Παρασκευή 29 Ιουνίου 2018

ΟΚΤΩΒΡΙΟΣ 11. ΟΣΙΕΣ ΖΗΝΑΪΣ & ΦΙΛΟΝΙΛΛΑ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΙΑ΄!!
ΖΗΝΑΪΣ & ΦΙΛΟΝΙΛΛΑ ΟΣΙΕΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ.  Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐγκρατείᾳ τὸ σῶμά σου, Ζηναΐδα νεκρώσασα, τὴν ψυχὴν ἐζώωσας καὶ ἐκόσμησας, καὶ οἰκητήριον Πνεύματος, σαυτὴν ἀπετέλεσας, καὶ συνελήφθης μυστικῶς, τῷ Νυμφίῳ καὶ Κτίστῃ σου· Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. (Δίς)

Ἰουδαίων φρυάγματα, καὶ θρασεῖαν ὠμότητα, Φιλονίλλα πάνσοφε ματαιόφρονα, τὴν τῶν μελλόντων προβλέπουσαι, θεόφρον δόξαν διαμένουσαν ἀεί, δι’ αἰῶνος ἀσάλευτον ἐπετύχετε, ἀπαθείας μεταστᾶσαι πρὸς νυμφῶνας οὐρανίους, καὶ χορείαν τὴν ἀκήρατον ἔνδοξαι. (Δίς)

Γυναικείῳ ἐν σώματι, καὶ ἀνδρείῳ ἐν σχήματι, ἀνδρικὰ ἐδεινώσατε ἀγωνίσματα, μέσον ἀνδρῶν κατῳκήσατε, καὶ πάθη ἐμειώσατε, καὶ ὁρμὰς τῶν ἡδονῶν, παντελῶς ἐχαλινώσατε, ταῖς ἀσκήσεσι, τῇ συντόνῳ δεήσει Ζηναΐδα, Φιλονίλλα πρὸς τὸ θεῖον, καὶ ἀνενδότοις σας νεύσεσιν.

Τοῦ ἐχθροῦ τὰ σοφίσματα, μηδαμῶς ἠγνοήσατε, καίπερ οοὐκ ὠδινήσατε, στέρνοις νήπιον, μητρικοῖς σπλάγχνοις ἔνδοξοι, ἐκ βρέφους προεφέρετε, εὐσεβεῖ τῷ λογισμῷ, τὸ ἀνθρώπινον ὄνειδος, τὴν ἀνύπεικτον, ἐπιτίμησιν ὄντως Ζηναΐδα, Φιλονίλλα τὴν σεπτήν σας, ἐπιτελοῦμεν πανήγυριν.

Δόξα. Ἦχος πλ. δ΄.
Τοῖς πόνοις τῆς ἀσκήσεως ἐγκαρτερήσατε, ἐδέξασθε δὲ χαράν, καὶ ἰατρεύετε πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τῶν ψυχῶν καὶ τῶν σωμάτων, μητέρες σεμναί, ἀποσβέννυτε, πονηρὰ πνεύματα διώκετε θείῳ Πνεύματι, πάντων τῶν ἐν θλίψεσι προΐστασθε· αἰτήσατε ἡμῖν τὸ μέγα ἔλεος.





Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.






Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)
Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
















Λιτή. Ἦχος α΄.
Μεταναστεύουσα πρώην τῇ διαθέσει σεμνή, καὶ βεβαιοῦσα ἔργῳ τὸ κριθέν σοι ἔννοιᾳ, ἐξῆλθες τῆς ματαίας τῶν ἡδονῶν, Ζηναΐδα πανεύφημε, καὶ τῶν ἀρετῶν τὴν τραχεῖαν εὐθυδρομεῖς ἀνάβασιν, ξενιτεύσασα.

Ὁ αὐτός.
Ἐν τῷ λιμένι τοῦ θείου προσορμισθεῖσα ἰσθμοῦ, διαπερᾷς κυμάτων Φιλονίλλα τὸν σάλον, ψυχῆς δέ σου τὸ πλοῖον σάλων σεμνή, ἀδιάκλυστον φέρουσα ἐξ ἡδονῶν τῆς πικρίας, τῶν μυστικῶν ἀγωγίμων μένεις ἔμπλεως.

Ὁ αὐτός.
Θεοπρεπεῖ τῇ μιμήσει σὺ ξενιτεύσασα, τοῦ δι’ ἡμᾶς ἐξ ἄνω πρὸς ἡμᾶς κατελθόντως, ὑψῶσαι τοὺς πεσόντας μένεις σοφὴ συγγενής, καὶ τοῦ Παύλου δέ· τοῖς εὐσεβέσι δὲ μᾶλλον, τῷ Θεῷ Ζηναΐδα, πάντα πρέσβευε.

Ὁ αὐτός.
Αἱ Ἅγιαι Ὅσιαι, αἱ δύο ἐν ἑνὶ φρονήματι, τῇ Τρισαγίᾳ θεότητι ἀεὶ λατρεύουσαι, ἀπειλὰς τυράννων, καὶ πληγὰς βασκάνων ὑπεμείνατε, τῇ πίστει ῥωννύμεναι, καὶ Ζηναΐδα, Φιλονίλλα δὲ πανεύφημαι, καὶ τῆς νίκης στεφάνους ἐδέξασθε.

Ἦχος δ΄.
Τὸ στόμα μου πληρωθήσεται τῆς αἰνέσεως Κύριε, ὑμνεῖν τὴν δόξαν σου τὴν τρισσολαμπῆ, καὶ γεραίρειν Ζηναΐδαν, Φιλονίλλαν, εὐαρεστῶν Θεῷ ἐν λαμπρότητι.

Ἦχος πλ. α΄.
Τὴν ἰατρικὴν τέχνην μετερχόμεναι, τῇ ἀληθείᾳ ἀποστολικὸν ἔργον ἐπλήρουν, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύουσαι, νηστείαις καὶ ἀγρυπνίαις· ἐνδώσατε πρὸς Κύριον ἐκτενῶς δεόμεναι, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν δι’ οἴκτον ὀφθέντας ἐπὶ τῆς γῆς, ἠγαπήσατε Λόγον Θεοῦ Πατρός, Αὐτῷ ἠκολουθήσατε, καὶ φθαρτὸν νυμφίον προθύμως κατελύσατε Ζηναΐδα, καὶ πλοῦτον ἐπίκηρον Φιλονίλλα· ὅθεν, φερωνύμως ἐβιώσατε, τὰ πάθη ἐνεκρώσατε, καὶ τῶν ζώντων ἀπειλήφατε θεόπνευσται κληρουχίαν. Πρεσβεύσατε σωθῆναι τὰς ψυχὰς ἡμῶν.




Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλως ἠγαπήσατε, ἐκ ψυχῆς τὸν Δεσπότην, ὀπίσω Σου ἔδραμε, δυὰς ἡ ἀοίδιμος, καὶ τερπνὰ ἅπαντα, καὶ δεσμὸν ἄλυτον, ὡς ἱστὸν ἀράχνης ἔλυσε· διὸ καὶ ἔτυχε, Σοῦ τῆς Βασιλείας ἀθάνατε. Αὐτῶν οὖν ταῖς δεήσεσιν, ἱλασμὸν οἰκτίρμον, παράσχου μοι τῶν πλημμελημάτων, καὶ δεῖξόν με ἀνώτερον παθῶν, τῶν ἐνοχλούντων μου Δέσποτα, τὴν ψυχὴν ἑκάστοτε.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ὅλως ἐβδελύξασθε, βιοτικὴν τυραννίδα, καὶ πλοῦτον μισήσασαι, καὶ τρυφὴν τὴν ῥέουσαν βδελυξάμεναι, τὸν Σταυρὸν ἤρατε, τῷ Χριστῷ ἠκολουθήσατε, πρὸς οὐράνιον, χλόην θαυμαστῶς ἐσκηνώσατε· ἐν ᾗ συναγαλλόμεναι, μέμνησθε ἡμῶν τῶν ἐκ πίστεως, ὑμῶν μεμνημένων, καὶ πόθῳ ἐκτελούντων εὐλαβῶς, τὴν ἱερὰν καὶ σεβάσμιον, μνήμην ὑμῶν Ὅσιαι.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ὅλως ἐστερήθητε, τὴν νεϊκὴν ἡλικίαν, προστάξει τῇ κρείττονι, καὶ τῷ βίῳ μένουσαι ἀπαράλλακτοι, τὴν φωνὴν ἤρατε, τὴν γενναιοτάτην, τοῦ Ἰὼβ καὶ ἀνεκράξατε· Κύριος ἔδωκε, Κύριος καὶ πάλιν ἀφείλετο. Διὸ καὶ τὸ ποθούμενον, ἔργον εὐχερῶς διηνύετε, καὶ πρὸς ἐρημίας, καὶ τόπους τοὺς ἁγίους ἐν χαρᾷ, μεταναστεύουσαι ἤλθετε, ζεῦγος ἱερώτατον.

Δόξα. Ἦχος πλ. α΄.
Πιστῶς πανηγυρίζομεν τὴν πάνσεπτον ἡμέραν τῶν ἀγώνων σας, Ζηναΐδα καὶ Φιλονίλλα πανεύφημοι, καὶ τοῦ Παύλου συγγενεῖς, καταλιποῦσαι τὴν θρεψαμένην, καὶ τὴν ὕπαρξιν αὐτῶν ἀπαρνησάμεναι.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ήχος γ'. Την ωραιότητα.
Τὴν πολυθαύμαστον, Ταρσὸν τιμήσωμεν, τὴν ἐξανθήσασαν, ἄνθη τὰ τίμια, τὴν Ζηναΐδα τὴν σοφήν, καὶ Φιλονίλλαν ἄμα δέ· ἔχουσαι τῆς πίστεως, τὴν κρηπῖδα ἀσάλευτον, δύναμιν μυρίοπλον, τῶν δαιμόνων κατήσχυναν. Διὸ καὶ σὺν Ἀγγέλοις χορεύουσαι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσιν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.




























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Χορὸς ἀγγελικός.
Τὴν νύκτα τῶν παθῶν, ἐκφυγοῦσα θεόφρον, προσῆλθες νοητῶς, τῷ Ἡλίῳ τῆς δόξης, ἀσκήσει ἐνεκρώσατε, τῆς σαρκὸς τὰ σκιρτήματα, καὶ γεγόνατε, ὑπογραμμὸς μοναζόντων, καὶ ἀνόρθωσις, τῶν πεπτωκότων ἐν βίῳ· διὸ σᾶς γεραίρομεν.
Δόξα. Ὁ αὐτός. Τὸν τάφον Σου Σωτήρ.
Ἐνθάψας πονηρός, τῶν δαιμόνων ἐνέδρας, ἀσκήσεσι πολλαῖς, καὶ δεήσεσι Μητέρες, νεκραὶ τάφῳ κείμεναι, ἀδιάλυτοι ἐμείνατε· ὅθεν χαίροντες, τὴν παναγίαν σας μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, Χριστὸν μεγαλύνοντες.
Καὶ νῦν. Θεοτοκίον.
Εὐφραίνεται πιστῶν, ἡ πληθὺς Θεοτόκε, τὸ ὄνομα τὸ σόν, καθ’ ἑκάστην βοῶσα, καὶ πόθῳ τὰς ὑψώσεις σου, μεγαλύνουσα πάντοτε· Σὺ γὰρ καύχημα, καὶ προστάτις ἀκαταίσχυντος πάντων ὑπάρχεις Παρθένε, τῶν πίστει τιμώντων σε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσει ἐλάμπρυνας τὴν ἱεράν σου στολήν, καὶ δῶρον προσήνεγκας τῷ σαρκωθέντι Θεῷ, Ζηναΐδα θεόπνευστε, χάριν δὲ ἰαμάτων, πρὸς Αὐτοῦ εἰληφυῖα, νόσων ἀποδιώκεις, τὴν ἀχλὺν μακαρία, πρεσβεύουσα τοῦ σωθῆναι ἡμᾶς, τοὺς εὐφημοῦντάς σε.
Δόξα.
Αὐτὸς νῦν Σοὶ τὸν στέφανον τῆς ἀφθαρσίας Χριστός, παμμάκαρ ἀπέδωκεν ὡς ἀσκητῇ καὶ σεπτῷ· Τούτῳ γὰρ προσηγάγου, Φιλονίλλα, ἀναιμάκτους θυσίας, Τοῦτον τὸ θεῖον πάθος, ἀψευδῶς ἐμιμήσω, Αὐτοῦ καὶ τῆς ἀγήρω μακαριότητος τεύξει.
Καὶ νῦν. Θεοτοκίον.
Πολλαῖς περιστάσεσι καὶ συμφοραῖς τῶν δεινῶν, Παρθένε κυκλούμενοι καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ κατὰ χρέος, ἐν πίστει καὶ νῦν αἰτοῦμεν· Σῶσον τοὺς δούλους σου.










Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν ἀγώνων ταῖς μνήμαις οἰκονομοῦντες πιστῶς, τῶν Ἀθλοφόρων τὴν μνήμην πανηγυρίσωμεν, ὅτι ἐνέκρωσαν εὐχῇ, τὸν ἀρχέκακον ἐχθρόν, τὸν πάλαι δόλῳ τὴν Εὔαν, στερήσαντα ἀφθαρσίας, καὶ τῷ Κυρίῳ πρεσβεύουσιν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Kαὶ νῦν ... Θεοτοκίον
Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει εἰς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους, τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀγαθή, τούς πάντας σῴζειν, ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, τῆς Δ΄ Δεκεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος α΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐν τῷ λιμένι τοῦ θείου προσορμισθεῖσα ἰσθμοῦ, διαπερᾷς κυμάτων Φιλονίλλα τὸν σάλον, ψυχῆς δέ σου τὸ πλοῖον σάλων σεμνή, ἀδιάκλυστον φέρουσα ἐξ ἡδονῶν τῆς πικρίας, τῶν μυστικῶν ἀγωγίμων μένεις ἔμπλεως.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων.
ᾨδὴ α’. Ἦχος δ΄. Θαλάσσης τὸ Ἑρυθραῖον.
Προθεῖσα ὡς πανδαισίαν σήμερον, τὴν θείαν μνήμην ἑαυτῆς τῇ οἰκουμένῃ πάσῃ μυστικῶς, Ζηναΐδα προτρέπεται, κατατρυφῆσαι ἅπαντας, τῶν ἐδεσμάτων τῶν ἀγώνων αὐτῆς.
Ὁ πόθος ὁ ὑπὲρ πᾶσαν ἔφεσιν ἐν τῇ ψυχῇ σου σεμνή, κατοικισθεὶς ἐκύρωσε τὸν νοῦν, καὶ τὴν φλόγαν τοῦ Πνεύματος ἀνάψας, σὲ ἐφώτισε, καὶ τῶν παθῶν τὴν ὕλην ἔφλεξεν.
Θαλάσσης τῆς ἁμαρτίας κλύδωνα ὑπεκφυγοῦσα σεμνή, τῷ γαληνῷ λιμένι τοῦ Χριστοῦ, Ζηναΐδα προσώρμισαι· διὸ τῇ μετανοίᾳ σου ἀπεκληρώσω τὸν Παράδεισον.
Θεοτοκίον.
φράστως τὸν ποιητὴν γεγέννηκας τῶν ὅλων Πάναγνε, τῆς παλαιᾶς λυτρούμενον ἀρᾶς, τοὺς βροτοὺς καὶ θανάτου φθορᾶς καὶ διὰ σοῦ ἐπέγνωμεν, ἕνα Θεὸν τὸν τρισυπόστατον.


ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ σοί.
Γαλήνη τῶν ἐν τῷ βίῳ ἄχραντε, χειμαζομένων βροτῶν, καὶ ἄγκυρὰ στεῤῥά, καὶ λειμὼν καὶ κυβέρνησις, αὐτὴ ὑπάρχεις πάντοτε, χειραγωγοῦσα καὶ διέπουσα.
Ἀνέπτης εἰς οὐρανούς, ἡ τοῦ Χριστοῦ περιστερά, πτέρυξι τῆς ἐγκρατείας σαυτήν, καὶ πόνοις πολλοῖς ἀνυψώσασα.
Ἰλύος τῆς τῶν παθῶν, σὺ τὸ δυσῶδες τῷ Χριστοῦ ὕδατι ἀποσμηχθεῖσα σεμνή, μύρον Φιλονίλλα, ἐδείχθης Αὐτῷ.
Ῥομφαία τῷ πονηρῷ, θανατηφόρος ἀληθῶς γέγονεν, ἡ πρὸς Θεόν σου σεμνή, ἔμπυρος ἀγάπη καὶ ἔφεσις.
Θεοτοκίον.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν τοῦ βίου ἀπάτην ἀπομακρυνάμεναι, τὸν Σταυρὸν τοῦ Κυρίου ἀναλαβόμεναι, ἀσκητικῶς τὸν πονηρὸν κατεπαλαίσατε, τῆς ἐρήμου φωστῆρες νοητῶς ἀνεδείχθητε· διὸ πρεσβεύετε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄσπορος τόκος ὁ τῆς γεννήσεως, ἐν Σοὶ ἐγνώρισται ἁγνὴ ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα Σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.
Ὡς θυμίαμα ὑπέρτιμον Φιλονίλλα, τῆς ἐγκρατείας ἄνθραξιν ὁλοκαυτωθεῖσα, εὐωδία γέγονας Χριστῷ τῷ Θεῷ ἡμῶν, εἰς ὀσμὴν δραμοῦσα τοῦ μύρου Αὐτοῦ.
Τὴν τοῦ σώματος εὐπρέπειαν Φιλονίλλα, τῆς ἁμαρτίας ὕλην πρώην γενομένην, ὅλην μετεῤῥύθμισας εἰς κάλλος ἀνόθευτον, οὗ ὁ σὸς Νυμφίος ἠράσθη Χριστός.
Ἡ τοῦ Πνεύματος ἐνσκήψασα Ζηναΐδα, ἐν τῇ ψυχῇ σου χάρις, ὡς σπινθῆρα τοῦ Λόγου, τὴν φλόγαν μετέωρον ἀνῆψε τῆς πίστεως, καὶ τὴν ἁμαρτίαν ἐχώνευσεν.
Θεοτοκίον.
Ῥάβδος ἔφυς Θεοτόκε, ἐξ’ ἧς τὸ ἄνθος τὸ νοητὸν ἐβλάστησας, θείας εὐωδίας πληρῶσαν τὰ σύμπαντα, Χριστὸς ὁ Θεὸς ἡμῶν, μύρον ὢν ἀκένωτον τίμιον.




ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.
Νάμασι μυστικοῖς πιανθεῖσα τοῦ Πνεύματος, ἐξήνθησας ἐν τῇ πίστει ἀρετῶν εὐφορίαν, καὶ πόνοις τῆς ἀσκήσεως.
Σὺ Κύριε τὸ φῶς, τῶν ἐν σκότει κειμένων βροτῶν, Σὺ ἔλαμψας ἐν τῇ καρδίᾳ τῶν Ὁσίων τὴν αἴγλην, τῆς θείας ἐπιγνώσεως.
Οἱ πόνοι σου σεμνὴ Ζηναΐδα, ἐν δάκρυσι σπειρόμενοι, εὐφροσύνης καὶ χαρᾶς, ἀφθονίαν ἐν οὐρανοῖς συνήθροισαν.
Θεοτοκίον.
Γνωστή Σου ἀληθῶς ἡ χάρις ἀναδέδεικται, πανάχραντε Θεοτόκε, ἐνεργοῦσα δυνάμεις καὶ τέρατα, ἐν πάσῃ τῇ γῇ.

ᾨδὴ δ’. Θύσω σοι μετὰ φωνῆς.
Φανείσης τῆς ἀνεσπέρου αἴγλης Χριστοῦ τοῦ Θεοῦ, ἐν τῇ ψυχῇ Φιλονίλλας, ὁ τοῦ σκότους ἄρχων ἀπεσοβήθη, καὶ ᾠκίσθη ἡ τοῦ Πνεύματος χάρις, καὶ πίστις Αὐτοῦ.
Ἡ πάλαι παγιδευθεῖσα ὑπὸ τοῦ ὄφεως, παγὶς αὐτῷ ἀνεδείχθης, τὴν αὐτοῦ συνέχουσα δυναστείαν, καὶ πατοῦσα τὴν αὐτοῦ πανουργίαν, δυνάμει Θεοῦ.
Νυμφίον τὸν Κύριον καὶ Θεὸν ἀγαπήσασα, ταῖς ἀρεταῖς κοσμηθεῖσα, καὶ πεποικιλμένη πόνοις ἐνθέοις, τοῦ νυμφῶνος τοῦ Αὐτοῦ, Ζηναΐδα ἠξίωσαι.
Θεοτοκίον.
Ἰδεῖν Σου Θεοτόκε τὴν δόξαν τὴν ἄφραστον, πάλαι ὠδίνησαν θείως οἱ Προφῆται πάντες, ἀλλ’ ἐπ’ ἐσχάτων ἡμῖν ὤφθης, τοῖς ποθοῦσί Σε, Κόρη πανάμωμε.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς ἀπὸ βρέφους τῷ Θεῷ θυσία ἄμωμος, προσενεχθεῖσαι δι’ ἀρετῆς Ὅσιαι ἔνδοξοι, τῷ ὑμᾶς πρὶν γεννηθῆναι ἐπισταμένῳ, ἐχρηματίσατε Ὁσίων ἐγκαλλώπισμα, πολισταί τε τῆς ἐρήμου ἀξιέπαινοι· διὸ κράζω ὑμῖν· Χαίροις Ζηναΐδα καὶ Φιλονίλλα πανεύφημοι.
Ὁ Οἶκος.
Ὑπάρχων σοφίας βλάστημα Ζηναΐδα παιδιόθεν, ἐπόθησας σοφίαν τὴν ἐνυπόστατον, ἣ συνοικήσασά σοι, ἀπὸ γῆς σε ἐχώρισε, καὶ πρὸς ὕψος ἀνήγαγεν, ἐξ ἀΰλων ἀνθέων στέφανον πλέξασα, καὶ τῇ σῇ ἐπιθεῖσα ἡγιασμένῃ ψυχῇ· ὅνπερ κεκοσμημένη, ἐξιλέωσον τὸ θεῖον τοῦ δοθῆναί μοι σοφίαν λόγου, ἐπαξίως ὅπως ἐξυμνήσω τὴν ἁγίαν σου κοίμησιν, ἥνπερ καὶ ἐδόξασε Χριστὸς ὁ Θεὸς ἡμῶν· διὸ καὶ ἡμεῖς κράζομέν σοι· χαίροις Ζηναΐδα καὶ Φιλονίλλα πανεύφημοι.




Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηναΐδος καὶ Φιλονίλλας τῶν αὐταδέλφων.
Εἰρηνικῶς ὕπνωσαν εἰρήνης φίλαι,
Ἡ Φιλονίλλα Ζηναΐς τε αἱ δύο.
Ζηναΐς ἐνδεκάτῃ Φιλονίλλᾳ, σὺν θάνε κηδείῃ.
Αὕται αἰ Ἅγιαι γυναῖκες, ἦσαν ἀπὸ τὴν Ταρσὸν τῆς Κιλικίας, συγγενεῖς Παύλου τοῦ Ἀποστόλου. Ἀφήσασαι δὲ τὴν πατρίδα των, καὶ ἀρνηθεῖσαι τὰ ὑπάρχοντά των μετεχειρίζοντο κατὰ μὲν τὸ φαινόμενον τὴν ἰατρικὴν τέχνην, κατὰ δὲ τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν, ἐποίουν ἔργον ἀποστολικὸν κηρύττουσαι τὸν Χριστόν. Ὑπῆγαν λοιπὸν εἰς τὴν πόλιν Δημητριάδα καλουμένην, καὶ ἐισελθοῦσαι ἐντὸς σπηλαίου, ἐνήστευον καὶ ἡγρύπνουν, καὶ ἰάτρευον πᾶσαν ἀσθένειαν πολυχρόνιον καὶ πᾶσαν μαλακίαν, ἦτοι ἀῤῤώστιαν ὀλιγοχρόνιον. Ἐνήργουν δὲ καὶ ἄλλα διάφορα θαύματα, ὅθεν διαλάμψασαι μὲ ζωὴν ἐνάρετον, μὲ λόγον εὐαγγελικὸν καὶ μὲ θαύματα, καὶ πολλοὺς ἀπίστους ἐπιστρέψασαι εἰς τὴν πίστιν τοῦ Χριστοῦ, ἐν εἰρήνῃ πρὸς Κύριον ἐξεδήμησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Φιλοθέου τοῦ Κοκκίνου, πατριάρχου Κωνσταντινουπόλεως.
Θεοῦ φίλος πέφηνας Ἀρχιεράρχα,
Θεὸν ὡς ἐδόξασας λόγῳ καὶ ἔργῳ.
Οὗτος ἦν τῷ 15ῳ αἰῶνι. Πατρίδα ἔσχε τὴν μεγαλόπολιν Θεσσαλονίκης, προελθὼν ἐκ γονέων πλούτῳ καὶ εὐσεβείᾳ κομώντων, παρ’ ὧν καλῶς καὶ θεοφιλῶς ἀναχθείς, ἐγένετο κάτοχος ἀμφιλαφοῦς παιδείας, καὶ πάσης τῆς θύραθεν σοφίας. Θείῳ τρωθεὶς ἔρωτι, κατέλιπε πάντα, καὶ ἔδραμε τῷ τῆς ἁγιότητος ἐπωνύμῳ Ὄρει, τῷ οὐρανογείτονι φημὶ Ἄθωνι, ἔνθα, ἄρας τὸν τοῦ Κυρίου Σταυρόν, ἐγένετο μοναχός. Παρευδοκιμήσας δὲ τῇ ἐν Χριστῷ ἀσκήσει, ἐκρίθη ἄξιος ἡγεῖσθαι τῆς τοῦ Ὁσίου Ἀθανασίου Μεγίστης Λαύρας, ἐξ ἧς μετακληθεὶς ὑπὸ τοῦ βασιλέως Ἀνδρονίκου τοῦ Β΄, ἐγένετο Μητροπολίτης Ἡρακλείας, καὶ ἐπὶ Κατακουζηνοῦ ἐξελέγη Πατριάρχης Κωνσταντινουπόλεως, δὶς ἀνελθὼν τὸν Οἰκουμενικὸν θρόνον.
Ἐποίμανε τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ καὶ πάσῃ σοφίᾳ, ὡς ποιμὴν καλὸς καὶ μιμητὴς Ἀποστόλων, καθάρας αὐτὴν τῶν ζιζανίων τῆς αἱρέσεως τοῦ μανικοῦ Βαρλαὰμ καὶ τῶν αὐτοῦ συνεργῶν, τῇ ἀναπτύξει τῶν ὀρθοδόξων δογμάτων, ἐν δυνάμει λόγου καὶ σοφίας θείας, ὡς τοῦ μεγάλου Γρηγορίου τοῦ Παλαμᾶ φίλος καὶ μύστης καὶ συνήθης, οὗτινος καὶ τὸν θαυμαστὸν συνεγράψατο βίον, καὶ τὰ ὑπὲρ τῆς Ὀρθοδοξίας τρόπαια.
Ἀλλὰ καὶ ἑτέρους λόγους συνέγραψε, μεστοὺς πάσης γνώσεως καὶ ὠφελείας, καὶ κοιμηθεὶς ἐν γήρατι καλῷ, κατετέθη τὸ τίμιον αὐτοῦ λείψανον ἐν πομπῇ βασιλικῇ, εἰς τὴν τοῦ Ἀκαταλήπτου Μονήν, πηγὰς θαυμάτων καὶ ἰαμάτων τοῖς πίστει προσιοῦσι παρεχόμενον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἠμῶν Εὐστρατίου, Ἀρχιεπισκόπου Μηθύμνης, ἑνὸς τῶν 365 Πατέρων τῆς ἐν Νικαίᾳ ἑβδόμης Οἰκουμενικῆς Συνόδου
Εἰκόνα τιμῶν Εὐστράτιος καὶ λείψανα,
Τὸν κόσμον λιπὼν εἰκόνι οὐ πορεύεται.





Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Θεοφάνους, ἀδελφοῦ τοῦ Ἁγίου Θεοδώρου τοῦ Γραπτοῦ.
Ὁ Γραπτὸς ἐν γῇ τὴν θέαν Θεοφάνης,
Καὶ κλῆσίν ἐστιν ἐκθανὼν Γραπτὸς πόλῳ.
Οὗτοι, γονέων εὐσεβὼν ὑπάρχοντες, τὴν Παλαιστίνην οἰκούντων, καὶ τὴν φιλοξενίαν ἐπιμελουμένων, τῇ τῶν γονέων σπουδῇ πᾶσαν φιλοσοφίαν ἐξεπαίδευθησαν, τήν τε ἱερὰν καὶ τῆν τῶν Ἑλλήνων, καὶ τὸν μοναστὴν ὑπῆλθον βίον, εἶθ’ οὗτω χειροτονοῦνται πρεσβύτεροι. Θεοφίλου δὲ τοῦ δυσσεβοῦς κατὰ τῶν Ἁγίων Εἰκόνων λυττήσαντος καὶ κωλύοντος ταύτας προσκυνεῖν, ἀποστέλλονται οὗτοι οἱ πάνσοφοι παρὰ τοῦ τηνικαῦτα πατριαρχοῦντος τῆς Ἁγίας Πόλεως πρὸς τὸν μισόχριστον βασιλέα μετὰ Λιβέλλου. Οὗ, κατὰ πρόσωπον στάντες, καὶ θεόμαχον αὐτὸν ἀπελέγξαντες, ἐγκλείονται ἀμφότεροι ἐν τῇ εἱρκτῇ ἐπὶ πολὺν χρόνον. Εἶτα, τὸν μακάριον Θεόδωρον ἐκ τοῦ δεσμωτηρίου ὁ ἀνόσιος ἐφ’ ἑαυτὸν καλέσας καὶ τύψας σφοδρῶς καὶ ταῖς ὄψεσιν αὐτοῦ ἐγκολάψας στίχους ἰάμβους, πάλιν τῆ φρουρᾷ παραπέμπει.
Θεοφάνην δὲ τὸν Ἅγιον, τὰ αὐτὰ τῶ ἀδελφῶ πεπονθότα, εἰς Θεσσαλονίκην ὑπερορίζει· ὅς, μετὰ τὴν καταστροφὴν τοῦ δυσσεβοῦς Θεοφίλου, ἀνακληθεὶς ὑπὸ Μιχαὴλ καὶ Θεοδώρας τῶν εὐσεβῶν βασιλέων, προβάλλεται Μητροπολίτης τῆς κατὰ Νίκαιαν Ἐκκλησίας παρὰ Μεθοδίου Πατριάρχου, τοῦ τὴν χριστιανομάχον αἵρεσιν καταλύσαντος. Καὶ οὕτω θεοφιλῶς τὴν Ἐκκλησίαν καὶ τὸ ποίμνιον κυβερνήσας, τῆς παρούσης ζωῆς ὑπεξίσταται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων.
Ὧν περ διηκόνησας ἐν γῇ πραγμάτων,
Ἐν οὐρανοῖς Φίλιππε μισθὸν λαμβάνεις.
Οὗτος, ἦτον ἀπὸ τὴν Καισάρειαν τῆς Παλαιστίνης, τέσσαρας θυγατέρας ἔχων προφητευούσας, καθὼς περὶ τούτου ἀναφέρει ὁ θεῖος Λουκᾶς εἰς διάφορα μέρη τῶν Πράξεων, καὶ Εὐαγγελιστὴν αὐτὸν ὀνομάζει λέγων· Τὴν ἐπαύριον ἐξελθόντες οἱ περὶ τὸν Παῦλον, ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ Εὐαγγελιστοῦ (τοῦ ὄντος ἐκ τῶν ἑπτά), ἐμείναμεν παρ’ αὐτῷ. Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι (Πράξεις κα΄, 8). Μαρτυρεῖ δὲ ὁ αὐτός, καὶ ὅτι ὁ Ἀπόστολος οὗτος κατεστάθη διάκονος ὑπὸ τῶν Ἀποστόλων, ἐπὶ τὰς χρείας καὶ τραπέζας τῶν πτωχῶν καὶ χηρῶν, ὁμοῦ μὲ τὸν Στέφανον καὶ τοὺς ἄλλους πέντε (Πράξεις στ΄). Οὗτος, ἐνέπλησε τὴν Σαμάρειαν ἀπὸ τὸ κήργμα τοῦ Εὐαγγελίου τῷ 35 ἔτει, καὶ τὸν Σίμωνα μάγον ἐβάπτισεν, ὑποκριθέντα ὅτι ἐδέχθη τὴν πίστιν τοῦ Χριστοῦ. Ἁρπαγεὶς δὲ ἀπὸ Ἄγγελον Κυρίου, ἔφθασεν εἰς τὸν δρόμον τὸν εὐνοῦχον τῆς βασιλίσσης Κανδάκης, καὶ κατηχήσας αὐτόν, ἐβάπτισε. Ἔπειτα πάλιν, ἐφέρθη ἀπὸ τὸν Ἄγγελον εἰς τὴν Ἄζωτον, καὶ ἐφώτισεν αὐτὴν μὲ τὴν διδασκαλία τοῦ Εὐαγγελίου. Μετὰ ταῦτα, ὑπῆγεν εἰς τὴν Τράλλην, τὴν εὑρισκομένην ἐν τῇ Μικρᾷ Ἀσίᾳ, καὶ διὰ τῆς διδασκαλίας του, ἔπεισεν ὅλους τοὺς ἐκεῖ εὑρισκομένους νὰ πιστεύσωσιν εἰς τὸν Χριστόν. Εἰς αὐτὴν δὲ τὴν πόλιν, κτίσας καὶ Ἐκκλησίαν, πρὸς Κύριον ἐξεδήμησε.












Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωνᾶ τοῦ θαυματουργοῦ, τοῦ ἐν χωρίῳ Περγάμῳ.
Εἰ καὶ μετέστης πρὸς τὸν πόλον ,
Ἰωνᾶ θαυμάσιε πρὸς τὴν ἀγήρω.
Ἅγιοι τριακόσιοι, ἐκ διαφόρων τόπων, ἦλθον εἰς τὴν Ἁγίαν Ἱερουσαλὴμ διὰ χάριν προσκυνήσεως. Καὶ εἰσερχόμενοι μὲ τὸ πλοῖον εἰς τὴν Κύπρον, εἰς τὸ μέρος τῆς Πάφου, ἀπὸ ἐνάντιον ἄνεμον ἔσπασεν τὸ πλοῖον, Θεοῦ συνεργοῦντος ἐβγῆκαν οἱ Ἅγιοι καλὰ γεροί, καὶ διεσκορπίσθησαν εἰς ὅλον τὸ νησὶ τῆς Κύπρου. Ὁ δὲ Ἅγιος Ἰωνᾶς, ἦλθεν εἰς τὰ μέρη τῆς Τραχιάδος, εἰς χωρίον λεγόμενον Πέργαμον, ἔμεινεν ἐκεῖ, δὲν ἔχοντας οὔτε σπήλαιον, οὔτε σκηνήν, οὔτε καλύβην νὰ ἠμπορῇ μὲ τοῦτο νὰ ἀποκρίνῃ τὰς ἀνάγκας τῆς φύσεως. Διατί, κάποιαν φορὰν ἔξαφνα νὰ τοῦ ἔλθῃ μία ἀῤῥώστια κοιλιακή, μετὰ βίας τὸν ἐκατάπεισε νὰ ἀφήσῃ ἐκείνους ὅπου ἐπηγαίνασιν πρὸς αὐτὸν νὰ στραφοῦσιν εἰς τὴν κατοικίαν αὐτῶν, διδάσκοντάς τους τὸν περὶ εὐσεβείας λόγον. Μάλιστα, μισεύοντας καὶ ἐκεῖνοι, ἐβασάνιζον τὸν ἑαυτόν τους, παρακινώντας τοὺς καὶ ἡ φύσις ὥστι ὅπου ἔφθασεν ἡ ἑσπέρα. Οὗτος καθὼς εἴπομεν,ἔχοντας στέγασιν τὸν οὐρανόν, τόσον ἦτον ὑπομονητικὸς εἰς ὅλα τὰ πράγματα, εἰς τὸ κείμενον, ὡσὰν νὰ ἤθελεν ἀγωνίζεται εἰς ξένον κορμίν. Ἐβάρυνε δὲ τὸ κορμί του μὲ σίδηρα ἀπὸ μέσα, μὲ τριψίας ὅπου εἴχασι δύο τερτζέλια καὶ δύο ζώματα ἀπ’ ἐμπρὸς καὶ ἀπὸ πίσω καὶ δὶς τοὺς βραχίονας ἕνα καθένα. Τροφὴν δὲν εἶχε κάθε βράδυ φακῆν ζεστήν. Καὶ ἀπὸ τούτους τοὺς κόπους ἐπῆρε τὰ θεῖα χαρίσματα, διότι ἔτυχεν νὰ ποθάνῃ ἕν παιδίον, καὶ νὰ κλαίῃ ὁ πατέρας του, καὶ νὰ λέγῃ πρὸς τὸν Ἅγιον· Ἠξεύρω δοῦλε τοῦ Θεοῦ, ὅτι δύνασαι νὰ ἐπικαλεσθῇς εἰς τὸν Θεόν, καὶ ἀναστήσῃς τὸν υἱόν μου. Βλέπων ὁ Ἅγιος τὴν πίστιν ὅπου εἶχεν, καὶ κλίνας τὰ γόνατα ἐπικαλούμενος τὸν Θεόν, ἀνέστησεν τὸ παιδίον καὶ τὸ παρέδωκεν ὑγιῆ εἰς τὸν πατέραν του.
Εἶναι δὲ πολλὰ τὰ τοῦ Ἁγίου ἀνδραγαθήματα, ἀλλὰ διὰ τὸ πλῆθος ἀφήοντες τὰ πολλά, ἄς εἴπωμεν τοῦτο· Ὁ Ἅγιος, πειρασθεῖς πολλὰ ὑπὸ τοῦ δαίμονος, τὸν ἐδίωξεν μὲ τὴν προσευχήν καὶ τὸν ἀπομάκρυνεν. Κάποιος δέ, φέρνων τοῦ Ἁγίου νερὸν ἀπὸ μακρόθεν ἑκάστη ἑβδομάδα, ἐζήλευσεν ὁ διάβολος καὶ ἤθελεν νὰ ὐστερήσῃ τὸ νερόν. Μετεμορφώθη ὡσὰν ὁ Ἅγιος, καὶ ἐπήγαινεν κάθε μέρα ἐμπρὸς τοῦ ἀνθρώπου καὶ τοῦ ἔπαιρνε τὸ νερόν. Ἰδὼν δὲ ὀ δαίμων, ὅτι δὲν κατόρθωσεν τὸν Ἅγιον νὰ τὸν φέρῃ εἰς τὰ νερά του, ἔφυγεν ἄπρακτος. Εἰς καιρόν, ὁ ὑπηρέτης φέρων νερὸν πάλιν εἰς τὸν Ἅγιον, τοῦ ἀπεκρίθη οὗτος λέγων· Ὦ τέκνον, ἐπέρασεν πολὺ καιρὸς ποῦ δὲν ἦλθες νὰ φέρῃς νερόν, καὶ ἦλθον εἰς μεγάλον θυμὸν ἕνεκα τῆς δίψας. Ἐκεῖνος δὲ ἀπεκρίθη καὶ εἶπεν· Ὦ Πάτερ, ἔφερνον τὸ νερόν κατὰ τὴν ὁρισμένην ὥραν καὶ ἡμέραν καὶ ἐρχόσουν ἐμπρός μου, πότε ἐδῶ καὶ πότε ἐκεῖ, καὶ δὲν τὸν ἄφηνες νὰ ἔλθω εἰς τὴν κατοικίαν σου, νὰ φέρω τὸ νερόν. Ἐννοήσας ὁ Ἅγιος τὸ γενόμενον λέγει εἰς τὸν ἄνθρωπον· Ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς ἐὰν μὲ δῇς καὶ χίλιες φορὲς εἰς τὸν δρόμον σου, οὐδέποτε νὰ μου δώσῃς τὸ πρᾶγμα δίχως νὰ ἔλθῃς εἰς τὴν κατοικίαν μου.

















Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Νεκταρίου, Ἀρσακίου καὶ Σισινίου.
Ὁ Νεκτάριος οὐ τὸ τοῦ μύθου Λόγε,
Ἀληθινὸν δέ, σῆς τρυφῆς νέκταρ πίνει.
Τὸν Χριστὸν ἐν γῇ Ἀρσάκιος δοξάσας,
Πρὸς αὐτόν ἐλθών, ἀντεδοξάσθη πλέον.
Ἀσινὲς ἦραν πνεῦμα τὸ Σισινίου,
Οὐ συνιασθὲν μηχαναῖς τῶν δαιμόνων.
Ὁ ἐν Ἁγίοις Πατὴρ ἠμῶν Νεκτάριος, πατρίδα μὲν εἶχε τὴν ἐν Κιλικίᾳ Ταρσόν, Συγκλητικὸς δὲ τὸ γένος, καὶ ἐπιεικὴς τὸν τρόπον, ὥστε παρ’ ὅλων ἐθαυμάζετο, εἶχε δὲ καὶ τὸ τοῦ Πραίτορος ἀξίωμα, καὶ ἀδελφὸς κατὰ σαρκὰ ἧν τοῦ Ἀρσακίου, τοῦ μετὰ τὸν Ἅγιον Ἰωάννην τὸν Χρυσόστομον πατριαρχεύσαντος. Τὸν καιρόν, καθ’ ὅν ὁ Ἅγιος Γρηγόριος ὁ Θεολόγος διὰ τὸ σκάνδαλον τινῶν ἀρχιερέων, (Αἰγυπτίων ὡς ἐπὶ τὸ πλεῖστον), παρητήθη τοῦ πατριαρχικοῦ θρόνου τῆς Κωνσταντινουπόλεως, καὶ σκέψις ἐγένετο περὶ ἐκλογῆς νέου, τότε ὁ θεῖος Νεκτάριος ἔτυχε διατρίβων ἐν Κωνσταντινουπόλει. Καὶ ἐτοιμασθεὶς ἴνα ἐπιστρέψῃ εἰς τὴν ἑαυτοῦ πατρίδα, ὑπῆγε πρὸς τὸν Διόδωρον, τὸν ἐπίσκοπον τῆς Ταρσοῦ, καὶ ἠρώτησεν αὐτόν, ἐὰν ἔχῃ ἐπιστολὰς ἀποστεῖλαι εἰς τὴν πατρίδα, διότι βούλεται ἐκεῖ ἀπελθεῖν. Ὁ δὲ Διόδωρος, ἔτυχε τότε διανοούμενος καθ’ ἑαυτὸν περὶ τῆς ἐκλογῆς πατριάρχου, καὶ τίνα χρὴ προβάλλεσθαι εἰς τὴν σπουδαζομένην χειροτονίαν. Ὤς δὲ εἶδε τὸν Νεκτάριον, εὐθὺς ἔκρινε καὶ ἀπεφάσισεν εἰς ἑαυτόν, ὅτι αὐτὸς εἶναι ἄξιος διὰ πατριάρχης, εἰδὼς τὴν πολιὰν τοῦ ἀνδρός, καὶ τὸ ἱεροπρεπὲς εἶδος, καὶ τὸ προσηνὲς τῶν τρόπων. Ὅθεν, λαβὼν αὐτόν, ἔφερε πρὸς τὸν πατριάρχην τῆς Ἀντιοχείας Ἅγιον Μελέτιον, ὄντα τότε καὶ αὐτὸν ἐκεῖσε, καὶ ἤρξατο ἐπαινῶν αὐτὸν καὶ λέγων, ὅτι αὐτὸς εἶναι ἄξιος διὰ πατριάρχης. Ὁ δὲ θεῖος Μελέτιος ἀνάρμοστον ἐνόμισε τούτο τὸ πρόβλημα, ἤ μᾶλλον γελοῖον, διότι ὁ Νεκτάριος οὐχὶ μόνον οὐκ εἰσέτι κληρικός, ἀλλ’ οὐδὲ βεβαπτισμένος, καὶ ὅτι ὑπάρχουσι πολλοὶ ἕτεροι κρείττονες αὐτοῦ, καὶ εἰς τὴν τοῦ κλήρου τάξιν ἐντεταγμένοι. Ὅμως, διὰ χάριν τοῦ Διοδώρου, ἤ καὶ διὰ θείαν ἔμπνευσιν, καλέσας τὸν Νεκτάριον, ἐκέλευσεν αὐτὸν περιμένειν βραχύ τινα χρόνον. Ὅταν δὲ ἦλθεν ὁ διορισμένος καιρὸς περὶ ἐκλογῆς καὶ ψήφου τοῦ πατριάρχου, συνήθροισεν ὁ τότε βασιλεὺς Μέγας Θεοδόσιος ὅλους τοὺς τότε ἐκεῖ εὑρισκομένους ἀρχιερεῖς, καὶ ἐπρόσταξεν ἵνα εἰς ὅν ἕκαστος βούλεται δώσῃ τὴν ψήφον, ἑαυτὸν δὲ ἐφύλαξεν εἰς τὸ τέλος. Ὅθεν, οἱ άρχιερεῖς ἔγραψαν ὁ καθεὶς ὅντινα ἐβούλετο. Ὁ δὲ τῆς Ἀντιοχείας πατριάρχης, ἔγραψε καὶ αὐτός τινας οὕς ἠθέλησεν, ἔσχατον δὲ πάντων ἔθηκε καὶ τὸν Νεκτάριον, διὰ τὴν πρὸς τὸν Διόδωρον χάριν. Τούτου γενομένου, λαβὼν ὁ βασιλεὺς τὸν κατάλογον ἀνεγίνωσκεν. Ὅταν δὲ ἔφθασεν εἰς τὸν Νεκτάριον, ἐστάθη ἐκεῖ συλλογιζόμενος καθ’ ἑαυτόν, καὶ ἐπιθεὶς ἐκεῖ τὸν δάκτυλον, ἤρξατο πάλιν ἀπ’ ἀρχῆς ἀναγινώσκειν, καὶ ὅταν ἔφθασε πάλιν ἐπὶ Νεκτάρι0ον ἐστάθη. Ὅθεν, καὶ εἰς θαυμασμὸν παρεκίνησε τοῦτο τοὺς ἀρχιερεῖς, ἐρωτῶντος δὲ τοῦ βασιλέως, τίς ἐστιν οὗτος ὁ Νεκτάριος καὶ πόθεν, καὶ ὁποῖος τὸ ἐπιτήδευμα, ἔμαθον ὅτι εὐγενὴς πάνυ έστιν, καὶ Πραίτορος ἀξίωμα ἔχων, ἀβάπτιστος ὅμως εἰσέτι, διὸ καὶ περισσότερον ἐθαύμασαν, μάλιστα δὲ καὶ αὐτὸς ὁ τῆς Ταρσοῦ Διόδωρος, διότι καὶ αὐτὸς οὐκ ἐγνώριζεν ὅτι ὁ Νεκτάριος ἧν ἀβάπτιστος, εἰμὴ οὐκ ἔδιδεν εἰς τοῦτον τὴν ψῆφον. Τοῦτο τὸ περίεργον ἐθεωρήθη ὡς θαῦμα, καὶ παρεκίνησε τὸν βασιλέα ἵνα ψηφίσῃ τὸν Νεκτάριον, καὶ κατ’ ἀρχὰς μὲν ἀντέτεινον τινὲς ἀρχιερεῖς εἰς τοῦτο, ὕστερον δὲ ὅλοι συνεφώνησαν. Ὅθεν, βαπτισθεὶς ὁ θεῖος Νεκτάριος, καὶ ἔτι τὰ τοῦ βαπτίσματος λευκὰ ἐνδύματα φορῶν, κοινῇ ψήφῳ τῆς Συνόδου, Πατριάρχης Κωνσταντινουπόλεως ἐχειροτονήθη. Μετὰ δὲ ταῦτα, συνελθόντες αὐτός τε ὁ θεῖος Νεκτάριος καὶ οἱ ἄλλοι ἀρχιερεῖς, ἐψηφίσαντο τὰ τῆς ἐν Νικαίᾳ Οἰκουμενικῆς πρώτης Συνόδου, πραχθέντα βέβαια καὶ ὀρθὰ εἶναι, καὶ τὴν τοῦ Ἀρείου καὶ Μακεδονίου καὶ πᾶσαν ἄλλην αἵρεσιν ἀπεκήρυξαν καὶ ἀνεθεμάτισαν, καὶ τὸ Σύμβολον τῆς Πίστεως ἀνεπλήρωσαν. Ἐδιώρισαν δὲ καὶ ἐνομοθέτησαν, ἵνα ὁ Πατριάρχης Κωνσταντινουπόλεως Νεκτάριος καὶ οἱ μετὰ τοῦτον, τὰ ἴσα πρεσβείᾳ ἔχειν τῆς τιμῆς τοῦ τῆς παλαιᾶς Ῥώμης ἀρχιεπισκόπου, διὰ τὸ εἶναι αὐτὴν νέαν Ῥώμην. Ὅμοίως, καὶ εἰς τοὺς ἄλλους Πατριάρχας έθέσπισαν, τὸν Ἀντιοχείας λέγω, Ἀλεξανδρείας τε καὶ Ἱεροσολύμων, ἵνα δηλαδὴ ἔχωσι καὶ αὐτοὶ εἰς τὰς ἑαυτῶν ἐπαρχίας, τὴν ἰδίαν τιμὴν καὶ ἰσχύν. Καὶ ταῦτα μὲν οὕτως. Ὁ δὲ βασιλεὺς Μέγας Θεοδόσιος, ἔβαλε πᾶσαν σπουδὴν καὶ ἐπιμέλειαν, ἵνα ὅλους τοὺς αἱρετικοὺς ἑνώσῃ μετὰ τῶν ὀρθοδόξων, ὅθεν, ἐκοινολόγησε τὸν ἑαυτοῦ σκοπὸν πρὸς τὸν Πατριάρχην Νεκτάριον, καὶ παρήγγελεν αὐτόν, ὅπως οἵῳ τρόπῳ καὶ μηχανῇ δυνηθείη ποιῆσαι τοῦτο, καὶ ἑνωθήσεται ἡ Ἐκκλησία, καὶ παύσουσιν αἱ αἱρέσεις καὶ τὰ σχίσματα. Τούτου ἀκούσας ὁ θεῖος Νεκτάριος, ἔμφροντις καὶ ἐναγωνίος διὰ θεῖον ζῆλον ἐγένετο. Ὅθεν, πρῶτος προσεκάλεσε τὸν τῶν Ναυατιανῶν Πατριάρχην Ἀγέλιον καὶ τοὺς σὺν αὐτῷ, καὶ πολλὰ εἰς αὐτοὺς ὡμίλησε περὶ τῆς Ὀρθοδόξου πίστεως. Μετὰ ταῦτα δέ, καὶ τοὺς τῶν ἄλλων αἰρέσεων ἐπισκόπους προσεκάλεσε, Δημόφιλον δηλαδὴ τῶν Ἀρειανῶν, καὶ Εὐνόμιον τὸν Εὐνομιανῶν, καὶ Ἐλεύσιον τῆς τῶν Μακεδονιανῶν, καὶ γενομένης πολλῆς καὶ ἐκτεταμένης συνδιαλλέξεως, παρὼν ὁ εὐσεβὴς βασιλεὺς ἐκέλευσεν, ἴνα ἕκαστος τούτων γράψῃ εἰς χάρτην τὸν ἑαυτοῦ ὅρον. Καὶ τούτου γενομένου, ἔλαβεν αὐτοὺς εἰς χεῖρας ὁ βασιλεύς, καὶ ἀφ’ οὗ ἐκτενῶς ηὔξατο πρὸς τὸν Θεὸν εἰς τὸ συνεργῆσαι αὐτῷ πρὸς τὴν τῆς ἀληθείας ἐπιλογήν, εἶτα, ἀναγνοὺς τούτους, τοὺς μὲν τῶν αἱρετικῶν μεμψάμενος ἀπέῤῥιψε, ὡς χωρισμὸν τῆς Παναγίας Τριάδος ποιοῦντας, τὸν δὲ τῆς Ὀρθοδόξου πίστεως ἐκράτησε, καὶ ἐπῄνεσε. Διὰ τούτου τοῦ τρόπου, πολλοὶ τῶν αἱρετικῶν ἔγιναν ὀρθόδοξοι, ὅσοι δὲ μὴ στέρξαντες, ἐξωρίσθησαν μακρὰν τῆς Πόλεως, ἡ δὲ Ὀρθόδοξος πίστις μετὰ ταῦτα ὁσήμεραι, καὶ ἐκραταιοῦτο, τῆ συνεργείᾳ τοῦ εὐσεβοῦς βασιλέως Μεγάλου Θεοδοσίου, καὶ τοῦ ἁγιωτάτου Πατριάρχου Νεκταρίου. Πατριαρχεύσας ὁ ἀοίδιμος Νεκτάριος χρόνους ἕξ, ἐτελεύτησεν ἐν τῇ εἰκοστῇ ἑβδόμῃ τοῦ Σεπτεμβρίου μηνός. Διάδοχος αὐτοῦ ἐγένετο ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος.
Ὁ Ἀρσάκιος δὲ οὗτος, ἦτο ἀδελφὸς τοῦ Ἁγίου Νεκτάριου, ἄνθρωπος γέρων, ὅστις ἐπατριάρχευσε δύο μόνους χρόνους.
Ὁ δὲ Σισίνιος, ἔγινε Πατριάρχης μετὰ τὸν Ἀττικόν , καὶ ἀφ’ οὗ ἐπατριάρχευσε χρόνους δύο, ἔγινε Πατριάρχης ὁ κακόφρων Νεστόριος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοφάνους, ἐπισκόπου Σολέας Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ἐθελμπούργκας (Ethelburga)

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Κέννεθ (Kenneth)
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ἐν τῇ καμίνῳ
Πέλαγος θείων κατορθωμάτων ὤφθης ὡς ἀληθῶς, ὅλην τοῦ ἐχθροῦ βυθίσασα ἐν αὐτῷ τὴν ἰσχύν· διὸ ἀνέμελπες εὐλογημένη, καὶ καθαρὸν τὸ πρῶτον κάλλος ἔδειξας, εὖ ῥιζωθὲν σεμνὴ Ζηναΐδα, τῇ ἄκρᾳ ἀσκήσει σου.
Ἐν τῇ καμίνῳ ταῖς ἐγκρατείαις, τὸ σῶμα καὶ τὴν ψυχήν, ὡς χρυσὸν ἐχώνευσας καθαρῶς, καὶ τὸ ὡραῖον κάλλος ἔδειξας, εὖ ῥιζωθέν, σεμνὴ Φιλονίλλα, ἐν ἄκρᾳ ἀσκήσει σου.
Λουτρῷ τῷ θείῳ ἐκδυσαμένη ὅλον σὺ ἀληθῶς, ὅνπερ παλαιὸν ἐνδέδυσαι τῶν παθῶν καὶ φθειρόμενόν σου ἄνθρωπον, τὸν νέον ἄνθρωπον ἠμφιάσω, Χριστῷ συμμορφούμενον.
Θεοτοκίον.
Ὁ ἐν τῷ θρόνῳ τῷ πατρικῷ ὀχούμενος Λόγος Θεοῦ, ξένως ἐπὶ Σοὶ ἐσκήνωσε, καὶ φρικτῶς Θεοτόκε, καὶ ἀνέπλασεν ἡμῶν τὸ φύραμα, ἐν Αὐτῷ ἀνυψώσας ὡς εὔσπλαγχνος.
ᾨδὴ η’. Χεῖρας ἐκπετάσας Δανιήλ.
Λάμπουσιν ἀκτῖνες φαειναί, τῶν θαυμασίων σου καθάπερ ἥλιος, καὶ τὴν τοῦ βίου σου ἅπασαν ὑπεμφαίνουσι λαμπρότητα, καὶ ἀστράψασαν ἐν σοί, τῆς θείας πίστεως, ἐκβοῶσι πάσῃ τῇ κτίσει αὐγήν, Ζηναΐδα σεμνή.
Ἄλυτον δεσμόν, τὸν ἐν Χριστῷ πιστῶς συνδέσασα, προσεκολλήθης Αὐτῷ, καὶ ἀδιάσπαστος ἔμεινας τῇ ἑνώσει τῆς ἀγάπης Αὐτοῦ, Ζηναΐδα, ἀδιαιρέτως Αὐτῷ διαμείνασα.
Γνῶσιν δεξαμένη ἀληθῆ ἐν τῇ καρδίᾳ σου, διὰ τοῦ Πνεύματος σαφῶς, κατέλιπες ἅπασαν τὴν τοῦ βίου ματαιότητα· διὸ κατέπληξας βροτούς, ἐν σεπτῇ σεμνὴ μεταθέσει, καὶ οὐρανοὺς εὐφροσύνης ἐπλήρωσας.
Θεοτοκίον.
Ὑμνοῦσι πανάχραντε Ἁγνή, τὰ μεγαλεῖά Σου αἱ νοεραὶ στρατιαί, ἀνακηρύττουσιν ἅπαντες, Πατριάρχαι καὶ Προφῆται τρανῶς, σὺν Ἀποστόλοις ἱεροῖς, καὶ τῶν Μαρτύρων χοροί, καὶ Ὁσίων ἅπαν τὸ πλῆθος· μεθ’ ὧν προσκυνοῦμέν Σε.

ᾨδὴ θ’. Λίθος ἀχειρότμητος.
Ἰδεῖν ἐπεθύμησας ὄντως τοῦ Χριστοῦ τὸ κάλλος· δι’ ὃν ἐσταυρώθης τῷ κόσμῳ, καὶ τὸ ὡραῖον ἄνθος τοῦ σώματος Ὁσία κατεμάρανας, καὶ τὴν τοῦ βίου ἐβδελύξω στοργήν.
Ἅπαν τὸ τοῦ σώματος κάλλος ἀποθεμένη Ζηναΐδα, δι’ ἐγκρατείας καὶ πόνων, πρὸς οὐρανίους σκηνὰς ἀνέδραμες, ἐν οἷς τοῦ ποθουμένου σοι ἐπαπολαύεις κάλλους ἔνδοξε.
Νῦν τοὺς σὲ τιμῶντας ἐκ πόθου πάντας Ὁσία, ἐποπτεύεις καὶ τοὺς τὴν ἐτήσιον ταύτην ἐπιτελοῦντάς σου μνήμην, πρέσβευε τῷ ποιητῇ καὶ κτίστῃ σου, ἵνα μετάσχωμεν τῆς δόξης Αὐτοῦ.
Θεοτοκίον.
Ὑμνῶ Σου τὸν τόκον Παρθένε, καὶ μεγαλύνω Σου τὴν χάριν, Σὺ γὰρ φωτισμὸς τῆς ψυχῆς μου ὑπάρχεις ὄντως, καὶ ἡ παράκλησις, ἡ ταχινὴ βοήθεια, καὶ σωτηρία καὶ ἀντίληψις.













Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὑπογραμμὸς ὁ βίος σου μοναζόντων ἐδείχθη, καὶ ἀκριβὴς ἀνόρθωσις τῶν δεινῶς πεπτωκότων, ἀοίδιμε Ζηναΐδα, τῶν παθῶν γὰρ τὴν νύκτα φυγοῦσα, προσεπέλασας τῷ Ἡλίῳ τῆς δόξης Χριστῷ σεμνή, ἀσκητῶν ἐκλάμψασα ὁμηγύρει· μεθ’ ὧν σου τὴν ὑπέρλαμπρον ἑορτάζομεν μνήμην.
Ἕτερον. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Ὡς ποταμὸς ὑπάρχεις, ῥεῖθρα χρυσόῤῥυτα βρύων, καὶ τοὺς λαοὺς διεγείρων, τῆς μετανοίας πρὸς τρίβον, Χριστὸν ἱκέτευε Μῆτερ, Φιλονίλλα σῶσαι τὸν κόσμον.
Θεοτοκίον.
Ἐλπὶς τῶν ἀπηλπισμένων, καταφυγὴ Χριστιανῶν, πανύμνητε Θεοτόκε, τῶν θλιβομένων ἡ χαρά, ἐκ πάσης θλίψεως ῥῦσαι, τοὺς ἀναξίους Σου δούλους.

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Τρωθεῖσα τῷ ἔρωτι, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, Ζηναΐδα πανεύφημε, καὶ Φιλονίλλα ἔνδοξε, Αὐτῷ ἠκολουθήσατε, ἀπαρνησαμέναι, ἐπίκηρον δόξαν, καὶ τῆς σαρκὸς τὰς ἡδονάς, καὶ πᾶσαν βίου ἄλλην ἀπόλαυσιν· διό σε εἰσωκίσατο, εἰς φωτεινότατον θάλαμον, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (Δίς)

Ἡ τοῦ Πνεύματος ἔλλαμψις, Ζηναΐδα πανεύφημε, τηλαυγῶς σε κατεφώτισε, ἐντεῦθεν ἰάματα, ἰατρεύειν πόθῳ, καὶ τῆς ἀπαθείας, ἡμέραν φθάσαι καθαρή, καθαρωτάτῳ φωτὶ ὡμίλησας, Ἰησοῦ τὸν Φιλάνθρωπον, καὶ Σωτῆρα τῶν ψυχ[βν ἡμῶν.

Πάθη τοῦ Κυρίου σου, καὶ ποιητοῦ ἀναπλάττουσα, ἐν ἑαυτῇ ἀναδέδειξαι, τοῦ Λόγου ὡς ποίημα, λογικὸν Παρθένε, καὶ διὰ τοῦ Λόγου, παιδαγωγοῦσα τῶν παθῶν, τῆς ἀλογίας τὰ παρεγκλήματα· διὸ καὶ καθ’ ὁμοιώσιν, εὐθυπορεῖς ἀοίδιμε, πρὸς Ἰησοῦν τὸν Φιλάνθρωπον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Πλήρη γενομένη Πνεύματος Ἁγίου, Ὁσία Ζηναΐδα, τὰς τῶν δαιμόνων ἐπινοίας κατήργησας, τῷ Σταυρῷ γὰρ ὁπλισαμένη, καὶ ἐν τούτῳ θαῤῥοῦσα, πάσας τὰς νόσους ἐθεράπευες, ψυχῶν μὲν τὰ πάθη, σωμάτων δὲ πᾶσαν μαλακίαν, σὺν Φιλονίλλᾳ τῇ πανσεβάσμιᾳ. Αὐτῶν ταῖς ἱκεσίαις κατάπεμψον Κύριε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ έγα ἔλεος.




Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου