Πέμπτη 28 Ιουνίου 2018

ΟΚΤΩΒΡΙΟΣ 7. ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ ΕΡΗΜΙΤΗΣ & 99 ΣΥΝΑΣΚΗΤΕΣ ΕΝ ΚΡΗΤῌ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ




ΟΚΤΩΒΡΙΟΣ Ζ΄!!

ΙΩΑΝΝΗΣ ΕΡΗΜΙΤΗΣ & 99 ΟΣΙΟΙ ΕΝ ΚΡΗΤῌ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Τοῦ Ὁσίου. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Λαμπρᾷ φωνῇ δεῦτε πάντων Κρητῶν ὁ σύλλογος, νῦν ἐν φωναῖς ᾀσμάτων, ἐν ναῷ τοῦ Κυρίου, ὑψώσωμεν τὰς χεῖρας καὶ δόξαν Θεῷ, ἀναπέμψωμεν σήμερον, τῷ δόντι ῥύστην καὶ μέγαν ἡμῖν φρουρόν, Ἰωάννην τὸν πανένδοξον.

 

Σήμερον τέρπεται πόλις ἡ Κυδωνία πιστῶς, κατέχουσα ἐν κόλποις, τὸν ἀσύλητον πλοῦτον, τὸν μέγαν Ἰωάννην τὸν θαυμαστόν, κατὰ γῆν τε καὶ θάλασσαν, καὶ δι’ αὐτοῦ συγκαλεῖται πάντας ἡμᾶς, τοῦ δοξάσαι σὺν αὐτῇ τὸν Θεόν.

 

Ταῖς τῶν θαυμάτων ἀκτῖσι πᾶσαν φωτίζει τὴν γῆν, τοὺς ἐν θαλάσσῃ ὄντας, βοηθεῖ καθ’ ἑκάστην, νοσήματα διώκει παύει ψυχῶν, καὶ σαρκὸς ἀῤῥωστήματα, παρὰ Κυρίου τὴν χάριν ἀπειληφώς, Ἰωάννης ὁ πανένδοξος.

 

Ἕτερα. Τῶν Ὁσίων. Ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.

Πατέρες πανάγιοι χορός, ἀσκητῶν γεγόνατε, ἐν ἐγκρατείᾳ βιώσαντες· καὶ νῦν αὐλίζεσθε, ἐν μοναῖς ὁσίων, ἔνθα φῶς τὸ ἄδυτον, τὸ ξύλον τῆς ζωῆς ἔνθα πέφυκε· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Πατέρες πανεύφημοι σαρκός, τὰς ὁρμὰς μαράναντες, ἀγγελικῶς διηγάγετε, ζωῆς τὸ στάδιον, ὡς Ἠλίας πάλαι, τὸν νοῦν καθηράμενοι, ἀπαύστοις πρὸς τὸ θεῖον ταῖς νεύσεσι· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Πάντα κατελίπετε τερπνά, Χριστὸν ἀγαπήσαντες, οὐ ψυχικῶς ἐκκολήθητε, ὀπίσω ἔνδοξοι, ὡς Θηβαῖος Παῦλος, ᾧ καὶ προσηνέχθητε· ὡς θύματα ἁγνὰ καὶ εὐπρόσδεκτα· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Ὡς ἔνθεος ἡ ζωή σου, καὶ πανίερον σου τὸ τέλος, Ἰωάννης σοφέ· ἐν αὐτῷ γὰρ πᾶσα, τῶν πιστῶν ἡ πληθὺς συναχθεῖσα, ὡς ἔβλεψεν ἄπνουν ἐν κλίνῃ σε, ῥήμασι γοεροῖς ἀνεβόα· δὸς τελευταῖον λόγον τοῖς δούλοις σου Ἅγιε· δίδαξον ποῦ καταλείπεις τὰ τέκνα σου Πάτερ, ἃ ᾤκτειρας, ὡς Πατὴρ ὄντως συμπαθὴς καὶ φιλόστοργος. Ὅμως κᾂν ᾧδε τῷ τάφῳ καλύπτῃ, ἀλλ’ ἄνω σε πάντες πλουτοῦμεν προστάτην, καὶ πρεσβευτὴν πρὸς Θεόν, οἱ πόθῳ τιμῶντές σε.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄. Τοῦ Ὁσίου.

Περικυκλοῦντες τὴν λάρνακα τῶν λειψάνων σου, μοναστῶν φωστὴρ Ἰωάννης σοφέ, καθάπερ πάλαι τὸν τάφον τοῦ Πατριάρχου Ἰακώβ, οἱ τούτου ἔγγονοι· οὐ δάκρυα χέομεν, οὐδὲ θρήνοις κοπτόμεθα, ἀλλὰ χαρᾶς ἀπλέτου πληρούμεθα· ἅπαντες πλουτοῦντες ἐξ αὐτῆς τὰς ἰάσεις, καὶ δοξάζοντες τὸν σὲ δοξάσαντα Κύριον.

 

Δεῦτε πιστοὶ συνελθόντες ἐνθέως, ἐν τῇ μνήμῃ σήμερον τοῦ θεοφόρου Πατρός, ψαλμικῶς τὰς χεῖρας κροτήσωμεν, καὶ ἐν φωνῇ ἀγαλλιάσεως, βοήσωμεν λέγοντες· Χαίροις, ὁ τὸν Σταυρὸν τοῦ Χριστοῦ, ἐπ’ ὤμων ἀράμενος, καὶ ἐν αὐτῷ τὸν παλαιὸν σὺν ταῖς ἐπιθυμίαις συσταυρώσας ἄνθρωπον· χαίροις, φωστὴρ τῆς Κρήτης παμφαέστατε, καὶ τῆς οἰκουμένης ἀγαλλίαμα φαιδρόν· χαίροις, νοσούντων ἐπίσκεψις, καὶ θλιβομένων χαρὰ καὶ ἀγαλλίασις· τοὺς ἐκτελοῦντας τὴν μνήμην σου πιστῶς, ἀπὸ πάσης προσβολῆς ἐναντίας καὶ περιστάσεως λύτρωσαι, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Πάτερ, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Τῶν Ὁσίων. Ὁ αὐτός.

Εὐφραίνου ἐν Κυρίῳ στίφος τῶν μοναζόντων, ποίμνη δὲ χόρευε Χριστοῦ ἡ ἐν τῇ Κρήτῃ, κατέχουσα ἐν κόλποις ὡς θησαυρὸν ὑπέρλαμπρον τῆς εὐσεβείας τοὺς Ἁγίους Πατέρας καὶ σοφοὺς ἀσκητάς· ἀνύμνησον τῶν αὐτῶν κατορθωμάτων τοὺς ἀγῶνας, καὶ κήρυξόν τε τὰ θαύματα, τὰ ὑπ’ αὐτῶν τελούμενα, ἀπαύστως καὶ εὐχαρίστως τῷ Σωτῆρι ἀνάκραξον· Κύριε δόξα Σοι.

 

Ἦχος πλ. δ΄.

Κύριε, Σοῦ τῇ ἀηττήτῳ δυνάμει, κραταιωθέντες οἱ Ὅσιοι, τοὺς ὑπὲρ φύσιν ἀγῶνας, γενναίως ἐνεκαρτέρησαν, καὶ τοὺς στεφάνους αὐτῶν, τῆς ἀσκήσεως ἐνεδύσαντο· διὰ τοῦτο εἰς αἰῶνας, δοξάζουσι τὴν δυναστείαν σου.

 

Δόξα. Ἦχος πλ. β΄.

Θεία χάρις ἀπῃώρητο ἐπὶ τῇ θήκῃ τῶν λειψάνων ὑμῶν, ἡγιασμένοι Ὅσιοι· διὸ καὶ εἰς ὀσμὴν μύρου τῶν θαυμάτων ὑμῶν δραμούμεθα, τῶν νοσημάτων τὴν ἴασιν ἀρυόμενοι· ἀλλὰ Πατέρες πανσεβάσμιοι, Χριστὸν τὸν Θεὸν ἱκετεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν ... Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Σῶν Ὁσίων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Τῶν Ὁσίων. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντα, τὰ τοῦ βίου ἀληθῶς, διὰ τὸν Χριστὸν ὦ Πατέρες, ἐγκατελίπετε, ὕλην τε τὴν ῥέουσαν κατεφρονήσατε, καὶ πτωχείαν ἀμέτρητον, ἠνέσχεσθε ἵνα, ὄλβον ἀναφαίρετον ἐν τῇ ἀλήκτῳ ζωῇ, λάβητε σὺν πᾶσι Ἁγίοις, ὅταν ἔλθῃ κρῖναι τὰ ἔργα, πάντων ὁ Κριτὴς ὁ εὐδιάλλακτος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.

Ἔνδον, τῆς καρδίας ἀληθῶς, ἔχοντες Πατέρες τὸν ζῆλον, τὸν ἐπουράνιον, κόνιν τέφραν, ὄναρ τε, πάντα τὰ γήϊνα, καὶ σκιᾶς ἀσθενέστερα, λελόγισθε εἶναι· ὅθεν ἐμισήσατε ταῦτα πανόλβιοι· νῦν δὲ εἰς αἰώνια ὄντες, καὶ ἡμᾶς τὸν Κύριον τούτων, καταξιωθῆναι ἱκετεύσατε.

 

 

 

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

Ὅσιοι Πατέρες εὐσταλῶς, τὴν τῆς ἐρημίας στενήν τε καὶ τεθλιμμένην ὁδόν, χαίροντες διήλθετε καὶ εὐφραινόμενοι, πρὸς τὰ ἄφθαρτα ἔχοντες, τὸν νοῦν ἐστραμμένον, καὶ πρὸς τὰ οὐράνια θεῖα σκηνώματα· ἔνθα νῦν, Ἁγίων τοῖς δήμοις, συνεπαγαλλόμενοι, μνείαν καὶ ἡμῶν ποιεῖσθε πανσεβάσμιοι.

 

Δόξα. Ἦχος δ΄. Τοῦ Ἁγίου

Ἐν τῇ καρδίᾳ σου Πάτερ, τὸ θεῖον πῦρ εἰσδεξάμενος, τὴν τῶν ἐντολῶν ἐργασίαν, πυρσὸν ἀνῆψας ὑπέρλαμπρον· ὅθεν καταυγασθεὶς τὴν διάνοιαν, ὁλολαμπὴς ἐχρημάτισας· οὐκ ἔδει γὰρ τεθεῖναι τὸν λύχνον ὑπὸ τὸν μόδιον, ἀλλ’ ὡς λυχνίαν τὴν Κρήτην χρησάμενος, φέρων σεαυτὸν ἐπέθηκας, φαίνων πᾶσι, τοῖς ἐν τῇ Κρήτῃ Ὅσιε Πάτερ· κἀντεῦθεν τοὺς ἐξ ἁπάσης γῆς καὶ θαλάσσης, πρὸς τὴν σὴν μάνδραν ἐχειραγώγησας, καὶ ἐν ταῖς ἐν ἐνθέοις σου διδαχαῖς, τὴν τοῦ Εὐαγγελίου τρίβον ὁδεύειν ὡδήγησας. Διὸ Πατέρων κλέος Ἰωάννη σοφέ, τῷ τῆς ζωαρχικῆς Τριάδος φωτὶ παριστάμενος, ὑπὲρ τῶν σῶν δούλων πρέσβευε, τῶν ἐν τῷ βίῳ δεινῶν ῥυσθῆναι, καὶ πρὸς φῶς καταντῆσαι τὸ ἀνέσπερον.

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τοῖς ἐν Κρήτῃ εὐχέτης καὶ τοῦ κόσμου ὑπέρμαχος, καὶ ἡγιασμένος ἐφάνης, θεοφόρε Πατὴρ ἡμῶν Ἰωάννη· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι· δόξα τῷ ἀναδείξαντί σε ἱερόν, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐν τοῖς πέρασι τοῦ κόσμου, προστάτην θερμὸν ἀναδείξαντι.

Δόξα. Τῶν Ὁσίων. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ἡ μεγαλόνησος, Κρήτη εὐφραίνεται, ὅτι ἐν ὄρεσιν, αὐτῆς ἐνίκησαν, τὸν πολυμήχανον ἐχθρόν, Πατέρες οἱ θειότατοι, δάκρυσι νηστείαις τε, προσευχαῖς καὶ δεήσεσιν· ὅθεν καὶ τὰ πνεύματα, σὺν Ἀγγέλοις ἀγάλλονται, τὰ λείψανα τὰ θεῖα δὲ τούτων, ῥῶσιν χαρίζουσι τοῖς κάμνουσι.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Τοῦ Ὁσίου. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ἐν τῇ ἀσκήσει σου, πάντας ἐξέπληξας, τὴν ὑπερθαύμαστον, Πάτερ ὁρῶντάς σου, διαγωγὴν καρτερικός, καὶ πρᾷος ἀναδέδειξαι, ὅσιος καὶ ἄκακος, καθαρὸς καὶ ἀμίαντος, πύργος ἀκατάσειστος, Ἰωάννη ἐν θλίψεσι· διὸ καὶ νῦν μεγίστην λαμβάνεις, δόξαν παρὰ τοῦ στεφοδότου Χριστοῦ.

Δόξα. Τῶν Ὁσίων. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ἐβαπτίσθητε τρισσῶς, τὸ τρίτον βάπτισμα σαφῶς, δι’ ὑδάτων καὶ πυρός, καὶ θείου Πνεύματος τὸ πρίν, ἐκ τῶν δακρύων τὸ δεύτερον ἐν τῇ Κρήτῃ, ἀσκήσαντες στεῤῥῶς, καὶ διανύσαντες, ἰσάγγελον ἐν γῇ, βίον μακάριοι· καὶ ὥσπερ θεῖα θύματα τὸ τρίτον, ἐν τῷ σπηλαίῳ τυθέντες Χριστὸν τὸν Θεόν· Αὐτὸν ἀπαύστως, ἐκδυσωπεῖτε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τρικυμίαις τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος ἁγνή, ἐπικαλοῦμαί σε θερμῶς· μὴ μὲ παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους ἡ τέξασα· πλήν Σου γὰρ ἄλλην ἐλπίδα οὐ κέκτημαι· μὴ οὖν ἐχθροῖς ἐπίχαρμα καὶ γέλως, ὁ πεποιθώς σοι ὀφθήσομαι· καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τοὺς ἱδρῶτας καὶ πόνους τοὺς σοὺς σοφέ, νοερῶς θεωροῦντες πάντες πιστοί, πάσης κατανύξεως, τὰς ψυχὰς ἐμπιπλάμεθα, καὶ πρὸς θείους ὕμνους, καὶ δόξαν καὶ αἴνεσιν, τοῦ Δεσπότου τῶν ὅλων, Ἰωάννη μακάριε, πόθῳ ἐγκαρδίῳ, ἑαυτοὺς συγκινοῦμεν, ᾠδαῖς σε γεραίροντες, καὶ πιστῶς ἐκβοῶντές σοι, ὡς Κυρίου θεράποντι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Τῶν Ὁσίων. Ὅμοιον.

Τῷ φωτὶ τῆς Τριάδος περιφανῶς, πυρσευθέντες Πατέρες φωτοειδεῖς, τὸ σκότος ἐλίπετε, ἡδονῶν τὸ βαθύτατον, καὶ φωστῆρες ἔργοις, ἐνθέοις πυρσεύοντες, τῶν πιστῶν καρδίας, μακάριοι ὤφθητε· ὅθεν τὴν φωσφόρον, καὶ σεπτὴν ὑμῶν μνήμην, γεραίρομεν σήμερον, καὶ συμφώνως κραυγάζομεν· θεοφόροι πανόλβιοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν Σοφίαν καὶ Λόγον ἐν Σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, Τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα διέποντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντα ἐκτρέφοντα· ὅθεν δυσωπῶ Σε, Παναγία Παρθένε, καὶ πίστει κραυγάζω Σοι, τοῦ ῥυσθῆναι πταισμάτων μοι, ὅταν μέλλωμεν κρίνεσθαι· Δέσποινα Παρθένε ἁγνή, τὴν Σὴν βοήθειαν τότε μοι δώρησαι, καὶ γὰρ δύνασαι ὅσα θέλεις πανάμωμε.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τῶν Κρητῶν προΐστασθε, σκέποντες τούτους, ἀπὸ πάσης θλίψεως, ἀπολυτρούμενοι ἡμᾶς· καὶ ἐκ φθορᾶς καὶ κακώσεως, Πατέρες θεῖοι, τῆς Κρήτης ὑπέρμαχοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ Σέ· ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρόψῃ, ἡ πάντων βοήθεια.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου...

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἠγάπησας Ἰωάννη, τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ ἔξω κόσμου ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα· καὶ ἔσοπτρον ἀκηλίδωτον Θεοῦ, θεῖον ἀνεδείχθης, καὶ ὢν ἀεὶ ἡνωμένος φωτί, φῶς προσελάμβανες, καὶ τρανώτερον τοῦ μακαρίου ἔτυχες τέλους, πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

 

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων β΄.

Ὁ Κανὼν τοῦ Ὁσίου. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀγγέλων ἰσότιμος γεγονώς, καὶ τῷ θείῳ Θρόνῳ Ἰωάννη παρεστηκώς, ἀρωγήν μοι πέμψον ἀνυμνῆσαι, τὴν ἀϋλώδη σοφὲ πολιτείαν σου.

Γῆν τὴν φθειρομένην καταλιπών, γεώδη τε πάντα, καὶ γονέων τὸ εὐγενές, τῶν γῆθεν ἀναλύσας νῦν τυγχάνεις, Ἀγγέλων μάκαρ ὁμοδίαιτος.

Δέμας ἐκδαμάσας Πάτερ τὸ σόν, ἐγκρατείας πόνοις ὡς ἀδούλωτον ἐντελῶς, δέδωκας τῶν τῇδε τῷ Δεσπότῃ, οὐ γὰρ δουλεύειν γηΐνοις δεδείξασαι.

Θεοτοκίον.

Ἐλύθη τῆς Εὔας ἡ ἐν Ἐδέμ, ἀρὰ Θεοτόκε, τεξαμένης Σου τὴν χαράν, τὴν ὄντως· διό Σε κατὰ χρέος, ὡς εὐεργέτην ἡμῶν μεγαλύνομεν.

 

Τῶν Ὁσίων. ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ἀκτῖνά μοι βράβευσον, φωτοειδῆ ἀκατάληπτε, Τριὰς ἡ φωτίζουσα τὴν κτίσιν ἅπασαν, τὴν πανήγυριν, νῦν τῶν σεπτῶν Πατέρων, ὅπως δι’ αἰνέσεως ἐγκωμιάσαιμι.

Μονὴν τὴν αἰώνιον, ὑμεῖς θερμῶς ἐποθήσατε, καὶ θεῖα σκηνώματα Πατέρες Ἅγιοι· ἔνθα πέφυκε, χορὸς ὁ τῶν Ἁγίων· ὅθεν ἀγαλλόμενοι ταῦτα κεκλήρωσθε.

Ἀνδρείως ἀντέστητε, τοῖς διαβόλου παλαίσμασι· διὸ νενικήκατε τῇ βοηθείᾳ σοφοί, τοῦ παντάνακτος, Χριστοῦ τοῦ Ἀθλοθέτου· παρ’ Οὗ καὶ τὸν στέφανον καλῶς εἰλήφατε.

Θεοτοκίον.

Ῥῦσαι ἡμᾶς ἄχραντε, πάσης ὀργῆς τε καὶ θλίψεως, καὶ πάσης κακώσεως, καὶ ἐκ παντὸς πειρασμοῦ, τοὺς ἱκέτας Σου, Παρθένε Θεοτόκε, ἵνα Σου τὸν ἄσπορον τόκον δοξάζομεν.

 

ᾨδὴ γ΄. Τοῦ Ὁσίου. Σὺ εἶ τὸ στερέωμα.

Ζῶν νεκρὸς λελόγισαι, τῇ ἐγκρατείᾳ τοῦ σώματος· διὸ θανὼν ζῇς μετὰ Ἀγγέλων, εἰς αἰῶνας μακάριε.

Ἤστραψας τοῖς πέρασι, φωτοφανὴς ὥς τις ἥλιος, καὶ πανταχοῦ, τὰς τῶν σῶν θαυμάτων, λαμπηδόνας ἐξέχεας.

Θησαυρὸν πολύτιμον, ἡ τῶν Κρητῶν κληρουχία σε, ἔχει σοφέ, καὶ τοῖς τῶν λειψάνων, θαυμασίοις φαιδρύνεται.

Ἵνα τὴν οὐράνιον, κληρονομήσας ἀπόλαυσιν, Πάτερ σοφέ, τοῖς γηΐνοις πάντα, τὰ γεώδη κατέλιπες.

Θεοτοκίον.

Κλίμακά Σε πάναγνε, ὁ Ἰακὼβ ἐθεάσατο, δι’ ἧς Χριστός, τὴν καταφθαρεῖσαν, φύσιν καταβὰς ἠλευθέρωσε.

 

 

 

Τῶν Ὁσίων. Τοὺς Σοὺς ὑμνολόγους.

Τῶν θείων ὑμῶν κατορθωμάτων, τὸ πλῆθος ἀδύνατον εἰπεῖν· ἐζῆτε γὰρ ὡς Ἄγγελοι· διὸ ὑμᾶς ἐδόξασεν, ὁ Παντοκράτωρ Κύριος, ἐπουρανίοις χαρίσμασιν.

Ὡς θεῖοι φωστῆρες ὦ Πατέρες, ἐν Κρήτῃ ἐλάμψατε σοφοί, οὐ μόνον ἐν τοῖς ὄρεσιν, ἀλλ’ ἐν παντὶ καὶ πάντοτε, τόπῳ καὶ χώρᾳ ἅπαντας, καταφωτίζοντες πάνσεπτοι.

Λύσιν τῶν πολλῶν ἡμῶν σφαλμάτων, εὐχαῖς τῶν Ὁσίων ἡμῖν δός, δεσμῶν τῶν τῆς σαρκὸς ἡμῶν, μετὰ τὴν λύσιν Κύριε, ὅπως ζωῆς τῆς κρείττονος, ἀξιωθῶμεν οἱ τάλανες.

Θεοτοκίον.

Οὐ κέκτημαι δάκρυα τοῦ κλαῦσαι, τὰ πταίσματα οἴμοι τὰ ἐμά, τὰ τὴν ψυχήν μου βλάπτοντα· διὸ εἰς Σὲ τὴν εὔσπλαγχνον, πᾶσαν ἐλπίδα πάναγνε, ὁ δυστυχὴς ἀνατίθημι.

 

Κάθισμα. Τοῦ Ἁγίου. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῆς σαρκὸς ἐκμαράνας τὰς ἡδονάς, καὶ τὰ πάθη νεκρώσας ζήλῳ Θεοῦ, ὅλον καθιέρωσας, σεαυτὸν τῷ Κυρίῳ σου, ἀγχιστὰς καὶ πλοῦτον οὐδὲν λογισάμενος, πάντα καταλείψας, τοῦ κόσμου τὰ ῥέοντα· ὅθεν ἀνεδείχθης, Ἰωάννη τρισμάκαρ, Κρητῶν κλέος τίμιον, Ἀσωμάτων συνόμιλος, ὧν χοροῖς ἀγαλλόμενος, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Τῶν Ὁσίων.

Τοὺς δεσμοὺς διαῤῥήξαντες τῶν παθῶν, ἐκολλήθητε πόθῳ τῶν ἀγαθῶν, δόξαν ὑπερκόσμιον, ἐν Χριστῷ ἐνεδύσασθε, ἐξ οἰκείων πόνων, εὑρόντες ἀνάπαυσιν, ἐγκρατείας πόνοις, τυχόντες τῆς ἄνω ζωῆς· ὅθεν ἐπαξίως, συνευφραίνεσθε ἅμα, ταῖς ἄνω Δυνάμεσι, γηθοσύνως ἐν ᾄσμασι, τῷ Θεῷ παριστάμενοι, θεοφόροι Πατέρες ἡμῶν, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ· χαῖρε Κόρη καθέδρα βασιλική· κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἀλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε· χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα· χαῖρε μόνη, ψυχῆς ἡμῶν ἡ εὐπρέπεια.

 

 

 

 

 

 

ᾨδὴ δ΄. Τοῦ Ὁσίου. Σύ μου Χριστέ.

Λαῖτμα σφοδρόν, πρὶν Ἐρυθραῖον ἐμέρισεν, ὁ Προφήτης, Μωϋσῆς ῥυόμενος, ἐκ τῆς Αἰγύπτου τὸν Ἰσραήλ, Σταυροῦ τῇ δυνάμει· σὺ δ’ ὦ Ἰωάννη μακάριε, ἔβης ἐπὶ θαλάσσης, πλέων ὡς δι’ ὁλκάδος, τοῦ Δεσπότου σου πίστει νευρούμενος.

Μαθητευθείς, τῷ μεθιστάναι διδάξαντι, τοῖς κτωμένοις πίστιν ὡς σινάπεως κόκκον, τὰ ὄρη καὶ τοὺς βουνούς, Ἰωάννη μάκαρ, τὸ σῶμα πίστει καθώπλισας, καὶ γέγονας ὁδίτης, ἀποντίστως θαλάσσης, ἐξιστῶν τοὺς ὁρῶντάς σε Ὅσιε.

Ναίων ποτέ, ὁ Ἰωνᾶς θείῳ νεύματι, ἐν θαλάσσῃ, τῷ κήτει ἐφέρετο, σῶμα κτωμένῳ τε καὶ πνοήν, σὺ δὲ θεοφόρε, ἐφέρου νῦν ἐν τοῖς κύμασι, δι’ ἄπνοος παλίου· θαυμαστὸς ἐν Ἁγίοις, Σὺ ὑπάρχεις Χριστὲ ὁ Θεὸς ἡμῶν.

Θεοτοκίον.

Ὅλην ἐν Σοί, νῦν τὴν ἐλπίδα μου τίθημι, Παναγία, σῶσόν με πρεσβείαις Σου, ἡ τὸν Θεὸν τέξασα σαρκί, καὶ πρὸς τρίβους θείας, τὸν ἄθλιον καθοδήγησον, ἵνα Σοι κατὰ χρέος, ἐκβοήσω τὸ Χαῖρε, τοῦ Ἀγγέλου Παρθένε σωζόμενος.

 

Τῶν Ὁσίων. Τὴν ἀνεξιχνίαστον.

Σεπτοὺς ἀντιλήπτορας καὶ βοηθούς, ἔχουσα ἡ Κρήτη πρὸς Κύριον, ὑμᾶς Πατέρες, ὑπὲρ ἁπάντων πρεσβευτάς, ῥῶσιν λαμβάνει πάντοτε· ὅθεν καὶ γεραίρει ὑμῶν τὰ λείψανα.

Ἰατρεῖον ἄσυλον παντοδαπῶν, νόσων τὰ ὑμέτερα λείψανα, οἱ ἐν τῇ Κρήτῃ, κεκτημένοι εὐλαβῶς, σεπτῶς πανηγυρίζομεν, τὴν μνήμην ὑμῶν πανσεβάσμιοι.

Ἔνδον ἐν καρδίᾳ Πατέρες σεπτοί, ἔχοντες τὸν φόβον τῆς κρίσεως, τῆς ἀδεκάστου, καθ’ ἑκάστην τὸν Κριτήν, πένθει ἐξευμενίζετε· ἄληκτον χαρὰν διὸ εὕρατε.

Θεοτοκίον.

Ῥῦσαί με πανύμνητε ἡ τὸν Θεόν, ἄχραντε Παρθένε κυήσασα· πάσης ἀνάγκης, καὶ παντοίων πειρασμῶν, νόσου δεινῆς καὶ μάστιγος, φθόνου καὶ θυμοῦ τὸν ἱκέτην Σου.

 

ᾨδὴ ε΄. Τοῦ Ὁσίου. Φώτισον ἡμᾶς.

Πύλην τὴν στενήν, καὶ ὁδὸν διελθὼν Ὅσιε, τὴν τεθλιμμένην τε καὶ δύσβατον πύλην εὗρες, ἀκωλύτως τὴν οὐράνιον.

Ῥόδον ὡς λαμπρόν, ἡ Κρητῶν σε Πάτερ Ὅσιε, κληρουχία φέρει χαίρουσα, ἐγκαυχωμένη, τοῖς ἐξαισίοις τῶν θαυμάτων σου.

Τίς ἐν συμφοραῖς, θεοφόρε ἀπεκέχρητο τὴν παναγίαν σου ἐπίκλησιν, καὶ οὐκ εὐθέως ἐῤῥύσθη, τῇ προστασίᾳ σου;

Θεοτοκίον.

Ὑετὸν ἡμῖν, ἡ τεκοῦσα τὸν οὐράνιον, τὴν παναθλίαν μου ὑέτισον ψυχήν, τῇ δρόσῳ ἁγνή, τῶν θείων πράξεων.

Τῶν Ὁσίων. Ἐξέστη τὰ σύμπαντα.

Οἱ πόθῳ τὸ ὄνομα, ὑμῶν ἐπικαλούμενοι, οἱ ἐν τοῖς κινδύνοις, θεοφόροι, πάντες εὐθέως τὴν παρ’ ὑμῶν ἀρωγήν, πλουσίως λαμβάνουσι· διὸ νῦν τοὺς ἱκετεύοντας, τῶν δεινῶν ἐκλυτρώσασθε.

Μυρίζουσιν Ὅσιοι, τὰ λείψανα ὑμῶν ᾀεί, κρίνα τοῦ ἀγροῦ ὥσπερ Πατέρες· βρύοντα μῦρα ἐν τῇ σορῷ, ὡς πηγή, ἀκένωτα· ὅθεν ἐξ αὐτῶν, πάντες ἀρυσώμεθα, ἵνα λάβωμεν ἴασιν.

Ὁ βίος ὑμῶν ἔνθεος, τὰ ἔργα δὲ πανθαύμαστα, ἐξέστη τὰ σύμπαντα ὁρῶντα, ἐνσάρκους ὄντας, ὑμᾶς ἐν γῇ ὡς βροτόν, ἄσαρκον νικῶντας τὸν ἐχθρόν, καὶ στεῤῥῶς ἐμμένοντας, τῇ ἀσκήσει σεβάσμιοι.

Θεοτοκίον.

Νῦν κράζοντα δέξαι με, βοῶντα μὴ ἀπώσῃ με, Παρθένε Μαρία μὴ παρίδῃς, τοῖς λυπηροῖς τε περιαντλούμενον, καὶ κατατρυχόμενον δεινῶς, τὸν πιστῶς προστρέχοντα, τῇ Σῇ σκέπῃ πανύμνητε.

 

ᾨδὴ στ΄. Τοῦ Ὁσίου. Ἱλάσθητί μοι Σωτήρ.

Λαμπρύνεται τῇ φαιδρᾷ, καὶ παμφαεῖ πανηγύρει σου, τὸ τῶν Κρητῶν μυστικῶς, φιλέορτον σύνταγμα, Ἰωάννη πάνσοφε, καὶ τοῖς τῶν θαυμάτων, ἐξαισίοις ἀγλαΐζεται.

Χερσὶ ποιμένος σοφέ, θηρίον ὥσπερ τετόξευσαι, καὶ βέλος ἀγροικικόν, οὐρανὸν ἀνέῳξε, τὰς πύλας σοι Ὅσιε, ἀσκητὰ καὶ Μάρτυς, Ἰωάννη παμμακάριστε.

Ὡς μέγαν ὡς θαυμαστόν, προστάτην ἡμῶν τιμῶμέν σε, ὡς κορυφὴν ἀσκητῶν, καὶ θεῖον ὡράϊσμα τῶν Μαρτύρων σέβωμεν, Ἰωάννη μάκαρ, Κυδωνίας τεῖχος ἄῤῥηκτον.

Θεοτοκίον.

Ὡς μόνην τῶν Σεραφείμ, ἐνδοξοτέραν ὑμνοῦμέν Σε, εὐλογημένη ἁγνή, Θεὸν γὰρ ἐγέννησας, ἀσπόρως Θεόνυμφε, ὥσπερ αἱ χορεῖαι, Προφητῶν σαφῶς προήγγειλαν.

 

Τῶν Ὁσίων. Τὴν θείαν ταύτην.

Ἀκούσαντες Πατέρες θεόσοφοι, τὸ λέγον· ὅστις θέλει ὀπίσω μου, εὐθὺς ἐδράμετε, κόσμου ἀφέντες τὸ ἀμφίβληστρον, τοὺς μαθητὰς Κυρίου ὅλως μιμούμενοι.

Χριστοῦ τῷ ἔρωτι Ἅγιοι, τρωθέντες οὐ προείλεσθ’ ἐν σώματι, ζῇν ἀλλ’ ἐν πνεύματι· ὅθεν ὡς ἄλλοι ἀπόστολοι, τὸ ζῇν ἐν ἡμῖν, Χριστὸς ἐκραυγάζετε.

Οὐκ εἴχετ’ ὅλως φιλόϋλον, πῦρ ἐν ὑμῖν ἀλλ’ ὕδωρ ἁλλόμενον· λιταῖς οὖν Κύριε, καὶ ἡμῖν ταῖς τῶν Ὁσίων σου, δὸς ἐκ τούτου, ἵνα μὴ διψήσωμεν.

Θεοτοκίον.

Σὲ μόνην φέρων πανάχραντε, ἐλπίδα καὶ ἀσάλευτον στήριγμα, Σὲ ἀπροσμάχητον, τεῖχος καὶ σκέπην καὶ φύλακα, καὶ Σὲ ἐπικαλοῦμαι τὴν αειπάρθενον.

Κοντάκιον. Τῶν Ὁσίων. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ἑορτάζει σήμερον, ἀγαλλομένη ἡ Κρήτη, ἑορτὴν ὐπέρλαμπρον, τῶν θεοφόρων Πατέρων, ἅπασαν, προσκαλουμένη πόλιν καὶ χώραν· χαίρει γάρ, ὡς κεκτημένη θησαυρὸν μέγαν, σορὸν θείαν τῶν λειψάνων, ὑμῶν Πατέρες, Κρήτης τὸ καύχημα.

Τοῦ Ὁσίου. Ἦχος δ΄. Ὀ ὑψωθείς.

Τῶν ἀσκητῶν τὴν καλλονὴν καὶ προστάτην, Κυδωνιαίων οἱ πιστοὶ ὁμοφρόνως, νῦν Ἰωάννην στέψωμεν γηθόμενοι, σήμερον ἀπαίρει γάρ, πρὸς τὰς θείας ἐπαύλεις, δωρεὰν ἰάσεων, ἀπονέμων τοῖς πίστει, τὴν ἱερὰν πανήγυριν αὐτοῦ, ἐπιτελοῦσι, καὶ πόθῳ γεραίρουσι.

Ὁ Οἶκος.

Τοὺς τοῦ Κυρίου ἀσκητάς, ἅπαντες, ὦ φιλέορτοι, συνελθόντες ᾀσματικῶς ἀνευφημήσωμεν. Οὗτοι γὰρ τὸ τοῦ Σωτῆρος ἐλαφρὸν φορτίον ἐπ’ ὤμων ἀράμενοι, καὶ τὴν γεηρὰν ἀπόλαυσιν ἀπωσάμενοι, τῷ τὰς ἡμῶν ἁμαρτίας ἐν Σταυρῷ καθηλώσαντι, εὐθαρσῶς ἠκολούθησαν, καὶ τὰ πάθη νεκρώσαντες τοῦ σώματος, τὴν ψυχὴν ἀπηφθάρτισαν, καὶ συμπολῖται τῶν τῷ Χριστῷ εὐαρεστησάντων ἐγένοντο· διὸ πρεσβεύουσι τῷ Σωτῆρι διηνεκῶς, εἰρήνην σταθερὰν δωρηθῆναι τῷ κόσμῳ παντί, καὶ τὸ μέγα ἔλεος, τοῖς τούτους ἐκ πόθου γεραίρουσι.

 

Συναξάριον

Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ὁσίων Πατέρων· Ἰωάννου τοῦ Ἐρημίτου, καὶ τῶν συνασκησάντων αὐτῷ 98, τῶν ἐν τῇ νήσῳ Κρήτῃ ἀσκησάντων.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Τοῦ Ὁσίου. Παῖδες Ἑβραίων.

Μέλη σαρκὸς καταμαράνας, τῆς ἀσκήσεως τοῖς πόνοις θεοφόρε, καὶ ψυχὴν πρὸς ὁδόν, ἰθύνας Παραδείσου, εὐλογητὸς κραυγάζεις νῦν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ἄλσεσι Πάτερ διατρίβων, ὡς φιλέρημος τετόξευσαι ὡς ζῶον· καὶ τῶν γῆθεν λυθείας, ἀπαίρεις πρὸς τὰ ἄνω, ἔνθα φαιδρῶς ἀκούεται, ἦχος τῶν ἑορταζόντων.

Ῥάως πληροῖς τὰς ἱκεσίας, τῶν αἰτούντων σου παμμάκαρ Ἰωάννη, τὴν φαιδρὰν ἀρωγήν, ἐν γῇ καὶ ἐν θαλάσσῃ, ὡς παῤῥησίαν κτώμενος, πρὸς Χριστὸν τὸν ζωοδότην.

Θεοτοκίον.

Κλίνην λυχνίαν καὶ παστάδα, Σὲ προέγραψε τῶν Προφητῶν τὸ στίφος, καὶ χρυσῆν κιβωτόν· ἡμεῖς δὲ Σοὶ βοῶμεν· χαῖρε ἁγνὴ πανάμωμε, τῶν πιστῶν ἡ σωτηρία.

 

 

 

Τῶν Ὁσίων. Οὐκ ἐλάτρευσαν.

Γέραν δόξαν τε τιμὴν καὶ πλοῦτον ῥέοντα, ἐγκατελίπετε, πρὸς τὸν Χριστὸν ἀκλινῶς, ᾀεὶ ἀτενίζοντες καὶ πόθῳ ψάλλοντες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Βασιλεία ἡ οὐράνιος θεόφρονες, ὑμῖν δεδώρηται, ἀντὶ ἀγώνων πολλῶν, ἐν οἷς διηγάγετε ζωῆς τὸ στάδιον· διὸ ψάλλετε· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἀῤῥωστίας ψυχικῆς κατατρυχούσης με, δεινῆς μακάριοι, ταῖς ἱκεσίαις ὑμῶν, ταχέως λυτρώσατε, ὅπως κἀγὼ μελῳδῶ· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ῥῦσαι Δέσποτα πρεσβείαις τῆς τεκούσης Σε, τὸν πανοικτίρμονα, καὶ ἀγαθὸν Λυτρωτήν, ἐκ πάσης με θλίψεως, καὶ τοῦ ἀσβέστου πυρός, τὸν ἀνάξιον· ὅπως δοξάζω πάντοτε, τὴν πολλήν Σου εὐσπλαγχνίαν.

 

ᾨδὴ η΄. Τοῦ Ὁσίου. Ἑπταπλασίως κάμινον.

Ὄρη βουνοὺς καὶ φάραγγας, διελθὼν Πάτερ Ὅσιε, μόνῳ τῷ Θεῷ εὐαρεστῶν ἑκάστοτε, εἰς ὄρος κατήντησας τῶν ἀρετῶν καὶ γέγονας, μέγας βοηθὸς τῶν σὲ τιμώντων παμμάκαρ, ἐκ πόθου καὶ βοώντων· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σμῆνος λιπὼν μακάριε, ἅτε σφόδρα φιλήσυχος, τῶν συνασκητῶν ἐπὶ τὰ λίαν δύσβατα, ὀρέων διέδραμες τῆς νήσου διαιτώμενος, τοῖς ἀλσωδεστάτοις, καὶ πετρωδέσιν ἄντροις, κραυγάζων ἀσιγήτως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Χαριεστάτην σήμερον, ἑορτὴν οἱ φιλέορτοι, ἐν τῇ πρὸς Θεόν, σοῦ μεταστάσει Ὅσιε, τελοῦμεν δοξάζοντες, Χριστὸν τὸν σὲ δοξάσαντα, καὶ ἐν κατανύξει, ἀεννάως βοῶμεν· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἀπειρογάμως τέτοκας, τὸν Δεσπότην καὶ Κύριον, τὸν πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς ἐκλάμψαντα, Ὃν νῦν ἐκδυσώπησον, ὡς παῤῥησίαν ἔχουσα, τῶν ἁμαρτιῶν μου τὸ ἀμέτρητον πλῆθος κουφίσαι, καὶ εἰς πλάτος Παραδείσου εἰσάξαι, Παρθένε Θεοτόκε εὐλογημένη Κόρη.

 

Τῶν Ὁσίων. Παῖδας εὐαγεῖς.

Ἵνα τὸν Χριστὸν μόνον, τὸν Κτίστην, τῶν ὅλων καὶ Βασιλέα πάσης κτίσεως, κερδίσητε μακάριοι, τὰ πάντα ὥσπερ σκύβαλα, ἡγήσασθε ἑπόμενοι Παύλου τοῖς ἴχνεσι, μεθ’ οὗ νῦν, τὸν Δεσπότην ὁρᾶτε, ἐν τῇ ἀθανάτῳ, μονῇ ἀκαταπαύστως.

Ἤρθητε Πατέρες εἰς τὸ ὕψος, τὸ μέγα τῶν ἀρετῶν ἐκτιναξάμενοι, ὕλην τὴν ὀλέθριον· ὅθεν καὶ ὁ ὕψιστος, Θεὸς τὴν ἄνω οἴκησιν, ὑμῖν δεδώρηται· ὃν χαίροντες, ἀπαύστως ὑμνεῖτε, μετὰ τῶν Ἀγγέλων, καὶ πάντων τῶν Ἁγίων.

Λάμψον θεαρχία ταῖς καρδίαις, τρισήλιε πάντων τῶν ὑμνούντων σε, καὶ ἡμᾶς ἀξίωσον, τὴν ἀπεριόριστον, πανευλαβῶς καὶ ἄναρχον, σέβειν ἑκάστοτε, οὐσίαν, ἣν καὶ νῦν προσκυνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Οἴμοι ὦ ψυχή μου παναθλία, τῷ ζόφῳ τῆς ἁμαρτίας ὅλη πάντοτε, ἀναίσθητος κατάκεισαι! ἕως καιρὸς ἐπίστρεψον, καὶ τῷ Σωτῆρι βόησον· σῶσόν με Κύριε, Μητρός Σου τῆς πανάγνου πρεσβείαις, ἵνα Σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τοῦ Ὁσίου. Ἐξέστη ἐπὶ τούτῳ.

Μεγίστας ἀντιδόσεις παρὰ Θεοῦ, Ἰωάννη παμμάκαρ ἀπείληφας, πόνων τῶν σῶν, πᾶσι ἐν θαλάσσῃ τε καὶ ἐν γῇ, διηνεκῶς προΐστασθαι, καὶ λυτροῦσθαι τούτους ἐκ συμφορῶν, εἰ μόνον ἐκ καρδίας, πιστῶς ἐπικαλοῦνται, σὲ τὸν ἀπαύστως προστατεύοντα.

Ἐξέστησαν Ἀγγέλων αἱ στρατιαί, καθορῶσαι τὴν σὴν ὑπερθαύμαστον, διαγωγήν, σάρκα γὰρ φερόμενος ὑλικήν, τοὺς ἀσωμάτους ἔφθασας, τῇ ὑπεραΰλῳ καὶ θαυμαστῇ, Πάτερ ἀκτημοσύνῃ, ἢ Οὐρανῶν τὰς πύλας, ἀνεμποδίστως σοὶ ἀνέῳξε.

Τίς ἄρα οὐκ ἐξέστη Πάτερ βροτῶν, τῷ φρικώδει καὶ θείῳ θεάματι, μίᾳ ῥοπῇ, πλῆθος ἀναλῦσαι συνασκητῶν, ἐν διαφόροις ὄρεσιν, ἐνδιατριβόντων καὶ πρὸς μονήν, μίαν κατοικισθῆναι, σὺν σοὶ τῆς ἄνω δόξης· ὡς θαυμαστὸς εἶ ἐν Ἁγίοις Χριστέ.

Ηὐλίσθης πρὸς τὰ ἄνω Πάτερ σκηνάς, τοῖς τιμῶσί σε νέμων ἑκάστοτε, λύσιν κακῶν, ἴασίν τε σώματος καὶ ψυχῆς· διὸ Κρητῶν ἀγλάϊσμα, κἀμοῦ τὸ δυσίατον τῶν παθῶν, θεράπευσον καὶ δέξαι, τόν δὲ τὸν αἶνον ὥσπερ, τὴν τοῦ τοξεύσαντος μετάνοιαν.

Θεοτοκίον.

Σωτῆρα ἡ τεκοῦσα καὶ λυτρωτήν, τῶν ἀνθρώπων Παρθένε πανάμωμε, ῥῦσαι ἡμᾶς, πάσης ἐπηρείας τοῦ πονηροῦ, καὶ πρὸς τὰς θείας ἴθυνον, τρίβους Θεοτόκε Σοὺς ὑμνητάς, ἵνα Σοι κατὰ χρέος, τὸ χαῖρε τοῦ Ἀγγέλου, ἐν πίστει μέλψωμεν σωζόμενοι.

 

Τῶν Ὁσίων. Ἅπας γηγενής.

Ῥῶσιν τῆς ψυχῆς, Χριστὲ καὶ τοῦ σώματος πᾶσι τοῖς κάμνουσιν, δὸς ὁ διὰ ἔλεος, πολὺ τὸν κόσμον φθορᾶς ῥυσάμενος, ταῖς ἱεραῖς δεήσεσι, τῶν θεραπόντων σου, εὐμενής τε, φάνηθι τοῖς κράζουσιν, ἐκ καρδίας θερμῆς τὸ ἱλάσθητι.

Ὄρη καὶ βουνοί, πεδία καὶ φάραγγες, Κρήτης αἰνέσατε, σήμερον τὸν Κύριον, τὸν δεδωκότα ἰσχὺν καὶ δύναμιν, τοῖς θεοφόροις ἄμαχον κατὰ τοῦ δράκοντος, τοῦ δολίου· οὗ καὶ ἡμᾶς λύτρωσαι, ταῖς λιταῖς τῶν ὁσίων Σου Δέσποτα.

Τίς τῶν γηγενῶν, ἐξείπη τὰ θαύματα ὑμῶν σεβάσμιοι; ὄντως ἀναρίθμητα, ἐστι καὶ θεία· ὅθεν ἀγάμενοι, τὴν ἱερὰν πανήγυριν ὑμῶν γεραίρομεν, μετὰ πόθου, λύσιν ἐξαιτούμενοι, τῶν πολλῶν καὶ δεινῶν παραπτώσεων.

Τριαδικόν.

Ἡ ζωαρχική, Τριὰς ὁ Θεὸς ἡμῶν, σῶσον τοὺς δούλους Σου, καὶ ἐκ πάσης θλίψεως, πάντας συντήρει καὶ διαφύλαττε, ταῖς ἱεραῖς δεήσεσι τοῦ οὐρανόφρονος, Ἰωάννου, καὶ τῶν ὀπαδῶν αὐτοῦ, ὧν τὴν μνήμην γεραίρομεν σήμερον.

Θεοτοκίον.

Σῶσόν με ἁγνή, Θεὸν ἡ κυήσασα τὸν πανοικτίρμονα, κείμενον ἀνάστησον, εἰς χάος Δέσποινα τὸν ἀνάξιον, τῶν ἀνυποίστων θλίψεων καὶ τῆς κολάσεως, τοῦ ἀσβέστου, πυρὸς μὲ ἐξάρπασον, ἵνα πίστει καὶ πόθῳ δοξάζω Σε.

 

Ἐξαποστειλάριον. Τοῦ Ὁσίου. Γυναῖκες ἀκουτίσθητε.

Τὸ θεῖον ἐγκαλλώπισμα, τῶν ἀσκητῶν τιμήσωμεν, Κρητῶν τὸν ἄσυλον πλοῦτον, τὸν πάνσοφον Ἰωάννην, Κυδωνιῶν κραταίωμα, διπλοῦν γὰρ στέφος εἴληφε, δισσῶς πολιτευσάμενος, ἀθλητικῶς καὶ ὁσίως· ὅθεν ἀξίως τιμᾶται.

Ἕτερον. Τῶν Ὁσίων.

Πατέρες παμμακάριστοι, τῆς Κρήτης τὸ κραταίωμα, Κυδωνιέων τὸ κλέος, καὶ ἰατροὶ τῶν νοσούντων, τὰ πάθη θεραπεύσατε, ἐμῆς ψυχῆς καὶ σώματος, καὶ πρὸς ζωὴν τὴν κρείττονα, καθοδηγήσατε πάντας, τοὺς ἑορτάζοντας πόθῳ.

Θεοτοκίον.

Παρθένε παναμώμητε, Κυρία μου καὶ Δέσποινα, τὸν Σὸν Υἱὸν ἐκδυσώπει, σὺν τῷ σεπτῷ Ἰωάννῃ, πειρατηρίων ῥύσασθαι, παντοίων τοὺς ὑμνοῦντάς Σε, καὶ αἰωνίων τεύξασθαι, τῶν ἀγαθῶν Παναγία, δύνασαι γὰρ ὅσα θέλεις.

 

Αἶνοι. Τοῦ Ὁσίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν ἀσκητὴν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, τὸν θαυμαστὸν προστάτην, Ἰωάννην τὸν θεῖον, τῆς Κρήτης καὶ γὰρ οὗτος Χριστὸν τὸν Θεόν, τὸν Σωτῆρα καὶ Κύριον, ὑπὲρ αὐτῆς ἱκετεύει ἐκ πειρασμοῦ, λυτρωθῆναι καὶ κολάσεως.

 

Ὑπὲρ ἡμῶν τῶν ἐν πίστει σοῦ τὴν πανένδοξον, καὶ θεοφόρον μνήμην, ἐκτελούντων μὴ παύσῃ, παμμάκαρ Ἰωάννη τὸν Λυτρωτήν, ἱκετεύων καὶ Κύριον, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, καὶ πυρὸς τοῦ αἰωνίζοντος.

 

 

Ἕτερα. Τῶν Ὁσίων.

Τῶν οὐρανίων Ταγμάτων νῦν μιμησώμεθα, τάξεις τὰς οὐρανίους, καὶ στησώμεθα μίαν, χορείαν μετὰ πόθου δεῦτε πιστοί, καὶ πιστῶς εὐφημήσωμεν, χορὸν τῶν θείων Πατέρων τὸν ἐκλεκτόν, τὸν τὴν Κρήτην ἐκλαμπρύναντα.

 

Ἡ ἑκατόμπολις Κρήτη τέρπεται σήμερον, τοὺς ἑκατὸν πλουτοῦσα, στερεοὺς θείους πύργους, Πατέρας τοὺς Ἁγίους τοὺς ἐν αὐτῇ, θαυμαστῶς ἐναθλήσαντας, καὶ ἐκλαμπρύναντας ταύτην ταῖς ἀρεταῖς, καὶ τοῖς θείοις κατορθώμασι.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῶν Ἁγίων Πατέρων ὁ χορός, θείᾳ ἐμπνεύσει εἰς Κρήτην συνελθών, ἐν μιᾷ πίστει καὶ μιᾷ καρδίᾳ, διὰ σαρκὸς τὸν ἄσαρκον ἐχθρὸν ἐτροπώσαντο· καὶ τοὺς τῆς νίκης στεφάνους, ἐν μιᾷ ῥοπῇ παρὰ τοῦ στεφοδότου Χριστοῦ ἐκομίσαντο· οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου· ἀστέρες πολύφωτου τοῦ νοητοῦ στερεώματος· τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὸ καύχημα καὶ σέμνωμα τῆς Κρήτης, Κυδωνίας ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Τῶν θείων Πατέρων θεῖον βλαστόν, ἀσκητῶν τὸ κλέος, καὶ τῆς Κρήτης τὴν καλλονήν, τὸν θερμὸν προστάτην, τῶν ἐπικαλουμένων, τὸν μέγαν Ἰωάννην πάντες ὑμνήσωμεν.

Τοὺς ἐν Κρήτῃ λάμψαντας θαυμαστῶς, Ἁγίους Πατέρας, εὐφημήσωμεν οἱ πιστοί· τούτους γὰρ προστάτας, ἐνθέρμους πρὸς τὸν Κτίστην, ἔχομεν οἱ τιμῶντες αὐτοὺς ἐκ πίστεως.

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν πολυάριθμον χορὸν τῶν Ὁσίων, τῶν ἐκλαμψάντων ἐν τῇ Κρήτῃ ἐνθέως, θερμῶς καθικετεύσωμεν βοῶντες πρὸς αὐτοὺς· Πολυτρόπων θλίψεων, καὶ ποικίλων κινδύνων, ἀσινεῖς τηρήσατε θεοφόροι Πατέρες, τοὺς ἀδιστάκτῳ πίστει καὶ στοργῇ, τῇ ἱερᾷ ὑμῶν σκέπῃ προστρέχοντας.

Δόξα.

Ὡς τοῦ Προδρόμου μιμητὴς Ἰωάννη, καὶ κοινωνὸς τῶν χαρισμάτων τοῦ Λόγου, ἐκ τοῦ σεπτοῦ πληρώματος τῆς χάριτος τῆς σῆς, δωρεὰν πρυτάνευσον, ἀρωγῆς σου τὸν πλοῦτον, καὶ τῆς προμηθείας σου τὴν θεόσδοτον χάριν, τοῖς αἰτουμένοις Πάτερ εὐλαβῶς, τῆς προστασίας σου τὴν ἐπισκίασιν.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Πληθύς με σώζοις τῶν ἐν Κρήτῃ Ὁσίων. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Πληθὺς πολυώνυμε καὶ σεπτή, τῶν διαλαμψάντων ἐν τῇ Κρήτῃ ἀσκητικῶς, πολύολβον χάριν οὐρανόθεν, τοῖς πολλαχῶς σε τιμῶσι χορήγησον.

Λαμπτῆρες ἀδύτου μαρμαρυγῆς, διὰ πολιτείας γεγονότες ἀγγελικῆς, φωτὸς οὐρανίου κληρονόμος, δι’ ἐναρέτου ζωῆς ἡμᾶς δείξατε.

ἕνωσις ὄντως ἡ θεαυγής, ὑμῶν θεοφόροι, διεστώτων συναρμογῇ, καὶ σύστασις θείας συμφωνίας, πρόκειται πᾶσι σαφεῖ ὑποδείγματι.

Θαυμάτων τὴν χάριν πεπλουτηκώς, πάτερ Ἰωάννη, ὡς τῆς χάριτος θησαυρός, θαυμάστωσον θείας ἀρωγῆς σου, τοῖς σοῖς οἰκέταις τὴν θείαν ἐνέργειαν.

Θεοτοκίον.

ψίστου ἀνάκτορον ὑψηλόν, ὕψωσον τὸν νοῦν μου, ἐκ κοπρίας τῆς τῶν παθῶν, καὶ πρὸς ἀπαθείας τὰς ὑψώσεις, Θεογγεννῆτορ ὑψόθεν με ἴθυνον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Συνδρομὴ μακαρία, ὡς ἀληθῶς ὤφθητε, Ὅσιοι Πατέρες ἐμφρόνως ὁμονοήσαντες, ὅθεν συνδράμετε, καὶ πρὸς ὁμόνοιαν θείαν, καὶ στεῤῥὰν ἑνότητα ἡμᾶς ἀγείρατε.

Μετανοίας τὴν τρίβον, τὴν τῆς ζωῆς εἴσοδον, οἷα ὁδηγοὶ πρὸς τὰ κρείττω ἐξωμαλίσατε, τοῖς προσιοῦσι ὑμῖν, οἱ τὴν στενὴν εὐθυπόρως, ἀτραπὸν ὁδεύσαντες Πατέρες Ὅσιοι.

πιβαίνων ὁσίως τοῖς Ἠλιοὺ ἴχνεσιν, ἐρημοπολίτης ἐδείχθης, θείῳ σου ἔρωτι, ὦ Ἰωάννη σοφέ, ὅθεν κἀμὲ ἐρημίας, πάσης παραβάσεως ῥῦσαι καὶ σῶσόν με.

Θεοτοκίον.

Σωτηρίας κρηπίδα, καὶ ἀσφαλῆ ἄγκυρα, τὴν σὴν κραταιὰν προστασίαν, πλουτήσας Δέσποινα, οὐ δειλιάσω ποτέ, τὰς τοῦ ἐχθροῦ πανουργίας, ἀλλὰ τῇ δυνάμει σου τούτων ῥυσθήσομαι.

Διάσωσον, ἡ τῶν ἐν Κρήτῃ Ὁσίων χοροστασία, ἐκ παντοίων συμπτωμάτων καὶ θλίψεων, τοὺς ἀφορῶντας τῇ θείᾳ σου ἀντιλήψει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάται ἡμῶν καὶ ἔφοροι ἀκοίμητοι, καὶ σκέπη στεῤῥά, καὶ βοηθοὶ θερμότατοι, Πατέρες οὐρανόφρονες, πειρασμῶν γεηρῶν ἀπαλλάξατε, τοὺς πεποιθότας ὑμῖν ἀτενῶς, πταισμάτων τὴν ἄφεσιν παρέχοντες.

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

ς θερμοὶ ἀντιλήπτορες, τῶν προσκαλουμένων ὑμᾶς ἑκάστοτε, τὴν λαμπρὰν ὑμῶν προμήθειαν, ἀφ’ ἡμῶν μηδόλως ἀποστήσητε.

Ζωηφόροις δεήσεσι, τὰς θανατηφόρους νόσους νεκρώσατε, καὶ ὑγείαν χορηγήσατε, ἡμῖν τὴν κατ’ ἄμφω παμμακάριστοι.

Οὐρανόθεν προκύψατε, τὰς ἱκετηρίους φωνὰς δεχόμενοι, τῶν αἰτούντων ἐν ταῖς θλίψεσι, τῆς ὑμῶν προνοίας τὴν χρηστότητα.

λασμὸν καὶ ἀνάψυξις, ταῖς κεκακωμέναις ὁρμαῖς τοῦ ὄφεως, γενηθήτω ταῖς πρεσβείαις σου, Πάτερ Ἰωάννη ἡ ἐνέργεια.

Θεοτοκίον.

Συμπαθείας με κρείττονος, ἡ τὸν εὐσυμπάθητον Λόγον τέξασα, Θεοτόκε καταξίωσον, ἵνα μακαρίζω σε σωζόμενος.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Τίμιος ὑμῶν, ἀναδέδεικται ὁ θάνατος, ἀσκηταὶ Χριστοῦ θεόληπτοι, ὅθεν πάσης ἀτιμίας ἡμᾶς ῥύσασθε.

ς ἑνοειδής, συναυλία πλείστοις σώμασι, κοσμικοῖς πολυσχιδίας ἐμπαθοῦς, πρὸς ἑνότητα ζωῆς ἡμᾶς ἀθροίσατε.

Νέκρωσον ἡμῶν, Ἰωάννη θεοδόξαστε, τὴν ὀργῶσαν ἁμαρτίαν τῆς σαρκός, καὶ θανάτου ψυχικοῦ ἡμᾶς ἐξέγειρον.

Θεοτοκίον.

λαμψεν ἐκ Σοῦ, ὁ Ὑπέρθεος Πανάμωμε, ἐν μορφῇ τῇ καθ’ ἠμᾶς δίχα τροπῆς, καὶ ἐχθροῦ τὴν δυναστείαν ἐτροπώσατο.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ναμάτων, ζωαρχικῶν πληρούμενοι, οὐρανίου εὐφροσύνης τὴν δρόσον, καὶ τῆς εἰρήνης τὰ ἔνθεα ῥεῖθρα, ποταμηδὸν θεοφόροι ἐβλύσατε, τοῖς θλιβομένοις ἀπηνῶς, προσβολαῖς τοῦ δεινοῦ κοσμοκράτορος.

Κυμάτων, βιωτικῶν τοὺς λαίλαπας, καὶ δεινῶν πειρατηρίων τὴν ζάλην, κυοφοροῦσαν ἡμῖν ἀγωνίας, καὶ τὴν ἀπώλειαν ἤδη ὠδίνουσαν, οἷα λιμένες τῶν πιστῶν, εἰς γαλήνην Πατέρες ἀγάγετε.

ημάτων, ἐκπληρωταὶ τῆς χάριτος, θεϊκῶν δικαιωμάτων ἐργάτας, καὶ πληρωτὰς ἐνταλμάτων ἀχράντων, ὁλοσχερεῖ διαθέσει ἐργάσασθε, τοὺς μακαρίζοντας ὑμᾶς, θεοφόροι Πατέρες μακάριοι.

χάρις σε, τοῦ Σωτῆρος ἔθαλπε, τὴν τοῦ σώματος γυμνότητα φέρειν, ὅθεν ἡμᾶς, νοερῶς γυμνωθέντας, τῇ σωστικῇ σου πρεσβείᾳ περίθαλψον, καὶ ἀρετῶν καταστολαῖς, Ἰωάννη τοὺς δούλους σου ἔνδυσον.

Θεοτοκίον.

Τὴν ἄστεκτον, καὶ ὑπέρθεον φύσιν, δεξαμένη ἐν γαστρί σου Παρθένε, δίχα φθορᾶς, μετὰ σώματος τίκτεις, ὅν ὁ Πατὴρ πρὸ αἰώνων ἐγέννησεν, ἀναγεννήσεως καινῆς, ἀξιοῦντα τοὺς σὲ μακαρίζοντας.

Διάσωσον, ἡ τῶν ἐν Κρήτῃ Ὁσίων χοροστασία, ἐκ παντοίων συμπτωμάτων καὶ θλίψεων, τοὺς ἀφορῶντας τῇ θείᾳ σου ἀντιλήψει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Πολυστέλεχε δῆμε καὶ πάντιμε, καθαρώτατα σκεύη τοῦ Πνεύματος, οἱ τῶν Ἀγγέλων κοινωνοί, Πατέρες εὐκλεεῖς ἐν πειρασμοῖς ἀναψυχή, καὶ ἐν ταῖς νόσοις ἰατροί, τοῖς βοῶσι γενήθητε. Σπεύσατε οὐρανόθεν, καὶ λύσατε τὴν μανίαν, καὶ τὰς δεινὰς ἐπιφοράς, τὰς καθ’ ἡμῶν τοῦ πολεμήτορος.

 

Προκείμενον: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται, ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινό.

Εὐαγγέλιον Ὁσιακόν.

Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με...

Δῆμε πολυάριθμε, θεοειδὴς συναυλία, ἱερὲ κατάλογε, σύνταγμα ὁμόψυχον καὶ θεόλεκτον, Ἀσκηταὶ Ὅσιοι, Μοναστῶν κανόνες, ἐν ἀγάπῃ καὶ χρηστότητι ἡμᾶς ἑνώσατε, τῆς φιλαδελφίας τὸν σύνδεσμον, τηρεῖν ἀδιαχώριστον, καὶ σκανδάλων λύειν τὰ αἴτια, ἵνα ὁμοφρόνως εὐάρεστοι γενόμενοι Θεῷ, ἐν παῤῥησίᾳ δοξάσωμεν, τὸν ὑμᾶς δοξάσαντα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

θροισμένοι ἐνθέως, τῇ τοῦ λόγου ἀγάπῃ Πατέρες Ὅσιοι, συντάξατε νομίμως, ἡμᾶς ἐκλελυμένους, ἐπηρείᾳ τοῦ ὄφεως, τοῦ ὁμοφώνως βοᾷν· Χριστὲ εὐλογητὸς εἶ.

Οἱ τὸν ἄφθαρτον ὕδωρ, ἐκ πηγῶν αἰωνίων Πατέρες βλύζοντες, τὴν φλόγα τῆς ἀπάτης, καὶ πῦρ τῆς ἐμπαθείας, ἐν ἡμῖν κατασβέσατε, καὶ τὰς ἐννοίας ἡμῶν, δροσίσατε ἀΰλως.

Συμφορῶν τὰς ὀδύνας, ἀναγκῶν τὰς ἀνίας παθῶν τὸν τάραχον, σαρκὸς τὰς ἀλγηδόνας, καὶ τῶν ψυχῶν τὰ βάρη, ἐξ ἡμῶν ἀπελάσατε, τῶν εὐφημούντων ἡμῶν, Πατέρες τοὺς ἀγῶνας.

ατὴρ ἀσθενούντων, χορηγὸς ἀπορούντων τῶν ὑπὲρ ἔννοιαν, πυρσὸς θαλαττευόντων καὶ ὅρμος τῶν ἐν ζάλῃ, Ἰωάννη γεγένησαι. Διὸ βοήθει κἀμοί, πάντοθεν βαλλομένῳ.

Θεοτοκίον.

ραιόμορφε Κόρη, ἡ τὸν κάλλει ἀσύγκριτον Υἱὸν τέξασα, ψυχῆς μου τὰς ἀμόρφους, ὡράϊσον ἰδέας, καὶ βοῶντά με φώτισον· Εὐλογημένη σὺ εἶ, Θεὸν σαρκὶ τεκοῦσα.

 

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Νομίμου βίου, καὶ καθαρᾶς πολιτείας, πρὸς ἐγρήγορσιν ἐγείρατε Πατέρες, τοὺς κεκαρωμένους ὕπνῳ τῆς ῥαθυμίας.

Γεηπονοῦντες, ἁμαρτημάτων τὴν λύσιν, τοῖς προστρέχουσιν ὑμῶν τῇ ἀντιλήψει, ῥύσασθε Πατέρες, ἠμᾶς τῆς ἐξαπάτης.

ξ ἀφροσύνης, καὶ ἐφαρμάτου ἁγνοίας, διασώσατε ἀλύμαντον τὸν νοῦν μου, γνώσει καὶ φρονήσει, φρουροῦντές με Πατέρες.

ῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τοῖς τὸ ἔλεος τὸ σὸν ἐπιζητοῦσι. Σὺ γὰρ Ἰωάννη, θαυμάτων βρύεις ῥεῖθρα.

Θεοτοκίον.

γεωργήτως, τὸν ποιητὴν τῶν αἰώνων, γεωργήσασα ὑπερευλογημένη, κατάκαρπόν με δεῖξον, ἐν ἀρεταῖς ἁγίαις.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Συνόντες θεοφόροι, τάξεσιν ἀΰλοις, ἐξ ὑλικῶν καὶ ἀΰλων κακώσεων, καὶ πολυπλόκων κινδύνων ἡμᾶς λυτρώσασθε.

άσεων τὸν πλοῦτον, νέμοντα πλουσίως, τὰ ἱερὰ ὑμῶν λείψανα Ὅσιοι, ταῖς δωρεαῖς ταῖς ἀῤῥήτοις ἡμᾶς πλουτίζουσι.

Μεγίστων χαρισμάτων, κατηξιωμένος, ὁ τῶν Ὁσίων κατάλογος μέγιστος, μεγίστης δόξης μετόχους ἡμᾶς ἀνάδειξον.

Ὁ τῆς χάριτος τὴν κλῆσιν, φέρων Ἰωάννη, χάριτος θείας ῥανίδα μοι ὄμβρισον, καὶ δωρεὰν σεσωσμένον, δεῖξόν με Ὅσιε.

Θεοτοκίον.

πέρφωτε λυχνία, Κεχαριτωμένη, τῆς μετανοίας τὸ φέγγος μοι αὔγασον, καὶ κληρονόμον με δεῖξον τῆς ἄνω λήξεως.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Τοὺς συνηθροισμένους γνώμῃ στεῤῤᾷ, καὶ ὁμοφροσύνῃ διαπρέψαντας ἀκραιφνεῖ, τοὺς ἐν νήσῳ Κρήτῃ, ὡς εἷς σώμασι πλείστοις, λαμπρῶς ἀγωνισθέντας, Πατέρας μέλψωμεν.

Χαίροις θεοφόρε παρεμβολή, πανοσία φάλαγξ Ἐκκλησία ἀσκητική, χαίρετε ἀστέρες, ἐνθέου ἁρμονίας, Πατέρες θεοφόροι, Ἀγγέλων σύσκηνοι.

Ζήλῳ ἡσυχίας κατατρωθείς, ὤφθης ἰχνηλάτης, τοῦ Προδρόμου ὡς ἀληθῶς, ὅθεν Ἰωάννη, πράξει καὶ θεωρίᾳ, σαφῶς εὐδοκιμήσας, λαμπρῶς δεδόξασαι.

Γύμνωσιν τοῦ σώματος ἐνεγκών, τοῦ ἐχθροῦ τελείως, ἀπεγύμνωσας τὰς βουλάς· ὅθεν γυμνωθέντα, κἀμὲ δι’ ἀγνωσίαν, ἔνδυσον Ἰωάννη, χιτῶνα χάριτος.

Πόνοις ἰσάγγελου διαγωγῆς, ὄρη τὰ τῆς Κρήτης ἡγιάσατε μυστικῶς, ἡμῖν δὲ θεοφόροι, ἁγιασμὸν καὶ χάριν, ἐκ τοῦ σεπτοῦ τεμένους ὑμῶν βραβεύσατε.

Ἤδη συνεστῶτες τοῖς νοεροῖς, καὶ τὴν ὑμνῳδίαν ἀναφέροντες τῷ Θεῷ, πάρεστε Πατέρες, ἡμῖν ἐν ταῖς ἀνάγκαις, καὶ ὥρᾳ τοῦ θανάτου ἀρωγοὶ ἕτοιμοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πλήθη ἀναγκῶν καὶ συμφορῶν, καὶ ἀλλεπαλλήλων κινδύνων, ἔφοδοι ἔπνευσαν, καὶ περιταράσσουσιν ἡμῶν τὴν ὕπαρξιν, καὶ τελείαν ἀπώλειαν, ἡμῖν ἀπειλοῦσιν, ὅθεν διασώσατε τῆς τούτων ῥύμης ἡμᾶς. πύργοι γὰρ ἡμῖν σωτηρίας, καὶ παραμυθία ἐν βίῳ, Ὅσιοι Πατέρες ἀνεδείχθητε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου