Κυριακή 24 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 15. ΑΓΙΟΣ ΒΗΣΣΑΡΙΩΝ ΛΑΡΙΣΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΕ!!
ΒΗΣΣΑΡΙΩΝ ΛΑΡΙΣΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀρχιερέων οἱ δήμοι Ὁσίων τάγματα, εἰς ἓν συναθροισθέντες, εὐφημήσωμεν πόθῳ, θείοις ἐγκωμίοις τὸν ἱερόν, καὶ σεπτὸν Βησσαρίωνα, τὸν τῆς Λαρίσης ποιμένα καὶ τοῦ παντός, πρέσβυν κόσμου δυνατώτατον.

Ἐν προσευχῇ ἀεννάῳ ὅλον ἐπτέρωσας, τὸ νοερόν σου Πάτερ, τὴν δὲ ἐπιθυμίαν, ἐμάρανας νηστείᾳ διηνεκεῖ, τῇ ἀγαπῃ δὲ ἔσβεσας, τὸ θυμικὸν διὸ οἶκος τοῦ παντουργοῦ, ἀνεδείχθης θείου Πνεύματος.

Τὴν περιώνυμον ταύτην Μονὴν ἀνήγειρας, τρισμάκαρ Βησσαρίων, τοῦ Κυρίου εἰς δόξαν, καὶ πλήθη συναθροίσας τῶν μοναχῶν, ἐν αὐτῇ ἱερώτατε, κοινοῦ τε βίου καὶ πόνων ἀσκητικῶν, φροντιστήριον ἀνέδειξας.

Δεῦτε προσπτύξασθε πάντες οἱ νόσους ἔχοντες, τὴν σεβασμίαν κάραν, Βησσαρίωνος πόθῳ, βρύει γὰρ ἰάσεις παντοδαπάς, τοῖς ἐν πίστει προσψαύουσι, καὶ τὰ τοῦ σώματος πάθη καὶ τῆς ψυχῆς, θεραπεύει θείᾳ χάριτι.

Δόξα. Ἦχος δ΄.
Ἐν νεότητος σαυτὸν πάσης ὑλικῆς προσπαθείας ἐκκαθάρας, Βησσαρίων μακάριε, τῶν ἀρετῶν ἔπλεξας τὴν ὄντως χρυσῆν σειράν, καὶ παρὰ τοῖς πολλοῖς ἄπλοκον. Ἀποταγὴν γὰρ πρῶτον τῶν πάντων ποιησάμενος, ἐκ ταύτης ὑποταγὴν τελείαν ἐπλούτησας, ἐκ τῆς ὑποταγῆς τὴν πραότητα, ἐκ τῆς πραότητος τὴν ταπείνωσιν, ἐκ τῆς ταπεινώσεως τὸν φωτισμόν, ἐκ τοῦ φωτισμοῦ τὴν διακρίσιν, ἐκ τῆς διακρίσεως τὴν διόρασιν, ἐκ τῆς διοράσεως τὴν προόρασιν, καὶ τὴν τελείαν ἀγάπην πρὸς τὸν Θεὸν καὶ τὸν ἔγγιστα· δι’ ὧν ἔσοπτρον ἀκηλίδωτον ἐγένου τῆς θείας χάριτος, πάσης καθαρεῦον γηΐνης ἐμφανίσεως. Ἀλλὰ μεταδὸς καὶ ἡμῖν τῶν ἀρετῶν σου τρισμάκαρ, τοῖς ἐκ πόθου τελοῦσι τὴν θείαν μνήμην σου.



Καὶ νῦν. Τοῦ Σταυροῦ.
Τοῦ τιμίου Σταυροῦ Χριστὲ τὴν ἐνέργειαν, προδιατυπώσας Μωϋσῆς, ἐτροπώσατο τὸν ἐναντίον Ἀμαλήκ, ἐν τῇ ἐρήμῳ Σινᾷ· ὅτε γὰρ ἐφήπλου τὰς χεῖρας, Σταυροῦ τόν τύπον ποιῶν, ἐνίσχυεν ὁ λαός· νυνὶ τῶν πραγμάτων ἡ ἔκβασις εἰς ἡμᾶς πεπλήρωται. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ δαίμονες φυγαδεύονται. Σήμερον ἡ κτίσις πᾶσα ἐκ τῆς φθορᾶς ἠλευθέρωται· πάντα γὰρ διὰ Σταυροῦ, ἐπέλαμψεν ἡμῖν τὰ χαρίσματα· διὸ γηθόμενοι πάντες, προσπίπτομέν σοι, λέγοντες· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε δόξα σοι.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἅρμα τῆς παντουργοῦ, χάριτος ἀνεδείχθης, ἱερὲ Βησσαρίων, καὶ οἶκος τῆς Τριάδος, Πατρὸς Υἱοῦ καὶ Πνεύματος.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἐπλήσθη ἀληθῶς, δρόσου θείων χαρίτων, ἡ κάρα σου τρισμάκαρ, κατὰ τὸ γεγραμμένον· δι’ ὃ καὶ βλύζει θαύματα.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ἐν γῇ καὶ οὐρανῷ, Χριστὸς ἐδόξασέ σε, Βησσαρίων θεόφρον, ὡς ἔργοις τε καὶ λόγοις, αὐτὸν πρῶτον δοξάσαντα.

Δόξα. Ἦχος α΄.
Πάτερ Βησσαρίων, ἀρχιερεῦ τοῦ Χριστοῦ ὅσιε καὶ ἄκακε, σὺ τὸν Θεὸν ὁλοκαρδίως ἀγαπήσας, τὰς ἐντολὰς Αὐτοῦ πάσας ἀμέμπτως ἐφύλαξας. Ἀγαπήσας δὲ καὶ τὸν πλησίον ὡς σεαυτόν, τὸν ἔλεον πᾶσι τοῖς δεομένοις ἀφθόνως διένειμας. Καὶ τῆς μὲν πρὸς Θεὸν ἀγάπης δεῖγμα μετὰ θάνατον τῷ βίῳ κατέλιπες τὴν περίφημον ταύτης Μονήν, ἣν εἰς δόξαν Χριστοῦ ᾠκοδόμησας· τῆς δὲ πρὸς τὸν πλησίον, τὴν θαυμαστήν σου γέφυραν, δι’ ἧς τῆς πνιγμονῆς τῶν ὑδάτων τοὺς ἀδελφοὺς διασώζεις. Καὶ διὰ τῶν δύο πρώτων καὶ μεγίστων ἐντολῶν, ὅλου τοῦ νόμου καὶ τῶν Προφητῶν πληρωτὴς ἀναδέδειξαι. Καὶ νῦν μεταστὰς πρὸς Ὃν ἠγάπησας Θεόν, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ὑπὸ σοῦ ἀγαπωμένων, καὶ ἀνταγαπώντων σε Ἅγιε.

Καὶ νῦν. Τοῦ Σταυροῦ.
Προτυπῶν τὸν Σταυρόν σου Χριστέ, ὁ πατριάρχης Ἰακώβ, τοῖς ἐγγόνοις τὴν εὐλογίαν χαριζόμενος, ἐπὶ ταῖς κάραις ἐναλλὰξ τὰς χεῖρας ἐπέθηκε· τοῦτον δὲ Σωτήρ ἡμεῖς, σήμερον ἀνυψοῦντες κραυγάζομεν· Δώρησαι τῷ φιλοχρίστῳ Βασιλεῖ τὸ νῖκος, ὡς Κωνσταντίνῳ τὸ τρόπαιον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ήχος πλ. δ’.
Ἐν σοὶ Πάτερ ἀκριβῶς, ἐτηρήθη τὸ κατ’ εἰκόνα· ἐκ παιδὸς γὰρ ἀνετέθης Θεῷ, καὶ πράξει ἐναρέτου ζωῆς, θεαρέστου ἐδίδασκες· ὅθεν θαυμάτων χάριν πεπλουτηκώς, τῇ πανσέπτῳ σου κάρᾳ, λοιμὸν πανώλη ἐλαύνεις, ἱεράρχα Βησσαρίων μακάριε, καὶ ὑπὲρ πάντων πρεσβεύεις τῷ Κυρίῳ ἑκάστοτε.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος α΄.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Ἀπόλυσις.





























ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τοῦ Σταυροῦ. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
Σταυρὸς ἀνυψούμενος, τοῦ ἐν αὐτῷ ὑψωθέντος, τὸ πάθος τὸ ἄχραντον, ἀνυμνεῖν προτρέπεται κτίσιν ἅπασαν· ἐν αὐτῷ κτεὶνας γάρ, τὸν ἡμᾶς κτείναντα, νεκρωθέντας ἀνεζώωσε, καὶ κατεκάλλυνε, καὶ εἰς οὐρανοὺς πολιτεύεσθαι, ἠξίωσεν ὡς εὔσπλαγχνος, δι᾿ ὑπερβολὴν ἀγαθότητος· ὅθεν γεγηθότες, ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ, καὶ τὴν αὐτοῦ μεγαλύνωμεν, ἄκραν συγκατάβασιν.

Μωσῆς προετύπου σε, χεῖρας ἐκτείνας εἰς ὕψος, καὶ κατατροπούμενος, Ἀμαλὴκ τὸν τύραννον, Σταυρὲ τίμιε, τῶν πιστῶν καύχημα, Ἀθλητῶν στήριγμα, Ἀποστόλων ἐγκαλλώπισμα, Δικαίων πρόμαχε, πάντων τῶν Ὁσίων διάσωσμα· διὸ σε ἀνυψούμενον, βλέπουσα ἡ κτίσις εὐφραίνεται, καὶ πανηγυρίζει, δοξάζουσα Χριστὸν τὸν διὰ σοῦ, τὰ διεστῶτα συνάψαντα, ἄκρᾳ ἀγαθότητι.

Σταυρὲ πανσεβάσμιε, ὃν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι, σήμερον ὑψούμενος, θείῳ νεύματι, ἀνυψοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας καὶ εἰς θάνατον, κατολισθήσαντας· ὅθεν σε καρδίᾳ καὶ χείλεσι, πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα· Ὑψοῦτε βοῶντες, Χριστὸν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσατε, θεῖον ὑποπόδιον.

Καὶ γ΄ τοῦ Ἁγίου. Ἦχος δ΄. Πανεύφημοι Μάρτυρες.
Θεῷ Παντοκράτορι σαυτόν, ὅλον ἀνατέθεικας ἀπὸ νεότητος Ἅγιε, καὶ χρίσμα ἅγιον ἱερῶς ἐδέξω, λαὸς προηγούμενος, καὶ ποίμνης εὐσεβοῦς προϊστάμενος· καὶ νῦν ἐσκήνωσας πρὸς τὴν μάνδραν τὴν οὐράνιον, Βησσαρίων ἱεράρχα ὅσιε.

Ἱεραρχικώτος ποιμὴν τῶν πιστῶν γενόμενος, πολλῶν καρδίας ἐφώτισας, χρίων ἐν Πνεύματι ἱερεῖς παμμάκαρ, λειτουργῶν ὡς Ἄγγελος Κυρίῳ ἀληθῶς παντοκράτορι· Ὃν ἱερώτατε, καταπέμψαι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην σοφὲ ἐκδυσώπησον.

Ἡ πάνσεπτος κάρα σου ἡμῖν, Βησσαρίων Ἅγιε, οἷάπερ κρήνη τὰ θαύματα πηγάζει πάντοτε, πάθη τε δυσώδη ψυχῆς καὶ τοῦ σώματος, ἐκπλύνει καὶ καθαίρει τῇ χάριτι Χριστοῦ, Οὗ γέγονας μιμητὴς εἰλικρινέστατος· Ὃν δυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Δόξα. Ἦχος πλ. β΄.
Βησσαρίων πατὴρ ἡμῶν, σὺ και λόγοις καὶ ἔργοις διδάσκαλος γενόμενος σωτήριος ἡμῖν, ἐδίδαξας ἡμᾶς, καὶ πρὸς φῶς ὡδήγησας Χριστοῦ τῶν ἐντολῶν· διὸ καὶ Ὃν ἐπόθεις Ἰησοῦν μεταστάς, μὴ εἰς τέλος ἐάσῃς ἡμᾶς ὀρφανούς, ἀλλὰ συμπαρὼν ἡμῖν ἀεὶ τῷ πνεύματι Ἅγιε, καὶ διδάσκων ἀοράτως, καὶ καθοδηγῶν ἡμᾶς πρὸς τὰς ὁδοὺς τῶν ἀρετῶν, ἀξίους τῶν ἐπουρανίων ἀνάδειξον μονῶν, ἵνα, ἐν τῇ τῆς τοῦ Χριστοῦ σου ἐμφανείας ἡμέρᾳ, σὺ μὲν χαίρων κραυγάζῃς πρὸς Αὐτόν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι δέδωκας ὁ Θεός· ἡμεῖς δὲ πάλιν βοῶμεν· Οὗτος Κύριε, ὁδηγὸς τῆς ἡμῶν σωτηρίας, ὁ φιλόστοργος πατήρ, ὃν δέδωκας ἡμῖν, ὁ ἰατρὸς τῶν ἡμετέρων ψυχῶν· μεθ’ οὗ καὶ νῦν ἀξίωσον ἡμᾶς αὐλίζεσθαι, Δέσποτα, ἐν ταῖς ἀειφώτοις σου σκηναῖς, καὶ σὲ δοξολογεῖν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ σου Πνεύματι.

Καὶ νῦν. Τοῦ Σταυροῦ.
Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

Εἴσοδος
Προκείμενον. Ἦχος βαρύς: Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν, ἐποίησεν.
Στίχ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου...
Στίχ. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν...
Στίχ. Τί σοι ἐστὶ θάλασσα ὅτι ἔφυγες...
















Γενέσως τὸ Ἀνάγνωσμα.
Ὤφθη τῷ Ἀβραὰμ ὁ Θεὸς πρὸς τῇ δρυΐ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἰστήκεισαν ἐπάνω αὐτοῦ, καὶ ἰδὼν αὐτούς, προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου, ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύσατε ὑπὸ τὸ δένδρον· καὶ λήψομαι ἄρτον καὶ φάγεσθε· καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Καὶ εἶπον· Οὕτω ποίησον, καθὼς εἴρηκας. Καὶ ἔσπευσε Ἀβραὰμ ἐπὶ τῆς σκηνῆς πρὸς τὴν Σάῤῥαν, καὶ εἶπεν αὐτῇ· Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως, καὶ ποίησον ἐγκρυφίας· καὶ εἰς τὰ βόας ἔδραμεν Ἀβραάμ, καὶ ἔλαβεν ἁπαλὸν μοσχάριον καὶ καλόν, καὶ ἔδωκε τῷ παιδί, καὶ ἐτάχυνε τοῦ ποιῆσαι αὐτό· ἔλαβε δὲ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησε, καὶ παρέθηκεν αὐτοῖς, καὶ ἔφαγον· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον. Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες, κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας. Ἀβραὰμ δὲ συνεπορεύετο μετ’ αὐτῶν, συμπροπέμπων αὐτούς. Ὁ δὲ Κύριος εἶπε· Μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶν. Ἀβραὰμ δὲ γενόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς· ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτόν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβραὰμ πάντα ὅσα ἐλάλησε πρὸς αὐτόν.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σῇ καρδίᾳ· μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς, καὶ εἰρήνην προσθήσουσί σοι. Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε· ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ· γράψον αὐτὰς ἐπὶ πλακὸς καρδίας σου, καὶ εὑρήσεις χάριν. Καὶ προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων· ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ ἐπὶ Θεῷ. Ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου· ἐν πάσαις ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου. Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ. Φβοῦ δὲ τὸν Θεόν, καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ· τότε ἴασις ἔσται τῷ σώματί σου, καὶ ἐπιμέλεια ἐν τοῖς ὀστέοις σου. Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, ἵνα πιμπλῶνται τὰ ταμεῖά σου πλησμονῆς σίτου, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν. Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται. Μακάριος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς· τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οῦκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστί· μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς ἐκπορεύεται δικαιοσύνη. Νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ. Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει· ἐν αἰσθήσει αὐτοῦ ἄβυσσοι ἐῤῥάγησαν, νέφη δὲ ἐῤῥύη δρόσῳ. Υἱέ, μὴ παραῤῥυῇ, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζήσῃ ἡ ψυχή σου, ἐῖμέλεια τοῖς σοῖς ὀστέοις, ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ, πάσας τὰς ὁδούς σου· ὁ δὲ ποῦς σου οὐ μὴ προσκόψῃ. Ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ· ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ, πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ σαλευθῇς. Μὴ ἀπόσχη εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ὰν ἔχῃ, ἡ χείρ σου βοηθεῖν· μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τὶ τέξεται ἡ ἐπιοῦσα. Μὴ τεκτήνῃ ἐπὶ σὸν φίλον κακά, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, ἵνα μήτι εἰς σὲ ἐργάσηται κακόν. Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν. Ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδριάζει. Κατάρα Θεοῦ ἐν οἴκοις ἀσεβῶν Ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  








Λιτή. Ἦχος α΄.
Πιστεύσας τῷ τῶν ὅλων Δεσπότῃ, δοῦλος εὐγνώμων τούτου γέγονας, τῷ τούτου φόβῳ στοιχεωθείς· Φοβηθεὶς δέ, εἰς ἄκραν ταπείνωσιν ἔφθασας· ταπεινωθεὶς δέ, ἐπραΰνθης, τὴν τῶν παρὰ φύσιν κινημάτων ἀνενέργητον ἕξιν λαβών, θυμοῦ καὶ ἐπιθυμίας· πραϋνθεὶς δέ, τὰς ἐντολὰς ἐτήρησας· ταύτας δὲ τηρήσας, ἐκαθάρθης· καθαρθεὶς δέ, ἐνελάμφθης· ἐλλαμφθεὶς δέ, ἀκούεις παρὰ Χριτοῦ· Οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ φίλος· δεῦρο σὺν ἐμοὶ ἐν τῷ ταμείῳ τῆς ἄνω κλήσεως.

Ἦχος δ΄.
Ὡς καλὸς ἱεράρχης, καὶ τῆς εὐσεβείας διδάσκαλος, τῇ δραστικῇ δυνάμει τῶν θεοφθόγγων ῥημάτων σου, πολλοὺς πεπλανημένους εἵλκυσας εἰς τὴν ὁδὸν τῆς ἀληθείας. Καὶ ἀγλάϊσμα ἀρχιερέων ἀναδειχθείς, τοὺς μετὰ σὲ τῇ πολιτείᾳ σου ἔπειθες, τοῖς τοῦ Κυρίου βαίνειν ἴχνεσιν. Ἀλλὰ καὶ μοναζόντων γενόμενος ὁδηγός, καὶ κανὼν ἀκριβέστατος, πρῶτος αὐτὸς ἀρετὴν πᾶσαν ἐπιδέδειξαι. Διὸ ἀπαύστως ἐν οὐρανοῖς τοῖς Ἀγγέλοις συγχορεύων, ἱκετηρίαν ποιοῦ ὑπὲρ ἡμῶν πρὸς Κύριον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν, τῶν μετὰ πόθου ἑορταζόντων τὴν πανσεβάσμιον μνήμην σου.

Ἦχος πλ. β΄.
Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ! Εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, Βησσαρίων μακαριώτατε!  Σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν, οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέῳκται· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν Πάτερ ἁγιώτατε.

Ὁ αὐτός.
Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπων, καὶ οἰκονόμε τῶν αὐτοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, στήλη τε ἔμψυχε, καὶ ἔμπνους εἰκών, ὡς θεῖον θησαυρὸν τὴν πάνσεπτον κάραν σου ἡ τῶν Λαρισσαίων Ἐκκλησία ἀγαμένη προσήκατο, καὶ σὲ πρεσβευτὴν θερμὸν πρὸς Κύριον προβάλλεται.

αὐτός.
Ὅσιε τρισμάκαρ ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ ἀρχιποίμενος Χριστοῦ μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Αὐτὸς καὶ νῦν, πανεύφημε Βησσαρίων Πατὴρ ἡμῶν, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.




Ἦχος πλ. δ΄.
Τοῦ μεγάλου Ἀρχιερέως μιμητής, Βησσαρίων γενόμενος, χρίσματι ἀγαλλιάσεως τετέλεσαι ὅσιε. Καὶ εὐωδία τούτου γενόμενος, κατ’ ἴχνος ἠκολούθησας, ἐλαίῳ συμπαθείας φαιδρύνας τὴν λαμπάδα σου· ὅθεν σὺν αὐτῷ νῦν εὐφραίνῃ εὐωχούμενος, μετὰ πάντων τῶν Ἁγίων. Μεθ’ ὧν αἰτῶν μὴ διαλίπῃς, συναπολαῦσαι καὶ ἡμᾶς τῆς θείας Βασιλείας, τοὺς εἰλικρινῶς αἰτουμένους σε, καὶ ἐτησίως ἑορτάζοντας τὴν μνήμην σου.

Δόξα. Ἦχος πλ. δ΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, καὶ ψάλλομεν γηθόμενοι, εὐσήμως πανηγυρίζοντες ἐπὶ τῇ μνήμῃ τοῦ ἱεράρχου καὶ θεοφόρου πατρός. Βασιλεὶς καὶ ἄρχοντες συγκροτείωσαν, καὶ τὸν παιδιόθεν Χριστοῦ ἀναδειχθέντα ὀτρηρὸν θεράποντα ἐν τῷ τούτου ἀμπελῶνι, μέχρις ἐσχάτης ἐκδημίας, ἀνυμνείτωσαν· ποιμένες καὶ διδάσκαλοι, τὸν τοῦ καλοῦ ποιμένος ἀκόλουθον ποιμένα, συνδραμόντες ἐπαινείτωσαν· αἱ παρθένοι τὸν φροντιστήν, ἡ συζυγία τὸν ζυγόν, οἱ τῆς ἐρημίας τὸν πτερωτήν, οἱ μιγάδες τὸν νομοθέτην, ἡ νεότης τὴν παιδαγωγίαν, ἡ εὐπορία τὸν οἰκονόμον, τὸν ποριστὴν ἡ πενία, οἱ πάντες τὸν γενόμενον τοῖς πᾶσι τὰ πάντα, ἵνα κερδήσῃ πάντας, ἢ τοὺς πλείονας, οὕτω προσείπωμεν· Βησσαρίων θαυμάσιε, πρέσβευε τῷ Σωτῆρι, τῆς ἐφεστώσης ἀνάγκης ῥυσθῆναι τὴν ποίμνην σου ταῖς ἱκεσίαις σου.

Καὶ νῦν. Τοῦ Σταυροῦ.
Ὃν περ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε σὺν τῷ Ληστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.














Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλον ἀπὸ βρέφους σε, ἀνατεθέντα Κυρίῳ, Πατὴρ ὁ οὐράνιος, καὶ τὸ Πνεῦμα ὅσιε τὸ πανάγιον, ἱερῶς ἔχρισεν, ἀρετῶν κάλλεσι, παραδόξως καὶ ἐλάμπρυνε, καὶ ὡραιότατον, καὶ θεοειδῆ χρηματίσαντα, Ἀγγέλοις συνηρίθμησε, καὶ ἱεραρχῶν ὁμηγύρεσιν· οἷς συναγελάζων, ὡς ὄντως άληθὴς ἀρχιερεύς, ἐν παῤῥησίᾳ ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ὤφθης ἱερώτατε, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, ἐκβλαστήσας ἔνδοξε, ἀρετῶν τοὺς βότρυας κλῆμα πάγκαρπον· ἱερὰ νάματα, ἱερῶν σου λόγων, θεοσόφως προχεόμενος· ὧνπερ γενόμενοι, θείας εὐφροσύνης πληρούμεθα, καὶ μέθης ἐκλυτρούμεθα, τῆςν ἐκ τῶν παθῶν ἡμῶν πάντοτε, οἱ τὴν παναγίαν, καὶ πλήρη χαρμονῆς πνευματικῆς, μνήμην σου πόθῳ γεραίροντες, Πάτερ ἱερώτατε.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ἄστρον ὡς πολύφωτον, καταφωτίζεις τοὺς πόθῳ, μάκαρ ἱερώτατε, τὴν σεπτὴν γεραίροντας θείαν μνήμην σου· οἰκτιρμῶν πέλαγος, τοῦ ἐλέους χύσις, ὡς ὑπάρχων ἀδαπάνητος, πενήτων τε παράκλησις, καὶ τῶν ἐν κινδύνοις ἀνάψυξις, ὀρφανῶν προστάτης, χηρῶν ἐπικουρία ἀσφαλής, ἐκ τῆς μελλούσης κολάσεως, πάντας ἡμᾶς λύτρωσαι.

Δόξα. Ἦχος δ΄.
Ἁγιώτατε Πάτερ Βησσαρίων, Θεοῦ λειτουργέ, Χριστοῦ σε τῆς ἀγάπης ἐχώρησεν οὐδέν, οὐ δόξα, οὐ τρυφαὶ καὶ ἡδοναί, ἀλλ’ οὐδ’ ἀνθρώπων ἔπαινοι, ἐδέξαντό σε οὐράνιαι σκηναί, καὶ πλοῦτον ἔχεις ἐν οὐρανοῖς ἄφθαρτον, καὶ δόξαν ἀΐδιον, τρυφῆς ἀκηράτου καὶ ἡδονῆς ἐμφορούμενος, καὶ τὸν παρ’ Ἀγγέλων δεχόμενος ἔπαινον. Ἀλλὰ καὶ ἡμεῖς χρεωστικῶς ἐκτελοῦντές σου τὴν μνήμην, τύχοιμεν ταῖς πρὸς Θεὸν ἀκοιμήτοις πρεσβείαις σου Βασιλείας οὐρανῶν, ἀξιομακάριστε.

Καὶ νῦν. Τοῦ Σταυροῦ.
Κροτήσωμεν σήμερον ᾀσματικὴν πανήγυριν, καὶ φαιδρῷ τῷ προσώπῳ, καὶ τῇ γλώττῃ τρανῶς βοήσωμεν· ὁ δι᾿ ἡμᾶς Χριστέ, κρίσιν καταδεξάμενος, καὶ ἐμπτυσμοὺς καὶ μάστιγας, καὶ τὸ κόκκινον περιβαλόμενος, καὶ ἐν Σταυρῷ ἀνελθών· ὃν ἰδὼν ὁ ἥλιος καὶ ἡ σελήνη, τὸ φέγγος ἀπέκρυψαν, καὶ τῷ φόβῳ γῆ ἐσείετο, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη διχῶς· αὐτὸς καὶ νῦν δώρησαι, τὸν Σταυρόν σου τὸν τίμιον, ἡμῖν φρουρὸν καὶ φύλακα, καὶ ἐλατῆρα τῶν δαιμόνων, ἵνα πάντες προσπτυσσόμενοι, βοῶμεν αὐτῷ· Σῶσον ἡμᾶς Σταυρὲ τῇ δυνάμει σου· ἁγίασον ἡμᾶς τῇ λαμπρότητί σου, τίμιε Σταυρέ, καὶ κραταίωσον ἡμᾶς τῇ ὑψώσει σου· ὅτι φῶς ἡμῖν δεδώρησαι, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ήχος πλ. δ’.
Ἐν σοὶ Πάτερ ἀκριβῶς, ἐτηρήθη τὸ κατ’ εἰκόνα· ἐκ παιδὸς γὰρ ἀνετέθης Θεῷ, καὶ πράξει ἐναρέτου ζωῆς, θεαρέστου ἐδίδασκες· ὅθεν θαυμάτων χάριν πεπλουτηκώς, τῇ πανσέπτῳ σου κάρᾳ, λοιμὸν πανώλη ἐλαύνεις, ἱεράρχα Βησσαρίων μακάριε, καὶ ὑπὲρ πάντων πρεσβεύεις τῷ Κυρίῳ ἑκάστοτε.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος α΄.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Ἀπόλυσις.


























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν τοῦ βίου πλημμύραν διαφυγών, καὶ τῆς δόξης τοῦ κόσμου καταφρονῶν, Πάτερ ἠκολούθησας, Ὃν ἐπόθησας Κύριον, καὶ τὴν τρίβον τούτου τὴν θείαν διήνυσας, τῆς Αὐτοῦ ἀγάπης οὐδέν σε ἐχώρισεν· ὅθεν κληρονόμος, Βασιλείας ἐδείχθης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ἱεράρχα μακάριε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος
Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν Φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων· Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Ληστῇ· καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι, Μνήσθητί μου Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Εἰς τὸ ὄρος ἀνῆλθες τὸ νοητόν, καὶ τὸν γνόφον ὑπέδυς τὸν μυστικόν, τὰ βάθη τοῦ Πνεύματος, ἐμυήθης θεόσοφε, μυστικῶς ἐκτυπώσας Τριάδος τὴν ἕνωσιν, ἐν πλαξὶ σῆς καρδίας, δακτύλῳ Θεότητος· ὅθεν Βησσαρίων, Λαρισσαίων ἐδείχθης, φωστὴρ τηλαυγέστατος, καὶ διδάσκαλος ἄριστος· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν σεβάσμιον μνήμην σου.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος πλ. β'
Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθη τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ᾍδης, ἀπήμεσε τρόμῳ· ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε, Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.

Μετὰ τὸν Πολυέλον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ὡραιότητα, τῆς πολιτείας σου, καὶ τὴν λαμπρότητα, τῆς σωφροσύνης σου, τίς ἐξισχύσειεν εἰπεῖν, μακάριε Βησσαρίων; Τίς δὲ τὰ θαυμάσια, ἐκ σῆς κάρας χεόμενα, πᾶσι τοῖς προστρέχουσι, διατόρως κηρύξειε; Διὸ ἀπόρῳ γλώττῃ δοξάζομεν, τὸν δοξάσαντά σε Κύριον.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος πλ. δ'. Τὸ προσταχθέν
Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ, ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ, Σταυροῦ τὸν τύπον, ὡς τὰς χεῖρας ἐξέτεινε σταυροφανῶς Σωτήρ μου· καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς, ἀνεῖλεν, ἀνθισταμένους σοι τῷ Θεῷ· νῦν δὲ οὗτος ἐσκότισται, ἐπὶ Σταυροῦ σε ὁρῶν, θανάτου κράτος λύοντα, καὶ τὸν ᾍδην σκυλεύοντα.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον ἱεραρχικόν: Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Βησσαρίων ἱεράρχα, συμπολῖτα τῶν Ἀγγέλων, Βασιλείας κληρονόμε τοῦ Χριστοῦ, παρεστὼς τῇ Τριάδι, πρέσβευε ὑπὲρ ἡμῶν τῶν φιλτάτων σου τέκνων, χρεωστικῶς ἐκτελούντων τὴν πανίερον μνήμην σου.

Εἶτα, οἱ Κανόνες· ὁ τοῦ Σταυροῦ, καὶ τοῦ Ἁγίου β΄.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου. Παχωμίου ἱερομονάχου.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἑρυθραῖον.
πῆρξας χωρητικὸς τοῦ Πνεύματος τοῦ θείου πάνσοφε, τὸ τῆς ψυχῆς ἱστίον τοῖς αὐτοῦ ὑποτάξας ὁρμήμασι, καὶ πρὸς λιμένας ἔφθασας τοὺς ἀκυμάντους ἱερώτατε.
Μανίαν τοῦ μαμωνᾶ ἀπέσεισας, εἰδώλων σέβασμα, ἐκ σῆς ψυχῆς, καὶ ὡς καλὸς οἰκονόμος τὸ σοὶ πιστευθὲν εἰς δεομένων τράπεζαν ἐπολυπλασιάσω τὸ τάλαντον.
Ναὸς ὢν τοῦ παναγίου Πνεύματος, ταῖς ἐπιβάσεσι ταῖς ἱεραῖς λαμπόμενος, Χριστῷ ναὸν τῷ παντάνακτι ᾠκοδομήσω Ἅγιε, εἰς ὑμνῳδίαν ἀκατάπαυστον.
Θεοτοκίον.
Λόγος ὁ τοῦ Θεοῦ πανάμωμε ἐν Σοὶ ἐσκήνωσε, καὶ σαρκοφόρος ὤφθη ἐπὶ γῆς, ἀλογίας λυτρούμενος τοὺς πλανηθέντας δόγμασι καὶ συμβουλίᾳ τοῦ ἀλάστορος.

Κανὼν δεύτερος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἄνθρωπος μὲν ὁ παρ’ ἡμῶν ὑμνούμενος οὗτος οὐράνιος· ὁ δὲ αὐτοῦ βίος, ἄγγελον ἐν σώματι, τοῦτον ἡμῖν ἀνέδειξε· διὰ τοῦτο ὑμνείσθω καὶ ὡς ἐπίγειος ἄγγελος, καὶ ὡς ἐπουράνιος ἄνθρωπος.
Ποίαν ὁδὸν τῶν ἀρετῶν οὐχ ὤδευσας, ἄνθρωπε σὺ τοῦ Θεοῦ, τῶν ἀγαθῶν ἔργων, ποῖόν σε διέφυγε; Πάσης καὶ γὰρ διδάσκαλος, θεωρίας ἐγένου, καὶ θαυμαστῶν τύπον πράξων, Πάτερ Βησσαρίων τρισμέγιστε.
Ζῇς καὶ θανών, ὦ Βησσαρίων ἔνδοξε, μὴ καταλείπῃς ἡμᾶς, καὶ ζῶν λοιπὸν Πάτερ, μεθ’ ἡμῶν τῶν τέκνων σου δεῦρο στῆθι σήμερον, εὐλογῶν ἀοράτως τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, καὶ χαροποιῶν τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον.
Θεηγορεῖν με τὸ ἐν Σοὶ μυστήριον πείθει καὶ πάλιν ἁγνή, θεολογῶ τοίνυν, ἐν τῷ ψάλλειν οὕτω Σοι· χαῖρε τὸ ξένον ἄκουσμα, ἡ Παρθένος καὶ Μήτηρ, Θεὸν ἀσπόρως γὰρ ἔτεκες ἕνα ἐν δυσί, Κόρη φύσεσι.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.
Νοῦν ἔχων θεολαμπῆ, καὶ μετὰ σώματος ζηλῶν Ἅγιε, νόων σεπτῶν Τάγματα, τούτοις ἐκδημῶν συνηρίθμησαι.
Πολίτευμα ἐσχηκὼς ἐν οὐρανοῖς, ἐξ οὗ Χριστὸν Κύριον πάντες ἀπεκδεχόμεθα, τοῦτον ἐξιλέου τοῖς δούλοις σου.
νάψας σε νοητόν, τῇ Ἐκκλησίᾳ ὁ Χριστὸς ἔθηκε, λύχνον πιστοῖς, πάντοτε τούτων διανοίας φωτίζοντα.
Θεοτοκίον.
ωννύων τὴν τῶν βροτῶν, ἐξασθενήσασαν φύσιν Κύριος, ταύτην ἐκ Σοῦ πάναγνε, ἄνευ ἁμαρτίας προσέλαβε.

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Χοροβατῶν ἐν οὐρανοῖς, καὶ τῇ πανσέπτῳ Τριάδι μετὰ πάντων παρεστὼς τῶν Ἁγίων, πάντων μέμνησο ἡμῶν διὰ παντὸς ἀείμνηστε, Πάτερ πατέρων θείων, ἱεραρχῶν τε ἀγλάϊσμα.
Σὺ πάντων ὤφθης μιμητής, τῶν ἀπ’ αἰῶνος Ἁγίων, ἐκμαξάμενος αὐτῶν πάσας Πάτερ, ἀκριβῶς τὰς ἀρετάς, ὧνπερ καὶ νῦν ὁμόσκηνος ἐν οὐρανοῖς ὑπάρχεις, ὦ Βησσαρίων θεόπνευστε.
Σὺ ἀπὸ βρέφους ἱερὸς ψυχὴν ὁμοῦ τε καὶ σῶμα, καὶ ἁγνὸς ἐν ἀμφοτέροις ὑπάρχων, λειτουργὸς ὤφθης Θεοῦ· διὸ καὶ μετὰ θάνατον, ἱερατεύεις ἄνω, ὦ Βησσαρίων θεόπνευστε.
Θεοτοκίον.
Εὐρυχωρότατον Θεοῦ τοῦ ἀχωρήτου δοχεῖον, ἡ τὸ χρέος τῆς προμήτορος Εὔας ἀποδοῦσα μόνη Σύ, δίχα φθορᾶς γὰρ ἔτεκες τὸν τῶν ἁπάντων κτίστην, οὐ κατὰ φύσιν ἢ ἔκστασιν.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ὡραιότητα, τῆς πανιέρου σου, ψυχῆς ἀείμνηστε, ὁρῶντες Ἄγγελοι, ταῦτα ἐβόων ἐν τῇ σῇ ἐξόδῳ ἐν εὐφροσύνῃ· δεῦρο οὖν ἀνάβηθι, πρὸς Θεὸν Ὃν ἐπόθησας· δεῦρο εἰς αἰώνιον, Βησσαρίων πανήγυριν, λιπὼν τὰ κάτω ἄνω πορεύου, καὶ συναγάλλου τοῖς Ἀγγέλοις.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος πλ. δ'. Τὸ προσταχθὲν
Ἐν Παραδείσῳ με τὸ πρίν, ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει, ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον, ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν· Πλήρης δόξης ὁ οἶκός σου.

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.
παστράψας ἐν τῷ κόσμῳ ὡς ἑωσφόρος, οὐκ ἐν κρυπτῷ δυόμενος, ἀλλ’ ἐν ἀκρωρείᾳ πάντοτε ἱστάμενος, ὑμνεῖν πάντας Κύριον, τὸν δοξάσαντά σε ἡτοίμασας.
Στρατιώτην ἀνεδείχθης, ὦ Βησσαρίων, σὺ τοῦ Χριστοῦ, συνείδησιν ἀγαθὴν καὶ πίστιν ἔχων ἐν καρδίᾳ σου· διὸ καὶ ἠγώνισαι τὸν καλὸν ἀγῶνα μακάριε.
Κεχρισμένος ἀνεδείχθης ὡς ἱεράρχης, παρὰ Χριστοῦ χριόμενος ἐν τῇ Ἐκκλησίᾳ τούτου, ἣν ἐκτήσατο πλευρᾶς αὐτοῦ αἵματι, ὡς ἀρχιεράρχης καὶ πρύτανις.
Θεοτοκίον.
λωλότα με εἰς πάθη τῆς ἀτιμίας, καὶ εἰς βυθὸν ποντούμενον τὸν τῆς ἀμελείας, πάναγνε ἀνέλκυσον, ὡς Κτίστην κυήσασα τὸν τὰς ἁμαρτίας ἐξαίροντα.

Ἕτερος. Σύ μου ἰσχὺς Κύριε.
Λύχνος τοῖς σοῖς ποσί, τῳόντι γενόμενος ὁ Κυρίου νόμος, καὶ ταῖς τρίβοις σου φῶς αἱ αὐτοῦ ὄντως ἐντολαί, πρὸς ὑψηλοτάτας καὶ θαυμαστὰς ἐπανήγαγε τῶν ἀρετῶν σε, Πάτερ κορυφὰς ἐκβοῶντα· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.
Τὸν Ἠλιοὺ ἄριστα ζῆλον πραότητι Μωϋσέως μίξας, ὁ ἀοίδιμος οὗτος πατήρ, ἦν ὡς ἀληθῶς ὁ αὐτὸς Ἠλίας καὶ Μωϋσῆς, ὅτε ἔπρεπεν, ἐνθέου πλήρης ζήλου καὶ πραότητος ἅμα, Βησσαρίων καὶ πίστεως πρόμαχος.
Σὺ τῷ Χριστῷ ἐπηκολούθησας ἔνδοξε, καὶ νεκρώσας Πάτερ, τὰ σκιρτήματα τὰ τῆς σαρκός, ὤφθης ἐπὶ γηῆς ἄλλος ὡς Ἠλίας, τῷ θείῳ ζήλῳ πυρούμενος, κατὰ τῶν ἀνομούντων ἐπικείμενος μάκαρ, διδαχαῖς τῶν ἁγίων ῥημάτων σου.
Θεοτοκίον.
Ὁ πλαστουργὸς εὕρατο ἐκ τοῦ αἰῶνός Σε, ἐν κοιλάδι κρίνον καθαρώτατον, ταῖς ἀρεταῖς λάμπουσαν σεμνή, βάθει τῆς ἁγνείας, εὐρύτητι τῆς σεμνότητος, καὶ ἀνύψωσε τῷ γένει τῶν ἀνθρώπων· διό Σε ὡς Μητέρα τοῦ Κτίστου δοξάζομεν.











ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Σὺ ὕλην κοσμικήν, καὶ τὴν τύρβην ἀπέῤῥιψας σῆς Ἅγιε διανοίας, καὶ προσῆλθες Κυρίῳ, ἐν πάσῃ ὁσιότητι.
Σὺ βύσας τῆς ψυχῆς, καὶ τοῦ σώματος Ὅσιε, αἰσθήσεις τῇ ἀπαθείᾳ, ὡς καλῷ κυβερνήτῃ, τῷ πνεύματι ὑπέταξας.
Σὺ ἤρθης ἱερῶς, ὡς ἐλαία κατάκαρπος, ὡς φοῖνιξ καὶ ὡσεὶ κέδρος τοῦ Θεοῦ ἐξανθήσας, καὶ πάντας εὐωδίασας.
Θεοτοκίον.
Σὲ  μόνην καθαρὰν εὑρηκὼς ὁ ὑπέρθεος, ἐν μήτρᾳ Σου σωματοῦται ἀπαθῶς καὶ ἀῤῥεύστως ἁγνή, ὁ παντοδύναμος.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Μυστικῶν ἀρωμάτων, Βησσαρίων ἔνδοξε, σκεῦος γενόμενος, τὰ γὰρ ἐκ τοῦ θείου καὶ ἁγίου σου στόματος ῥήματα, ὑπὲρ πᾶσαν ἦσαν μύρων ὀσμὴν παντοίων Πάτερ, τῶν πιστῶν τὰς αἰσθήσεις ἐπεύφρανας.
Σὺ καὶ λόγοις καὶ ἔργοις, τὸν Θεὸν ἐδόξασας θεομακάριστε· διὰ τοῦτο δόξης παρ’ αὐτοῦ αἰωνίου τετύχηκας· ἀλλ’ οἰκῶν, ὦ Πάτερ, τοὺς οὐρανούς, μὴ ἐπιλάθῃ τῶν ἐν γῇ ἐκτελούντων τὴν μνήμην σου.
Ἀοράτῳ δυνάμει Πάτερ, δυναμούμενος τοῦ θείου Πνεύματος, ἐπὶ γῆς ἐφάνης ὡς ἀσώματος ἄλλος ἀοίδιμε, τῷ γὰρ θείῳ πόθῳ τοῦ Λυτρωτοῦ, σαυρὸν ἑνώσας, ἱεράρχης ἐδείχθης πανάριστος.
Θεοτοκίον.
Φεῦ, καινότερον Κόρη, τοῦ ἀσπόρου τόκου Σου οὔποτε γέγονεν· οὐδὲ ἀπ’ αἰῶνος φρικωδέστερον ὤφθη μυστήριον, τοῦ ἐν Σοὶ Παρθένε· βαβαὶ τοῦ ὕψους καὶ τοῦ βάθους τῶν ἀῤῥήτων καὶ ξένων θαυμάτων Σου!


















ᾨδὴ στ΄. Θύσω σοι μετὰ φωνῆς.
Σώφρονι συλλογισμῷ χρησάμενος Ὅσιε, ἐν ταῖς πενήτων κοιλάσιν ἐσκορπίσω πλοῦτον· διὸ θερίζεις εὐφροσύνην, ἐπαπολαύων πόνων τὰ ἔπαθλα.
νω σοι πρὸς οὐρανὸν ἡτοίμασται γέφυρα, μισθὸς τῷ ἐν Ἀχελώῳ, τοῖς δεινῶς προτέρῳ τοῦτον περῶσι, τοῦ ῥαδίως νῦν διαβαίνειν, πήξαντι γέφυραν.
ύστην σε τῶν αἰχμαλώτων Πάτερ γινώσκομεν, καὶ ἐν εἱρκτῇ κεκλεισμένων, καὶ ἐν θλίψει πάσῃ κεκακωμένων καὶ ἀνάγκῃ· διὸ ἡμᾶς κακώσεως λύτρωσαι.
 Θεοτοκίον.
θυνον πρὸς σωτηρίους ὅρμους με Δέσποινα, τῶν λογισμῶν καταιγίδι, καὶ παθῶν τῇ θλίψει ἀπεγνωσμένον, ἡ Σωτῆρα τῶν Σὲ τιμώντων ἀποκυήσασα.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Ἱεραρχῶν καλλονή, καὶ θεῖον χαίροις ἀγλάϊσμα, Πατέρων ὄντως ὀφθείς, Βησσαρίων ἥδυσμα· ναὶ χαίροις ἀοίδιμε, Ἱεράρχα χαίροις, ὁ κανὼν πάσης εὐθύτητος.
Καινοφανῶν ἀρετῶν, δημιουργὸς ὢν ὁ μέγιστος, ἀρχιερεὺς ἀληθῶς, Βησσαρίων ἔνθεος, ταχίστην ἀνάβασιν, δι’ αὐτῶν ποιεῖται, πρὸς Θεὸν ὄντως τὴν φέρουσαν.
Διδασκαλίαις ταῖς σαῖς, ἡμεῖς ὦ Πάτερ ἑπόμενοι, ὡς ἐπὶ γῆς μετὰ σοῦ, καὶ ἄνω τὴν οἴκησιν, ὀφθείημεν ἔχοντες, οὐρανοπολῖτα, Βησσαρίων ἱερώτατε.

Θεοτοκίον.
Ἀῤῥήτου χαῖρε Θεοῦ, μεγαλουργίας διάκονος, ὀφθεῖσα Κόρη ἁγνή, πᾶσαν τῷ τόκῳ Σου, τὴν φύσιν θεώσασα, τῶν βροτῶν Παρθένε, τὸν Θεὸν βροτὸν γὰρ ἔτεκες.













Κοντάκιον. Ἦχος δ΄. Τῇ ὑπερμάχῳ.
Τῷ ἰσαγγέλῳ ἱεράρχῃ Βησσαρίωνι, τὰ ὑμνητήρια συμφώνως ἀναμέλψωμεν· ἀπαστράπτει γὰρ τοῖς θαύμασιν ἐν τῷ κόσμῳ, καὶ λοιμοῦ ἀποδιώκει τὴν σκοτόμαιναν, καταπέμπων οὐρανόθεν δρόσον ῥώσεως, τοῖς κραυγάζουσι· χαίροις Πάτερ θεσπέσιε.
Ὁ Οἶκος.
Ἄγγελοι καθορῶντες, τὴν ἁγίαν ψυχήν σου, ἐκ γῆς ἀνερχομένην, ὦ Πάτερ, πρὸς τὰς ἐπουρανίους μονάς, ἀρετῶν ἐνθέων ἀστραπαῖς λάμπουσαν, ἐχόρευον καὶ ἔκραζον τρισόλβιε, πρὸς σὲ τοιαῦτα·
Χαῖρε, πασῶν ἀρετῶν ἐργάτα· χαῖρε, πασῶν κακιῶν διῶκτα.
Χαῖρε, σωτηρίας πολλῶν ὀφθεὶς πρόξενος· χαῖρε, ἀπωλείας πολλοὺς ὁ ῥυσάμενος.
Χαῖρε, φόβου θείου πάντοτε, πλήρης ὢν ἐν προσευχαῖς· χαῖρε, λόγου θείου πάντοτε, πλήρης ὢν ἐν διδαχαῖς.
Χαῖρε, ὅτι θρεμμάτων λογικῶν ποιμὴν ὤφθης· χαῖρε, ὅτι διώκτης νοητῶν λύκων ὤφθης.
Χαῖρε, κλεινῶν Πατέρων διάδοχε· χαῖρε, Ἁγίων πάντων συμμέτοχε.
Χαῖρε, τῶν κάτω καλὲ οἰκονόμε· χαῖρε, τῶν ἄνω Θεοῦ κληρονόμε/
Χαίροις, Πάτερ θεσπέσιε.

Συναξάριον.
Τῇ ΙΕ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Βησσαρίωνος, ἀρχιεπισκόπου Λαρίσης
Γῆθεν μεταστὰς Bησσαρίων εἰς πόλον,
Kἀκεῖ ἀρητήρ ἐστι σὺν θυηπόλοις.
Πέμπτῃ καὶ δεκάτῃ θάνε Θεσσαλίας σκοπὸς Ἑλλάδος.
Οὗτος ὀ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Βησσαρίων, ἐκ κώμης ἦν τῶν περὶ τὰ τέρματα Μακεδονίας, μᾶλλον δὲ Θεσσαλίας Μεγάλων Πυλῶν, ἐξ ὀρθοδόξων γονέων καὶ ἱερῶν γεννηθείς τε καὶ ἀνατραφείς. Γράμματα δὲ μεμαθηκώς, καὶ ἤδη που δεκαετὴς γενόμενος, ἐν ἔρωτι γενόμενος τοῦ μοναχικοῦ βίου καὶ σχήματος, τῷ ὄντι μοναχικωτάτῳ Μάρκῳ μητροπολίτῃ Λαρίσσης φοιτᾷ, καὶ συχνὸν χρόνον μετ’ αὐτοῦ διαμείνας, καὶ κανονικῶς τοὺς ἱερατικοὺς βαθμοὺς διαμείψας, ἐπίσκοπος παρ’ ἀυτοῦ Δομενίκου καὶ Ἐλασσόνος προχειρίζεται. Ἀλλ’ ὁ τῆς πόλεως δῆμος, ἔκ τινος ἔριδος, ἤ μᾶλλον εἰπεῖν οἰήσεως καὶ ἀπαιδευσίας, τοῦτον οὐ προσδέχονται· ἡ δὲ πρόφασις, ὅτι ἦν ποτε τιμηθὲν εἰς ἀρχιεπισκοπὴν τὸ τούτων πόλισμα. Διὸ καὶ ἀνοήτως προσελθόντες τῶ τότε Πατριάρχῃ χρυσολήπτῳ μᾶλλον ἤ θεολήπτῳ, ἐπίσκοπόν τινα λαμβάνουσι παρ’ αὐτοῦ, Νεόφυτον τοὔνομα, μετὰ θάνατον ἄλυτον εὑρευθέντα. Οὗτος δὲ ὁ τοῦ Χριστοῦ μιμητής, εἰς οὐδὲν τὸ πρᾶγμα θέμενος, μάλιστα δὲ καὶ λαβὴν ἡσυχίας τοῦτο δραξάμενος, προσέμενε τῷ κατὰ πνεῦμα αὐτοῦ πατρὶ Μάρκῶ, θεραπεύων κατὰ πάντα τοὺς προσμένοντας ἐν τῇ ἐκκλησίᾳ πτωχούς τε καὶ ἀσθενεῖς, ἔργῳ καὶ λόγῳ.
Οὕτως οὖν καρτερήσας ἐνιαυτοὺς τέσσαρας, τῆς τῶν Σταγῶν ἐπισκοπῆς ποιμένος χηρευσάσης, ἐξαιτεῖται παρὰ τοῦ λαοῦ εἰς τὸ ἐξάρχειν αὐτῶν ἐπιτροπικῶς. Οὗ τινος γενομένου, καὶ χρόνους προσμείνας ἕξ ἐν ἐκείνῃ τῇ ἐπισκοπῆ, πολλὰς ἐπηρείας καὶ ὑπερορίας ὑπέμεινε, διά τινος χαιρεκάκου καὶ ἀνιέρου, Δομετίου καλουμένου. Τοῦ δὲ ἱερωτάτου Μάρκου τὸν βίον ἀπολιπόντος, καὶ πρὸς τὰ ἐκεῖσε ἀπάραντος μακαρίου μονάς, ψήφῳ καὶ αἰτήσει τῶν τῆς ἐπαρχίας ἐπισκόπων, τῶν τε κληρικῶν, καὶ παντὸς τοῦ λαοῦ, διάδοχος τῶν Λαρισσαίων θρόνου παρὰ τοῦ Πατριάρχου Ἱερεμίου καθίσταται. Ἀλλά, τίς τὰς μετὰ ταῦτα θεαρέστους αὐτοῦ πράξεις ἐξαγγελεῖ; Τὰς τῶν αἱχμαλώτων ἀναῤῥύσεις, τὰς εἰς τοὺς λιμώττοντας καὶ δεομένους ἐπικουρίας καὶ χορηγίας, τὰς ἐν ποταμοῖς γεφύρας. Καὶ μαρτυρεῖ εἰσέτι τὸ τούτου ἀξιόλογον ἔργον ἐν Λευκοποτάμῳ, ὅστις ὑπὸ τῶν ἐγχωρίων Λευκοπόταμος, ἐκ Πίνδου εἰς Αἰτωλίαν κατερχόμενος, ὀνομάζεται, ὑπὸ δὲ τῶν ποιητῶν, ἀργυροδίνης Ἀχελῶος. ᾯ ἔργῳ οὐδεὶς πρὸ τούτου ἐν τοιούτῳ χωρίῳ ἐπεχείρισε, διὰ τὸ ῥαγδαῖον ἐν τοῖς ὄμβροις τοῦ ῥεύματος, καὶ τὸν στρφετόν. Ἀλλὰ καὶ τὴν νῦν ὁρωμένην περικαλλῆ μονὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, πλησίον τῆς αὐτοῦ κώμης ἐν τῶ ὄρει, αὐτὸς πρῶτος συνεστήσατο, καὶ τὰ θεμέλια ταύτης ἐπήξατο, εἰ καὶ ὑπὸ τοῦ αὐτοῦ ἀδελφιδοῦ Νεοφύτου ἀρχιερέως, καὶ ἑτέρων ἐπισκόπων τῆς αὐτῆς ἐπαρχίας, καὶ τῶν παρόντων ἀδελφῶν εἰς τὸ κρεῖττον ὕστερον μετεσκευάσθη. Εἶχε δὲ συναντιλαμβανόμενον ἐν ἅπασι καὶ τὸν ὁμαίμονα, τὸν ὁσιώτατον Ἰγνάτιον ἐπίσκοπον Καππούας καὶ Φαναρίου. Καὶ οὕτω καλῶς καὶ θεοφιλῶς τὰ κατ’ αὐτόν, καὶ τοὺς ὑπ’ αὐτὸν διαθεὶς καὶ οἰκονομήσας, καὶ πεντηκοντούτης ἐγγύς που γενόμενος, πρὸς Κύριον ἐξεδήμησεν τῷ 1541 τῇ 15 Σεπτεμβρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νικήτα τοῦ Γότθου
Φλέγῃ, Νικῆτα, καὶ γίνῃ νικηφόρος,
Ἤ μᾶλλον εἰπεῖν, πυρφόρος νικηφόρος.
Οὗτος ἐβλάστησεν ἀπὸ τὸ λαμπρότατον γένος τῶν Γότθων, τὸ ὁποῖον εὑρίσκεται πέραν ἀπὸ τὸν ποταμὸν Ἴστρον, κατὰ τοὺς χρόνους Κωνσταντίνου τοῦ Μεγάλου ἐν ἔτει τλ ΄ (330). Ἔμαθε δὲ τὴν εὐσεβῆ πίστιν παιδιόθεν ἀπὸ τὸν Ἀρχιερέα τοῦ τόπου Μακάριον. Ἐπειδὴ δὲ αὐτὸς εὐσεβῶς ὁμοῦ καὶ εὐγενῶς ἀνετράφη, διὰ τοῦτο ἐδίδασκε καὶ τοὺς ἄλλους ὁμογενεῖς του νὰ πιστεύουν καὶ ἐκεῖνοι, καὶ νὰ πολιτεύωνται ἐυσεβῶς, καὶ ἐναρέτως. Καθῶς καὶ αὐτὸς εὐσεβῶς ἐπίστευε, καὶ ἐναρέτως ἐπολιτεύετο, κήρυξ καὶ διδάσκαλος τῆς ἀληθείας εἰς ὅλους γενόμενος. Ἐπειδὴ δὲ ὁ δυσσεβὴς Ἀθηνάριχος, ὁ ἄρχων καὶ πρῶτος τοῦ ἑνὸς μέρου τοῦ γοτθικοῦ γένους ἐνικήθη πολλὰ αἰσχρῶς ἀπὸ τὸν Φρικιγέρνην, τὸν ἄρχοντα τοῦ ἄλλου μέρους τῶν Γότθων, μὲ τὴν βοήθειαν καὶ συμμαχίαν τοῦ θείου Σταυροῦ, καὶ τοῦ στρατεύματος τῶν Ῥωμαίων, τούτου ἕνεκα, ἀφ’ οὗ μετὰ πολυχρόνιον διάστημα πάλιν ἀνέλαβε καὶ ἐδυναμώθη, ἐφέρετο ὁ μιαρὸς μὲ μεγάλην μανίαν κατὰ τῶν εὐσεβῶν χριστιανῶν, καὶ ἐτιμώρει αὐτοῦς μὲ βαρβαρικὰ καὶ ἀνυπόφορα παιδευτήρια. Οὐ μόνον δὲ τοιαῦτα ἐποίει ὀ ἀλιτήριος, ἀλλὰ καὶ εἰς τοὺς ὑποτασσομένους αὐτῷ ἐπρόσταζε νὰ μιμῶνται τὴν κατὰ τῶν Χριστιανῶν ἰδηκήν του μανίαν καὶ ἀγριότητα. Ἐπειδὴ λοιπόν, ὁ τοῦ Χριστοῦ Μάρτυς Νικήτας, ηὔξανε περισσότερον τὸ κήρυγμα τοῦ Εὐαγγελίου, καὶ ἐκήρυττε τὴν τοῦ Χριστοῦ πίστιν λαμπρότερον, διὰ τοῦτο κατακρατεῖται ἀπὸ τοὺς ἄνωθεν Γότθους αἰφνιδίως ἐκεῖ ὅπου ἐδίδασκε, καὶ βιαίως ἁρπάζεται ὑπ’ αὐτῶν. Ἔπειτα, ἀναγκάζεται νὰ ἀρνηθῇ τὸν Χριστόν, καὶ ἐπειδὴ δὲν ἐπείθετο, διὰ τοῦτο ἐσύντριψαν ὅλα τὰ μέλη τοῦ σώματος του. Στομωθεὶς δὲ ἀπὸ τὴν παιδείαν ταύτην, περισσότερον ἐκήρυττε τὸν Χριστόν. Διὰ τοῦτο ἐῤῥίφθη ἐπάνω εἰς τὴν φωτίαν, καὶ κατ’ αὐτὸν τὸν τρόπον ὁ νικηφόρος ἀληθῶς τοῦ Χριστοῦ Νικήτας, ἔλαβε τοῦ μαρτυρίου τὸν ἀμάραντον στέφανον, ὁμοῦ μὲ ἄλλους πολλοὺς ὁμογενεῖς του Γότθους. Τὸ δὲ Ἅγιον αὐτοῦ λείψανον, ἀπεκαλύφθη διὰ μέσου ἑνὸς ἀστέρος, εἰς τὸν φίλον καὶ γνώριμόν του Μαριανόν, ὀ ὀποῖος μετέφερεν αὐτὸ ἀπὸ ἐκεῖ εἰς τὴν χώραν τὴν καλουμένην Μουεστηνῶν, καὶ ἐκεῖ ἐτιμήθη μὲ ναὸν μεγαλοπρεπῆ, καὶ μὲ ἄλλας τιμὰς μαρτυρικάς, ὅπου ἐνεργεῖ διάφορα θαύματα.

Ἀθλοῦσι πληθὺς εὐσεβῶν ἐν Γοτθίᾳ,
Tὴν βάρβαρον ῥίψαντες ἐκποδῶν φρένα.




Ζήσας ὁ Φιλόθεος ὡς Θεῷ φίλος.
Ζωὴν ἄληκτον εὗρε σύν Θεῷ φίλοις.
Οὗτος ἤτον ἀπὸ ἕν χωρίον καλούμενον Μύρμηξ, εὑρισκόμενον κατὰ τὸ θέμα τοῦ Ὀψικίου. Εἶχε δὲ ὄνομα ὅμοιον καὶ σύστοιχον μὲ τὸ τῆς μητρός του· καθὼς γὰρ αὐτὸς ὠνομάζετο Φιλόθεος, οὕτω καὶ ἡ μήτηρ του ὠνομάζετο Θεοφίλα. Λαβὼν δὲ γυναῖκα, καὶ γεννήσας παιδία μὲ αὐτήν, ὡς εὐλαβὴς καὶ σώφρων, ἐχειροτονήθη ἱερεύς. Ἀπό τότε λοιπὸν σχολάζων πάντοτε ὁ ἀοίδιμος εἰς νηστείας καὶ προσευχάς, ἠξιώθη νὰ λάβῃ παρὰ Θεοῦ τῶν θαυμάτων τὴν χάριν. Ὅθεν, εἰς πολλοὺς μὲν πεινασμένους παραδόξως ἐχάρισεν ἄρτον, τὸ ὕδωρ δὲ τοῦ ποταμοῦ μετέβαλεν εἰς οἶνον, καὶ πέτραν μεγάλην μετέθεσεν εἰς ἅλλον τόπον μὲ μόνον τὸν λόγον του. Καὶ ἄλλα πολλὰ θαυμάσια τοιαῦτα ἐποίησεν, ἐν ὅσῳ ἔζη εἰς τὴν παροῦσαν ζωήν. Ἀφ’ οὗ δὲ ἐκοιμήθη, καὶ ἐνεταφιάσθη εἰς μνῆμα, μετὰ παρέλευσιν ἑνὸς ἔτους μετετέθη τὸ λείψανόν του εἰς ἄλλον τόπον. Ὅταν δὲ ἔμελλον νὰ μεταθέσουν αὐτὸ δύο ἱερεῖς, ἐξέτεινεν ὁ Ἅγιος, ὡς ζῶν καὶ ὑγιὴς τὰς δύο του χεῖρας, καὶ λαβὼν τοῦς ἱερεῖς ἀπὸ τοὺς δύο ὤμου, ἠγέρθη, καὶ περιπατήσας τρία βήματα, κατετέθη εἰς τὸν τόπο ἐκεῖνον, ὅπου εὑρίσκεται μέχρι τῆς σήμερον, μύρον ἀναβλύζων ἀένναον, εἰς ἀπόδειξιν τῆς θαυμαστῆς καὶ καθαρὰς καὶ ξένης πολιτείας του.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πορφυρίου τοῦ ἀπὸ μίμων.
Βάπτισμα παῖξαι προτραπείς, παίζεις πλάνην,
Ῥύπτῃ δὲ Πορφύριε, καὶ τέμνῃ ξίφει.
Οὗτος, μῖμος ὤν κατὰ τοὺς χρόνους τοῦ παραβάτου Ἰουλιανοῦ ἐν ἔτει τξα΄ (361), ἐπροστάχθη μίαν φορὰν ἀπὸ τὸν Παραβάτην, ὅταν ἑωρτάζοντο τὰ γενέθλια αὐτοῦ νὰ μιμηθῇ καὶ νὰ περιπαίξῃ τὰ Μυστήρια τῶν Χριστιανῶν. Ὅθεν, βαπτισθεὶς εἰς τὴν κολυμβήθραν ἐφώναξε: Βαπτίζεται Πορφύριος, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Καὶ ἐξελθὼν τοῦ ὕδατος καὶ ἐνδυθεὶς ἱμάτια λευκά, καθὼς δηλαδὴ οἱ Χριστιανοὶ ποιοῦσιν ὅταν βαπτίζονται, ὡμολόγησε τὸν ἑαυτόν του Χριστιανὸν μὲ πολλὴν παῤῥησίαν, ἐπιεδὴ ἡ θεία χάρις ἐνέπνευσε εἰς αὐτὸν τὴν ὁμολογίαν του ταύτην. Ὅθεν, διὰ τοῦτο, μὲ τὸ ξίφος τὴν κεφαλὴν ἀποτέμνεται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάξιμος, ξίφει τελειοῦται.
Χριστὸν θεωρῶν σοι προτείνοντα στέφος,
Τὴν σὴν προτείνεις Μάξιμε ξίφει κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἁγίαι Δύο Μάρτυρες Κόραι, ξίφει τελειοῦνται.
Γνώμην ἔχουσαι καὶ προθυμίαν μίαν,
Κόραι δύο κλίνουσιν αὐχένας ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γερασίμου, κτήτορος τῆς Μονῆς Ἁγίας Τριάδος Σουρβίας Ζαγορᾶς Μαγνησίας
Xριστὸς γέρας σοι τῷ Γερασίμῳ ἄνω,
Kεδνὸν δέδωκε τῶν ἱδρώτων σου χάριν.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μελετίου, κτίτορος τῆς Μονῆς τοῦ Σεργίου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικήτα, ἐπισκόπου Χυτρῶν Κύπρου

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης, ο ἐκ Σφακίων Κρήτῃ, ἐν Νέᾳ Ἐφέσῳ, ἐν ἔτει 1811, τελειοῦται.

Τιμῶντες ἡμεῖς εὕρεσιν σοῦ λειψάνου,
Εὔροιμεν Ἀκάκιε τῶν κακῶν λύσιν.

Εὕρημα κοινὸν ὁ Στέφανος τῇ κτίσει,
Θεοῦ μεγίστου πρωταγωνιστὴς μέγας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
























ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ Ἀβραμιαίοι.
ς ἱεράρχης, ὡς τοῦ Χριστοῦ διάκονος πεφυκώς, πίστεως τοῖς λόγοις τρέφων τὴν σὴν ψυχήν, ἐν ἀγάπῃ καὶ ἐν πνεύματι, πιστοῖς μετέδωκας τοῦ ἐν σοὶ χαρίσματος ἱερώτατε.
Νῦν κατοπτεύεις οὐκ ἐν αἰνίγματι δόξαν τὴν θεϊκήν, οὐδ’ ὡς ἐν ἐσόπτρῳ βλέπεις τὰ μυστικά, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον ὁρᾷς τὰ ἄδυτα, εὐλογημένος κράζων, Σὺ Κύριε.
Συνεορτάζει ἡ Λαρισσαίων πόλις ἡ Θεταλλῶν, πίστει συνελθοῦσα θήκην ἐπὶ τὴν σὴν τῶν λειψάνων τὴν μυρίπνοον, σὺν τοῖς μονάζουσιν, ἐν τῷ Κυρίου, ὃν ἔπηκας.
Θεοτοκίον.
λολαμπῆ Σε καὶ φωτοφόρον θεῖον σκήνωμα, πόῤῥωθεν εἰδὼς ὁ θίασος Προφητῶν, ἐμπνεόμενοι ἐκραύγαζον· εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Ἕτερος. Θεοῦ συγκατάβασιν.
Οὐ τέθηκας Ἅγιε· Θεῷ γὰρ ζῶν τις, οὐκ ἀποθνήσκει ποτέ· διὰ τοῦτο, ὦ Πάτερ, ἡμῶν τῶν τέκνων μὴ ἐπιλάθῃ τῶν σῶν, ἀλλ’ ἱκεσίαις ταῖς σαῖς καταξίωσον, τυχεῖν καὶ πάντας ἡμᾶς τῆς αἰωνίου ζωῆς.
Σὺ σπείρας ἐν δάκρυσιν, ἐν εὐφροσύνῃ ζωῆς συνάγεις καρπούς, ἀποθήκας οὖν Πάτερ, ἐπουρανίους πληρώσας πόνων ἐκ σῶν, τρυφᾷς ἀλήκτως, καὶ ψάλλεις συμψάλλουσιν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ἀνύστακτον ἔχων σου τὸ ὄμμα, Πάτερ, διὰ παντὸς τῆς ψυχῆς, ἡνωμένος ὑπῆρχες, καὶ κάτω μένων, τῷ ἐν ὑψίστοις Θεῷ· διὸ καὶ ψάλλων ἀπαύστως ἐκραύγαζες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Θεοτοκίον.
Νοῆσαι οὐ δύνανται τὸν ξένον τρόπον τῆς Σῆς λοχείας ποτέ, οὐχ οἱ ἄνθρωποι μόνον, ἀλλ’ οὐδ’ αἱ ἄνω δυνάμεις πᾶσαι ἁγνή· βαβαὶ Παρθένε, τοῦ ὕψους τῆς δόξης Σου!  Εὐλογητὸς ὁ ἐκ Σοῦ τεχθεὶς ἀσπόρως Θεός.













ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.
να θησαυρὸν ἐν οὐρανῷ κομίσῃ ἄσυλον καὶ ἀδαπάνητον, ἐν γῇ σὸν πλοῦτον διένειμας πενομένοις ἀναπήροις τε, ὡς τῷ Κυρίῳ τὰ αὐτοῦ παρέχων Ὅσιε, εὐλογεῖτε κράζων, τὰ ἔργα τὸν Κύριον.
Πλήκτης οὐδαμῶς τ’ αἰσχροκερδής, οὐδόλως πάροινος, αὐθάδης ἥκιστα, ἀλλ’ ἐργάτης ἀνεπαίσχυντος, ἀνεπίλητος καὶ ἄμαχος, διδακτικός, ἐπιεικὴς καὶ ἀφιλάργυρος ἀνεδείχθης, τῆς Ἐκκλησίας καλῶς προϊστάμενος.
Λόγῳ σου τὸν βίον παραθείς, ἐμπρέπων ἄριστα, καὶ κατ’ ἀμφότερα, ἐφάνης δίκαιος, ὅσιος, ζυγοστάτης τε σοφώτατος, τῆς εὐσεβείας διδαχὰς πᾶσι προθέμενος, εὐλογεῖτε πάντα τὰ ἔργα, κραυγάζων, τὸν Κύριον.
Θεοτοκίον.
να τῆς Τριάδος ἐν γαστρὶ ἐδέξω πάναγνε, καὶ ἀπεκύησας· δι’ ὃ ψυχῆς ἐμὴν δύναμιν τριμερῆ, τῷ θείῳ Πνεύματι, ταῖς σαῖς πρεσβείαις, κρατερὰν πᾶσιν ἀνάδειξον τοῖς ἐχθροῖς μου, ἐπιτιθεμένοις μοι μάτην ἑκάστοτε.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
Ἐκ θησαυρῶν τοῦ Πνεύματος, καὶ αὐτὸς Πάτερ ἄνωθεν πλοῦτον εἰληφὼς παρὰ Θεοῦ ἀκένωτον, πεινώσας μὲν ἔθρεψας διὰ τοῦ θείου λόγου ψυχάς, σώματα δὲ πάλιν, τῷ λιμῷ ἐκτακέντα, πανσόφως ἀνεκτήσω, χορηγῶν καθ’ ἑκάστην, ὡς θεῖος οἰκονόμος, ἅπαν αὐτοῖς χρειῶδες.
Πάντων πατὴρ γενόμενος, Ἀβραὰμ ὤφθης δεύτερος, τοῦ Μελχισεδὲκ κατὰ τὴν τάξιν Ἅγιε, προσφέρων ἀναίμακτον ἀρχιερεῖ θυσίαν Χριστῷ, καί γε μετὰ πάντων, καὶ τοῦ θείου σου οἴκου ἐχθροὺς ὡς ἀλλοφύλους ἐκδιώκων δικαίως, τοὺς ἀποσχίζοντάς σου καὶ φθείροντας τὴν ποίμνην.
Τῆς Λαρισσαίων πόλεως, ψήφῳ θείᾳ, γενόμενος σὺ ἀρχιερεύς, ὦ Βησσαρίων ἄριστος, κανὼν ἀκριβέστατος δικαιοσύνης ὤφθης ὁμοῦ, καὶ ὑπογραμμὸς τῶν ἀρετῶν πασῶν Πάτερ, ἐπιτιμῶν, ἐλέγχων, ὡς ὁ Παύλος διδάσκει, πάντα ποιῶν, ὡς πάντας κερδήσῃς, ὡς ἐκεῖνος.
Θεοτοκίον.
Ἡ μυροθήκη Δέσποινα, ἡ τὸ μῦρον ἐκβλύζουσα τὸ ὑπερφυὲς καὶ μυστικὸν τῆς χάριτος, ὃ πᾶσαν ἐπλήρωσε τὴν οἰκουμένην θείας ὀδμῆς, ἡ φιλοτιμία ἡ κοινὴ τῶν ἀνθρώπων, Μαρία ἡ θεόπαις, σὲ ὑμνοῦσιν αἱ τάξεις Ἀγγέλων καὶ ἀνθρώπων, εἰς πάντας τοὺς αἰῶνας.







ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Κύκλος ἀρετῶν ἀνεδείχθης ἐκ διαφόρων θεομάκαρ, παρ’ ἀγωνοθέτου ἐστέφθης Χριστοῦ τὴν κάραν ἀμαραντίνῳ στέφει· διὸ καὶ ἡμῶν μέμνησο τῶν ἑορταζόντων τὴν μνήμην σου.
χων τὸν Χριστὸν ἐνοικοῦντα, θεοειδὴς ὅλος ἐδείχθης, ἐλεημοσύνην καὶ κρίσιν ὀρθῶς συνάψας ἐν σεαυτῷ ὦ μάκαρ· διὸ ἐπαγαλλόμενος, νῦν ἀπολαύεις τῆς ἀλήκτου τρυφῆς.
λεων τὸν Κύριον Πάτερ, ἀπεργασάμενος ἱκέταις, ἐν εἰρηνικῇ καταστάσει ἡμῶν τὸν βίον διακυβέρνησον, καὶ ἐπηρείας δράκοντος τῆς τοῦ νοητοῦ ἐλευθέρωσον.
Θεοτοκίον.
Νύξ μοι τῶν παθῶν ἐπανέστη, καὶ νυσταγμῷ τῆς ἀμελείας ὅλος συνεσχέθην ὁ τάλας, κακῶς διάγων ὅλον τὸν βίον μου· ἀλλ’ ἡ τὸ φῶς κυήσασα, φώτισον Κόρη τὴν καρδίαν μου.

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐμὲ τὸν ὑμνογράφον Πάτερ τὸν σόν, σὺν ἐμοὶ δὲ καὶ πάντας τοὺς ψάλλοντας, ὃν ἐκ ψυχῆς, ὕμνον σοι προσάγω τοῦτον ἐγώ, ταῖς πρὸς Θεὸν πρεσβείαις σου· ἔνθα παμμακάριστε νῦν οἰκεῖς, συνάγαγε καὶ δεῖξον υἱούς, καὶ κληρονόμους τῆς Βασιλείας, ἧσπερ ἔτυχες.
Ὧν ἔτυχες στεφάνων παρὰ Θεοῦ, καὶ γερὼν Βησσαρίων πανθαύμαστε, δὸς καὶ ἡμᾶς, διὰ πρεσβειῶν σου Πάτερ τυχεῖν, τῇ ἀοράτῳ πάντοτε, πάντας ἐπισκέψει σου συντηρῶν, ἁπάσης ἀνωτέρους, κακίας ἀοράτων, καὶ ὁρατῶν ἐχθρῶν τοὺς δούλους σου.
Ὁ ὕμνος εἰ καὶ πέρας ἔσχεν ὁ σός, ἀλλ’ ἡμῶν ὁ πρὸς σὲ πόθος Ἅγιε, διηνεκής, παῖδες φιλοπάτορες γὰρ ἡμεῖς, σὺ δὲ Πατὴρ φιλόστοργος, πάλιν ἱερώτατε πεφυκώς, ἀχώριστος τῶν τέκνων, τῶν σῶν ἡμῶν καὶ ὧδε, καὶ ἐν ἡμέρᾳ ἔσο κρίσεως.
 Θεοτοκίον.
Συμπέρασμα θεόλεκτον Προφητῶν, Ἀποστόλων Μαρτύρων τὸ κήρυγμα, τῶν Ἀσκητῶν, τύπος καθαρότητος καὶ σεπτόν, τῶν Ἀρχαγγέλων καύχημα, καὶ τῆς θεαρχίας καταγωγή, πτωχῆς ἐκ διανοίας, προσδέχου Θεοτόκε, μετ’ εὐμενείας τὸ ἐφύμνιον.










Ἐξαποστειλάριον. Ἐν πνεύματι τῷ ἱερῷ.
Πανήγυρις χαρμόσυνος καὶ ἱερὰ ἐφέστηκε, τοῦ Ἱεράρχου σήμερον ἡ πανσεβάσμιος μνήμη, ᾀσματικὴν εἰς χορείαν συγκαλοῦσα ἅπαντα τὰ στίφη τῆς Ἐκκλησίας· ὕμνοις ψαλμοῖς τε καὶ ᾠδαῖς, συναθροίσθητε φαιδρῶς, πνευματικῶς ἑορτάσαι.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν μέγα Βησσαρίωνα, Λαρίσσης τὸν ὑπέρμαχον, καὶ Θετταλίας ἁπάσης, φρουρὸν καὶ ὄντως προστάτην, Ἑλλάδος τε τὸ καύχημα, καὶ τῆς Ἠπείρου ἄκουσμα, καὶ τὸ τῆς Τρίκκης τείχισμα, ἀνευφημήσωμεν πάντες, καὶ καταστέψωμεν ὕμνοις.
Καὶ τοῦ Σταυροῦ. Ἦχος β'. Τῶν μαθητῶν ὁρώντων σε
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

Αἶνοι. Τοῦ Σταυροῦ β΄. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος
Ὢ τοῦ παραδόξου θαύματος! τὸ ζωηφόρον φυτόν, ὁ Σταυρὸς ὁ πανάγιος, εἰς ὕψος αἰρόμενος, ἐμφανίζεται σήμερον· δοξολογοῦσι πάντα τὰ πέρατα· ἐκδειματοῦνται δαίμονες ἅπαντες, ὢ οἷον δώρημα, τοῖς βροτοῖς κεχάρισται! δι᾿ οὗ Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

Ὢ τοῦ παραδόξου θαύματος! ὡς βότρυν πλήρη ζωῆς, ὁ βαστάσας τὸν ὕψιστον, ἀπὸ γῆς ὑψούμενος, Σταυρὸς ὁρᾶται σήμερον· δι᾿ οὗ πρὸς Θεὸν πάντες εἱλκύσθημεν, καὶ κατεπόθη εἰς τέλος θάνατος, Ὦ ξύλον ἄχραντον! ὑφ᾿ οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ, ἀθανάτου βρώσεως, Χριστὸν δοξάζοντες.

Καὶ τοῦ Ἁγίου β΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν. Ἦχος δ΄.
Ἱερέων ἐν χρίσματι, λαμπρυνθεὶς τὴν διάνοιαν, τοῦ Χριστοῦ τὸ ποίμνιον καθωδήγησας, ἐπὶ νομὴν τὴν σωτήριον, καὶ νῦν ἐξεδήμησας, πρὸς τὴν ἄλυπον ζωήν, πρὸς τὸ φῶς τὸ ἀνέσπερον, ἔνθα πέφυκε, τῆς τρυφῆς ὁ χειμάῤῥοὺς καὶ δικαίων, ἡ πληθὺς καὶ τῶν ὁσίων, ὦ Βησσαρίων θεόπνευστε.

Καὶ φρονήσει λαμπόμενος, καὶ τῇ πίστει κοσμούμενος, καὶ καλῶν μεθέξεσι σεμνυνόμενος, πρὸς τὸν Θεὸν ἐξεδήμησας, τὰ γέρα ληψόμενος, τῶν καμάτων σου στεῤῥέ, καὶ τῶν πόνων τὰ δράγματα· ὅθεν σήμερον, τὴν ἁγίαν σου μνήμην ἐκτελοῦμεν, τὸν Θεὸν δοξολογοῦντες, ὦ Βησσαρίων θεόπνευστε.



Δόξα. Ἦχος πλ. β΄.
Ἐν ταῖς ἀγρύπνοις σου προσευχαῖς, ἔχων ἀκλινεῖς πρὸς Θεὸν τοὺς τῆς ψυχῆς σου νοεροὺς ὀφθαλμούς, ἡγιασμένε ἀληθῶς Βησσαρίων Πατὴρ ἡμῶν, μετὰ ἀνθρώπων ἐπὶ γῆς μὲν τῷ σώματι, μετὰ Ἀγγέλων ἐν οὐρανῷ δὲ ὑπῆρχες τῷ πνεύματι. Διὰ τοῦτο νῦν καὶ ἡμεῖς ἄνθρωπον οὐράνιον, καὶ ἐπίγειόν σε ὀνομάζομεν ἄγγελον, καὶ χαίροις βοῶμεν, ὁ τὴν τῶν ἀσωμάτων πολιτείαν ἐν τῷ σῷ ἐπιδειξάμενος σώματος. Χαίροις, ὁ τὴν στενὴν καὶ τεθλιμμένην βαδίσας ὁδόν, καὶ διὰ ταύτης ἀνελθὼν εἰς τὰ πλάτη τῆς οὐρανίου ζωῆς. Ὁμόσκηνε ἀσκητῶν, ὁμότροπε Ἀποστόλων, ἱεραρχῶν συμπολῖτα, συγχορευτὰ τῶν Ἀγγέλων, κληρονόμε Βασιλείας οὐρανῶν. Ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Καὶ νῦν. Τοῦ Σταυροῦ.
Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.























ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ τοῦ Χριστοῦ ἱερομύστῃ προσδράμωμεν, οἱ ἐν νόσοις χαλεπαῖς κατακείμενοι, ἐν κατανύξει κράζοντες ἐκ βρέφου ς ψυχῆς· Ἅγιε βήθησον, Βησσαρίων θεόφρον, σπεῦσον ἐξελοῦ ἡμᾶς, τῆς δεινῆς ἀσθενείας, μὴ άποστρέψῃ ὑγείας κενούς, τοὺς προσκυνοῦντας τὴν πάνσεπτον κάραν σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Νόσος συνεχόμενος χαλεπῇ, πρὸς καταφεύγω, τὴν ὑγείαν ἐπιζητῶν, ὦ πάτερ θεόφρον Βησσαρίων, ὀξύς μοι νῦν ἰατρὸς ἐπιφάνηθι.
Πειρασμῶν κλοιοῦσί με προσβολαί, δεινῆς ἀθυμίας ἐμπιπλῶσαί μου τὴν ψυχήν, γαλήνην παράχου Βησσαρίων, τῷ τῇ θείᾳ κάρᾳ σου πίστει προστρέχοντι.
Χριστὸν τὸν Σωτῆρα Πάτερ σοφέ, δυσώπει ἀπαύστως, λυτρωθῆναί με τῶν κακῶν, σοὶ γὰρ νῦν προσφεύγω Βησσαρίων, πνεῦμ’ ἀνατείνων καὶ διάνοιαν.
Θεοτοκίον.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχὴν, ἐπισκοπης θείας καὶ προνοίας τῆς παρὰ Σοῦ, ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Σὺ ἡμῶν βοήθεια, ὦ Βησσαρίων μακάριε, σὺ ἰατρὸς παθῶν ἀνιάτων, καὶ δεινῶν ἀπολύτρωσις.
Κάρα σου ἡ πάνσεπτος, πηγάζει χύδην τὰ θαύματα, πᾶσι πιστοῖς, τοῖς προσκαλουμένοις, εἰς παθῶν ἀπολύτρωσιν.
Ξένα καὶ παράδοξα, βλύζουσι θαύματα ἔνδοξε, κάρας ἐκ σῆς, τοῖς πιστῶς αἰτοῦσι τὴν θερμήν σου ἀντίληψιν.
Θεοτοκίον.
Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου πάναγνε, τὰς προσβολὰς ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.
Διάσωσον, ἐκ νοσημάτων τοὺς δούλους σου Βησσαρίων, ὅτι πίστει μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, τὴν κάραν σου προσκυνοῦντες ἐκ πόθου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Νοσοῦντας ἡμᾶς καὶ πίστει καταφεύγοντας, πρὸς σκέπην τὴν σὴν Βησσαρίων μακάριε, ἴασαι τάχος δεόμεθα, ὡς ἰατρὸςπανάριστος, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἐκ πόθου τὴν κάραν σου γεραίροντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πρεσβεία θερμή καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγὴ τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν Σοι· Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.





ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τοὺς θορύβους τοῦ βίου μου, ἱεράρχα κόπασον ταῖς πρεσβείαις σου, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν παθῶν ψυχῆς, καὶ τοῦ σαρκίου μου.
Ὁ Χριστὸς Ὃν ἐπόθησας, καὶ δι’ Ὃν ἡγήσω πάντα ὡς σκύβαλα, ξεφαλὴν σὴν ἐδωρήσατο, τοῖς νοσοῦσι μέγα παραμύθιον.
Ἀπολαύοντες πάντοτε, Βησσαρίων Πάτερ τῶν δωρημάτων σου, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε εὐεπήκοον.
Θεοτοκίον.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι Σε πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον χαρᾶς, Βησσαρίων τὴν ἐμὴν ψυχήν, βεβυθισμένην ἐν περιστάσεσι, καὶ ἐπιφοραῖς ἀνιαραῖς κινδυνεύουσαν.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων Βησσαρίων σοφέ, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, καὶ δυσώπει ἐκτενῶς, ὑπὲρ ἡμῶν τὸν Θεόν
Παῦσον τὴν δεινήν, τῆς ἐμῆς ψυχῆς ἀσθένειαν, ἐν κατανύξει θερμῇ δέομαι, ὦ Βησσαρίων, ἱεράρχα παμμακάριστε.
Θεοτοκίον.
Ἴασαι ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς Σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ Σου παράσχου μοι.  

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἡ σὴ σεπτὴ κεφαλή, θεόθεν χάριν ἐδέξατο, ἰᾶσθαι πάθη βροτῶν, ἐλαύνειν τε δαίμονας, λοιμῷ συσχεθέντας τε, τῷ πανώλει τάχος, ἐξαιρεῖσθαι παμμακάριστε.
Ἐβίωσας ἐπὶ γῆς, ὡς ἄσαρκος παναοίδιμε, ἰσάγγελον δὲ τιμήν, Χριστός σοι δεδώρηται· διὸ καὶ ἡ κάρα σου, πηγάζει ὡς κρήνη, τοῖς νοσοῦσι τὰ ἰάματα.
Ἡ Λάρισσα ἐπὶ σοί, ἐν δίκῃ μάκαρ ἀβρύνεται· Δουσίκου δὲ σὴ Μονή, δικαίως ἀγάλλεται, τὴν πάντιμον ἔχουσα, κεφαλήν σου Πάτερ, θησαυρὸν ὥσπερ πολύτιμον.
Θεοτοκίον.
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις Σου, Θεογεννήτορ ἁγνή· καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ Σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Διάσωσον, ἐκ νοσημάτων τοὺς δούλους σου Βησσαρίων, ὅτι πίστει μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, τὴν κάραν σου προσκυνοῦντες ἐκ πόθου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Ἐπεφάνης σήμερον.
Κατανύξει κράζομεν, καὶ θερμῇ πίστει· Βησσαρίων Ἅγιε, ἐκ τοῦ δεινοῦ λοιμοῦ ἡμᾶς, καὶ πάσης νόσου ἐκλύτρωσαι, τοὺς προσκυνοῦντας, τὴν ἐνδοξον κάραν σου.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον ἱεραρχικόν: Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας...
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ψυχῇ τε καὶ σώματι, νοσοῦντες δεῦτε ἐν πίστει, νῦν κατασπαζόμενοι ἁγιάσθητε· νόσους γὰρ παύεται, δαίμονας ἐλαύνει, καὶ ψυχῆς ἰᾶται πταίσματα· καὶ γὰρ ἐδέξατο, χύδην ἐκ Κυρίου τὰς χάριτας, Βησσαρίων ὁ μέγιστος, ζήσας ἐπὶ γῆς ὥσπερ ἄσαρκος· σημεῖα δὲ ταῦτα τὰ θαύματα, καὶ κάρα ἡ σεπτή· ἣν προσκυνοῦντες δεόμεθα· σῶσον ἡμᾶς Κύριε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῷ ἁγίῳ τεμένει ἐν ᾧ σῶμα τὸ θεῖόν σου κστατέθειται, προστρέχωνς πᾶς τις πίστει, εὐμοιρεῖ ἰαμάτων καὶ κραυγάζει γηθόμενος· ὁ τῶν Πατέρων ἡμῶν ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὢ θαῦμα πῶς τῷ τάφῳ ἀπεκρύβη ἡ κάρα σου Βησσαρίων σοφέ, ἡνίκα τὴν σωρόν σου, τῆς πίστεως ὁ ξένος, ατεσύλει ὁ ἄθλιος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ὡς καλὴ ὡς εὐώδης Βησσαρίων παμμάκαρ ὡς χαριτόβρυτος, ἡ κάρα σου τυγχάνει· διὸ καὶ εὐχαρίστως γεγηθότες κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὄλβον σε ἰαμάτων καὶ πηγὴν εὐσπλαγχνίας καὶ ἁγιότητος, καὶ τεῖχος σωτηρίας, νοσούντων τε ὑγείαν, ἐπιστάμενοι κράζομεν· ὁ τῶν Πατέρων ἡμῶν ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωμάτων μαλακίας καὶ ψυχῶν ἀῤῥωστίας Θεογεννήτρια, τῶν πόθῳ προσίοντων, τῇ σκέπῃ Σου τῇ θείᾳ θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.






ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἐκ λοιμοῦ τε, καὶ πάσης ἄλλης ἀνάγκης, συσχεθέντας πάτερ Βησσαρίων, φύλαττε καὶ σῶζε, θερμῇ σου προστασίᾳ.
Τοὺς ἐν πίστει, καὶ εὐλαβείᾳ ζητοῦντας, εἰς ἴασιν τὴν σὴν κάραν θεόφρον, φύλαττε καὶ σκέπε, εἰς πάντας τοὺς αἰῶνας.
Τὰς ἀμπελώνων τε, καὶ ἀγρῶν ἀφορίας, νόσους τε βοσκημάτων ἀλόγων, ἄλθανον θεόφρον, εὐχαῖς σου εὐπροσδέκτοις.
Θεοτοκίον.
Τῶν πειρασμῶν Σύ, τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν Σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐλλὰς σὺν Θετταλίᾳ, πέδον τε Βλαχίας, Ἠπείρου τόπος τὴν κάραν ὑμνήσατε, τοῦ Βησσαρίωνος θείαν καὶ χαριτόβρυτον.
Πηγάζει γὰρ ὡς κρήνη, θαύματα τοῖς πόθῳ, προσκαλουμένοις αὐτὴν καὶ ἐκ πίστεως, καὶ διασώζει ἐκ πάσης βλάβης καὶ θλίψεως.
Τοὺς πόθῳ προσκουνοῦντας, τὴν σεπτήν σου κάραν, καὶ τὴν σὴν μνήμην φαίδρῶς ἑορτάζοντας, πατὴρ ἡμῶν Βησσαρίων, πάντας εὐλόγησον.
Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν μετασκευάζουσα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ὁ τῶν Λαρισσαίων μέγας ποιμήν, καὶ τῶν μοναζόντων ὁ προστάτης καὶ ὁδηγός, Βησσαρίων πάτερ, παμμάκαρ ἱεράρχα, ἡμῶν τῶν σὲ τιμώντων ᾀεὶ μνημόνευε.
Κάραν σου τὴν θείαν ὡς θησαυρόν, ἄσυλον πλουτοῦσα, Βησσαρίων ἡ σὴ Μονή, χαίρει καυχωμένη, καὶ σὲ ᾀεὶ δοξάζει, τὸν ῥεῖθρα ἰαμάτων ἀναπηγάζοντα.
Δέησιν προσάγαγε τῷ Θεῷ, Βησσαρίων Πάτερ, ὑπὲρ τέκνων τῶν σῶν σοφέ, τῶν τὴν θείαν κάραν, τὴν σὴν ἐπιζητούντων, καὶ εὐλογίαν δίδου τούτοις καὶ ἔλεος.
Πᾶς ὁ τῶν Ὁσίων θεῖος χορός, καὶ ἀρχιερέων Βησσαρίων στίφος σεπτόν, θεῖόν σου τὸ πνεῦμα, ἐδέξαντο σὺν πάσῃ, χαρᾷ ἐν τοῖς ὑψίστοις, ὡς τούτων σύσκηνον.
Τάγμασι τοῖς ἄνω συμπαρεστώς, θρόνῳ τῆς Τριάδος, καὶ σὺν στίφει ἱεραρχῶν, καὶ χοροῖς ὁσίων, θεόφρον Βησσαρίων, μνημόνευε τελούντων ἡμῶν τὴν μνήμην σου.
Βησσαρίων πάτερ θαυματουργέ, ῥύου σοὺς ἱκέτας, ἐκ λιμοῦ τε καὶ τοῦ λοιμοῦ, πληγῆς τε ἀκρίδος, καὶ τελευτῆς τῶν ζώων, καὶ πάσης ἄλλης βλάβης, ταῖς ἱκεσίαις σου.
Αἴγλης ἐμφορούμενοι τριλαμποῦς, ἐν μεθέξει θείᾳ, Βησσαρίων σὺν τῷ σοφῷ, Ἀχιλλείῳ ἅμα, καὶ τῷ Οἰκουμενίῳ, ἀκτῖνα φωτοφόρον, ἡμῖν ἐκπέμψατε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, πάτερ θεόφρον Βησσαρίων, ἵνα προσκυνῶμέν σου κεφαλὴν τὴν χαριτόβρυτον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου