ΙΟΥΝΙΟΣ Ζ΄!!
ΠΑΝΑΓΗΣ ΜΠΑΣΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Πολυκάρπου
ἱερομοναχοῦ Κόμη)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογησάντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ
ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α᾿. Τῶν οὐρανίων ταγμάτων.
Κεφαλληνία
ἡ νῆσος τέρπου καὶ χόρευε, τρεῖς γὰρ ἐκ σοῦ φωστῆρες, ἐξανέτειλεν κόσμῳ,
Γεράσιμος ὁ μέγας θαυματουργός, καὶ ὁ Ὅσιος Ἄνθιμος, καὶ ἐν καιροῖς τοῖς
ἐσχάτοις ὁ ἱερεύς, Παναγῆς ὁ πολυθαύμαστος.
Τῶν
ἀρετῶν σου τὰ κάλλη τίς διηγήσεται, καὶ στεῤῥὰν παμμάκαρ, καὶ ἀκράδαντον
πίστιν· δι’ ὧν σε ὁ Δεσπότης ὦ ἱερέ, Παναγῆ ἀντεδόξασε, χάριν παρέχων σοι θείαν
τοῦ προορᾶν, καὶ προλέγειν τὰ εσόμενα.
Καιρῷ
βροχῆς καὶ θυέλλης ἐπὶ τὰ μνήματα, τῶν τεθνεώτων Πάτερ, ἐκ τῆς νόσους χολέρας,
εὐχὰς προσαναπέμψαι ὑπὲρ ἀυτῶν, Παναγῆ πορευόμενος, οὐδόλως μάκαρ ὑγράνθης τῷ
ὑετῷ, τῇ χειρὶ Θεοῦ σκεπόμενος.
Ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Κατὰ
χρέος συνέλθωμεν, Κεφαλλήνων φιλέορτοι, ἱερὰν πανήγυριν ἑορτάζοντες, ἰδοὺ ἡμᾶς
συνεκάλεσε, πρὸς αἶνον οὐράνιον, καὶ χαρὰν πνευματικήν, ὁ πρεσβύτης ὁ ἔνθεος,
καὶ σεβάσμιος, Παναγῆς ὁ ὁσίως βιοτεύσας, τοῖς ἐσχάτοις τούτοις χρόνοις, Ὃν
ἐπαξίως τιμήσωμεν.
Ἱερέων
τὸ σέμνωμα, Ὀρθοδόξων ἀγλάϊσμα, τῶν πιστῶν κραταίωμα καὶ ἐντρύφημα, τὸν
λειτουργὸν τὸν πανάριστον, καὶ φίλον τὸν γνήσιον, τοῦ Δεσπότου καὶ Θεοῦ, Παναγῆ
τὸν μακάριον, εὐφημήσωμεν, τὸν πρεσβεύοντα πάντοτε Κυρίῳ, ὑπὲρ πάντων τῶν
τιμώντων, τὴν ἱερὰν αὐτοῦ κοίμησιν.
Ὡς
φωστὴρ διαυγέστατος, Παναγῆ ἱερώτατε, ἐν καιρῷ δουλώσεως ἐξανέτειλας, καὶ τοὺς
πιστοὺς κατεφώτισας, ἐν θείοις σου πράξεσι, καὶ τοῖς λόγοις τοῖς ἁπλοῖς, καὶ
ταῖς θείαις προσρήσεσι, φωτιζόμενος, ταῖς ἀκτῖσι τῆς χάριτος τῆς θείας, τῆς ἐν
σοὶ ἐνσκηνωσάσης, διαπαντὸς πανσεβάσμιε.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῶν
ἱερέων ὁ σύλλογος, καὶ φιλοσίων τὰ πλήθη, γηθοσύνως δεῦτε συνέλθωμεν· καὶ ἐν
ψαλμοῖς ἱεροῖς, καὶ ᾄσμασι μελιῤῥύτοις, τὴν χαρμόσυνον καὶ σεβάσμιον μνήμην τοῦ
ὑψιπέτου λευΐτου καὶ ἰσαγγέλου λειτουργοῦ τοῦ ὑψίστου, Παναγῆ τοῦ τρισμάκαρος
ἀξίως τιμήσωμεν. Οὗτος γὰρ ὁ τρισόλβιος ἀγγελικῶς διανύσας τὸν βίον, εὐεργετῶν,
διδάσκων καὶ ἀγαθοποιῶν, τῷ Χριστῷ εὐηρέστησε, καὶ τὸν ἐχθρὸν κατεπάτησε· ὅθεν
οὐρανίων καὶ θείων ἀξιωθεὶς χαρισμάτων καὶ αὐτουργὸς θαυμάτων γενόμενος, πρὸς
Ὃν ἐπόθησε Χριστὸν περιχαρῶς μεταβέβηκεν· καὶ νῦν πρεσβεύει Αὐτῷ ὑπὲρ εἰρήνης
τοῦ κόσμου καὶ πάντων τῶν τελούντων πιστῶς τὴν ἱερὰν καὶ πανέορτον τούτου
πανήγυριν.
Καὶ
νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν
οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ
Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως,
εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν
Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν,
ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἰλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Μαλαχίου τὸ Ἀνάγνωσμα. (Κεφ. β' 1-6)
Καὶ
νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς, οἱ ἱερεῖς· ἐὰν μὴ ἀκούσητε, καὶ ἐὰν μὴ θῆσθε εἰς
τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου, λέγει Κύριος παντοκράτωρ, καὶ
ἐξαποστελῶ ἐφ᾿ ὑμᾶς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ
καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι
ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν. ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον καὶ
σκορπιῶ ἔνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἔνυστρον ἑορτῶν ὑμῶν, καὶ λήψομαι ὑμᾶς
εἰς τὸ αὐτό· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην
τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας, λέγει Κύριος παντοκράτωρ. ἡ
διαθήκη μου ἦν μετ᾿ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί
με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν. νόμος ἀληθείας ἦν ἐν τῷ
στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων
ἐπορεύθη μετ᾿ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας.
Βασιλειῶν Β’ τὸ Ἀνάγνωσμα. (Κεφ. ιγ' 14-21)
Καὶ
῾Ελισαιὲ ἠρρώστησε τὴν ἀρρωστίαν αὐτοῦ, δι᾿ ἣν ἀπέθανε. καὶ κατέβη πρὸς αὐτὸν
᾿Ιωὰς βασιλεὺς ᾿Ισραὴλ καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπε· πάτερ πάτερ,
ἅρμα ᾿Ισραὴλ καὶ ἱππεὺς αὐτοῦ. καὶ εἶπεν αὐτῷ ῾Ελισαιέ· λάβε τόξον καὶ βέλη.
καὶ ἔλαβε πρὸς ἑαυτὸν τόξον καὶ βέλη. καὶ εἶπε τῷ βασιλεῖ· ἐπιβίβασον τὴν χεῖρά
σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν ᾿Ιωὰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπέθηκεν ῾Ελισαιὲ
τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως. καὶ εἶπεν· ἄνοιξον τὴν θυρίδα
κατ᾿ ἀνατολάς· καὶ ἤνοιξε. καὶ εἶπεν ῾Ελισαιέ· τόξευσον· καὶ ἐτόξευσε. καὶ
εἶπε· βέλος σωτηρίας τῷ Κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξεις τὴν
Συρίαν ἐν ᾿Αφὲκ ἕως συντελείας. καὶ εἶπεν αὐτῷ ῾Ελισαιέ· λάβε τόξα· καὶ ἔλαβε.
καὶ εἶπε τῷ βασιλεῖ ᾿Ισραήλ· πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς
καὶ ἔστη. καὶ ἐλυπήθη ἐπ᾿ αὐτῷ ὁ ἄνθρωπος τοῦ Θεοῦ καὶ εἶπεν· εἰ ἐπάταξας
πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας· καὶ νῦν τρὶς
πατάξεις τὴν Συρίαν. καὶ ἀπέθανεν ῾Ελισαιέ, καὶ ἔθαψαν αὐτόν. καὶ μονόζωνοι
Μωὰβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ· καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν
ἄνδρα, καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ ῾Ελισαιέ,
καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων ῾Ελισαιὲ καὶ ἔζησε καὶ ἀνέστη ἐπὶ τοὺς πόδας
αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἀγάλλου
ἐν Κυρίῳ, νῆσος Κεφαλληνία, ἐν κόλποις κατέχουσα, ὡς ἀσύλητον θησαυρόν, τὰ
μυρίπνοα καὶ θαυματόβρυτα λείψανα, Παναγῆ τοῦ πατρὸς ἡμῶν τοῦ ἐναρέτου Λευΐτου
καὶ οὐρανίου ἐργάτου, τῶν θείων τοῦ Χριστοῦ ἐντολῶν, τοῦ καὶ προορατικοῦ
ἀξιωθέντος χαρίσματος, τοῦ πρεσβεύοντος ἀεὶ τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ
τελούντων, τὸ ἱερὸν τούτου μνημόσυνον
Ἦχος
β΄
Εἰς
τὰ ἀγαπητὰ τοῦ Κυρίου σκηνώματα, εἰς τὰς αὐλὰς τὰς ἐπουρανίους, ἔνθα ἦχος
καθαρὸς ἑορταζόντων, καὶ ἡ ἀνέκφραστος ἡδονή, τὸ πνεῦμά σου μακαρίως
εὐφραίνεται, Παναγῆ θεοδόξαστε· ὅθεν τοῦ ἀνεσπέρου ἐμφορούμενος φωτός, φώτισον
καὶ ἡμῶν τὰς καρδίας, τῶν ἐν πίστει καὶ πόθῳ τελούντων, τὴν ἀεισέβαστον μνήμην
σου.
Δόξα.
Ἦχος δ΄.
Ἀγαπήσας
τῷ Θεῷ, ἐν ὅλῃ ψυχῇ τε καὶ καρδίᾳ, καὶ τὸν πλησίον ὡς σεαυτόν, τὰ πάντα
ἐπώλησας, καὶ ἐν χερσὶ χηρῶν καὶ πενήτων ἐναπεθησαύρισας· ὅθεν, τηρητὴς ἀκριβὴς
γενόμενος τῶν πρώτων καὶ μεγίστων ἐντολῶν τοῦ Σωτῆρος Χριστοῦ, κατηξίωσαι
συμβασιλεύειν αὐτῷ, εἰς παστάδα οὐράνιον, αὐτῆς ἀξίωσον καὶ ἡμᾶς, ἱκεσίαις σου
τίμιε Πάτερ, τοὺς ἐτησίως ἑορτάζοντας τὴν μνήμην σου
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζωμεν
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
Κεφαλληνίας λαμπρός, φωστὴρ παμμάκαρ ἐσαεὶ τηλαυγέστατος, ἐκ ταύτης
ἐξανατείλας, ἐν τοῖς ἐσχάτοις καιροῖς, καὶ πιστῶν φωτίζων τὰ πληρώματα,
θαυμάτων πυρσεύμασι, καὶ τῶν λόγων ἁπλότητι, καὶ τῇ μεγίστῃ, ἐκ Θεοῦ θείᾳ
χάριτι, τῇ δοθείσῃ σοι, προορᾶν τὰ ἐσόμενα· ἄνθρωπε ὑπερκόσμιε, πρεσβύτα
ἰσάγγελε, μὴ διαλείπῃς πρεσβεύων ὑπὲρ τῶν δούλων σου πάντοτε, τυχεῖν σωτηρίας,
καὶ τῆς ἄνω Βασιλείας μακαριώτατε
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις,
τῶν μυστηρίων Θεοῦ, ἱερουργὸς πανευλαβὴς καὶ πανάριστος, ὁ τούτῳ ἱερουργήσας,
θεοπρεπῶς καὶ σεμνῶς, Ἀαρὼν καθάπερ παμμακάριστε, παννύχοις ἐν στάσεσι, καὶ
ἀγρύπνοις δεήσεσι, μυσταγωγίαις, τὴν ψυχὴν καθηράμενος, κατηξίωσαι, θεϊκῶν
ἐπιλάμψεων· ὅθεν τὴν σεβασμίαν σου, τελοῦντες πανήγυριν, καὶ εὐλαβῶς
προσκυνοῦντες, τὴν τῶν λειψάνων σου λάρνακα, θερμῶς ἐξαιτοῦμεν, παρασχεῖν τοῖς
σὲ τιμῶσι τὸ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Χαίροις,
τοῦ Ληξουρίου βλαστός, Κεφαλληνίας τὸ τερπνὸν ἐγκαλλώπισμα, τὸ κλέος τῶν
ἱερέων, τῶν ὀρφανῶν καὶ χηρῶν, τροφοδότης Πάτερ ἀνεξάντλητος· ἀγάπης διάκονος,
εὐσεβείας διδάσκαλος, θείων χαρίτων, ποταμὸς ὁ πολύῤῥυτος, καὶ τοῦ Πνεύματος,
χρυσαυγὲς ἐνδιαίτημα. Πάτερ φωτοειδέστατε, Ἀγγέλων συμμέτοχε, μὴ διαλείπης
πρεσβεύων, ὑπὲρ τῆς ποίμνης σου πάντοτε, ῥυσθῆναι κινδύνω πάσης θλίψεως καὶ
νόσων καὶ περιστάσεων.
Δόξα.
Ἦχος πλ. α΄.
ᾌσμασι
ἐγκωμίων, δεῦτε ἅπαντες τῶν Κεφαλλήνων φιλέορτοι, τὴν μνήμην τιμήσωμεν τοῦ
νεοφανοῦς Ὁσίου Παναγῆ τοῦ τρισμάκαρος. Οὗτος γάρ, ἐκ νεαρᾶς ἡλικίας
ἀκολουθήσας τῷ Χριστῷ, καὶ τὴν στολὴν τῆς ἱερωσύνης ἀξίως περιβεβλημένος, ὁσίως
καὶ ἀμέμπτως Αὐτῷ ἐλειτούργησε· ὅθεν, ὑπερκοσμίων ἀξιωθεὶς χαρισμάτων, τὰ
μέλλοντα προὔλεγεν· καὶ νῦν παῤῥησίᾳ τῷ Χριστῷ, ἀδιαλείπτως πρεσβεύει, ὅπως
ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ληξουρίου
τὸν γόνον, ἱερέων τὸ καύχημα, τῆς Κεφαλληνίας φωστῆρα, νεοφανῶς ἀνατείλαντα,
τιμήσωμεν ἐν ὕμνοις Παναγῆν, τὸν μύστην τῆς Τριάδος τῆς σεπτῆς, ἐμφανῶς
κεκοσμημένον προφητικῷ, τοῦ Πνεύματος χαρίσματι· διὸ τὸν δοξάσαντα αὐτὸν
λαμπρῶς ἀντιδοξάσωμεν, ἵνα εὕρωμεν χάριν, καὶ πταισμάτων τὴν συγχώρησιν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ῥαγδαίῳ
ὑετῷ, πορευθέντος σου Πάτερ, Μονῇ τῶν Ὁμαλῶν, τοῦ σεπτοῦ Γερασίμου, σεπτὲ
Παναγῆ ποσῶς σου ψεκάδες καθήψαντο, ὡς δὲ εἶδέ σε, ἡ μοναχὴ Μακαρία, ἀνεβόησε,
ὡς θαυμαστὸς ἐν Ἁγίοις, ὑπάρχει ὁ Κύριος
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκύησας
ἡμῖν, τὸν Ὑπέρθεον Λόγον, καινίζουσα ἡμῶν, τὴν φθαρεῖσαν οὐσίαν, ἀτρέπτως ὑπὲρ
ἔννοιαν, καὶ παρθένος διέμεινας, μετὰ κύησιν, ὡς πρὸ τοῦ τόκου Παρθένε· ὅθεν
ἅπαντες, τὰ μεγαλεῖά Σου Κόρη, ὑμνοῦντες δοξάζομεν.
Μετὰ
τὴν β στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἱερεὺς
γενόμενος, τοῦ θείου Λόγου, ἱερῶς διήνυσας, τὴν σὴν παμμάκαρ βιοτήν, ὦ Παναγῆ
ἱερώτατε, νῦν δέ, ἱεροῖς σὲ τιμῶμεν ᾄσμασι.
Καὶ
νῦν. Θεοτοκίον.
Τοῦ
Πατρὸς τὸ σύνθρονον, Θεοκυῆτορ, ἐν βροτείῳ σώματι, ἐκύησας δίχα τροπῆς· διὸ τὸ
μέγα μυστήριον, τῆς Σῆς ὑμνοῦμεν, ἀσπόρου κυήσεως.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ληξουρίου
ἡ πόλις φαιδρῶς ἀγάλλεται, κεκτημένη ἐν κόλποις πολυτελῆ θησαυρόν, Παναγῆ τοῦ
ἱεροῦ τὰ θεῖα λείψανα, ὅτι ὁσίως καὶ σεμνῶς, ὡς ἀληθὴς ἱερεὺς ἐβίωσε ἐν τῷ
κόσμῳ, καὶ πρεσβεύει ἐν παῤῥησίᾳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
πυρίμορφον βάτον καὶ ἀκατάφλεκτον, τὴν δεξαμένην ἀφλέκτως τὸ τῆς θεότητος πῦρ,
καὶ τεκοῦσαν ἐν σαρκὶ τὸν πάντων Κύριον, τὴν Θεοτόκον Μαριάμ, ἀνυμνήσωμεν
πιστοί, βοῶντες ἀπὸ καρδίας· χαῖρε ἁγνὴ Θεομῆτορ, ἡμῶν προστάτις καὶ βοήθεια.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Τὸ
δοθέν σοι παρὰ Θεοῦ τάλαντον, Ὅσιε ὑπερηύξησας· ὅθεν τῆς μακαρίας φωνῆς ἐκείνου
ἀκούσας, χαίρων εἰσῆλθες εἰς χαρὰν τὴν οὐράνιον. Αὐτῆς ἀξίωσον καὶ ἡμᾶς
πανσεβάσμιε Πάτερ, τοὺς τελοῦντας τὴν μνήμην σου, Παναγῆ θεοφόρε, πρεσβείαις
σου.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: ᾎσω, Παναγῆν,
κλέος δικαίων. Πολυκάρπου.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ
Ἄναρχε Πάτερ ἡ πηγὴ τῆς
γνώσεως καὶ τῆς σοφίας κἀμοῦ, τοῦ ἐσκοτισμένου, τοῖς τοῦ βίου πταίσματι, τὸν
νοῦν φωτί σου αὔγασον, τράνωσόν μου τὴν γλῶσσαν, ἵνα ὑμνήσω τὸν δοῦλόν Σου,
θεῖον Παναγῆν Ὃν ἐδόξασας.
Σοφίᾳ Πάτερ θεϊκῇ
κοσμούμενος τῶν γεηρῶν καὶ φθαρτῶν, παριδὼν παμμάκαρ, Παναγῆ θεόσοφε, Χριστῷ
ἐπηκολούθησας, καὶ Αὐτῷ μέχρι τέλους, σεμνοπρεπῶς διηκόνησας· ὅθεν σὲ ἀξίως
ἐδόξασε.
Ὡς δένδρον Πάτερ φυτευθὲν
ἐξήνθησας ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ, σῶν δακρύων ὄμβροις, καὶ ἐνθέοις πράξεσι,
παμμάκαρ ἀρδευόμενον, Παναγῆ θεηγόρε, καρποὺς ἀξίους ἐν χάριτι, ἐξ ὧν
διατρέφεις τοὺς δούλους Σου.
Θεοτοκίον.
Παρθενομῆτορ Παναγία
Δέσποινα ἡ φῶς τεκοῦσα Χριστόν, τοὺς νενοσηκότας, ὀφθαλμούς μου δέομαι, ψυχῆς
ὁμοῦ καὶ σώματος, φωταγώγησον ἵνα, ἀεὶ δοξάζω Σε πάναγνε, καὶ ποιῶ Υἱοῦ Σου τὸ
θέλημα.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Ἀρνησάμενος κόσμον πρὸς τὴν
Μονὴν ἔδραμες, Εὐαγγελιστρίας εἰς Δίαν νῆσον πρὸς ἄσκησιν, ἀλλ’ ἱκεσίαις
καμφθείς, τῆς ἀδελφῆς καὶ μητρός σου, ὑποστρέφεις Ὅσιε, οἰκείοις δώμασι.
Νέος ἔτι ὑπάρχων ὅλος ἁγνὸς
σώματι, καὶ τὸν νοῦν σοφὲ κεκτημένος, θεοειδέστατον, ἀξίως ἤλειφας, ἱερωσύνης
τὴν χάριν, καὶ Θεῷ ἱερεύσας, ὥσπερ ἀσώματος.
Ἀγρυπνίαις πολλάκις καὶ ταπεινοῖς
δάκρυσι, λούων τὴν στρωμνὴν καθ’ ἑκάστην θεομακάριστε, καὶ ἐν νηστείαις
μακραῖς, ὑποπιάζων τὸ σῶμα, ὤφθης ἰσοστάσιος, τῶν ἄνω τάξεων.
Θεοτοκίον.
Γαληνόν Σε λιμένα καὶ
κιβωτὸν ἄχραντε, ἔχοντες οἱ δοῦλοί Σου Κόρη Θεογεννήτρια, οἱ συμπνιγόμενοι,
ταῖς τρικυμίαις τοῦ βίου, εἰς Σὲ καταφεύγοντες, διασωζόμεθα.
Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα
Τὴν
τελειότηταν, Πάτερ τοῦ βίου σου, καὶ ἀριστείας σου, τῶν θείων πράξεων, αἱ τῶν
Ἀγγέλων στρατιαὶ ἐξίσταντο καθορῶσαι· ὅθεν καὶ ὁ Κύριος, σὲ ἀξίως ἐδόξασε,
χάριν παρεχόμενος, προορᾶν τὰ ἐσόμενα, Αὐτὸν μὴ διαλείπῃς πρεσβεύων μάκαρ, ὑπὲρ
τῶν πίστει σὲ τιμώντων.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
ἀπειρόγαμον, Θεογεννήτρια, ἀνευφημήσωμεν, ὡς ὑπερέχουσαν, τῶν οὐρανίων στρατιῶν
καὶ τῶν Ἁγίων ἁπάντων· αὕτη γὰρ ἐκύησε, ὑπὲρ λόγον καὶ ἔννοιαν, τὸν
δημιουργήσαντα, ὁρατὰ καὶ ἀόρατα, καὶ Τοῦτον ἐκτενῶς ἱκετεύει, σῶσαι ἡμᾶς τοὺς
ἐπταικότας.
ᾨδὴ
δ΄. Σύ μου ἰσχύς, Κύριε.
Ἡ συμπαθής, πλήρης ἀγάπης
καρδία σου, καιομένη, τοῦ Χριστοῦ τῷ ἔρωτι, καὶ τοῦ πλησίου ὁλοσχερῶς, ἅπαντα
τὸν πλοῦτον, χερσὶ πενήτων διένειμε· διό σου εἰς αἰῶνας, ἡ ἐλεημοσύνη, μένει
σοφὲ καὶ τὸ μνημόσυνον.
Νέος φωστήρ, ἄδυτος κόσμῳ
ἀνέτειλας, ἐν ὑστέροις, χρόνοις παναοίδιμε, καὶ τὰ πληρώματα τῶν πιστῶν, τῶν
σοὶ προστρεχόντων, λαμπροφανῶς κατεφώτισας, τῇ χάριτι τῶν ἔργων, τῇ αἴγλῃ τῶν
θαυμάτων, καὶ τῇ ἐλλάμψει τῶν προῤῥήσεων.
Κήρυξ σεπτός, γέγονας Πάτερ
μακάριε, τοῦ ὀφθέντος, ἐπὶ γῆς δι’ ἔλεος, καὶ Τοῦτον ἅπασι ἀληθῶς, μετὰ
παῤῥησίας, ὦ Παναγῆ διετράνωσας, ἐν λόγοις θεοσόφοις, ἐν πράξεσι ἐνθέοις, καὶ
εὐσεβείας ὑποδείγμασι.
Θεοτοκίον.
Λύτρωσαι, νῦν πάναγνε πάσης
κακώσεως, πάσης νόσου, πειρασμῶν καὶ θλίψεων, τοὺς προσιόντας Σοι εὐλαβῶς, καὶ
ἐξαιτουμένου, τὴν κραταιάν Σου ἀντίληψιν, πανάσπιλε Μαρία, ἡ δόξα τῶν Ἁγίων,
καὶ τῶν πιστῶν τὸ καταφύγιον.
ᾨδὴ
ε΄. Ἵνα τί με ἀπώσω.
Ἐλλαμπόμενος μάκαρ,
ἀστραπαῖς τοῦ Πνεύματος φωτοειδέστατος, πᾶσιν ἐγνωρίσθης, διαλάμπων πλουσίοις
χαρίσμασι· ὅθεν σοῦ τὴν μνήμην, περιχαρῶς ἐπιτελοῦμεν, Παναγῆ ἱερέων ἀγλάϊσμα.
Ὁλοψύχως παμμάκαρ, τὸν
Χριστὸν ἀγαπήσας πάντα ἐπώλησας, καὶ κατὰ τὸν Παῦλον, ὥσπερ σκύβαλα ταῦτα
λελόγισαι· ὅθεν θεαρέστως, χερσὶ πενήτων διανείμας, μαργαρίτην τὸν θεῖον
ἠγόρασας.
Συμπαθείας λιμένα, καὶ
προστάτην ἁγνόν τε καὶ ἱλαρώτατον, τῶν πενήτων Πάτερ, ὀρφανῶν καὶ χηρῶν Σὲ
ἐγνώκαμεν· ὅθεν σὲ καὶ ζῶντα, καὶ μεταστάντα θεοφόρε, Παναγῆ σὲ ἐδόξασε Κύριος.
Θεοτοκίον.
Δεξιάν Σου τὴν θείαν,
ἔκτεινον καὶ πάντας ἡμᾶς νῦν εὐλόγησον, τοὺς Σὲ προσκυνοῦντας, καὶ τιμῶντας τὸν
τόκον Σου Δέσποινα, ἵνα δυνηθῶμεν, τοῦ βίου τούτου τοὺς τριβόλους, ὁμαλῶς
διαβαίνειν πανάμωμε.
ᾨδὴ
στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἰχνηλατῶν Παναγῆ, τοῦ Ἰησοῦ
τὸ ὑπόδειγμα, ἐξ ὅλης σου τῆς ψυχῆς, καὶ τῆς καρδίας ἠγάπησας, Θεὸν καὶ πλησίον
σου· δι’ οὓς καὶ τὰ πάντα, γηθοσύνως ἐθυσίασας.
Καιρῷ χειμῶνος ποτέ, καὶ ἐν
βροχῇ πορευόμενος, οὐδόλως τῷ ὑετῷ, ὑγράνθης πανόλβιε, Θεοῦ σὲ δοξάζοντος,
Ὅνπερ θεοφόρε, ἐν τῷ βίῳ σου ἐδόξασας.
Ἄγγελων αἱ στρατιαί, καὶ
τῶν βροτῶν τὰ συστήματα, θαυμάζουσι Παναγῆ, τὸν ἅγιον βίον σου, πολλά τε
θαυμάσια, καὶ τὴν θείαν χάριν, τὴν χειρὶ Θεοῦ δοθεῖσάν σοι.
Θεοτοκίον.
Ἱκέτευε ἐκτενῶς, Ὃν ἐν
σαρκὶ ἀπεκύησας, ῥυσθῆναι ἐκ συμφορῶν, καὶ πάσης κολάσεως, Θεοτόκε Δέσποινα,
τοὺς ἐν κατανύξει, εὐλαβῶς παρακαλοῦντάς Σε.
Κοντάκιον.
Ἦχος γ’. Ἡ Παρθένος σήμερον
Χαρμοσύνοις
ᾄσμασι, Κεφαλληνία ἡ νῆσος, συγκαλεῖτα σήμερον, τῶν φιλεόρτων τὰ πλήθη,
ἔρεισμα, τῆς Ἐκκλησίας ἀνευφημῆσαι, σέμνωμα, νεοφανέντα Ὀρθοδοξίας, Παναγῆν τὸν
θεηγόρον, Χριστοῦ τὸν μύστην, καὶ ταύτης ἀγλάϊσμα.
Ὁ
Οἶκος.
Δοξάζομέν
Σου Χριστέ, τὴν ἄκραν φιλανθρωπίαν, καὶ ἀγαθότητα τὴν εἰς ἡμᾶς γενομένην, ὅτι
ἐχορήγησας ἡμῖν τὸν πανόλβιον Παναγῆν, τὸν πανθαύμαστον. Τούτου τὴν μνήμην
σήμερον ἡμεῖς τελοῦμεν, καὶ μετ’ ἐγκωμίων ὑμνοῦμεν, Χριστοῦ τὸν μύστην, τῆς
Ἐκκλησίας ἀγλάϊσμα.
Συναξάριον.
Τῇ Ζ΄ τοῦ αὐτοῦ Μηνός,
Μνήμη τοῦ Ὁσίου Παϊσίου-Παναγῆ Μπασιᾶ, τοῦ ἐν Ληξουρίῳ Κεφαλληνίας
Τὴν κάτω σοφὲ
παριδὼν εὐκοσμίαν,
τῆς ἄνω
μετέχεις τερπνῆς κληρουχίας.
Ἑβδόμῃ
Παναγῆς θανών, συνεκράθης τοῖς ἄνω.
Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου τοῦ ἐν Ἀγκύρᾳ
Χεὶρ
Θεόδοτον, ἣν Θεοῦ χεὶρ ξηράνοι,
Θεῷ δοτὸν
τίθησι, πλήξασα ξίφει.
Οὗτος,
διαβληθεὶς Θεοδότῳ τῷ ἡγεμόνι, ὅτι τὰ σώματα τῶν Ἁγίων παρθένων, τὰ ῥιφέντα τῇ
λίμνῃ, αὐτὸς ἐξαγαγὼν ἔθαψεν, ἤχθη πρὸς αὐτόν· καὶ παῤῥησιασάμενος τὴν
εὐσέβειαν, τύπτεται σφοδρῶς. Εἶτα κρεμᾶται δὶς ἐπὶ ξύλου, καὶ τὰς πλευρὰς
ξέεται καὶ διορύττεται, καὶ λαμπάσι φλέγεται, καὶ λίθοις τὰς σιαγόντας
συντρίβεται, καὶ πρὸς τούτοις τὴν κεφαλὴν ἀποτέμνεται.
Τῇ
αὐτῇ ἠμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ζηναΐδος τῆς Θαυματουργοῦ
Ἡ Ζηναΐς καὶ
ζῶσα καὶ μετὰ τέλος,
θαύματα βρύει· ὦ μεγίστης ἀξίας!
θαύματα βρύει· ὦ μεγίστης ἀξίας!
Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τῶν Ἁγίων Αἰσίας( ἢ Ἐσία ἢ Εὐσεβεία) καὶ Σωσάννης, μαθητριῶν τοῦ Ἁγίου Παγκρατίου,
ἐπισκόπου Ταυρομενίου.
Ὡς παρθενῶνα
τὴν ἀναφεῖσαν φλόγα,
εἰσῆλθον ἄμφω παρθενεύουσαι κόραι.
εἰσῆλθον ἄμφω παρθενεύουσαι κόραι.
Τῇ
αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λυκαρίωνος
Ἄφωνος ἥκει
πρὸς ξίφος Λυκαρίων,
ἔναντι τοῦ
κείροντος οἷον ἀρνίον.
Οὗτος
ἦν ἐξ Αἰγύπτου, πόλεως Ἑρμοῦ. Διὰ δὲ τὴν εἰς Χριστὸν πίστιν συλληφθείς, ἄγεται
εἰς ἐξέτασιν. Καὶ παραστὰς τῷ ἄρχοντι, ἀναγκάζεται τὸν Χριστὸν ἐξομόσασθαι. Μὴ
πειθομένου δὲ αὐτοῦ, ἐν ζοφώδει καὶ δυσωδεστάστῃ φρουρᾷ καθειρχθῆναι
προστάσσεται. Μετὰ δέ τινας ἡμέρας ἐξενεχθείς, ξέεται σιδήροις, καὶ σταυρῷ
καταπήγνυται, καὶ κατὰ μέλεος αἰκίζεται. Ἐκεῖθεν δὲ ἀποσπασθείς, στρεβλοῦται
καὶ μαστίζεται, καὶ τὰς πλευρὰς κατακαίεται, καὶ ῥάβδοις σιδηραῖς, πυρωθείσαις,
κατὰ τὸ στῆθος ἐκκαίεται. Εἶτα εἰς κάμινον ἐκκαυθεῖσαν ἐμβάλλεται· καὶ
διαρκέσας ἐν αὐτῇ ἡμέρας τρεῖς, ἐξῆλθεν ἀβλαβής. Καὶ δηλητήρια φάρμακα πιεῖν
ἀναγκάζεται, ἃ καὶ καταφαγών, ἀνενέργητα φανέντα, τὸν ταῦτα κερασάμενον εἰς τὴν
τοῦ Χριστοῦ πίστιν ἐπεσπάσατο, ὃς καὶ τὴν κεφαλὴν ἀπετμήθη. Ὁ δὲ Ἅγιος ἐκσπᾶται
τὰ νεῦρα, καὶ ἐν λέβητι ἐκκαέντι ἐμβάλλεται, καὶ τὴν δορὰν ἀφαιρεῖται τῆς
κεφαλῆς, καὶ οὕτω τὸν διὰ ξίφους δέχεται θάνατον.
Τῇ αὐτῇ ἠμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ταράσιος καὶ Ἰωάννης, ξίφει τελειοῦνται
Ἰωάννην
τέμνουσι σὺν Ταρασίῳ
οὐ πρὸς τέμνον ἐκταραχθέντας ξίφος.
οὐ πρὸς τέμνον ἐκταραχθέντας ξίφος.
Τῇ
αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Στεφάνου τοῦ Πρεσβυτέρου
Ἐπώνυμος
Στέφανος οὗ φορεῖ στέφους,
ὁ πρακτικὴ χεὶρ ἀρετῶν οἶδε πλέκειν.
ὁ πρακτικὴ χεὶρ ἀρετῶν οἶδε πλέκειν.
Τῇ
αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνθίμου τοῦ Πρεσβυτέρου
Ἄνθην ἐνεγκὼν
Ἄνθιμος χριστοῦ βίου,
πρὸ τῆς τελευτῆς ἀρετῶν καρπὸν φύει.
πρὸ τῆς τελευτῆς ἀρετῶν καρπὸν φύει.
Τῇ
αὐτῇ ἠμέρᾳ, Μνήμη τῆς Ὁσίας Σεβαστιανῆς τῆς θαυματουργοῦ
Σεβαστιανῆς,
ὡς τὰ λοιπὰ τοῦ βίου,
σεβαστὰ πᾶσι, καὶ τὸ τοῦ βίου τέλος.
σεβαστὰ πᾶσι, καὶ τὸ τοῦ βίου τέλος.
Τῇ αὐτῇ ἠμέρᾳ, ἡ Ἁγία Μάρτυς Ποταμιαίνη, ἐν λέβητι πίσσης μεστῷ βληθεῖσα,
τελειοῦται.
Ποταμιαίνη
αἶνος οὐδεὶς ἀρκέσει,
κᾂν τοῦ
ποταμοῦ ἐκμιμῆται τὴν ῥύσιν.
Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλείδου τοῦ Στρατιώτου καὶ τοῦ
Ἁγίου Ὁσιομάρτυρος Ἰωάννου
Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου
τῆς Μονῆς Βαλαάμ, τοῦ διὰ
Χριστὸν σαλλοῦ, τοῦ Ῥώσσου.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Παῖδες Ἑβραίων.
Ὥσπερ χρυσὸς ἐν τῇ καμίνῳ,
δεδοκίμασαι σοφὲ ἐν ἀσθενείαις, καὶ ἀστράψας φαιδρῶς, τρανώτερον ἐκείνου,
φωτίζεις τοὺς κραυγάζοντας· ὁ Θεὸς εὐλογητὸς εἶ.
Νέος φωστὴρ σὺ ἀνεφάνης,
στερεώματι Χριστοῦ τῆς Ἐκκλησίας, καὶ θαυμάτων βολαῖς, τοὺς πάντας καταυγάζεις,
τοὺς ψάλλοντας ἐκ πίστεως· ὁ Θεὸς εὐλογητὸς εἶ.
Πλοῦτον πολύτιμον κατέχει,
σοῦ τὰ λείψανα ἡ πόλις Ληξουρίου, Παναγῆ ἱερέ, ἐξ ὧν ἀναπηγάζει, τὰ ῥεῖθρα τῶν
ἰάσεων, καὶ δοξάζει τὸν δοτῆρα.
Θεοτοκίον.
Ὅρους τῆς φύσεως Παρθένε,
ὑπερβέβηκας τεκοῦσα τὸν Σωτῆρα, ὑπὲρ φύσιν ἁγνή, ἀσπόρως καθὼς οἶδεν, Ὃν
ἐκδυσώπει πάντοτε, διασώζεσθαι τὸν κόσμον.
ᾨδὴ
η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Λόγοις θείοις τὴν ποίμνην
σου ἐκθρέψας, προϊδὼν δὲ σοφὲ τὸ ὕστατον τοῦ βίου, καὶ τῷ Θεῷ εὐχαριστήσας
Ὅσιε, τούτου εἰς τὰς χεῖρας, τὴν ἡγιασμένην, παρέδωκας ψυχήν σου.
Ὑμνῳδίαις τιμήσωμεν
προφρόνως, τοῦ σεπτοῦ Παναγῆ τὴν μνήμην τὴν φωσφόρον, καὶ γὰρ Αὐτὸς καθικετέυει
πάντοτε, ὑπὲρ τῶν ὑμνούντων, καὶ δοξολογούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κεκρυμμένος τῇ γῇ ἐν
πλείστοις χρόνοις, ὡς φωστὴρ διαυγὴς τῷ κόσμῳ ἀνατέλεις, τῇ ἐπινεύσει τοῦ Θεοῦ
μακάριε, καὶ ἐπενεργείᾳ, καὶ σεπτῇ φροντίδι, πάντων τῶν Κεφαλλήνων.
Θεοτοκίον.
Ἀνωτέρα ὑπάρχεις
ἀσυγκρίτως, ἀειπάρθενε Ἀγγέλων καὶ Ἁγίων, Σὺ τὸν Χριστὸν τῷ κόσμῳ ἀπεκύησας, Ὃν
ἀεὶ δυσώπει, ὑπὲρ τῶν ὑμνούντων, Αὐτὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ῥεόντων τὸ κλυδώνιον
διαβάς, καὶ τὴν πίστην τηρήσας ἀλώβητον, καὶ γεγονώς, πλήρης παμμακάριστε
ἡμερῶν, πλήρης ἐνθέων πράξεων, χαίρων μεταβέβηκας πρὸς Χριστόν· Ὃν ἄιτησαι
σωθῆναι, τοὺς σὲ παρακαλοῦντας, καὶ εὐφημοῦντας πανσεβάσμιε.
Πληρούμεθα πανόλβιε Παναγῆ,
εὐφροσύνης χαρᾶς καὶ λαμπρότητος, οἱ εὐσεβεῖς, ἔτι εὐωδίας πνευματικῆς,
παρεστηκότες Ἅγιε, κύκλῳ τῶν λειψάνων σου τῶν σεπτῶν· διὸ δοξολογίας,
προσάδομεν Κυρίῳ, τῷ σὲ παμμάκαρ ἁγιάσαντι.
Ὁλόφωτος ὡς ἥλιος Παναγῆ,
ἀκηράτοις σοφὲ διεξέλαμψας, μαρμαρυγαῖς, θρόνῳ τοῦ Κυρίου παρεστηκώς, ὑπὲρ ἡμῶν
μνημόνευε, τῶν ἐπιτελούντων πανευλαβῶς, τὴν μνήμην σου τὴν θείαν, καὶ πίστει
προσκυνούντων, τὰ ἱερά σου θεῖα λείψανα.
Θεοτοκίον.
Ὑμνήσωμεν ἐν ὕμνοις
χρεωστικῶς, τὴν ἁγνὴν παναμώμητον Δέσποιναν, καὶ πρὸς αὐτήν, ᾄσωμεν τὸ Χαῖρε
χαρμονικῶς, ὅτι χαρὰν ἐκύησεν, ἐν παντὶ τῷ κόσμῳ ὡς ἀληθῶς, καὶ ἔσωσε τῆς
πάλαι, ἀρᾶς τῆς ἀρχεγόνου, ἅπαν τὸ γένος τὸ ἀνθρώπινον.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸς τοῖς ἄστροις.
Τῶν
ἱερέων ὁ δῆμος, καὶ φιλεόρτων ἡ πληθύς, ἀνευφημήσωμεν ὕμνοις, τὸν θεοφόρον
Παναγῆν, μιμούμενοι τὴν ἐκείνου, ἐνάρετον πολιτείαν.
Ἕτερον.
Ὅμοιον.
Τὸ
θεοκόσμητον κλέος, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ τῶν σεπτῶν μυστηρίων,
μυσταγωγὸν πανευκλεῆ, δεῦτε τιμήσωμεν πάντες, μύστην τὸν θεῖον Παναγῆν
Θεοτοκίον.
Θεοχαρίτωτε
Κόρη, ἡ πλατυτέρα οὐρανῶν, ἡ τετοκυία ἀφράστως, τὸν τοῦ παντὸς Δημιουργοῦ,
Τοῦτον ἀεὶ δυσωποῦσα, ὑπὲρ ἡμῶν μὴ ἐλλείπῃς.
Αἶνοι.
Ἦχος πλ. δ’. Τί ὑμᾶς καλέσωμεν.
Τί
σὲ Παναγῆ ὀνομάσωμεν, Ληξουρίου θεῖον γόνον καὶ διδάσκαλον σοφόν, Ἐκκλησίας
εὐκοσμίαν, τῶν πιστῶν ὑπογραμμόν, προστάτην, τῶν πενήτων ἱλαρώτατον, νοσούντων,
ἰατρὸν θεοχαρίτωτον; λαμπρά σου τὰ κατορθώματα, θεόδοτα τὰ χαρίσματα, ἱκέτευε,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί
σὲ θεοῤῥῆμον καλέσωμεν, ἱερέων χαρμονὴν καὶ πλανωμένον ὁδηγόν, θησαυρὸν
Ὀρθοδοξίας, Ἐκκλησίας στολισμόν, ταμεῖον, δωρεῶν τῆς θείας Χάριτος, καὶ ἄνθος,
Παραδείσου εὐωδέστατον, ὁ βίος σου ὑπερτέλειος, αἱ ἀρεταί σου ἰσάγγελοι,
ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ
σὲ Παναγῆ προσφθεγξώμεθα, συμπολίτην τῶν Ἁγίων καὶ οὐράνιον βροτόν, λειτουργὸν
τῶν μυστηρίων, μοναζόντων ὁδηγόν, προφήτην, προκηρύττοντα τὰ μέλλοντα, φωστῆρα,
τῆς Ἐκκλησίας τηλαυγέστατον, σεμνά σου τὰ ἔργα Ἅγιε, καὶ ἄπειρα τὰ θαυμάσια,
ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί
σὲ νῦν προσείπω πανθαύμαστε, Παναγῆ θαυματοφόρε παμφαέστατε ἀστήρ, ὁ ἐκλάμψας
ἐν τῷ κόσμῳ ἐν ἐσχάτοις τοῖς καιροῖς, ἐργάτην, τοῦ Σωτῆρος ἀκατάβλητον, Ὁσίων,
καὶ Δικαίων ἰσοστάσιον, ὁ νοῦς σου θεοειδέστατος, οἱ λόγοι σου προφητικώτατοι,
ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἦχος γ΄.
Τὸ
νεοκόσμητον κλέος τῶν ἱερέων, καὶ τῆς εὐσεβείας φωστῆρα νεοφανῆ, ἐν ὕμνοις
τιμήσωμεν, Παναγῆν τὸν ἀοίδιμον. Οὗτος γὰρ ὁ θεόσοφος, τῇ δοθείσῃ αὐτῷ ὑπερφυεῖ
θείᾳ χάριτι, τοὺς μὲν νουθετῶν καὶ στηρίζων, τοὺς δὲ ἐπιτιμῶν καὶ ἐλέγχων πρὸς
τὰς ὁδοὺς τοῦ Χριστοῦ ἐπανήγαγε. Καὶ νῦν τὸν ἀμαράντινον δέξαμενος στέφανον,
καθικετεύει ἀπαύστως σωθῆναι, τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἀσπόρως ἐκ θείου
Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα,
πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας,
καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς
ψυχὰς ἡμων.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τὸν
τοῦ Ληξουρίου γόνον λαμπρόν, Ὀρθοδόξων κλέος, ἱερέων ὑπογραμμόν, τῆς
Κεφαλληνίας, ἀγλάϊσμα τὸν νέον, τὸν Παναγῆν τὸν θεῖον, ὕμνοις τιμήσωμεν.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Δεῦτε
πιστοὶ μετὰ δακρύων προσδράμωμεν, οἱ ἐν ποικίλαις ἀσθενείαις θλιβόμενοι, τοῦ
θεοφόρου Παναγῆ τῷ θείῳ ναῷ, καὶ προσαναπέμψωμεν πρὸς αὐτὸν παρακλήσεις, ἵνα
ἡμᾶς ῥύσηται συμφορῶν καὶ κινδύνων, ἀσπαζομένους τούτου εὐλαβῶς τὰ πανευώδη καὶ
πάνσεπτα λείψανα
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παμμάκαρ πανόλβιε Παναγῆ,
σὲ παρακαλοῦμεν, καθικέτευε πρὸς Θεόν, ῥυσθῆναι ἐκ νόσων πολυτρόπων, τοὺς
αἰτουμένους τὴν χάριν σου Ὅσιε.
Ὕψωσον τὰς χεῖράς σου πρὸς
Θεόν, ἔχων παῤῥησίαν, ἀκαταίσχυντον πρὸς Αὐτόν, καὶ πλήρωσον πάντων τὰς
αἰτήσεις, σαῖς προσευχαῖς Παναγῆ θεοδόξαστε.
Τελέσας τὸν βίον ἀγγελικόν,
ποικίλων χρίτων, ἠξιώθης παρὰ Θεοῦ· διὸ Παναγῆ σὲ δυσωποῦμεν, ἡμᾶς βιῶσα σεμνῶς
καταξίωσον.
Θεοτοκίον.
Ὡς θρόνος πυρίμορφος καὶ
τερπνός, φέρουσα ἐν κόλποις, Θεοτόκε τὸν Σὸν Υἱόν, Αὐτὸν ἱκετεύουσα μὴ παύσῃ,
πάσης ἀνάγκης ἡμᾶς ἐκλυτρούσασθαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανίων
χαρίτων ἀξιωθεὶς Ὅσιε, ζήσας Παναγῆ θεοφόρε, βίον ἰσάγγελον, καὶ τῆς ἀλήκτου
χαρᾶς, ἐπαπολαύων ἀξίως, ταύτης καταξίωσον, ἡμᾶς πρεσβείαις σου.
Προσευχαῖς
καὶ νηστείαις τὸ τῆς σαρκὸς φρόνημα, Πάτερ Παναγῆ κατευνάσας, οἶκος γεγένησαι,
τοῦ Τρισηλίου Φωτός, οὗ ἐμφορούμενος μάκαρ, τὰς ψυχὰς καταύγασον, τῶν
δυσωπούντων σε.
Κεφαλλήνων
ἡ νῆσος πανευκλεῶς γάννυται, σὺν τῷ Γερασίμῳ πλουτοῦσα τὸν θεῖον Ἄνθιμον, καὶ
Παναγῆν τὸν κλεινόν, ὧν ταῖς εὐχαῖς ἐκλυτροῦται, ἐκ παντοίων θλίψεων, καὶ
περιστάσεων.
Θεοτοκίον.
Τοῦ
Ἀγγέλου τὸν χαῖρε χαρμονικῶς Δέσποινα, Σοὶ ἀναβοῶμεν ἐν πίστει ὅτι ἐκύησας, τὸν
Βασιλέα Χριστόν, Ὃν δυσωποῦσα μὴ παύσῃ, ῥῦσαι τοὺς τιμῶντάς Σε, πάσης αἱρέσεως.
Διάσωσον,
ἀπὸ κινδύνους τοὺς δούλους σου θεοφόρε, τοὺς ἐν πίστει εἰλικρινῆ πρὸς σὲ
καταφεύγοντας, καὶ πλήρωσον Παναγῆ τὰς αἰτήσεις.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Θεοῦ λειτουργὲ καὶ μύστα
ἱερώτατε, σοφὲ Παναγῆ, θερμῶς δυσωποῦμέν σε, πειρασμῶν καὶ θλίψεων, καὶ
παντοίων νόσων ἀπάλλαξον, καὶ Βασιλείας τῆς τῶν οὐρανῶν, τυχεῖν ἡμᾶς εὐχαῖς σου
ἀξίωσον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Παναγῆ πανσεβάσμιε, σαῖς
πανευπροσδέκτοις εὐχαῖς πρὸς Κύριον, σαλευθεῖσαν τὴν καρδίαν μου, στήριξον ἐν
πέτρᾳ Χριστοῦ τῆς πίστεως.
Ἡ σορὸς τῶν λειψάνων σου,
ῥεῖθρα ἰαμάτων πηγάζει πάντοτε, τοῖς ἐν πίστει προσπελάζουσι, Πάτερ Παναγῆ
ἀειμακάριστε.
Πολυεύσπλαγχνε Κύριε, νῦν
τοῖς οἰκτιρμοῖς Σου ἐπικαμπτόμενος, Παναγῆ θείαις δεήσεσι, δὸς ἡμῖν πταισμάτων
Σῶτερ τὴν ἄφεσιν.
Θεοτοκίον.
Παναγία Θεόνυμφε, πάσης
τρικυμίας ἡμᾶς διάσωσον, πειρασμῶν καὶ περιστάσεω, τοὺς εἰλικρινῶς Σὲ
μακαρίζοντας.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Μιμητὴς Ἀποστόλων, καὶ
ἱεροκήρυξ ὁμοῦ καὶ διδάσκαλος, Παναγῆ ἐδείχθης, κεκτημένος σοφίαν πολύγλωσσον·
ὅθεν παῤῥησίᾳ, Χριστὸν ἐκήρυττες παμμάκαρ, Ὃν ἡμῖν εὐδιάλλακτον ποίησον.
Ἐκ θανάτου βεβαίου, ἐκ τῆς
τρικυμίας θαλάσσης διέσωσας, ἀδελφῶν δυάσδα, σαῖς εὐχαῖς Παναγῆ πρὸς τὸν
Κύριον, οἵτινες ἐν πίστει, ἐπεκαλέσαντο παμμάκαρ, τὸ σεβάσμιον θεῖόν σου ὄνομα.
Ἐντολῶν τοῦ Κυρίου,
πληρωτὴς ἀνεδείχθης Πάτερ τρισόλβιε, καὶ παραμυθία, θλιβομένων καὶ θεία
διόρθωσις, τῶν ἁμαρτανόντων, καὶ ὁδηγὸν πεπλανημένων· διὸ σῶσον ἡμᾶς ταῖς
πρεσβείαις σου.
Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων,
θλίψεων καὶ νόσων ἡμᾶς διαφύλαξον, Παναγία Κόρη, τοὺς εἰς Σὲ Θεοτόκε
ἐλπίζοντας, καὶ τῆς Βασιλείας, τοῦ Σοῦ Υἱοῦ ἀξιωθῆναι, καταξίωσον θείαις
πρεσβείαις Σου.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Αἱ ψόαι μου ἀληθῶς, νῦν
ἐμπαιγμάτων ἐπλήθησαν, καὶ τῇ νοσούσῃ ψυχῇ, οὐκ ἔστι μοι ἴασις, ταύτην μοι
χορήγησον, Παναγῆ τρισμάκαρ, ἱκεσίαις σου πρὸς Κύριον.
Ἡ θεία σου μὲν ψυχή, χοροῖς
Ἀγγέλων ἀγάλλεται, τὰ λείψανα δὲ ἐν γῇ, ἰάσεις προχέουσι, τοῖς πίστει
προστρέχουσι, Παναγῆ τρισμάκαρ, ἱερέων ἐγκαλλώπισμα.
Διάσωσον σαῖς εὐχαῖς, ὦ
Παναγῆ θεοτίμητε, τοὺς ἐν θαλάσσῃ μακράν, σοφὲ κινδυνεύοντας, γαλήνην
δωρούμενος, καὶ πρὸς σωτηρίας, νῦν λιμένας ἐγκαθόρμισον.
Θεοτοκίον.
Παρθένε Μήτηρ Θεοῦ,
παρθενευόντων τὸ καύχημα, τὸν Σὸν Υἱὸν ἀγαθή, μὴ παύσῃ πρεσβεύουσα, ῥυσθῆναι
τοὺς δούλους Σου, πάσης τιμωρίας, καὶ πυρὸς διαιωνίζοντος.
Διάσωσον,
ἀπὸ κινδύνους τοὺς δούλους σου θεοφόρε, τοὺς ἐν πίστει εἰλικρινῆ πρὸς σὲ
καταφεύγοντας, καὶ πλήρωσον Παναγῆ τὰς αἰτήσεις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος γ. Ἡ Παρθένος σήμερον.
Θησαυρὸν ἀσύλητον, καὶ
ποταμὸν ἰαμάτω, τὴν σορόν σου Ἅγιε, τῶν σεβασμίων λειψάνων, ἔχουσα, ἡ πόλις
Πάτερ τοῦ Ληξουρίου, σώζεται, παντοίας βλάβης καὶ νοσημάτων, καὶ οὐ παύεται
βοῶσα· χαίροις τὸ κλέος, ἐμοῦ καὶ διάσωσμα.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ΙΒ΄, 32-40)
Εἶπεν ὁ Κύριος· Μὴ φοβοῦ τὸ
μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. πωλήσατε
τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. ποιήσατε ἑαυτοῖς βαλάντια μὴ
παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει
οὐδὲ σὴς διαφθείρει· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν
ἔσται. Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς
ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων,
ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. μακάριοι οἱ δοῦλοι ἐκεῖνοι,
οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ
ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ
φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν οἱ δοῦλοι
ἐκεῖνοι. τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης
ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ. καὶ ὑμεῖς
οὖν γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Παναγῆ μακάριε, Ὀρθοδοξίας
τὸ κλέος, ἱερέων σέμνωμα, ἀρετῶν ὑπόδειγμα καὶ σεμνότητος, Πνεύματος ὄργανον,
καὶ ναὸς πανόλβιε, τῆς Τριάδος ἀναδέδειξαι, βίον ἰσάγγελον, μάκαρ ἐπὶ γῆς
ἐνδειξάμενος· καὶ νῦν σὲ ἱκετεύομεν, Πάτερ Παναγῆ οἱ ἀνάξιοι, πρέσβευε
ῥυσθῆναι, παντοίων περιστάσεων ἡμᾶς, ἐκ πειρασμῶν καὶ κακώσεων, καὶ δεινῆς
αἱρέσεως.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὅλον σαὐτὸν καθαγιάσας, τῶν
τοῦ Πνεύματος χαρίτων ἠξιώθης, τοῦ προλέγειν σοφέ, μελλόντων τὰς ἐκβάσεις, καὶ
νῦν ἡμῶν ἁγίασον, τὰς ψυχὰς τῶν σὲ τιμώντων.
Χαίρει ἡ πόλις Ληξουρίου,
νῦν κατέχουσα τὰ θεῖα λείψανά σου, ἐξ βρύει ἀεί, θαυμάτων Πάτερ ῥεῖθρα· ὅθεν
δοξάζει Κύριον, τὸν δοξάσαντά σε μάκαρ.
Πλήρης προῤῥήσεων ὑπάρχων,
τούς τε ἅρπαγας ὁμοῦ καὶ ἀδικοῦντας, ἐπετίμας σφοδρῶς, καὶ θείαις νουθεσίαις,
ἐστήριζες πρὸς Κύριον, Ὃν ὑπὲρ ἡμῶν δυσώπει.
Θεοτοκίον.
Χαῖρε Μαρία Θεοτόκε, ἡ
κυήσασα χαρὰν τῇ οἰκουμένῃ, τὸν Δεσπότην Χριστόν, Οὗ τῆς χαρᾶς Παρθένε, εὐχαῖς
Σου καταξίωσον, τοὺς πιστῶς Σε προσκυνοῦντας.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Προφητείαις τὴν χάριν
κεκτημένος, τῶν ἀνθρώπων σοφὲ ἐξαγορευομένων, τὰς ἁμαρτίας τούτων προεγίνωσκες,
καὶ μετανοοῦντες, ἐσώζοντο εὐχαῖς σου, ἃς καὶ ὑμῖν παράσχου.
Διανύσας τὸν βίον
θεαρέστως, καὶ τηρήσας σοφὲ Ὀρθόδοξον τὴν πίστιν, πρὸς τὸν Θεὸν μετῆρες, Ὃν
ἱκέτευε, τὴν Ὀρθοδοξίαν, μάκαρ κηρυχθῆναι, εἰς ἅπαντα τὸν κόσμον.
Τῇ εὑρέσει τῶν θείων σου
λειψάνων, ἐπληρώθη σοφὲ χαρᾶς καὶ εὐφροσύνης, τῶν χριστωνύμων Παναγῆ τὸ
πλήρωμα· ὅθεν δυσωπῶ σε, τῆς ἐπουρανίου, χαρᾶς ἀξίωσόν με.
Θεοτοκίον.
Ἱκεσίαις μητρός Σου τῆς
πανάγνου, πανοικτίρμων Χριστὲ καὶ Παναγῆ τοῦ θείου, τὴν Σὴν εἰρήνην δώρησαι τῷ
κόσμῳ Σου, ἐν ταῖς Ἐκκλησίαις, καὶ ἀνθρώποις πᾶσι, τοῖς Σὲ ἀνευφημοῦσι.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Παράσχου εὐλογίαν, πίστιν
καὶ ἀγάπην, σαῖς πρὸς Θεὸν ἱκεσίαις κλεινὲ Παναγῆ, τοῖς εὐλαβείᾳ καὶ πόθῳ, σὲ
λιτανεύουσι.
Σεισμοῦ καὶ πάσης βλάβης,
καὶ ἐξ ἀνιάτων, παθῶν καὶ νόσων ῥυσθῆναι σοφὲ Παναγῆ, τὴν σὴν γενέτειραν νῆσον,
Χριστὸν ἱκέτευε.
Λιταῖς Τριὰς Ἁγία, τῶν
τριῶν Ὁσίων, τοῦ Γερασίμου Ἀνθίμου καὶ τοῦ Παναγῆ, τῆς Βασιλείας Σου πάντας,
ἡμᾶς ἀξίωσον.
Θεοτοκίον.
Φωνῇ τοῦ Ἀρχαγγέλου,
πάναγνε Παρθένε, τὸν Θεὸν Λόγον γαστρί Σου συνέλαβες, νῦν τὰς φωνὰς ἡμῶν Μῆτερ,
τούτῳ προσάγαγε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Τὸν
τοῦ Ληξουρίου γόνον λαμπρόν, Ὀρθοδόξων κλέος, ἱερέων ὑπογραμμόν, τῆς Κεφαλληνίας,
ἀγλάϊσμα τὸν νέον, τὸν Παναγῆν τὸν θεῖον, ὕμνοις τιμήσωμεν.
Χαίροις ἱερέων ἡ καλλονή,
τῆς Ὀρθοδοξίας, ὁ γενναῖος προασπιστής· χαίροις Ἐκκλησίας, τὸ σέμνωμα καὶ
κλέος, ὦ Παναγῆ τρισμάκαρ, πιστῶν τὸ καύχημα.
Τὸν τῆς εὐσεβείας θεῖον
πυρσόν, καὶ Ὀρθοδοξίας, τὸν διδάσκαλον τὸν σοφόν, τὸν τῆς προφητείας, τὴν χάριν
δεδεγμένος, τὸν Παναγῆν τὸν θεῖον, ᾄσμασι μέλψωμεν.
Χαίροις τῶν Ὁσίων σεπτὴ
τριάς, Γεράσιμε Πάτερ, καὶ πανόλβιε Παναγῆ, ἅμα σὺν Ἀνθίμῳ, ἡμῶν οἱ πολιοῦχοι,
πρεσβεύσατε Κυρίῳ, σωθῆναι ἅπαντας.
Δέσποινα Παρθένε Διώτισσα,
Μήτηρ Θεοῦ, σὺν Παναγῇ Παϊσίῳ ἐκδυσώπει τὸν Σὸν Υἱόν, ἡμᾶς ἀπαλλάξαι, κινδύνων
πολυτρόπων, καὶ θλίψεων παντοίων, τοὺς εὐφημοῦντάς σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε,
ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ
γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’
ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ
Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην
ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος γ᾿. Ὁ οὐρανὸν τοῖς
ἄστροις.
Ἱεροκήρυξ τοῦ Λόγου,
ἁμαρτανόντων ὁδηγός, τῶν πενομένων προστάτης, τῆς παρθενίας ἐραστής, καὶ τῶν
μελλόντων προγνώστης, ὦ Παναγῆ ἀνεδείχθης.
Ἡ σεβασμία σου θήκη, τῶν
ἱερῶν σου λειψάνων, βρύει ἰάσεων ῥεῖθρα, τοῖς εὐλαβῶς προσιοῦσι, ὦ Παναγῆ
θεοφόρε· διὸ σὲ ἀνευφημοῦμεν.
Ἡ πόλις τοῦ Ληξουρίου, καὶ
πᾶσα Ὀρθοδοξία, ἐπλήσθησαν εὐφροσύνης, καὶ οὐρανίου χαρμονής, τῇ τῶν λειψάνων
εὑρέσει, σοῦ Παναγῆ θεοφόρε.
Θεοτοκίον.
Ἡ τῶν ἁγίων ἁγία, τῶν
Χερουβεὶμ ὑπερτέρα, ἡ χρυσοποίκιλτος στάμνος, τὸ μάννα φέρουσα Χριστόν, ὦ
Παναγία Παρθένε, ἡμῖν ἱλέωσαι Τοῦτον.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου