβλαστήσασα τῆς ἐγκρατείας καὶ ὑπομονῆς, τὴν μακαρίαν Θεοδώραν, τὸ τοῦ Θεοῦ δῶρον εὐπρόσδεκτον· καὶ Θεοπίστην τὴν παρθένον καὶ πιστὴν δούλην Αὐτοῦ· ἀγάλλου δὲ σκιρτῶσα καὶ ἡ τῶν Θεσσαλονικέων πόλις, ἁγιασθεῖσα τῇ ἀσκήσει αὐτῶν· καὶ τὰ σεπτὰ καὶ θεῖα τῆς Θεοδώρας λείψανα, ἐν κόλποις κατέχουσα, πλουσίως μῦρα ἀναβλύζοντα καὶ ἰαμάτων χάριτας· ὅθεν τὴν ἁγίαν αὐτῶν καὶ σεβασμίαν ἑορτήν, πιστῶς πανηγυρίσωμεν, καὶ τῷ Σωτῆρι ἐκβοήσωμεν· Φιλάνθρωπε Κύριε, δώρησαι ἡμῖν, ταῖς αὐτῶν ἱκεσίαις τὸ μέγα ἔλεος.

 

Μοναζουσῶν τὸ κλέος καὶ τῆς Αἰγίνης τὸ καύχημα, τὴν βρύσιν τῶν θαυμάτων, καὶ τῶν ἰαμάτων τὸ πέλαγος, οἱ πιστοὶ συνελθόντες, Θεοδώραν τὴν ἀοίδιμον, σὺν τῇ θυγατρὶ αὐτῆς, Θεοπίστῃ καὶ καλλιπάρθενον νύμφην τοῦ Χριστοῦ, ἐν ὕμνοις τιμήσωμεν, ὅτι παρέχουσιν ἡμῖν ταῖς πρεσβείαις αὐτῶν ῥῶσιν ψυχῆς τε καὶ σώματος. Τὰ πάντα γὰρ καταλειποῦσαι, ὡς δῶρον προσήνεγκαν, τῷ πάντων δεσπόζοντι, τὴν ἀγγελικὴν αὐτῶν καὶ θείαν πολιτείαν· ὅθεν καὶ τῆς Ἀγγέλων χαρᾶς ἀξιωθεῖσαι, καὶ θείας λαμπρότητος τῷ Κυρίῳ πρεσβεύουσιν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος β΄.

Δεῦτε ἅπαντες παῖδες, τῆς Θετταλίας οἱ πιστοί, τοὺς ἀγῶνας καὶ τὰ ἀσκητικὰ παλαίσματα τῆς σεπτῆς Θεοδώρας, τῆς θαυμασίας ὡς οὐρανόφρονος, πιστῶς συνεορτάσωμεν· καὶ συνελθόντες αὐτῆς τῷ τάφῳ πλησιάσωμεν, ἀντλῆσαι μῦρα τὰ θεία· μῦρα γὰρ βρύει καὶ ἰάματα, τοῖς εὐλαβῶς προσερχομένοις, καὶ μετὰ πίστεως προστρέχουσι, τῇ πρεσβείᾳ αὐτῆς, εἰς δόξαν τε καὶ αἶνον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ ἐνδοξαζομένου ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

 

Μῦρον ἀνέβλυσε σοφή, ἡ λάρναξ σου μυρίπνουν, εὐωδιάζον τοὺς πιστούς, καὶ ἰατρεῦον τὰ παθήματα τῶν ἀσθενοῦντων μήτερ· ἀλλὰ καὶ νῦν ἡμῖν, τοῖς μετὰ πόθου ἑορτάζουσι, τὴν παναοίδιμον μνήμην σου, μῦρον νοητὸν βλύσον ταῖς θείαις πρεσβείαις σου, ἵνα σε Θεοδώρα, ἐν πίστει μακαρίζομεν.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε φιλεόρτων τὰ πλήθη, καὶ τῆς ἁγνείας ἐρασταί, τὴν σεβάσμιον μνήμην τῆς θείας Θεοδώρας, φαιδρῶς πανηγυρίσωμεν· ὅτι ὡς πάλαι ἡ σώφρων Σάῤῥα, τῷ Θεῷ πειθαρχήσασα σὺν τῷ συζύγῳ Ἀβραάμ, τὴν πατρίδα κατέλειπεν, εὐαρεστήσασα τῷ Κυρίῳ· καὶ ὥσπερ Ἰουδὴθ ἡ θεόφρων, διὰ νηστείας καὶ δεήσεως τὸν Ὀλοφέρνην ἀπέκτεινεν· οὕτω καὶ ἡ Ὁσία, ὑπὲρ τῆς εὐσεβείας μεταναστεύσασα, τὴν πατρίδα διέλιπε, διὰ τὴν τῶν Θεσσαλονικέων πόλιν, καταλαβοῦσα τῇ θείᾳ νεύσει, καὶ τοῦ μονήρους βίου ἐπιλαβομένη, ταῖς ἀρεταῖς ὑπερέλαμψε, καὶ τῇ θυγατρὶ συνασκοῦσα, πρὸς αὐτὴν οὐκ ἐφθέγξατο, ἐπὶ πέντε καὶ δέκα ἔτη. Ὦ τοῦ θαύματος, ἡ θήλεια φύσις, ἡ γεώδης καὶ ἀσθενής, τὸν τὴν γῆν καὶ τὴν θάλατταν ἐξαλείφειν φάσκοντα, ὡς γελοῖον παιζόμενον ἔδειξε, καὶ τῷ τῆς ἀσκήσεως ξίφει, ὡς Ὀλοφέρνην τοῦτον ἀπέκτεινεν, ἡ καλλίνικος Θεοδώρα, στεφανίτις ἀναφανεῖσα· καὶ νῦν ἐν οὐρανοῖς ἱκετεύει ἀδιαλείπτως, ὑπὲρ τῶν πίστει ἐκτελοῦντων, τὴν ἀεισέβαστον μνήμην αὐτῆς.

 

Καὶ νῦν. Θεοτοκίον.

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Δεῦτε, τῶν Ὀρθοδόξων πληθύς, Θεσσαλονίκης τὸ περίδοξον καύχημα, τὸ θαῦμα τῆς οἰκουμένης, τὴν Θεοδώραν φαιδρῶς, ἐγκωμίοις θείοις εὐφημήσωμεν, τὸν νοῦν τὸν ταῖς νεύσεσι, ταῖς ἐνθέοις θεούμενον, καὶ θεωρίᾳ, πρακτικῶς διαλάμποντα, κατανύξεως, τὴν πηγὴν τὴν φωτόρειθρον, ἄνθρωπον τὸν οὐράνιον, ἐπίγειον Ἄγγελον, τῶν ἀρετῶν τό ταμεῖον, καὶ τῶν χαρίτων τὸν θάλαμον, τὸν ῥοῦν τῶν θαυμάτων, ποταμὸν τῶν ἰαμάτων, καὶ μύρων θάλασσαν.

 

Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Φάνηθι τοῖς αἰτοῦσι θερμῶς, πρὸς τοῦ ἑκάστου χορηγὸς χρεία ἔνδοξε· θεόθεν γενοῦ ἐν τάχει, παρακαλοῦσιν ἡμῖν, Θεοδώρα μῆτερ παναοίδιμε· λιμὴν γαληνότατος, κυβερνήτης καὶ ἄγκυρα κυμαινομένοις, πειρασμῶν ἐν τῷ κλύδωνι, ὁδηγὸς τυφλοῖς, βοηθὸν κινδυνεύουσι, δρόσος τοῖς ἐν τῷ καύσωνι, παθῶν ἀθυμήσασι, τοῖς ἀσθενοῦσιν ὑγεία, πολεμουμένοις προπύργιον, ῥύστης ἀντιλήπτωρ, ἐν παντοίᾳ περιστάσει, πολλὰ γὰρ δύνασαι.

 

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.

Πλῦνόν μου τὴν καρδίαν κλαυθμῷ, τὴν ῥυπωθεῖσαν ἡδοναῖς παναοίδιμε· λουτῆρα γὰρ μετανοίας, τὰς τῶν δακρύων πηγάς, ἀνακαλυφθῆναί μοι βοήθησον· τὸν νοῦν μου καταύγασον, σκοτισθέντα τοῖς πάθεσιν, ἁμαρτιῶν μου, τὴν πληθὺν ἐξαφάνισον· ἐν ἡμέρᾳ δέ, τῆς ἐτάσεως πρόστηθι, ἵλεον ἐν τοῖς ἔργοις μου, Κριτὴν ἐκτελέσασα, τὸν φοβερὸν δυσωπῶ σε, ὅπως ῥυσθῶ τῆς κολάσεως, καὶ τύχω μερίδος σωζομένων, ἵνα πίστει ἀεὶ γεραίρω σε.

 

Δόξα. Ἦχος δ΄.

Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ· ἡ γὰρ ἀληθῶς ἀγαπήσασα τὸν φιλάνθρωπον Κύριον, πόθον Αὐτοῦ προσλαβοῦσα τὸν ἅγιον, τὸν κόσμον λιποῦσα τὴν σήμερον, πρὸς οὐρανίους ἀπῆρε θείας μονάς, καὶ Τούτῳ συνώκησεν, Ὧ καὶ ζῶσα προηνώθη Νυμφίῳ χορῷ. Ὦ τοῦ θαύματος· ἡ πολὺ τῶν Ἀγγέλων διαστᾶσα διὰ τὸν φθόνον, ἰσάγγελος νῦν ὤφθη, καὶ τὸ παράδοξον ὅτι καὶ Θεοῦ ἐγγύς, ἡ γυνὴ τὴν φύσιν καὶ δύναμιν, καὶ τὸ μυστήριον ὅσον. Ἀλλ’ ὦ μῆτερ Ὁσία Θεοδώρα πανένδοξε, ἡ τοῦτο διὰ πολλὴν πλουτήσασα κάθαρσιν, δίδου ἡμῖν τοῖς τιμῶσι τὴν μνήμην σου ἐκ ψυχῆς, εὐχαῖς σου τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Νεῦσον παρακλήσει Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν Σοὶ πιστῶς βοώντων· χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις, Τρισάγιον,

Ἀπολυτίκιον. Τῆς Ὁσίας Θεοδώρας. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τελείως τὸν δρόμον σου ἐν ἀκλινεῖ λογισμῷ, ἐτέλεσας πάνσεμνε ὑποταγεῖσα καλῶς, Χριστῷ τῷ Νυμφίῳ σου· ὅθεν εἴληφας χάριν, Θεοδώρα Ὁσία, δαίμονας φυγαδεύειν, καὶ νοσοῦντας ἰᾶσθαι· διὸ καὶ τοῖς τιμῶσί σε βρύει ἰάματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Τῷ τάφῳ τῆς σοφῆς καὶ σεπτῆς Θεοδώρας, προσέλθωμεν πιστοί, καὶ πιστῶς προσκυνοῦντες, αὐτῆς τὰ θεῖα λείψανα, ἀρυσώμεθα χάριτας τῶν ἰάσεων, καὶ τῶν θαυμάτων εἰς ῥῶσιν, τῶν ψυχῶν ἡμῶν, καὶ τῶν σωμάτων τὴν μνήμην, αὐτῆς ἑορτάζοντες.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀγγέλων χαρμονή καὶ βροτῶν σωτηρία, καὶ πύλη τοῦ Θεοῦ, ἀνεδείχθης Παρθένε, καὶ θρόνος ἐπουράνιος, καὶ παλάτιον ἔμψυχον, τοὺς προστρέχοντας, ὑπὸ τὴν σκέπην Σου σῶζε, πάσης θλίψεως, ταῖς μητρικαῖς Σου πρεσβείαις, πανάμωμε Δέσποινα.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ἡ ὑπερεύοσμος, χάρις τοῦ Πνεύματος, ἀπηλλαγμένην σε, εὑροῦσα πάνσεμνε, τῆς δυσωδίας τῶν παθῶν, ἐσκήνωσεν ἐν ψυχῇ σου· ὅθεν σε ἀνέδειξε, βρύσιν μύρων ἀένναον, τοὺς πιστοὺς μυρίζουσαν, καὶ παθῶν ἀπαλλάττουσαν· διὸ καὶ τοῖς τιμῶσί σε Μῆτερ, μετάδος νῦν τῶν χαρίτων σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἄϋλος ἄψυχος, κλίμαξ ἐτύπου Σε, τὴν ζῶσαν κλίμακα Θεοῦ καὶ ἔμψυχον, δι’ ἧς ὁ Λόγος καταβὰς, ἀνθρώποις συνανεστράφη, θρόνον πρὸς οὐράνιον, ἀναφέρον τὸ πρόσλημμα, καὶ πρὸς τὸν Παράδεισον, ἐπανάγων τὸν ἄνθρωπον· διὸ ὡς σωτηρίας αἰτίαν, πάντες ὑμνοῦμέν Σε Θεοτόκε.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ἀρνησαμένη σεαυτὴν Θεοδώρα, καὶ ἀραμένη τὸν Σταυρὸν ἐπὶ τῶν ὦμων, ἀσκητικῶς ἐβάδισας τὸν βίον σου σοφή· ὅθεν πρὸς οὐράνιον, καὶ ἀνέσπερον λῆξιν, χαίρουσα κατέπαυσας, αἰτουμένη πταισμάτων, τοῖς σὲ τιμῶσιν ἄφεσιν ἀεί, παρὰ Χριστοῦ τοῦ Σωτῆρος ἀοίδιμε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἡ παναμώμητος, ἀμνὰς τοῦ Ποιμένος, ἡ χαριτόπλοκος, παστὰς τοῦ Νυμφίου, τὸ καθαρὸν παλάτιον Χριστοῦ τοῦ Θεοῦ, μέτοχόν με ποίησον, οὐρανίου νυμφῶνος, μοίρας με ἀξίωσον, δεξιᾶς τῶν προβάτων, καὶ κληρονόμον ἔργασαι φωτός, υἱὸν ἡμέρας, δεικνύουσα Δέσποινα.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, ἠρώτα τὶς τῶν Φαρισαίων τὸν Ἰησοῦν... (Ζήτει τῇ Δευτέρᾳ τῆς Δ΄ Ἑβδομάδος).

Δόξα. Ταῖς τῶν Σῶν Ὁσίων…

Καί νῦν. Ταῖς τῆς Θεοτόκου…

Ὁ Ν’ Ψαλμός.

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...

Περικυκλοῦντες τὴν λάρνακα τῶν λειψάνων σου, Θεοδώρα Μῆτερ, καθώς περ πάλαι τὸν τάφον τοῦ Πατριάρχου Ἰακώβ, οἱ τούτου ἔκγονοι, οὐ δάκρυα χέομεν, οὐδὲ θρήνοις κοπτόμεθα, ἀλλὰ γηθοσύνως ἐν ψαλμοῖς καὶ ὕμνοις, ἀπαντλοῦμεν ἐξ αὐτῆς, τῶν θαυμάτων τὰς χάριτας, δοξάζοντες ἀπαύστως, τὸν σὲ δοξάσαντα Κύριον.

 

Ὁ Κανὼν τῆς Ὁσίας Θεοδώρας, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων.

ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.

εὶ σκοτιζόμενον, ταῖς ἁμαρτίαις, τὸν νοῦν μου καταύγασον, Θεοδώρα ἔνδοξε ταῖς ἱκεσίαις ταῖς σαῖς, ὅπως ὑμνήσω τὴν φαιδρὰν καὶ θείαν μνήμην σου.

Βιώσασα ἔνδοξε, Μῆτερ Ὁσία, ἐν γῆ ὥσπερ Ἄγγελος, τοὺς βροτοὺς ἐξέπληξας· δαίμονας ᾔσχυνας δέ, τῇ καρτερίᾳ τῶν σεπτῶν ἀγωνισμάτων σου.

Γηθόμενοι σήμερον, δεῦτε συμφώνως, οἱ παῖδες Αἰγίνης τε, καὶ Ἑλλάδος ἅπαντες, καὶ Θετταλίας ὁμοῦ, τὴν Θεοδώραν τὴν σοφὴν ἀνευφημήσωμεν.

Θεοτοκίον.

Ἀνάρχως ἐξέλαμψας, ἐκ τοῦ Πατρός Σου, ἐν χρόνῳ δὲ γέγονας, ἐπ’ ἐσχάτων Δέσποτα ἐκ τῆς Παρθένου Μητρός, ἐνανθρωπήσας δι’ ἡμᾶς, δίχα τροπῆς καὶ φυρμοῦ.

 

Καὶ ὁ Κανὼν τῆς Ὁσίας Θεοπίστης.

ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τὰ ὕδατα πάλαι.

Δέχου μέλισμα τρίτον, ὦ Θεοπίστη, τῷ θρόνῳ παρισταμένη Τριάδος, καὶ θερμῶς αἴτησαι τῷ σῷ Νυμφίῳ Χριστῷ, ἵνα χρηματίζοντα τῆς πανυμνήτου Τριάδος, σῶσαι τοὺς τιμῶντάς σου, τὴν θείαν κοίμησιν.

Ἑορτῆς παγκοσμίου καὶ εὐφροσύνης πανδήμου αὕτη σαφῶς ἡ ἡμέρα, τοῖς πιστοῖς πρόξενος· καὶ γὰρ ἐν ταύτῃ σεμνή, κόσμον καὶ ἐπίγεια καταλιποῦσα, μετέβης πρὸς τὰ ὑπερκόσμια, καὶ ἐπουράνια.

Ὁλικῇ διαθέσει τῷ ἀγαθῷ κολλωμένη ἐκ παιδικῆς ἡλικίας, ἀνδρικὸν στάδιον ὑπῆλθες χαίρουσα· πρὸς γὰρ τὰ παλαίσματα τῆς ἀρετῆς ἀπεδύσω, καὶ τὰ τῆς ἀσκήσεως ἆθλα καὶ σκάμματα.

Θεοτοκίον.

Ὑψηλοῦ Βασιλέως, ὑψηλοτάτη καθέδρα Θεογεννήτρια Κόρη, τὸν ἐμὸν κείμενον νοῦν, ἐν κοπρίᾳ παθῶν ὕψωσον, ἡ πένητας ἀπὸ γῆς ἀνιστῶσα, ἀπὸ κοπρίας δεινῶν.

 

ᾨδὴ γ΄. Τῆς Ὁσίας Θεοδώρας. Στερεωθήτω ἡ καρδία μου.

Διὰ Χριστὸν Μῆτερ ἀοίδιμε, τὰ τερπνὰ τοῦ βίου κατέλιπες, καὶ ἀσκήσασα στεῤῥῶς, τὴν ὀφρὺν καταβέβληκας, τοῦ τὴν Εὔαν Παραδείσου, συμβουλία ἐξώσαντος.

κ τῆς σοροῦ σου μῦρα ἔνδοξε, Θεοδώρα πᾶσιν ἀνέβλυσας· τῶν δὲ θαυμάτων τὰς πηγάς, ἀναβλύζεις ἑκάστοτε, τοῖς ἐν πίστει τε καὶ πόθῳ, τῷ ναῷ σου προστρέχουσι.

Ζωὴν τὴν ἄληκτον ποθήσασα, καὶ πατρίδα Μῆτερ τὴν μέλλουσαν, καὶ Παραδείσου τὴν τρυφήν, καὶ τὸ φῶς τὸ ἀνέσπερον, κατεφρόνησας Ὁσία, τὴν τοῦ κόσμου προσπάθειαν.

Θεοτοκίον.

Βάτον Σε πάλαι ἀκατάφλεκτον, Μωϋσῆς ὁ μέγας ἑώρακεν ἐν τῷ Σινᾷ προφητικῶς, Παναγία Θεόνυμφε· ἀλλ’ ἡμεῖς Σε Θεοτόκον, κατιδόντες δοξάζομεν.

 

Ἕτερος. Τῆς Ὁσίας Θεοπίστης. Ὁ ἐκ μὴ ὄντων.

Τῶν ὀφθαλμῶν σου τὰς κόρας, πνευματικὰς νεφέλας ὑπέδειξας, ὀβριζούσας τὰ δάκρυα, καὶ βροχὴν ἑκούσιον ἀφοριζούσας, τῇ σῇ κληρονομίᾳ.

Ἰδεῖν ποθοῦσα τὸ κάλλος τοῦ Ἰησοῦ, καλὴ καὶ ἐπίχαρις καὶ ὡραία γεγένησαι, παρθενίας κάλλεσιν ὡραϊσμένη, καὶ χάρισιν ἁγνείας.

Τῆς εὐωδίας τοῦ μύρου, τοῦ δι’ ἡμᾶς ἀκένωτον κένωσον, κενωθέντος Χριστοῦ τοῦ Θεοῦ, ὀσφρανθεῖσα ἔδραμες ὀπίσω Τούτου σεμνή, συντόνῳ δρόμῳ.

Θεοτοκίον.

Οὐρανομήκη μετάρσιον προεῖδέ Σε κλίμακα Ἰακὼβ ἐν ὁράματι· ἀληθῶς γὰρ Δέσποινα, τὸν οὐρανὸν καὶ τὴν γῆν Αὐτὴ συνῆψας.

 

Κάθισμα. Τῆς Ὁσίας Θεοδώρας. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Ποθήσασα Χριστοῦ, τὸ ἐράσμιον κάλλος, ἐκ βρέφους ἀληθῶς, τῶν τερπνῶν τῶν τοῦ βίου, Ὁσία κατεφρόνησας, καὶ Χριστῷ τῷ Νυμφίῳ σου, ἠκολούθησας, σὺν ταῖς φρονίμοις Παρθένοις, Μῆτερ χαίρουσα, καὶ σὺν αὐταῖς εἰς τοὺς γάμους, διὸ εἰσελήλυθας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Προστάτιν πρὸς Θεόν, κεκτημένοι Σε πάντες, προστρέχομεν Σεμνή, τῷ ἁγίῳ ναῷ Σου, αἰτούμενοι βοήθειαν, παρὰ Σοῦ Ἀειπάρθενε· ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς Σὲ μακαρίζοντας.

 

ᾨδὴ δ΄. Τῆς Ὁσίας Θεοδώρας. Ἐν πνεύματι προβλέπων.

μνήμη σου Ὁσία, ἐπέστη νῦν ἡμᾶς, συγκαλοῦσα ἅπαντας αὐτὴν περιχαρῶς, πανηγυρῆσαι εἰς δόξαν τοῦ ἐν Ἁγίοις δοξαζομένου, καὶ συμφώνως μελῳδῆσαι· δόξα τῇ δυνάμει Σου Κύριε.

Θαυμάτων ταῖς ἀκτίσι, λαμπρύνεις τοὺς πιστούς, καὶ τῶν μύρων ἔνδοξε εὐφραίνεις ταῖς ὀδμαῖς, τοὺς ἐπαξίως τὴν θείαν σου ἐκδημίαν ἐπιτελοῦντας, καὶ συμφώνως μελῳδοῦντας· δόξα τῇ δυνάμει Σου Κύριε.

δοὺ πῶς καὶ γυναῖκες, ὀπίσω Σου Χριστέ, τὸν σταυρὸν ἀράμεναι ἀνέδραμον, σοφῶς ἀκολουθοῦσαι, τὰ πάντα καταλιποῦσαι, τοῦδε τοῦ βίου καὶ συμφώνως μελῳδοῦσαι· δόξα τῇ δυνάμει Σου Κύριε.

Θεοτοκίον.

Ἰδοὺ ὡς οἱ Προφῆται, προέφησαν Θεός, τοῖς βροτοῖς ὀφθήσεται, ἐκ Κόρης ὑπὲρ νοῦν· νῦν ἐσαρκώθη, ἀσπόρως ἐκ τῆς Παρθένου, εἰς σωτηρίαν τῶν ἐν πίστει μελῳδούντων· δόξα τῇ δυνάμει Σου Κύριε.

 

Ἕτερος. Τῆς Ὁσίας Θεοπίστης. Ἔθου πρὸς ἡμᾶς.

Νόμος ὁ σεπτός, τοῖς ποσί σου λύχνος καθίστατο, σοῦ προπορευόμενος ἀεί, καὶ μὴ ἐῶν προσκόψαι τὸν πόδα σου πρὸς λίθον, ἢ σκόλοπα παρανομίας.

Λόγον εὐσεβῆ, καὶ σωτηριώδη πλουτήσασα, τοῖς ἐξ ἐπηρείας τοῦ ἐχθροῦ, σαλευομένοις, καὶ κινδυνεύουσι, πᾶσιν ἀντεστήριζες.

Θεοτοκίον.

Ἴασαι Ἁγνή, τὰ ἐμὰ δυσίατα τραύματα, καὶ ἐσκοτισμένον τὸν νοῦν μου, ὡς ὁ Υἱός Σου, λόγῳ καθάρισον, καὶ ζώωσον ὅλον με νενεκρωμένον, Μῆτερ Ζωοδότου Θεοῦ.

ᾨδὴ ε΄. Τῆς Ὁσίας Θεοδώρας. Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον.

Καταβαλοῦσα τὸν πολυμήχανον, ἐχθρὸν ἀοίδιμε, τοῖς τῆς ἀσκήσεως ἱδρῶσί τε τοῖς σοῖς, καὶ θείοις πόνοις, τὸν τῆς νίκης στέφανον, νομίμως ἀπείληφας.

Λαμπρῶς ἀνέτειλεν ἡ πανέορτος, καὶ θεία μνήμη σου, τοὺς αὐτὴν περιχαρῶς γεραίροντας, Μῆτερ Ὁσία, θείας τε λαμπρότητος, καὶ δόξης φαιδρύνουσα.

Μῦρον εὐῶδες, Ὁσία ἔνδοξε, ἐκ τῶν λειψάνων σου ἐναπέβλυσας, καὶ θεῖον ἔλαιον ἐκ τῆς εἰκόνος σου, πᾶσι τοῖς τιμῶσί σε, σωτήρια φάρμακα.

Θεοτοκίον.

Λιμένα εὔδιον, καὶ ἀπόρθητον τεῖχος, κεκτήμεθα τὴν πρεσβείαν Σου, ἐν περιστάσεσι Θεοκυήτωρ, πάντοτε λυτρούμενοι, κινδύνων καὶ θλίψεων.

 

Ἕτερος. Τῆς Ὁσίας Θεοπίστης. Ἐπὶ τῆς γῆς.

Σωματωθεὶς ἐξ ἁγίας Παρθένου Λόγε, Θεοῦ ταῖς ἁγίαις παρθένοις δύναμιν δέδωκας, καὶ ἰσχὺν ἐνέπνευσας, τὴν ἰσχὺν τοῦ δυσμενοῦς καθαιρεῖν.

Μνήμη Θεοῦ καὶ θανάτου, μελέτῃ κατὰ ταυτὸν κεχρημένη τὰς σάρκας, τὰς σὰς καθήλωσας· ἀπὸ τῶν κριμάτων γὰρ ἐφοβήθης, τοῦ Δικαίου Κριτοῦ.

Τὰς τοῦ ἐχθροῦ πολυπλόκους παγίδας, τὰς ἐπὶ γῆς ἡπλωμένας ῥαδίως, ὑπερεπάτησας, ὡς στρουθίον ἄκακον, ἀπαθείας θείαις πτέρυξιν.

Θεοτοκίον.

Ὁ τῷ Πατρὶ συναΐδιος Λόγος, καὶ συμφυὴς καὶ συνάναρχος ὄντως, τῷ θείῳ Πνεύματι ὑπὸ χρόνον γέγονε, καὶ ἀρχὴν ἐκ Σοῦ πανάμωμε.

 

ᾨδὴ στ΄. Τῆς Ὁσίας Θεοδώρας. Τὸν Προφήτην Ἰωνᾶν.

Νῦν ἐπέστη ἡ φαιδρά, καὶ σεπτή σου ἑορτή, συγκαλοῦσα τοὺς πιστούς, πρὸς ἑστίασιν τῆς σῆς, ἀσκήσεως καὶ τῶν θαυμάτων Μῆτερ ἀοίδιμε.

Ξένα ὄντως κατ’ ἐχθροῦ, τὰ παλαίσματα τὰ σά, καὶ τὰ θαύματα σοφή, ἃ ἠργάσατο Χριστός, δοξάζων σε καὶ μετὰ πότμον, Ὁσία ἔνδοξε.

τῆς Εὔας ἐν Ἐδέμ, ψιθυρήσας τοῖς ὠσί, τὴν κακίστην συμβουλήν, ὡς γελοῖος ὑπὸ σοῦ, ἐμπαίζεται Μῆτερ Ὁσία τῇ θείᾳ χάριτι.

Θεοτοκίον.

Εὐδοκία τοῦ Πατρός, ἐσαρκώθη ὁ Υἱός, διὰ πνεύματος Θεοῦ, ἐν τῇ μήτρᾳ Σου Ἁγνή, καὶ ἔσωσε τὴν πρὶν εἰκόνα, Θεοκυήτωρ σαφῶς.

 

 Ἕτερος. Τῆς Ὁσίας Θεοπίστης. Ἐν ἀβύσσῳ πταισμάτων.

Ὕψωσεν ὁ δυσμενής, ἑαυτὸν μεγαλαυχίᾳ τῇ συνήθει φυσώμενος, ἀλλὰ τεταπείνωται, καὶ εἰς γῆν καταβέβληται. Αἱ παρθένοι γὰρ νῦν αὐτοῦ καταπαίζουσιν.

Τάραχον φυγοῦσα βιωτικόν, ἐν ἀταράχῳ τῆς ψυχῆς καταστήματι, γαληνικῶς ἐβίωσας τὰς αἰσθήσεις τοῦ σώματος κυβερνήσασα, καὶ τὰ ἤθη κοσμήσασα.

Ὅλην σε ἀνέφλεξεν ἀληθῶς ὁ θεῖος ἔρως, νοερῶς ὑποσμίχων σε, καὶ τὴν ἐνοχλοῦσάν σοι φυσικὴν ἡδυπάθειαν ἐδαπάνησε, καὶ ὡς ὕλην ἐχώνευσεν.

Θεοτοκίον.

Ἄνοιξον ἐλέους θύρα κἀμοί, Θεογεννῆτορ, ἡ τὰς πύλας ἀνοίξασα τῆς Ἐδέμ, ἅς ἔκλεισεν ἡ ἀρχαία παράβασις, καὶ εἰσόδους μοι, τῆς ζωῆς ἀναπέτασον.

 

Κοντάκιον. Τῆς Ὁσίας Θεοδώρας. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ὡς ποταμὸς ἐκ τῆς Ἐδὲμ ὁ ἱστορούμενος, ἐκ τῆς ἁγίας σου σοροῦ μύρα ἡδύπνοα, ἀναβλύζουσι τῇ πόλει σου Θεοδώρα, οὐκ εἰς τέσσαρας ἀρχὰς ἀφοριζόμενα, τὴν ὑφήλιον δὲ πᾶσαν ἁγιάζοντα, ἢ καὶ ψάλλει σοι· χαῖρε γύναι ἰσάγγελε.

Ὁ Οἶκος.

Ἄμισθον ἰατρεῖον, ὁ ναός σου Ὁσία, ὁρᾶται τοῖς πιστῶς προσιοῦσιν· ἀλγηδόναι γὰρ σωματικαί, καὶ ψυχῶν οἰδήματα παύονται, προσπτύξει τοῦ λειψάνου σου, βοώντων εὐγνωμόνως ταῦτα·

Χαῖρε, δι’ ἧς ὁ Θεὸς ὑμνεῖται·

χαῖρε,  δι’ ἧς ὁ σατὰν ἡττᾶται.

Χαῖρε, τῆς ἀγάπης φιλοῦσα τὸν σύνδεσμον·

χαῖρε,  τῆς ἀπάτης φυγοῦσα τὸν ὄλισθον.

Χαῖρε, ὕψος ταπεινώσεως, ἐξασκήσασα καλῶς·

χαῖρε,  πλάτος τῆς στενώσεως, διοδεύσασα ὀρθῶς.

Χαῖρε, τοὺς χριστωνύμους κατευφραίνουσα μύροις·

χαῖρε,  στίχας δαιμόνων ἀποπνίγουσα τούτοις.

Χαῖρε, σιγὴν ἀμίμητον στέρξασα·

χαῖρε,  στοργὴν ἀνόνητον παύσασα.

Χαῖρε, παστὰς ἀθανάτου Νυμφίου·

χαῖρε,  λαμπὰς καταυγάζουσα κτίσιν.

Χαῖρε, γύναι ἰσάγγελε.

 

Συναξάριον.

Τῇ Γ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Θεοδώρας τῆς ἐξ Αἰγίνης καὶ Θεοπίστης τῆς θυγατρὸς αὐτῆς, τῶν ἐν Θεσσαλονίκῃ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Τῆς Ὁσίας Θεοδώρας. Ἡ κάμινος Σωτήρ.

Ποθήσασα Χριστόν, κατεφρόνησας τοῦ βίου τὰ τερπνά, καὶ ἐβίωσας ἐπὶ τῆς γῆς ὁσίως, Θεοδώρα παναοίδιμε.

οῇ τῶν σῶν δακρύων, κατέσβεσας τὴν τῶν παθῶν φιλόϋλον κάμινον, καὶ ἀνεδείχθης Μῆτερ, τῶν Ἀγγέλων ἰσοστάσιος.

Σὺν πᾶσι τοῖς Ἀγγέλοις χορεύουσα, ἐν οὐρανοῖς Ὁσία ἱκέτευε, ὑπὲρ τῶν σὲ ὑμνούντων, λυτρωθῆναι πάσης θλίψεως.

Θεοτοκίον.

Ἰδοὺ ὡς Ἡσαΐας προέφησεν, ἡ Θεοτόκος Κόρη συνέλαβεν, ἐν τῇ γαστρὶ ἀσπόρως, καὶ ἐκύησεν Χριστὸν τὸν Θεόν.

 

Ἕτερος. Τῆς Ὁσίας Θεοπίστης. Ὡς πάλαι τοὺς εὐσεβεῖς.

Ῥεόντων, ὡς νουνεχὴς ἠλλάξω τὰ ἄῤῥευστα, καὶ τῶν ἀστάτων καὶ εὐτελῶν τὰ διηνεκῆ καὶ ἱστῶτα καὶ λαμπρὰ καὶ πολλὴ φαιδρότητα, καὶ διαρκῆ τὴν σύστασιν ἔχοντα.

Ναμάτων ζωοποιῶν πλησθεῖσα τοῦ Πνεύματος, καὶ σωτηρίων ἀπὸ πηγῶν καταρδευομένη ὡς ξύλον εὐθυνοῦν μυστικῶς ἐξήνθησας, καὶ ἀρετῶν ἐξήνεγκας, ζωηφόρα βλαστήματα.

Ἀνόθευτον τῷ Χριστῷ τὸ κάλλος ἐφύλαξας, τῆς παρθενίας τῆς ἱερᾶς, Τοῦτον ἐπιγνοῦσα Νυμφίον ἀψευδῆ· καὶ Αὐτῷ δουλεύουσα ἐν ἀφθορίᾳ, σώματος καὶ ψυχῆς καθαρότητι.

Θεοτοκίον.

Ἐσκήνωσεν ἐπὶ Σοὶ Πατρὸς τὸ ἀπαύγασμα, καὶ τοῖς ἐν χώρᾳ καὶ σκιᾷ πάλαι κατοικοῦσι θανάτου διὰ Σοῦ, Θεομῆτορ, ἔλαμψε δικαιοσύνης ἄδυτος καὶ ἀνέσπερος ἥλιος.

 

ᾨδὴ η΄. Τῆς Ὁσίας Θεοδώρας. Ὃν φρίττουσιν Ἄγγελοι.

Τὴν μνήμην σου σήμερον τιμῶντες οἱ πιστοί, Χριστὸν μεγαλύνομεν, ὃς μύροις σε τερπνοῖς, καὶ θαύμασι θείοις, Θεοδώρα σεμνή, καὶ μετὰ τὸν πότμον δοξάζει εἰς αἰῶνας.

μνοῦντας τὸν Κύριον, ἀκήκοας σοφή, Ἀγγέλους ὡς Ἄγγελος ταῖς θείαις ἀρεταῖς, ὑπάρχουσα Μῆτερ, καὶ τῆς τούτων χαρᾶς, νῦν ἐπαπολαύεις εἰς πάντας τοὺς αἰῶνας.

Φωτὸς ὡς ἀνάπλεος τοῦ θείου, ἡ φαιδρὰ καὶ ἔνδοξος μνήμη σου, ἀνέτειλε ἡμῖν, ὡς ἥλιος πᾶσι καταυγάζουσα νῦν, τοὺς σὲ εὐφημοῦντας Ὁσία εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Παρθένε πανύμνητε, Ἀγγέλων ἡ χαρά, Ἀδὰμ ἡ ἀνάκλησις, ἐλπὶς Χριστιανῶν, χαρᾶς τῆς ἀλήκτου καταξίωσον ἡμᾶς, τοὺς Σὲ ἀνυμνοῦντας, πιστῶς εἰς τοὺς αἰῶνας.

 

Ἕτερος. Τῆς Ὁσίας Θεοπίστης. Ἀστέκτῳ πυρί.

Ξενώσασα κόσμου φιλίας, καὶ σχέσεως πάσης ἐγκοσμίου, τὴν ψυχήν σου ὑπερκόσμιον πολιτείαν, κόσμου μέσον ἤσκησας, τῷ τοῦ κόσμου Κτίστην σεαυτὴν οἰκειώσασα, ἔχθρα εἰς Θεὸν γάρ, φιλία ἡ τοῦ κόσμου.

Ἐλπίδι χρηστῇ νευρουμένη καὶ βεβαιουμένη ἐν τῇ πίστει καὶ ἀγάπῃ, ἐν ταῖς θλίψεσιν ἐπλατύνου, τὰ πεπυρωμένα γὰρ τοῦ βελίαρ, βέλη δρόσῳ τῇ τοῦ Πνεύματος περιερχομένη ἐσβέννυες Ὁσία.

Οὐδὲν τοῦ Χριστοῦ τῆς ἀγάπης, καὶ τοῦ ἐν τῷ οἴκῳ τῷ Αὐτοῦ παραῤῥιπτεῖσθαι προετίμησας Θεοπίστη· ὅθεν ἐκ νεότητος, ὡς ὡραία δάμαλις, ἐβάστασας τὸν ζυγὸν Ἐκείνου, ζυγὸν παθῶν φυγοῦσα.

Θεοτοκίον.

Ὑμνῶ καὶ δοξάζω Σε Κόρη, περὶ Σοῦ καὶ γὰρ δεδοξασμένα ἐλαλήθη, καὶ λαλεῖται, καὶ εἰς τοὺς αἰῶνας ὄντως λαληθήσεται· οὐ γὰρ ἔσται τέλος τῆς δόξης Δέσποινα, τὸν Βασιλέα γὰρ ἐγέννησας τῆς δόξης.

 

ᾨδὴ θ΄. Τῆς Ὁσίας Θεοδώρας. Τὴν ζωοδόχον πηγήν.

Χαίρει ἡ νῆσος πατρίς σου νῦν Αἴγινα, ἐπὶ τῇ θείᾳ σου μνήμῃ χορεύουσα· ἔτι δὲ κηρύττει σου Θεοδώρα ἔνδοξε, ἡ Θετταλία λαμπρῶς τοὺς θείους πόνους καὶ τοὺς ἱδρῶτας ὁμοῦ τῶν θείων πράξεων.

Ψευδῆ ὡς ὄντα καὶ ῥέοντα ἅπαντα, τοῦδε τοῦ βίου τερπνὰ κατεφρόνησας, καὶ κατηκολούθησας τοῦ Χριστοῦ τοῖς ἴχνεσι, δι’ ἀρετῆς καὶ ἀσκήσεως τε πόνοις, καὶ πολιτείας φαιδρᾶς, μῆτερ ἀοίδιμε.

ς μυροβλύτιν Χριστοῦ καὶ ἰσάγγελον, καὶ τῶν θαυμάτων πηγὴν καὶ ἰάσεων, συνελθόντες σήμερον, πάντες εὐφημοῦμέν σε, καὶ τὴν σεπτήν σου φαιδρῶς μῆτερ Ὁσία, καὶ φωταυγῆ ἑορτὴν πανηγυρίζομεν.

Θεοτοκίον.

Ναὸν καὶ πύλην καὶ θρόνον οὐράνιον, καὶ κιβωτὸν καὶ παλάτιον ἔμψυχον, στάμνον τε καὶ γέφυραν, καὶ Παρθένον ἄφθορον, καὶ Θεοτόκον, τοὺς Σὲ ὁμολογοῦντας, τοῦ αἰωνίου πυρὸς ῥῦσαι Πανάμωμε.

 

Ἕτερος. Τῆς Ὁσίας Θεοπίστης. Ἐν Σιναίῳ τῷ ὄρει.

Ὡραιώθης Ὁσία, ποθήσασα τὸν Ὡραῖον· ἀληθῶς ἐδοξάσθης, τῷ δεδοξασμένῳ γὰρ ἐκολλήθης Ἰησοῦ· ὡμοιώθης Ἀγγέλοις, παθῶν ἀνθρωπίνων γὰρ ἔξω γεγένησαι, ὑπεραναβᾶσα τοὺς ὅρους τῆς φύσεως.

Ἀγρυπνίᾳ συντόνῳ κοιμήσασα τὰς κινήσεις τῶν παθῶν, καὶ νηστείᾳ εὐτόνῳ νεκρώσασα τὰς ὁρμὰς τῶν ἡδονῶν, ἀπαθείας ἐδείχθης ἀρχέτυπον ἔμψυχον, ἔργῳ διδάσκουσα, καὶ πρὸς ἀρετὴν πρακτικῶς ὑπαλείφουσα.

Νοερῶς ἐλλαμφθεῖσα τῷ Πνεύματι τῆς ψυχῆς τὸ ὀπτικόν, καὶ ἀρθεῖσα πρὸς ὕψος μετάρσιον θεωρίας μυστικῆς, ἐθεάσω τὰ κάλλη, τὰ πᾶσιν ἀθέατα, οἷς ἀτενίζουσα πάντα τὰ ὁρώμενα κάλλη παρέδραμες.

Θεοτοκίον.

Ὑπερβαίνει παντὸς λόγου δύναμιν, ὁ Σὸς Κόρη τοκετός· ἡ γὰρ γνῶσις αὐτοῦ καὶ κατάληψις ἀκατάληπτός ἐστι· σάρκα γὰρ γεγονότα τὸν Λόγον γεγέννηκας, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην, Χριστὸν σωματώσασα.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Σκιρτήσωμεν χορεύσωμεν, ἐπὶ τῇ μνήμῃ σήμερον, τῆς Μυροβλύτιδος δεῦτε, τῶν Ὀρθοδόξων τὰ πλήθη, πιστῶς πανηγυρίζοντες, καὶ πρὸς αὐτὴν βοήσωμεν· μὴ διαλείπῃς Ὁσία, ὑπὲρ ἡμῶν τοῦ πρεσβεύειν, σὺν θυγατρὶ Θεοπίστῃ.

Θεοτοκίον.

Παρθένε παναμώμητε, Κυρία μου καὶ Δέσποινα, τὸν Σὸν Υἱὸν ἐκδυσώπει, σὺν τῇ σεπτῇ Θεοδώρᾳ, πειρατηρίων ῥύσασθαι, παντοίων τοὺς ὑμνοῦντάς Σε, καὶ αἰωνίων τεύξασθαι, τῶν ἀγαθῶν Παναγία· δύνασαι γὰρ ὅσα θέλεις.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Τῶν οὐρανίων χαρίτων ταῖς ἐπιλάμψεσι, καταυγασθεῖσα Μῆτερ, Θεοδώρα ἐδείχθης, φωστὴρ τῶν μοναζόντων καὶ θησαυρός, τῶν χαρίτων τοῦ Πνεύματος, καὶ ἰαμάτων πλημμύρα καὶ πρεσβευτής, τῶν ἐν πίστει εὐφημούντων σε.

 

Μεταναστεύουσα πρώην ὡς οἱ Προπάτορες, τῆς σωτηρίας εὗρες, τὴν ὁδὸν Θεοδώρα, καὶ κόσμου τὰ ἡδέα ὡς νουνεχής, ἀπηρνήσω ὡς Ἄγγελος, ἐπὶ τῆς γῆς ἀνεδείχθης ταῖς ἀρεταῖς, διὰ τοῦτο σὲ γεραίρομεν.

 

Μῦρον ἀνέβλυσε πᾶσι καὶ θεῖον ἔλαιον, ἡ σεβασμία Μῆτερ, καὶ ἁγία εἰκών σου, εἰς ῥῶσιν τῶν σωμάτων καὶ τῶν ψυχῶν, Θεοδώρα πανθαύμαστε· ἀλλὰ καὶ νῦν ἡμᾶς ῥῦσαι παντοδαπῶν, συμφορῶν ταῖς ἱκεσίαις σου.

 

Τοὺς εὐσεβῶς ἐκτελοῦντας τὴν θείαν μνήμην σου, καὶ φωτοφόρον ὄντως, Θεοδώρα Ὁσία, παντοίων ἐκ κινδύνων καὶ πειρασμῶν, καὶ πταισμάτων καὶ θλίψεων, ῥῦσαι πρεσβείαις σου Μῆτερ καὶ τῶν δεινῶν, ἀλγηδόνων ἐλευθέρωσον.

 

Δόξα. Ἦχος β΄.

Τὸν τῆς ἐλπίδος θεῖον στέφανον, διὰ τῆς ταπεινώσεως καὶ ἄκρας σου ὑπομονῆς, ἐν οὐρανοῖς χαίρουσα εἴληφας, παρὰ τοῦ πάντων βασιλεύοντος,  Ὁσία παναοίδιμε· τὸν γὰρ ζυγὸν Αὐτοῦ, προθύμως Μῆτερ ἄρασα, καὶ πᾶσαν ἀρετὴν θεόφρων ἀσκήσασα ὑπὲρ ἄνθρωπον, τοῦ Ἁγίου Πνεύματος οἰκητήριον γέγονας, καὶ γυναικῶν μοναζουσῶν, τύπος καὶ ἑδραίωμα, καὶ Μάρτυς πρὸς Θεὸν ἀναίμακτος, καὶ μύρων βρύσις καὶ ἰάσεων· διὸ συνελθόντες, ἐπαξίως εὐφημοῦμεν, καὶ τὴν σεπτὴν καὶ θείαν σου περιχαρῶς μνήμην γεραίρομεν, καὶ πιστῶς ἐκβοῶμέν σοι· Ὁσίων ἐγκαλλώπισμα, Θεοδώρα ἀξιάγαστε, ῥῦσαι ἡμᾶς ἐκ πάσης θλίψεως, τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, Σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν Σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Φερωνυμίᾳ διαλάμπουσα θείᾳ, Ὁσία Μῆτερ Θεοδώρα θεόφρον, ἐκ τῶν πλουσίων δωρεῶν ὧν ἔτυχες, δίδου ταῖς ψυχαῖς ἡμῶν, τὴν σωτήριον χάριν, ἀναγκῶν καὶ θλίψεων, καὶ δεινῶν συμπτωμάτων, ἐκλυτρουμένη ἅπαντας ἡμᾶς, τοὺς προσιόντας θερμῶς τῇ πρεσβείᾳ σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:  Χάριν δίδου ἡμῖν, Θεοδώρα. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Χριστὸν καθικέτευε ἐκτενῶς, ῥύεσθαι κινδύνων, καὶ παντοίων ἐπιφορῶν, Μῆτερ Θεοδώρα τοὺς ἐν πίστει, τῇ ἱερᾷ σου πρεσβείᾳ προστρέχοντας.

Ἀγγέλων ἀνύσασα τὴν ζωήν, Μῆτερ Θεοδώρα, ἐδοξάσθης ὑπερφυῶς· διὸ ἡμᾶς πάσης ἐπηρείας, τῶν ἀκαθάρτων πνευμάτων ἀπάλλαξον.

Ῥοαῖς τῶν πλουσίων σου δωρεῶν, κατάρδευσον Μῆτερ, τὴν ψυχήν μου τὴν ταπεινήν, ὡς ἂν ἐκβλαστήσῃ Θεοδώρα, τῆς μετανοίας καρπὸν τὸν σωτήριον.

Θεοτοκίον.

Ἱλέῳ Σου ὄμματι ἐπ’ ἐμέ, ἐπίβλεψον Κόρη, καὶ κατάβαλε τὴν ἰσχύν, τοῦ ὠρυομένου καθ’ ἑκάστην, καταπιεῖν με ἐχθροῦ τοῦ ἀλάστορος.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Νοσημάτων σβεννύεις ὀδυνηρῶν καύσωνα, δρόσῳ τῶν θερμῶν πρεσβειῶν σου· διὸ κατάσβεσον, τὴν ἀναφθεῖσάν μοι, φλόγα παθῶν ἀκαθάρτων, Θεοδώρα πάνσεμνε, ταῖς ἱκεσίαις σου.

Δαιμονῶντας ὡς πάλαι τῆς τοῦ ἐχθροῦ ἔλυσας, Μῆτερ συνοχῆς καὶ μανίας, τῇ ἀντιλήψει σου, οὕτω διάλυσον, τὴν καθ’ ἡμῶν κινουμένην, πᾶσαν τοῦ ἀλάστορος, δύναμιν πάνσεμνε.

Ἰαμάτων πηγάζεις τὰς δωρεὰς πάντοτε, τοῖς τῇ σεβασμίᾳ σου κάρᾳ, Μῆτερ προσπίπτουσιν· ὅθεν ἰάτρευσον, τὴν ἀσθενοῦσαν ψυχήν μου, ἅμα δωρουμένη μοι, ῥῶσιν τῷ σώματι.

Θεοτοκίον.

Διὰ πλῆθος πταισμάτων πλήθει δεινῶν πέπτωκα· ὅθεν τῇ πρεσβείᾳ Σου σπεύδω, καὶ πίστει κράζω Σοι· Ῥῦσαί με Δέσποινα, τῆς τῶν παθῶν καταιγίδος, καὶ τῆς ἀθυμίας μου, τὸ νέφος σκέδασον.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως Θεοδώρα, ἱκεσίαις ταῖς σαῖς πρὸς Κύριον πάνσεμνε, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείᾳ τῇ σῇ, προστρέχοντες λαμβάνομεν, ἰάσεις ἀεί, ψυχῆς ὁμοῦ καὶ σώματος, Θεοδώρα ἔνδοξε· διὰ τοῦτο πίστει βοῶμέν σοι· Μὴ διαλίπῃς προσάγειν Χριστῷ, δεήσεις ὑπὲρ τῶν εὐφημούντων σε.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὁλοτρόπως ποθήσασα, Μῆτερ Θεοδώρα Χριστὸν τὸν Κύριον, πρὸς Αὐτὸν πᾶσαν τὴν ἔφεσιν, καὶ τὸν πόθον τεῖνον τῆς καρδίας μου.

Ὕδωρ θεῖον ἀνάβλυσον, ἐκ τῶν σωτηρίων πηγῶν τῆς χάριτος, τοῖς ἐν πάσῃ αὐχμηρότητι, Θεοδώρα στένουσι τῶν θλίψεων.

Ἡ θερμὴ προστασία σου, γένοιτο Ὁσία ἡμῖν δεόμεθα, εὐφροσύνης πηγὴ κρείττονος, καὶ ἀπαλλαγὴ πάσης κακώσεως.

Θεοτοκίον.

Μαριὰμ Μητροπάρθενε, ἡ τὸν Θεὸν Λόγον ἀφράστως τέξασα, ἀλογίας πάσης ῥῦσαί με, τῆς ἐκ φαύλων λόγων τε καὶ πράξεων.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἴθυνον ἡμᾶς, πρὸς ζωῆς θείας ἐντάλματα, Θεοδώρα ἡ τὴν θείαν σου Μονήν, ὁδηγήσασα πρὸς τρίβον τὴν σωτήριον.

Νᾶμα μυστικόν, θεϊκῆς ἀγαλλιάσεως, πᾶσιν αἴτει Θεοδώρα ἐκ Θεοῦ, τοῖς ἐν λύπαις καὶ κακώσεσιν ὑπάρχουσι.

Θαύμασι πολλοῖς, δοξασθεῖσα παμμακάριστε, πάντων κλήρου τὰ αἰτήματα ἡμῶν, καὶ πταισμάτων ἡμῖν αἴτει τὴν συγχώρησιν.

Θεοτοκίον.

Ἔτεκες ἡμῖν, ἀνθρωπίνῳ Κόρη σώματι, τὸν ἀσώματον Θεὸν ὑπερφυῶς, ἐπανάγοντα ἡμᾶς ἐξ οὗ πεπτώκαμεν.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ὁσίως, ἐν ἐγκρατείᾳ συντόνῳ, διανύσασα τὸν βίον Ὁσία, ἐν ἀνοσίων παθῶν ἡμᾶς ῥύου, καὶ πολυτρόπων κινδύνων καὶ θλίψεων, τοὺς τῇ ἁγίᾳ σου σορῷ, Θεοδώρα πιστῶς καταφεύγοντας.

Δυνάμει, τοῦ Παρακλήτου Ὁσία, μύρον ἔβλυσας πιστοὺς ἁγιάζον· ὅθεν κἀμὲ δυσωδίας ἁπάσης, τῶν ἀκαθάρτων παθῶν ἀποκάθαρον, καὶ εὐωδίᾳ μυστικῇ, Θεοδώρα τὸν νοῦν μου ἁγίασον.

Ὡς ἤνεγκας, τοῦ κρυμοῦ τὴν ὀδύνην, θαλπουμένη θεϊκῇ χορηγίᾳ, οὕτως ἡμᾶς ἐνεγκεῖν πάντα πόνον, ἐν τῇ παρούσῃ ζωῇ ἐνδυνάμωσον, καὶ ἐν τῷ φόβῳ τοῦ Θεοῦ, Θεοδώρα ἡμᾶς περιτείχισον.

Θεοτοκίον.

Ῥημάτων, τῶν θεϊκῶν τοῦ Υἱοῦ Σου, πληρωτὰς ἡμᾶς ἀνάδειξον Κόρη, καὶ πρὸς γαλήνιον ὅρμον ὁδήγει, τοῦ σωτηρίου καὶ θείου θελήματος, ὡς ἂν λιμένι τῆς ζωῆς, τῆς ἀλήκτου ἁγνὴ καταντήσωμεν.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως Θεοδώρα, ἱκεσίαις ταῖς σαῖς πρὸς Κύριον πάνσεμνε, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς μυροβλύτις Ὁσία πανεύφημε, βλῦσον ἡμῖν τῆς ἐνθέου χρηστότητος, τὰ ῥεῖθρα ταῖς σαῖς παρακλήσεσι, τοῖς τῇ ἁγίᾳ σορῷ σου προσπίπτουσιν, καὶ σὲ Θεοδώρα γεραίρουσι.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.

Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας…

Καί νῦν. Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Βίον τὸν ἰσάγγελον, πολιτευθεῖσα Ὁσία, δωρεῶν τοῦ Πνεύματος, ὄργανον πολύτιμον ἐχρημάτισας, δωρεὰν ἅπασι, νέμουσα τὴν χάριν· διὰ τοῦτό σου δεόμεθα· λῦσον τὸν καύσωνα, πάσης ἀθυμίας καὶ θλίψεως, καὶ δίδου ταῖς ψυχαῖς ἡμῶν, δρόσον τὴν ἁγίαν τῆς χάριτος, Μῆτερ Θεοδώρα, πρεσβεύουσα ἀπαύστως τῷ Χριστῷ, πταισμάτων δοῦναι συγχώρησιν, τοῖς σὲ μακαρίζουσι.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἀσθενείας ἁπάσης, καὶ δεινῆς καχεξίας ἡμᾶς ἀπάλλαξον, καὶ ῥῶσιν καὶ ὑγείαν, καὶ πᾶσαν εὐπραγίαν, Θεοδώρα ἐξαίτησαι, τοῖς τῷ σεπτῷ σου ναῷ, πιστῶς προσερχομένοις.

Γεωργεῖν μετανοίας, τοὺς καρποὺς Θεοδώρα ἡμᾶς ἐνίσχυσον, καὶ πάσης ἁμαρτίας, ἐκφεύγειν τὰς αἰτίας, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Εὐωδία Κυρίου, Θεοδώρα ἐγένου τῇ πολιτείᾳ σου, καὶ μῦρον πανευῶδες, ἠξίωσαι βλυστάνειν, ἐκ τῆς θείας εἰκόνος σου, τὴν δυσωδίαν παθῶν, ἀεὶ ἀποδιῶκον.

Θεοτοκίον.

Ῥυπωθεὶς τῇ κακίᾳ, τῇ θερμῇ Σου πρεσβείᾳ προσῆλθον κράχων Σοι· ἐκκάθαρόν με Κόρη, ἐκ πάσης ἁμαρτίας, ἵνα πίστει δοξάζω Σου, τὰ μεγαλεῖα ἀεί, ὑπερδεδοξασμένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἀπὸ παντοίων, ἐπερχομένων κινδύνων, τὴν ζωὴν ἡμῶν ἀπήμαντον συντήρει, ἴνα σε τιμῶμεν, Ὁσία Θεοδώρα.

Σκέπε ἀπαύστως, τὴν σὴν Μονὴν Θεοδώρα, καὶ τοῖς σπεύδουσιν ἐν ταύτῃ ἀεὶ δίδου, τῆς σῆς εὐλογίας, τὰς δωρεὰς τὰς θείας.

Ἴασαι Μῆτερ, τοὺς ἐν ὀδύναις καὶ πόνοις, πικρῶς στένοντας καὶ κατατρυχομένους, ὡς πλουσίαν χάριν, παρὰ Χριστοῦ λαβοῦσα.

Θεοτοκίον.

Μήτηρ ἐγένου, ἐν παρθενίᾳ τεκοῦσα, τὸν Δεσπόζοντα τῶν ὅλων ὑπὲρ φύσιν, μόνη Θεοτόκε, Παρθένε Παναγία.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Οἱ πίστει προσιόντες, τῷ σεπτῷ ναῷ σου, τῶν αἰτημάτων τὴν λύσιν κομίζονται, καὶ τὴν σὴν χάριν Ὁσία πᾶσι κηρύττουσιν.

Ὑδάτων ἀπωλείας, ῥῦσαι ἡμᾶς Μῆτερ, καὶ τῆς ἀφέσεως νᾶμα ἐπόμβρησον, παρὰ Θεοῦ Θεοδώρα τοῖς σε γεραίρουσιν.

Ὑφέρποντα δολίως, καθ’ ἡμῶν Ὁσία, τὸν πολυμήχανον δράκοντα σύντριψον, καὶ ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Θεοτοκίον.

Ὑψίστου ὤφθης θρόνος, Τοῦτον ἐν ἀγκάλαις, οἷάπερ βρέφος Παρθένε βαστάζουσα· ᾯ μητρικαῖς Σου πρεσβείαις κἀμὲ προσάγαγε.

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Κλῆσιν τὴν ἁγίαν βίῳ λαμπρῷ, Μῆτερ Θεοδώρα, βεβαιοῦσα ὡς ἀληθῶς, θείων δωρημάτων, ταμεῖον ἀνεδείχθης, καὶ ἅπασι παρέχεις, χάριν θεόσδοτον.

Τοῦ Κυρίου ἄρασα τὸν ζυγόν, Μῆτερ Θεοδώρα, ἠγωνίσω ἀσκητικῶς, καὶ τοῦ Παρακλήτου, τὴν ἔλλαμψιν δεχθεῖσα, παθῶν ἀποδιώκεις, πᾶσαν σκοτόμαιναν.

Μύρον ἀναβλύσασα θαυμαστῶς, εἰκών σου ἡ θεία, πᾶσιν ἔδειξεν ἐμφανῶς, Μῆτερ Θεοδώρα, ἣν ἔσχες πρὸς τὸν Κτίστιν, μεγίστην παῤῥησίαν, ἀξιοθαύμαστε.

Νόσους θεραπεύεις παντοδαπάς, καὶ δαιμόνων λύεις, ἐπηρείας καὶ συστροφάς, καὶ τῆς τούτων βλάβης λυτροῦσαι Θεοδώρα, τοὺς πίστει προσιόντας, ἐν τοῖς λειψάνοις σου

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς προσπίπτοντας πιστῶς, Μῆτερ Θεοδώρα Ὁσία ἀξιοθαύμαστε, τοῖς σεπτοῖς λειψάνοις σου καὶ τῇ εἰκόνι σου, ἀνωτέρους διάσωζε, ἐκ πάσης ἀνάγκης, παύουσα τὸν καύσωνα, παθῶν καὶ θλίψεων, δρόσῳ τῆς θερμῆς σου πρεσβείας, καὶ πταισμάτων ἄφεσιν αἴτει, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου