ΙΟΥΛΙΟΣ ΚΗ΄!!
ΕΙΡΗΝΗ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(ἱερομ.
Ἰωάννου Δημητριάδου Κατουνακιώτου)
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος
δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὴν
παρθένον τὴν ἄσπιλον, τὴν Χριστοῦ Νύμφη ἄφθορον, τὴν Εἰρήνην ἅπαντες
εὐφημήσωμεν, Χρυσοβαλάντου τὴν πρόεδρον, τὴν θείαν καὶ ἔξοχον, τῶν Ὁσίων
καλλονήν, τῶν θαυμάτων τὸ πέλαγος, καὶ τῆς χάριτος, τὸ εὐῶδες ταμεῖον
γηθοσύνως, καὶ τὴν θείαν ταύτης μνήμην, ᾀσματικῶς μελῳδήσωμεν. (Δίς)
Ἣν
Χριστὸς ἐξελέξατο, καὶ τοῦ κόσμου ἐχώρησε, καὶ παρθένον ἄμωμον διεφύλαξε, τὴν
φῶς τοῦ κόσμου ὑπάρξασαν, ἐν λόγοις ἐν πράξεσιν, ἐν νηστείαις καὶ εὐχαῖς,
ὁλονύκτοις καὶ στάσεσι, καὶ ἐν δάκρυσι, καὶ παντοίων θαυμάτων ἐκτελέσει, τὴν
πανένδοξον Εἰρήνην, μελῳδικῶς εὐφημήσωμεν. (Δίς)
Πρὸς
τὴν σώματι Ἄγγελον, ἄλλον Ἄγγελον ἄϋλον, Ἰησοῦς ὁ Κύριος ἐξαπέστειλε, μετὰ σοῦ
μένειν ἀοίδιμε· γνωρίζοντα πάντοτε, τῶν ἀνθρώπων τὰ κρυπτά, ὥσπερ τοῦτο
ἐζήτησας, πρὸς ὠφέλειαν, τῶν ψυχῶν καὶ διόρθωσιν τοῦ βίου· διὸ χαίροντες
Εἰρήνη, ἀνευφημοῦμεν τὴν μνήμην σου.
Τὴν
ἁγίαν καρδίαν σου, βέλος ὄντως κατέτρωσε, τὸ τοῦ θείου ἔρωτος καλλιπάρθενε· διὸ
ἐκ βάθους ἐκέκραγες, ποῦ εἶ ὁ Νυμφίος μου, ὁ ὡραῖος καὶ γλυκύς, σοῦ ἱμείρομαι
ἄπαυστα, καί μοι φλέγεται, τὰ ἐντός μου Χριστέ μου ἡ ἀγάπη, ἡ ὑπέροχος εἰρήνη,
καὶ γλυκασμὸς τῶν φιλούντων σε.
Δόξα.
Ἦχος β΄.
Δεῦτε
πάντες οἱ πιστοί, τὴν ἄμωμον νύμφην τοῦ Βασιλέως Χριστοῦ, Εἰρήνην τὴν ἔνδοξον,
ἐν ὑμνῳδίαις τιμήσωμεν. Αὕτη γὰρ ἡ σοφωτάτη παρθένος, καὶ πλοῦτον καὶ τρυφὴν
προθύμως κατέλιπεν· ἠρίθμησε δὲ ἑαυτὴν σὺν ταῖς φρονίμοις παρθένοις, αἳς καὶ
ἐποίμανεν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, γεγονυ΅α ἀπεικόνισμα ἀρετῆς πρὸς αὐτάς·
διὸ καὶ συναγάλλεται τοῖς χοροῖς τῶν ἐκλεκτῶν, ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν, ἧς
ἀξιωθείημεν ταῖς πρεσβείαις αὐτῆς.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος
ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ
παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως
Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τὶς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον,
ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν,
συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ,
καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν
αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας
αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας
δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν
καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις
ἐσχάταις.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (ΙΔ΄)
Σοφαὶ γυναῖκες ᾠκοδόμησαν
οἴκους· ἡ δὲ ἄφρων κατέστρεψε ταῖς χερσὶν αὐτῆς. Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται
τὸν Κύριον· ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ, ἀτιμασθήσεται. Ἐκ στόματος ἀφρόνων
βακτηρία ὕβρεως· χείλη δὲ σφῶν φυλάξει αὐτούς. Οἰκίαι ἀσεβῶν ἀφανισθήσονται·
σκηναὶ δὲ κατορθούντων στήσονται. Ὀξύθυμος πράσσει μετὰ ἀβουλίας· ἀνὴρ δὲ
φρόνιμος πολλὰ ὑποφέρει. Φίλοι μισήσουσι φίλους πτωχούς· φίλοι δὲ πλουσίων
πολλοί. Ὁ ἀτιμάζων πένητα, ἁμαρτάνει· ἐλεῶν δὲ πτωχούς, μακάριος ἔσται. Ἐν
πολλῷ ἔθνει δόξα βασιλέως· ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. Πραΰθυμος
ἀνὴρ καρδίας ἰατρός· σὴς δὲ ὀστέων καρδία αἰσθητική. Ὁ συκοφαντῶν πένητα,
παροξύνει τὸν ποιήσαντα αὐτόν· ὁ δὲ τιμῶν αὐτόν, ἐλεεῖ πτωχόν. Δικαιοσύνη ὑψοῖ
ἔθνος· ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαις. Δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ
αὐτοῦ εὐστροφία ἀφαιρεῖται ἀτιμίαν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
Ὁσία Μῆτερ ἡμῶν, ἡ ἐκ νεότητος Χριστὸν ἠγαπήσασα καὶ Τούτου τῇ ἀγαπήσει, τὰς
νοερὰς τοῦ ἐχθροῦ, παρατάξεις πάσας ἀφανίσασαν, Ὁσίων ἀγλάϊσμα, τῶν παρθένων τὸ
καύχημα, τῆς θεωρίας, καὶ τῆς πράξεως ἔσοπτρον, καὶ πανσεβάστοις, μοναστών
ἐγκαλλώπισμα· πρέσβευε ἀξιάγαστε, Χριστῷ τῷ Θεῷ ἡμῶν, ὡς παῤῥησίαν πλουτοῦσα,
ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σου, τὴν ἔνδοξον μνήμην, δωρηθῆναι τῶν πταισμάτων τὴν
ἀπολύτρωσιν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Χαίροις,
ἡ ἱερὰ καὶ σεμνή, τὸ κατ’ εἰκόνα ἡ φυλάξασα ἄμωον, καὶ πράξει συντονωτάτῃ, τῶν
ἐντολῶν τοῦ Χριστοῦ, τὴν ψυχήν σου ὅλως ἐκλαμπρύνουσα· ἀγάπης τὸ σκήνωμα,
προσευχῆς ἐνδιαίτημα, καὶ τῶν δακρύων, ἡ πηγὴ ἡ ἀείῤῥυτος, προοράσεως,
θαυμαστὸν ὄντως ὄργανον· πρέσβευε παμμακάριστε, Εἰρήνη πανένδοξε, ὑπὲρ ἡμῶν τῶν
ὑμνούντων, τὴν φωτοφόρον σου κοίμησιν, εἰρήνην καὶ λύσιν, τῶν πταισμάτων
δωρηθῆναι καὶ μέγα ἔλεος.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Μέγα,
καὶ θαυμαστὸν ἀληθῶς, ὑπάρχει χρῆμα προσευχὴ ἡ ἀένναος, ἐκ πόθου καὶ ἐξ ἀγάπης,
ἐκπεμπομένη Χριστῷ, δι’ αὐτῆς γὰρ κόρη ἡ θεόκλητος, Εἰρήνη ἡ ἔνδοξος, τῶν
δαιμόνων τὸ φρύαγμα, καὶ τὴν κακίαν, κατὰ κράτος κατέαξεν, μεταβᾶσα δέ, ἀπὸ γῆς
πρὸς οὐράνια, ἔνθα Ἀγγέλων Τάγματα, καὶ πάντες οἱ Ἅγιοι, οἱ ἀπ’ αἰῶνος ὑμνοῦσι,
τὴν παναγίαν καὶ ἄναρχον, Τριάδα πρεσβεύει, σὺν αὐτοῖς ἀδιαλείπτως, εἰς τοῦ
σωθῆναι ἡμᾶς.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
μοναζόντων τὸ σύστημα, καὶ παρθένων ὁ ὅμιλος, δῶτε καὶ χορείαν στησώμεθα, ἐπὶ
τῇ ἐτησίῳ μνήμῃ τῆς καλλιπαρθένου καὶ Ὁσίας Εἰρήνης τῆς Χρυσοβαλάντου. Αὕτη γὰρ
ἡ ἀοίδιμος, πάντων τῶν Ὁσίων τοὺς ἀγώνας καὶ τὰς ἀρετὰς ζηλώσασα, ὑπὲρ φύσιν
ἠγωνίσατο, οὐ δώσασα ὕπνον τοῖς ὀφθαλμοῖς καὶ τοῖς βλεφάροις νυσταγμοῖς, ἄχρις οὗ
κυρία τούτων ἐγένετο· ὅθεν καὶ ἐσώκησεν ἐν αὐτῇ, ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Ἅγιον
Πνεῦμα. Ἀλλὰ πρέσβευε Ὁσία παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχάς, τῶν ἐν πίστει
ἐκτελούντων, τὴν πανσεβάσμιον μνήμην σου
Καὶ
νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τῷ
θείῳ ἔρωτι, τρωθεῖσα πάνσεμνε, Εἰρήνη ἔνδοξε, κόσμον κατέλιπες, δόξαν καὶ
πλοῦτον καὶ τρυφήν, ὡς σύμβολα ἐλογίσω, ἄρασα ἐπ’ ὤμων δέ, τὸν σταυρὸν
ἀξιάγαστε, γέγονας ὑπόδειγμα, ἀρετῆς καὶ διδάσκαλος· διὸ μὴ διαλίπῃς
πρεσβεύειν, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄.
Ἐπεφάνης σήμερον.
Παρθενίας
ἴνδαλμα, ὑπῆρξας Μῆτερ, καὶ ταμεῖον ἔμπλεον, ἐξ ἁπασῶν τῶν ἀρετῶν· διὸ μὴ παύσῃ
πρεσβεύουσα, ὑπὲρ τῶν πίστει, καὶ πόθῳ τιμώντων σε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον
Θεοτόκε
Δέσποινα, Σὴν προστασίαν, καὶ Σὴν χάριν πρόμαχον, μὴ ἀποστήσῃς ἀπ’ ἐμοῦ, ἀλλά
με σκέπε καὶ φύλαττε, καὶ σῶζε Κόρη, ἐχθρῶν τῶν μισούντων με.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη
Ἰωσήφ.
Θαῦμα
μέγα ὑπὲρ νοῦν, διενεργεῖτο θαυμαστῶ, ὅ,τε χεῖράς σου σεμνή, ἦρες πρὸς Ὕψιστον
θερμῶς, μετὰ δακρύων Εἰρήνη ἐκλιπαροῦσα· ἔκλιναν γὰρ σοί, αἱ κυπάρισσοι,
κορυφὰς αὐτῶν προσκυνοῦσαί σε· σὺ δ’ εὐλογήσασα ταύτας γηθοσύνως, τὸν Ἰησοῦν
ἐμεγάλυνες, Χριστὲ βοῶσα, Σοὶ μόνῳ πρέπει δόξα εἰς τοὺς αἰῶνας.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον
Ἀκατάληπτα
τὰ Σά, καὶ ἀνερμήνευτα ἁγνή, πῶς Παρθένος ἀληθής, ἅμα καὶ Μήτηρ ἀψευδής· θαῦμα
θαυμάτων τετέλεσται ἐν Σοὶ Κόρη! Ὁ γὰρ
ἐκ μηδενός, κατασκευάσας τὸ πᾶν, ἐκ Σοῦ θεοπρεπῶς, ἄνευ σπορᾶς γεννηθείς, τὸ
προλεχθὲν τεράστιον τὸ θεῖον, ὡς οἶδεν Οὗτος εἰργάσατο. Ἀλλ’ ὦ Παρθένε, Σὴν
κληρουχίαν, περιφρούρει καὶ φύλαττε.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ὁσίας, οὗ ὁ Κανὼν κατ’
Ἀλφάβητον· ἐν δὲ τοῖς Θεοτοκίοις: Ἰωάν. Ἱερομ.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀγγέλων ὁ θίασος, καὶ τῶν
Ἁγίων ὁ σύλλογος, θερμῶς ἱκετεύσατε, τὸν Βασιλέα Χριστόν, χορηγῆσαι νῦν, κᾀμοὶ
λέγον τοῦ μέλψαι, Εἰρήνην τὴν ἔνδοξον, καὶ καλλιπάρθενον.
Βασίλεια ἔλιπες, πλοῦτον
καὶ δόξαν ἐπίκηρον, Χριστὸν γὰρ ἠγάπησας, τὸν Βασιλέα ἡμῶν, καὶ Θεὸν σεμνή, καὶ
Τούτου ἠρετίσω, τὸ κάλλος τὸ ἄῤῥητον, ὃ καὶ ἀπήλαυσας.
Γενναίῳ φρονήματι, πρὸς
τοὺς ἀγῶνας ἐχώρησας, σεμνὴ τῆς ἀσκήσεως, ἐπαγρυπνοῦσα ᾀεί, καὶ δακρύουσα, καὶ
πόθῳ εὐχομένη, Χριστός σοι δεδώρηκε, χάριν ἰάσεων.
Θεοτοκίον.
Ἰάτρευσον Δέσποινα, τὰ τῆς καρδίας μου τραύματα, τὸν νοῦν μου
καθάρισον, καὶ τὴν ψυχὴν ἀγαθή, ἀναπτέρωσον, πρὸς πόθον τοῦ Υἱοῦ Σου, ὡς ψάλλω
γηθόμενος, Σοῦ τὰ θαυμάσια.
ᾨδὴ
γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Δοχεῖον τοῦ Πνεύματος
ἐγένου, Εἰρήνη πανένδοξε μεθ’ οὗ, θαύματα ἐξετέλεσας, ὑπερφυῆ καὶ γέγονας,
μοναζουσῶν διδάσκαλος, καὶ σωτηρίας ὑπόθεσις.
Ἐνέκρωσας ἔνδοξε τὴν σάρκα,
συντόνῳ νηστείᾳ καὶ εὐχῇ, καὶ ὁλονύκτοις στάσεσι· πνευματικῇ μελέτῃ δέ, τὸ
ὀπτικὸν ἐφώτισας, τῆς σῆς ψυχῆς παναοίδιμε.
Ζωὴν τὴν ἀΐδιον ποθοῦσα,
ζωῆς τῆς προσκαίρου τὰ τερπνά, ἐμίσησας ἀοίδιμε, καὶ πρὸς Χριστὸν προσέδραμες,
δῶρον Αὐτῷ προσάξασα, τὴν παρθενίαν καὶ ἄσκησιν.
Θεοτοκίον.
Ὡς
Μήτηρ Χριστοῦ τοῦ Βασιλέως, τὰ πάντα ἰσχύεις ἀγαθή· διό μου μεταῤῥύθμισον, τὸν
βίον ὡς ἐπίστασαι, μετάνοιαν παρέχουσα, καὶ τῶν δακρύων τὸ χάρισμα.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς
μαντείας διέλυσας τὰ δεσμά, ἐκλυτρώσασα Μῆτερ τὴν μοναχήν· τὸν νέον ἐλύτρωσας,
δαιμονίου πανθαύμαστε, καὶ ἐκ χειρὸς ναυκλήρου, τὰ μῆλα τὰ εὔοσμα, μετὰ χαρᾶς
παρέλαβες, Εἰρήνη σταλέντα σοι, ἔκ τε τοῦ Δεσπότου, καὶ σεπτοῦ Ἰωάννου, τοῦ
φίλου καὶ παρθένου τε, μεθ’ οὗ πάντοτε πρέσβευε, Ἰησοῦν τὸν Φιλάνθρωπον,
ῥύσασθαι ἡμᾶς τῆς ὀργῆς, τοῦ πολέμου καὶ πάσης στενώσεως, καὶ μελλούσης Ὁσία
κολάσεως.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ
πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν
Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι
σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο
βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
ᾨδὴ
δ΄. Τὴν ἀνεξιχνίαστον.
Ἥλιος καθάπερ Εἰρήνη σεμνή,
ἔλλαμψεν ἐν κόσμῳ τὰ ἔργα σου, πάντας ἀνθρώπους, πρὸς Θεὸν τὸν ἀγαθόν,
καθοδηγοῦντα ἔνδοξε· ὅθεν εὐφημοῦμεν τὴν μνήμην σου.
Θαύματι λυτροῦσαι Εἰρήνη
σοφή, ἐκ τῆς ἀδικίας τὸν ἄνθρωπον, ξένως φανεῖσα, ἐν ὁράματι φρικτῷ, τῷ βασιλεῖ
ὃν ἤλεγξας· ὅθεν ἀνυμνοῦμεν τὴν μνήμην σου.
Ἵλεων γενέσθαι Εἰρήνη ἡμῖν,
πᾶσι τοῖς ἐκ πόθου ὑμνοῦσί σε, πρέσβευε Μῆτερ, τῷ Χριστῷ διαπαντός, τοῦ
χορηγῆσαι ἅπασι, τῶν ἁμαρτημάτων συγχώρησιν.
Θεοτοκίον.
Ἅπερ
ὀφθαλμὸς οὐκ οἶδε ποτέ, καὶ ἐπὶ τὸ οὖς οὐκ ἐλήλυθε, νέμεις Παρθένε, καὶ
αὐγάζεις τὰς ψυχάς, τοῖς εὐλαβῶς ὑμνοῦσί Σε, καὶ ἐξαιτουμένοις τὴν χάριν Σου.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Κιννύρα τοῦ Πνεύματος, τοῦ
Παναγίου γέγονας, ᾄδουσα ἐκθύμως τῇ Τριάδι, πάντα τὸν χρόνον, τῆς ἐπὶ γῆς σου
ζωῆς, καθάπερ οἱ Ἄγγελοι σεμνή· ὅθεν καὶ ἠξίωσαι, τῆς αὐτῶν ὁμηγύρεως.
Λαβοῦσα τὸ χάρισμα, τοῦ
προορᾶν τὰ μέλλοντα, ὥσπερ ὁ Ἀντώνιος ὁ μέγας, προΰλεγες ταῦτα, ἐν ταπεινώσει
πολλῇ, πρὸς δόξαν Θεοῦ καὶ τῶν πιστῶν, πάντων τὴν ὠφέλειαν, ὦ Εἰρήνη
πανθαύμαστε.
Μητέρα ἐν πνεύματι,
μοναζουσῶν σε ἔστεψε, Πνεῦμα τὸ πανάγιον Εἰρήνη· οἶδε γὰρ πᾶσαν, τὴν ἀρετὴν τῆς
ψυχῆς, παράδειγμα· ὅθεν καὶ κανών, γέγονας τῆς πράξεως, καὶ θεωρίας πανόλβιε.
Θεοτοκίον.
Νοός
μου τὸ ἄστατον, καὶ τῆς ψυχῆς τὴν πάρεσιν, ἄχραντε θεράπευσον ὡς οἶδας, Σὺ γὰρ
ἰάσω τὴν συντριβὴν τοῦ Ἀδάμ, γεννήσασα ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί Σε,
σωτηρίαν βραβεύοντα.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Μονὴν Εἰρήνη θεόσοφε, Πατὴρ
Υἱὸς καὶ Πνεῦμα τὸ Ἅγιον, ἐν σοὶ πεποίηκεν· ὅθεν τοὺς πάντας κατηύγασας, τῇ τῶν
θαυμάτων αἴγλῃ καὶ τῇ σοφίᾳ σου.
Ναμάτων
θείων ὁ χείμαῤῥος, ἀπαύστως ἐκ χειλέων σου ἔνδοξε, ἔῤῥει καὶ ἤρδευε, μοναζουσῶν
σου τὸ σύστημα, καὶ τῶν προσερχομένων σοι τὴν διάνοιαν.
Ξενίζει
πᾶσαν διάνοιαν, τὸ πλῆθος τῶν θαυμάτων θεόσοφε, ὡς καὶ τὰ ἔργα σου, τῆς
προσευχῆς τὸ ἐπίμονον, καὶ τῆς νηστείας αὖθις το καρτερικότατον.
Θεοτοκίον.
Ἰδιοῤῥύθμως
ὁ ἄσωτος, τὸν βίον μου Παρθένε ἠνάλωσα, ὥσπερ ὁ Ἄσωτος, τὴν χάριν πᾶσαν
ἀπώλεσα· ἀλλὰ Σὺ ταύτην πλείονα δός μοι άχραντε.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον,
Τὴν
λαμπάδα ἄσβεστον, τῆς παρθενίας, καὶ τῶν θείων ἔργων σου, διατηρήσασα σεμνή,
εἰς τὸν Νυμφῶνα τὸν ἄφθαρτον, σὺν ταῖς παρθένοις, Εἰρήνη κατώκησας.
Ὁ Οἶκος.
Πάσας
τὰς ἡδόνας καὶ τὰ θέλγητρα τοῦ βίου εἰς οὐδὲν λογισαμένη, ᾖρας τὸν σταυρὸν ἐπ’
ὤμων, καὶ τὸν Χριστὸν ἀπὸ καρδίας ἀγαπήσασα, ἔδραμες ὥσπερ διψῶσα ἔλαφος εἰς τὰ
ἀγαπητὰ σκηνώματα τοῦ ἀφθάρτου Νυμφίου σου· ἔνθα διὰ τῆς πράξεως καὶ θεωρίας
ἀφιχθεῖσα εἰς τὴν ἀκρώρειαν πασῶν τῶν ἀρετῶν, ἀνέπτης εἰς οὐρανοὺς εἰς Νυμφῶνα
τὸν ἄφθαρτον Εἰρήνη σοφή, καὶ σὺν ταῖς φρονίμοις παρθένοις κατώκησας.
Συναξάριον.
Τῇ
ΚΗ ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Εἰρήνης τῆς Χρυσοβαλάντου
Εἰρηνικῶς
ἔζησας Eἰρήνη πάλαι,
Kαὶ νῦν κατοικεῖς ἔνθα εἰρήνη βρύει.
Kαὶ νῦν κατοικεῖς ἔνθα εἰρήνη βρύει.
Εἰκάδι
ὀγδοάτῃ Εἰρήνη, εἰρηναίως θνήσκει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων
καὶ Διακόνων· Προχόρου, Νικάνορος, Τίμωνος και Παρμενᾶ.
Τετρὰς
Μαθητῶν, τοῦ θεανθρώπου Λόγου,
Τριάδα σεπτὴν πᾶσι κηρύττει λόγῳ.
Mίμημα ο Πρόχορος επιστηθίου,
Ώφθη αληθώς. Eύγε της προθυμίας!
Tο δίκτυόν σου Nικάνωρ Θεού Λόγω,
Πολλούς αγρεύσαν ερρύη τέλει βίου.
Τριάδα σεπτὴν πᾶσι κηρύττει λόγῳ.
Mίμημα ο Πρόχορος επιστηθίου,
Ώφθη αληθώς. Eύγε της προθυμίας!
Tο δίκτυόν σου Nικάνωρ Θεού Λόγω,
Πολλούς αγρεύσαν ερρύη τέλει βίου.
Tιμώ σε Tίμων ως Aποστόλων
ένα,
Ως Mαρτύρων τε των κεκαυμένων ένα.
Ως Mαρτύρων τε των κεκαυμένων ένα.
Έχει σε τύμβος, αλλά μέχρι
σαρκίου,
Ψυχή γαρ η ση Παρμενά μετ’ Aγγέλων.
Ψυχή γαρ η ση Παρμενά μετ’ Aγγέλων.
Οὗτοι οἱ Ἅγιοι Ἀπόστολοι,
ἐστάθησαν μαθηταὶ τῶν Δώδεκα Ἀποστόλων, καὶ συνηριθμοῦντο μὲ τοὺς Ἑβδομήκοντα,
ὄντες συνδιάκονοι ὁμοῦ μὲ τὸν Πρωτομάρτυρα καὶ Ἀρχιδιάκονον Στέφανον, περὶ των
ὁποίων γράφει ὁ ἱερὸς Λουκᾶς, εἰς τὰς Πράξεις τῶν Ἀποστόλων, λέγων: Καὶ
ἐξελέξαντο Στέφανον ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον, καὶ
Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν (Πράξεις
στ, 5).
Ἀφ’ οὗ δὲ ἔπαυσαν ἀπὸ τὸ νὰ
διακονῶσι θεαρέστως καὶ μὲ τρόπον ἀκατηγόρητον εἰς τὰς τραπέζας τῶν χηρῶν καὶ
τῶν πτωχῶν ἐν Ἱερουσαλήμ, τότε· ὁ μὲν Πρόχορος
ἐπεριπάτει εἰς τὸ κήρυγμα τοῦ Εὐαγγελίου μετὰ τοῦ ἐπιστηθίου καὶ Θεολόγου
Ἰωάννου, συγκοπιάζων μὲ αὐτὸν εἰς τὴν συγγραφὴν τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου,
καὶ συγκοινωνὸς γενόμενος τῶν πειρασμῶν καὶ θλίψεων τοῦ διδασκάλου του. Ἀφ’ οὗ
δὲ μετέστη ὁ μέγας Ἰωάννης, ἔγινεν ἐπίσκοπος Νικομηδείας, καὶ ἔφερεν εἰς
καλλιτέραν κατάστασιν ὅλους τοὺς ἐκεῖσε εὑρισκομένους ἀνθρώπους μὲ τὸν λόγον
του, διδάσκων αὐτοὺς νὰ μὴν ὑποδουλόνωσι τὸ κρεῖττον εἰς τὸ χεῖρον, ἤτοι τὴν
ψυχὴν εἰς τὸ σῶμα, καὶ εἰς τὰ πάθη τοῦ σώματος, ἀλλ’ ἐκ τοῦ ἐναντίου νὰ
ὑποτάσσωσι τὸ σῶμα καὶ τὰ τούτου πάθη εἰς τὴν ψυχήν, καὶ εἰς τὸν ὄρθρον λόγον,
καὶ τὴν διάκρισιν. Καὶ οὕτως νομοθετῶν, ἐτελείωσεν ὁ ἀοίδιμος τὴν ζωήν του.
Ὁ δὲ Ἅγιος Νικάνωρ, παρέδωκε τὴν ψυχήν του εἰς τὸν Θεόν, κατ’
ἐκείνην τὴν ἰδίαν ἡμέραν, κατὰ τὴν ὁποίαν ἐλιθοβολήθη ὁ Ἅγιος Πρωτομάρτυς
Στέφανος, διότι ἔπρεπεν ὁ συνδιάκονος Νικάνωρ νὰ ἀποθάνῃ μὲ τὸν Ἀρχιδιάκονον
Στέφανον. Καὶ οὕτω οἱ δύο, ἔχοντες ὅμοια τὰ φρονήματα, ἔπρεπε νὰ λάβωσιν
ἑπομένως καὶ τὰ τέλη κατὰ τὴν αὐτὴν ἡμέραν.
Ὁ δὲ Ἅγιος Παρμενᾶς, διακονῶν καὶ ὑπηρετῶν θεοφιλῶς εἰς τὰς
χρείας τῶν Ἁγίων, ἐγένετο εὐάρεστος καὶ εἰς τὸν Χριστόν, καὶ εἰς τοὺς Δώδεκα
Μαθητὰς τοῦ Χριστοῦ, ἀσθενήσας δὲ ἔπειτα, ἔμπροσθεν τῶν Ἁγίων Ἀποστόλων,
παρέδωκε τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ. Ἐκηδεύθη δὲ ἀπὸ αὐτοὺς καὶ ἐθρηνήθη
συμμέτρως ἀπὸ αὐτούς.
Ὁ δὲ Ἅγιος Ἀπόστολος Τίμων, διηκόνει καὶ αὐτὸς εἰς τὰς χρείας τῶν Ἁγίων
ὁμοῦ μὲ τὸν πρωτόαθλον Στέφανον, ἐχειροτονήθη ἔπειτα ἀπὸ τοὺς Ἁγίους Ἀποστόλους
ἐπίσκοπος εἰς τὴν Βόστραν, τὴν εὑρισκομένην εἰς τὴν Ἀραβίαν. Ἐκεῖ δὲ μεταβάς,
ἠγωνίσθη καθ’ ὑπερβολὴν ὁ μακάριος, καὶ πολλοὺς ἀπίστους ἔφερεν εἰς τὴν πίστιν,
καὶ μὲ τὸν Χριστὸν αὐτοὺς οἰκειοποίησεν, ὅθεν πρῶτον μὲν ἐδάρη πολλά, ἀπὸ τοὺς
ἐκεῖ ἀπίστους, ἔπειτα δὲ διὰ πυρὸς κατακαείς, ἀπῆλθε πρὸς Κύριον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐσταθίου, τοῦ ἐν Ἀγκύρᾳ
Ῥυσθεὶς
ποταμοῦ παμμάκαρ παρ’ Ἀγγέλου,
Tαῖς χερσὶ τοῦ σώσαντος ἐκπνεῖς Ἀγγέλου.
Tαῖς χερσὶ τοῦ σώσαντος ἐκπνεῖς Ἀγγέλου.
Οὗτος, στρατιώτης ἦν, καὶ
προσαχθεὶς Κορνηλίῳ τῷ ἡγεμόνι Ἀγκύρας, καὶ ἐρωτηθείς, παῤῥησίᾳ ὡμολόγησε τὸν
Χριστόν. Ὅθεν τύπτεται ἀφειδῶς, καὶ τοὺς ἀστραγάλους τρυπηθείς, καὶ σχοινίοις
περιδεθείς, σύρεται ἀπὸ τῆς πόλεως Ἀγκύρας, ἕως τοῦ Σαγάρεως ποταμοῦ,
ἀκολουθοῦντος καὶ ὁρῶντος τοῦ Ἡγεμόνος, ἐκεῖσε δὲ, ἐν γλωσσοκόμῳ βληθείς,
ῥίπτεται ἐν τῷ ποταμῷ. Κατ’ εὐδοκίαν δὲ Θεοῦ, ἐπιστὰς θεῖος Ἄγγελος, ἐξήγαγε τὸ
γλωσσόκομον ἐπὶ τὴν ξηράν, καὶ εὑρέθη ἐν αὐτῷ ὁ Ἅγιος ἀβλαβής, ψάλλων· Ὁ
κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου. Μαθὼν δὲ τοῦτο ὁ ἡγεμών, καὶ αἰσχυνθείς,
σπασάμενος μάχαιραν, ἀνεῖλεν ἑαυτόν. Ὁ δὲ Μάρτυς εὐξάμενος, καὶ μεταλαβὼν τῆς
θείας Δωρεᾶς, διὰ τῆς ἐκπεμφθείσης αὐτῷ οὐρανόθεν περιστερᾶς, ταῖς χερσὶ τοῦ
ἐπιφανέντος Ἀγγέλου τὸ πνεῦμα παρέθετο, καὶ κατετέθη τὸ τίμιον αὐτοῦ λείψανον,
ἐν αὐτῇ τῇ πόλει Ἀγκύρᾳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου
Τράχηλον
Ἀκάκιος ἐκτμηθεὶς ξίφει,
Ψυχῆς τὸ λευκὸν μηνύων, βλύζει γάλα.
Ψυχῆς τὸ λευκὸν μηνύων, βλύζει γάλα.
Οὗτος, ἦτο κατὰ τοὺς
χρόνους τοῦ βασιλέως Λικινίου, ἐν ἔτει τιη΄ (318), νέος κατὰ τὴν ἡλικίαν,
ἐπειδὴ δὲ ὡμολόγησε τὸν ἑαυτόν του χριστιανόν, ἐκρεμάσθη καὶ ἐξεσχίσθη καὶ
ἔπειτα παρεδόθη εἰς τὸν ἡγεμόνα Τερέντιον, ὁ ὁποῖος ἔβαλε τὸν Ἅγιον μέσα εἰς
λέβητα πεπυρωμένον, γεμάτον ἀπὸ πίσσαν, ἔλαιον, καὶ ὀξύγιον, ἀλλ’ ὁ Ἅγιος ὑπὸ
τῆς θείας χάριτος φυλαττόμενος, ἔμεινεν ἀβλαβής. Μετὰ ταῦτα, ἀναγκάζεται νὰ
τρέχῃ ὀπίσω τοῦ ἡγεμόνος, ὁ ὁποῖος ἔμελλε νὰ ὑπάγῃ εἰς τὴν Ἀπάμειαν καὶ
Ἀπολλωνίαν. Ἐκεῖ δὲ φθάσας, ἐφέρθη ἐντὸς τοῦ ναοῦ τῶν εἰδώλων, καὶ διὰ
προσευχῆς του συνέτριψε τὰ ἐκεῖ εὑρισκόμενα εἴδωλα. Ὕστερον παρεστάθη εἰς τὸν
τριβοῦνον Ζηλικίνθιον, ὁ ὁποῖος βλέπων τὸν Μάρτυρα ἐπιμένοντα εἰς τὴν τοῦ
Χριστοῦ πίστιν, ἔδειρεν αὐτὸν δυνατά, ἔπειτα ἀφῆκε κατ’ αὐτοῦ ἕνα λέοντα,
ἐπειδὴ δὲ ἐφυλάχθη ἀβλαβής, πάλιν ἐδάρη. Εἶτα ἐβλήθη ἐντὸς λέβητος γεμάτου ἀπὸ
πίσσαν καὶ ἄσφαλτον καὶ ἐπειδὴ ὁ Ἅγιος ἔμενεν ἄκαυστος, νομίσας ὁ Ζηλικίνθιος
ὅτι ὁ λέβης εἶναι ψυχρός, ἐπλησίασεν, ἀλλ’ εὐθὺς κατεκάη καὶ ἔγινεν ὡς
κονιορτός.
Μετὰ δὲ τοῦτον ἐδόθη ἡ τοῦ
Ἁγίου ἐξέτασις εἰς τὸν Ποσειδώνιον. Οὗτος λοιπόν, βλέπων τὸν Μάρτυρα μένοντα
εἰς τὴν τοῦ Χριστοῦ πίστιν, ἔδεσεν αὐτὸν μὲ βαρεῖαν ἅλυσον καὶ τὸν ἔστειλεν εἰς
τὴν Μίλητον τῆς Ἰωνίας. Ἐκεῖ δὲ ἐμβὰς εἰς τὸν ναὸν τῶν εἰδώλων, ἐπρόσταξεν αὐτὰ
νὰ πέσωσι κατὰ γῆς, καὶ εὐθὺς πεσόντα, συνετρίφθησαν. Φερθεὶς δὲ καὶ εἰς ἄλλον
εἰδωλικὸν ναόν, ἔκαμε καὶ ἐκεῖ τὸ ἴδιον. Διὰ τοῦτο ἀπέκοψαν τὴν ἁγίαν του
κεφαλήν, καὶ ἀντὶ νὰ ῥεύση αἷμα, ἔῤῥευσε γάλα. Τὸ δὲ ἅγιον αὐτοῦ λείψανον λαβὼν
ὁ πρεσβύτερος Λεόντιος, καὶ ἀλείψας αὐτὸ μὲ μῦρα, τὸ ἀπεθησαύρισεν οὕτως εἰς
τὴν πόλιν τῶν Συνάδων, ὁμοῦ μὲ τὸ συναξάριον τοῦ μαρτυρίου εἰς ἕνα τόπον
κατάσκιον, ὁ ὁποῖος ἦτο κτῆμα πολιτικοῦ τινος ἄρχοντος, Δορυμέδοντος
ὀνομαζομένου, ὅστις ἐμαρτύρησεν ὕστερον ὁμοῦ μὲ τοὺς Ἁγίους Τρόφιμον καὶ
Σαββάτιον, ἑορταζομένους δὲ κατὰ τὴν ΙΘ΄ Σεπτεμβρίου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς
Δροσίς, ἐν χώνῃ χρυσῇ βληθεῖσα, τελειοῦται.
Xρυσοῦ
Δροσὶς βληθεῖσα χωνευτηρίῳ,
Oὐχ’ εὑρέθη κίβδηλος, ἢ μικτή ῥύπῳ.
Oὐχ’ εὑρέθη κίβδηλος, ἢ μικτή ῥύπῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παύλου τοῦ Ξηροποταμινοῦ
Mονὰς
ὁ Παῦλος ἱδρύσας κάτω δύω,
Mονὰς κατοικεῖ τὰς ἄνω μετ’ Ἀγγέλων.
Mονὰς κατοικεῖ τὰς ἄνω μετ’ Ἀγγέλων.
Οὗτος ἦν τῷ 9ῳ αἰῶνι, υἱὸς ὐπάρχων τοῦ τότε τῆς βασιλείας τῶν
σκήπτρων ἐπιλημμένου Μιχαὴλ τοῦ Ῥαγκαβέ. Εὐνουχισθεὶς παρὰ Λέοντος τοῦ
Ἀρμενίου, ἐπεδόθη τῇ μαθήσει καὶ παιδείᾳ, πάσης σοφίας, κάτοχος γενόμενος
παντοδαποῦς γνώσεως, δι’ ὃ καὶ τὴν τοῦ φιλοσόφου προσηγορίαν ἐκτήσατο. Θείῳ δὲ
πόθῳ τρωθείς, ἔγνω ἀκολουθῆσαι Χριστῷ, δι’ ὃ λάθρα φυγὼν τῆς Βασιλίδος τῶν πόλεων,
παρεγένετο ἐν τῷ Ὄρει τοῦ Ἄθω, ὡς πτωχὸς καὶ τοῖς πάσιν ἄγνωστος, καὶ ἐλθὼν
κατώκησε παρὰ τὴν ἐν ἐρειπίοις τελοῦσαν Μονὴν τῆς βασιλίδος Πολυχερίας, ἥν,
βασιλικῇ χορηγίᾳ, μέγα διαλάμψας ἀσκητικαῖς ἀρεταῖς, ἐκ βάθρων ἀνῳκοδόμησε.
Τὴν τελείαν μεταδιώκων ἡσυχίαν, ἀναχωρήσας ἐκεῖθεν, ἐλθὼν
παρώκησεν ἐν τῇ ὑπωρείᾳ τοῦ ὑψιτενοῦς Ἄθω, ἐν τῷ ἐκεῖσε παραῤῥέοντι μεγάλῳ
χειμάῤῥῳ, ἔνθα τὴν τοῦ Μεγαλομάρτυρος Ἁγίου Γεωργίου Μονὴν ἀνήγειρε. Καὶ ὁσίως
καὶ ἀγγελικῶς πολιτευσάμενος, καὶ διδάσκαλος μοναχῶν, λόγῳ καὶ πράξει χρηματίσας,
καὶ εἰς βαθὺ ἐλάσας γήρας, μετέστη πρὸς Κύριον, τῶν οἰκείων πόνων τοὺς μισθοὺς
ληψόμενος. Ἐν δὲ τῷ μέλλει ἐκδημεῖν πρὸς Χριστόν, ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ
ἥλιος, καταυγάζον τῶν φοιτητῶν τὸν χορόν. Τὸ τίμιον δὲ αὐτοῦ λείψανον, παραδόξῳ
τρόπῳ, μετενεχθὲν εἰς Κωνσταντινούπολιν, ἔτυχεν ἐκεῖσε μεγαλοπρεποῦς κηδείας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αὐξεντίου τοῦ
ἐν Λαοδικείᾳ τῆς Φρυγίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σαμψών, ἐπισκόπου
Δόλης τῆς ἐν Βρετάνῃ, τοῦ θαυματουργοῦ.
Δράκοντα Σαμψὼν τὸν νοητὸν νικήσας,
δράκοντας εὐχῶν τῷ ὅπλῳ ἀποκτείνει.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δανιὴλ τοῦ θαυματουργοῦ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μωϋσέως τοῦ
θαυματουργοῦ, τοῦ ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Οὐκ ἔδωκας τῇ πάλῃ τοῦ
ἀλάστορος Εἰρήνη ἔνδοξε, ἀλλὰ τῶν βρόζων αὐτοῦ, καὶ ἄλλους ἐξήγαγες, ψάλλουσα
πάντοτε· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Πᾶσαν αἴσθησιν ψυχῆς τε καὶ
τοῦ σώματος ἁγνὴν ἐτήρησας, τῷ σῷ Νυμφίῳ Χριστῷ, Εἰρήνη καὶ χαίρουσα, ἔψαλλες
κράζουσα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ῥῦσαι ἅπαντας Εἰρήνη
θεοφώτιστε ταῖς ἱκεσίαις σου ἡμᾶς παντὸς πειρασμοῦ, ὑμνούντων τὴν μνήμην σου,
πόθῳ καὶ ψάλλοντας· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐξανάστησον
ψυχήν μου καὶ τὸ σῶμά μου Θεογεννήτρια ἐξ ἀμελείας δεινῆς, καὶ θείως
ἐργάζεσθαι, ποίησον Δέσποινα· ὑπερύμνητε, ἡ τὸν Χριστὸν γεννήσασα, τὸν Υἱὸν
Θεοῦ καὶ Λόγον.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Σῶμα νοῦν ψυχὴν καὶ τὴν
καρδίαν, Εἰρήνη καὶ διανοίας τὴν διαύγειαν, ἄμικτα ἐτήρησας, τοῖς προσκαίροις
ἅπασι, καὶ τῷ Χριστῷ προσήρμοσας, βοῶσα πάντοτε· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὶς ἂν μὴ θαυμάσειε Εἰρήνη,
ἀνδρείαν τὴν τῆς ψυχῆς σου καὶ τὴν σύνεσιν, αὖθις τὴν πρᾳότητα, ὡς καὶ τὴν
ταπείνωσιν, τῆς προσευχῆς τὸ ἄπαυστον, δι’ ἧς καὶ ἔκραζες· τὸν Κύριον, ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὕψωσας τὸν νοῦν καὶ τὴν
ψυχήν σου, ἐκθύμως προσευχομένη πρὸς τὸν Κύριον· ὅθεν καὶ ἐώρακας, ἐν ἐκστάσει
ἔνδοξε, καὶ κρύφια μυστήρια· διὸ καὶ ἔψαλλες· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥῦσαί
με Θεόνυμφε Μαρία, παθῶν τῆς ἐπικρατείας καὶ ἐνίσχυσον, ὅπως τὸν τοῦ πνεύματος,
νόμον νῦν ἐνάρξωμαι, ποινὴν προθύμως ἄχραντε, καὶ ψάλλειν πάντοτε· τὸν Κύριον,
ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Φῶς τὸ ἐφετόν, Πατρὸς τὸ
ἀπαύγασμα, Σὺ εἶ Νυμφίε μου, τὸ φωτίζον ἔκραζες, ἐπιγειά τε καὶ τὰ οὐράνια, καὶ
τῶν βροτῶν τὸ σύστημα, τῶν ἀγαπώντων σε· ὅθεν ἆρον, νῦν κᾀμὲ τὴν δούλην Σου,
πρὸς τὸ φῶς Σου τὸ θεῖον καὶ ἄῤῥητον.
Χαίρεις νῦν σεμνή, Εἰρήνη
πανένδοξε, συναγελάζουσα, ταῖς ἀΰλοις τάξεσι, χοροῖς Ὁσίων καὶ ὁμηγύρεσι, τῶν
ἱερῶν παρθένων τε, μεθ’ ὧν ἱκέτευε, τὸν Σωτῆρα πάντοτε πανεύφημε, ὑπὲρ πάντων
ἡμῶν τῶν ὑμνούντων σε.
Ψάλλοντι θερμῶς, τὸν ὕμνον
Σοι πρόσδεξαι, Εἰρήνη ἔνδοξε, καὶ ἀντιπαράσχου μοι, ἁμαρτημάτων μου τὴν
συγχώρησιν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου, καὶ τοῖς τὴν μνήμην, τὴν
φωσφόρον, πόθῳ ἑορτάζουσι, τὰ αἰτήματα ἅπαντα δώρησαι.
Δόξα.
Τριαδικόν.
Ὦ Τριὰς Μονάς, Θεὲ
ὑπερούσιε καὶ ὑπεράγαθε, ἅπαντας ἐλέησον, τοὺς προσκυνοῦντάς Σε καὶ
λατρεύοντας, πιστῶς τὸ θεῖον κράτος Σου, καὶ καταξίωσον, τῆς ἀφθάρτου, δόξης
καὶ λαμπρότητος, ταῖς πρεσβείαις Εἰρήνης τῆς δούλης Σου.
Καὶ
νῦν. Θεοτοκίον.
Μήτηρ τοῦ Θεοῦ, Παρθένε
γεγένησαι, Ἀγγέλων ἄνασσα, πάσης τε τῆς κτίσεως, καὶ μοναστῶν ἐξόχως ὑπέρμαχος,
καὶ κηδεμὼν καὶ ἔφορος, πέλεις πάναχραντε, τῶν ἐν τῷδε, Ὄρει ἀνυμνούντων Σε,
καὶ τὸ χαῖρε θερμῶς κραυγαζόντων Σοι.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τοῦ
πνεύματος τὸ πρόθυμον, καὶ σώματος τὴν ἄσκησιν, ὑπομονῆς καὶ ἀνδρείας, καὶ
προσευχῆς καὶ ἁγνείας, τὸ καρτερὲς δεξάμενος, Χριστὸς ὁ μεγαλόδωρος· σὺν τοῖς
παρθένων τάγμασι, καὶ τῶν Ὁσίων τοὺς δήμους, Εἰρήνη κατασκηνοῖ σε.
Θεοτοκίον.
Εἰκόνος
ἧς μετέλαβον, θεουργικῶς τῆς κρείττονος, ἐξώσθην, οἴμοι! ὁ τάλας, δι' ἀκρασίας
τῆς πάλαι· σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀρρήτως κοινωνήσας μοι, τοῦ χείρονος
μετείληφας, καινοποιήσας με Λόγε, παρθενικῶν ἐξ αἱμάτων.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὼ τοῦ παραδόξου θαύματος.
Πᾶσαν
ἀρετὴν ἐξήσκησας, ἐν προθυμίᾳ πολλῇ, φλεγομένη τῷ ἔρωτι, τοῦ Χριστοῦ πανεύφημε,
τοῦ Νυμφίου σου ἅπαντα· ὅθεν ἐγένου, πᾶσι περίβλεπτος, τοῖς βασιλεῦσι, καὶ
πᾶσιν ἄρχουσιν· οὕτω γὰρ ἔδοξε, τῷ Θεῷ δοξάζειν τε, καὶ ἐπὶ γῆς, τοὺς Αὐτὸν
δοξάζοντας, ψυχῇ καὶ σώματι. (Δίς)
Τέκνον
τοῦ Θεοῦ γεγένησαι, ὡς Ἰωάννης φησίν, ὀ κλεινὸς ἐπιστήθιος, ὅς μοι μῆλα
ἔπεμψεν, ἐξ Ἐδὲμ ἀξιάγαστε, Εἰρήνη θεία· ὅθεν καὶ ἔλαβες, τὴν ἐξουσίαν, εἰς τὰ
χαρίσματα, πάντα τοῦ Πνεύματος, τοῦ διώκειν πνεύματα, καὶ προορᾶν, καὶ ἰᾶσθαι
ἅπαντας, τοὺς εὐφημοῦντάς σε.
Μῆτερ
Εἰρήνη πανεύφημε, σὺν τοῖς Ἀγγέλων χοροῖς, καὶ Μαρτύρων τοῖς τάαγμασι, καὶ
Ὁσίων ἅπασι, Προφητῶν καὶ παρθένων τε, ἀρχιερέων καὶ Θεομήτορος, τῇ Παναγίᾳ
Τριάδι πρέσβευε, ὅπως λυτρώσητε, τοὺς πιστοὺς ὡς εὔσπλαγχνος ἐκ τοῦ λιμοῦ, καὶ
τῶν ἀσεβῶν ὁμοῦ, τῶν πολεμούντων ἡμᾶς.
Δόξα.
Ἦχος πλ. β΄.
Τὸ
τῆς Ἁγίας Τριάδος ἱερὸν καταγώγιον, τοῦ Ἰησοῦ τὸ ἐντρύφημα, τῶν Ὁσίων τὸ
ἐγκαλλώπισμα, τῆς παρθενίας τὴν στήλην, τῆς προσευχῆς τὸ ἐργαστήριον, τῆς
πρᾳότητος καὶ εἰρήνης τὸ ἐράσμιον ἐνδιαίτημα, τῆς Χρυσοβαλάντου Μονῆς τὴν
πρόεδρον, Εἰρήνην τὴν πανεύφημον ἀνυμνήσωμεν. Αὕτη γὰρ τῇ Τριάδι παρισταμένη,
ἐν παῤῥησίᾳ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Ὁ ποιητὴς
καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος,
τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε
καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα,
προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου