Τρίτη 19 Ιουνίου 2018

ΑΥΓΟΥΣΤΟΣ 14. ΠΡΟΕΟΡΤΙΑ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΑΙΝΟΙ ΟΡΘΡΟΥ


ΑΥΓΟΥΣΤΟΥ 14.
ΠΡΟΕΟΡΤΙΑ ΚΟΙΜΗΣΕΩΣ ΠΑΝΑΓΙΑΣ

ΟΡΘΡΟΣ

ΑΙΝΟΙ. Ἦχος πλ. β΄. Αἱ Ἀγγελικαί.
Αἱ Ἀγγελικαὶ προπορεύεσθε δυνάμεις, εἰς προϋπάντησιν τοῦ θεοχωρήτου σκήνους, τῆς Ὑπεράγνου Κόρης. Ἀποστόλων ὁ θίασος, διὰ νεφελῶν συναθροισθέντες, τὴν λογικὴν πάντων τοῦ Κτίστου προπέμψατε, μετ’ εὐφροσύνης κιβωτὸν ἐξόδια ᾄδοντες.

Αἱ Ἀγγελικαὶ συναθροίσθητε Δυνάμεις, ἐπὶ τὴν Σιὼν ἐξ ἀντύγων οὐρανίων Δαβίδ, ἑτοιμαζέτω τὰ ἐξόδια ᾄσματα πᾶσα σὺν Προφήταις καὶ δικαίοις, ὁ οὐρανὸς ἐξανοιγέσθω, καὶ γὰρ αἴνεσιν, ἡ πλατυτέρα οὐρανῶν, καὶ θεῖα σκηνώματα.

Ἅρον σου Σιὼν ὀφθαλμοὺς κύκλῳ καὶ ἴδε, ἤκουσε καὶ γὰρ τὰ σὰ τέκνα νῦν μακρόθεν, ὀχούμενα νεφέλαις, οἱ θεόπται Ἀπόστολοι ᾄδοντες ᾠδὰς μεταστασίμους, τῇ ὑπεράγνῳ Θεοτόκῳ, καὶ γὰρ αἴνεσιν, διὰ θανάτου πρὸς ζωὴν, τὴν ὄντως ἀθάνατον.

Χαῖρε οὐρανὲ οὖν Ἀγγέλοις καὶ δικαίοις, ἥκει γὰρ ἐν σοὶ τοῦ Θεοῦ ἡμῶν Μήτηρ, διηρτήτοσαν τὰ πλήθη, τῶν βροτῶν κατοπτεύοντα, μέγα ἱλαστήριον τοῦ κόσμου πρὸς τὸν Θεόν, νῦν μεταβαίνει, διἧς ἄφεσιν, ἁμαρτημάτων οἱ πιστοί, εὑρίσκομεν πάντοτε.

Δόξα.
Ὤφθης οὐρανὸς ὑψηλότερος τοῦ πρώτου Πάναγνε ἁγνή, τὸν ἐπέκεινα γὰρ πάσης οὐσίας ἐν γαστρί Σου Θεοτόκε ἐχώρησας, ὣς καὶ νῦν μετέστησεν ἐκ γῆς Σε, πρὸς ὑπερκόσμια μεθὅσης, τῆς λαμπρότητος, ὀφειλομένην ὡς Μητρί, τιμὴν ἀπονέμειν Σου.

Καὶ νῦν.
Φύσις γηγενῶν, ἐπὶ Σοὶ χαίρει Παρθένε, αὕτη γὰρ αὐτήν, ἐκ πολλῆς περιουσίας τετίμηκας τὸν ταύτης συνάψασα, ἐν τῇ καθὑπόστασιν ἑνώσει, πρὸς ὃν νῦν ξένας μεταβᾶσα, τοῦτον ἵλεων Σαῖς μητρικαῖς ἀεὶ λιταῖς, ἡμῖν ἁγνὴ τίθεσο




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου