Τετάρτη 6 Ιουνίου 2018

ΙΟΥΝΙΟΣ 23. ΟΣΙΟΣ ΒΑΡΒΑΡΟΣ ΜΥΡΟΒΛΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΣΙΟΣ ΒΑΡΒΑΡΟΣ ΜΥΡΟΒΛΥΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Πᾶσαν κακοπάθειαν, διὰ Χριστὸν ὑπομείνας, ἐν αἰχμαλωσίᾳ τε, καὶ εἰς γῆν τὴν ἔρημον καὶ τὴν ἄβατον, ὁ κλεινὸς Βάρβαρος, ὁ Χριστοῦ Ὅσιος, πρὸς Θεὸν νῦν ἐξεδήμησε, τρυφὴν τὴν ἄριστον, τῶν σωματικῶν προαιρούμενος· διὸ καὶ μετὰ θάνατον, τὰς θαυματουργίας πεπλούτηκε, καὶ διὰ λειψάνου, ἰᾶται τοὺς προστρέχοντας αὐτῷ, καὶ τῷ Σωτῆρι πρεσβεύει νῦν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Φεύγει ὡς αἰχμάλωτος, τῶν τυραννούντων τὰς χεῖρας, παροικεῖ δ᾿ εἰς σπήλαιον, Ἠλιοὺ αὐτόχρημα εἰς Χωρὴβ ποτέ, τὴν εἰς γῆν ἄσκησιν, ὁ ἐν γῆ ἄγγελος, ἐκπληρῶσαι ἐφιέμενος, τρυφὴν τὴν πρόσκαιρον, ὅλως ἀποπέμπων τοῦ σώματος, τὸ χεῖρόν τε τῷ κρείττονι, πάντη ὑποτάττων ὡς ἄϋλος· ὅθεν μετὰ βίον, συνόμιλος Ἀγγέλοις γεγονώς, πρὸς τὸν Σωτῆρα πρεσβεύει νῦν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ξύλα ὡς κομίσειε, πρὸς τῶν ἐχθρῶν ἀπεστάλη, ὁ σαρκὶ αἰχμάλωτος, καὶ ψυχὴ ἐλεύθερος θεῖος Βάρβαρος, τῶν ἐχθρῶν ἔφυγε, τοῦ Θεοῦ δέδεκται, τὸν ζυγὸν ὁ τρισμακάριστος, Χριστοῦ γὰρ ἤκουσεν, ἐν Εὐαγγελίοις κηρύττοντος, γενναίως τε ὑπέφερε, τὰς σκληραγωγίας τοῦ σώματος· ὅθεν Θεῷ φίλος, γενόμενος τοῖς θαύμασι πλουτεῖ, καὶ τῷ Σωτῆρι πρεσβεύει νῦν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἕτερα. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὸν αἰχμάλωτον ὅσιον, τὸν φυγάδα καὶ δέσμιον, τῆς ἐρήμου βλάστημα καὶ ἀπάνθισμα, τὸν τοῦ σπηλαίου οἰκήτορα, τιμήσωμεν σήμερον, τὸν θεράποντα Χριστοῦ, τὸν ἀήττητον Βάρβαρον, ὃν ὁ Κύριος, ἐκ χθονὸς εἰς σκηνὰς τὰς οὐρανίους, ἀνεβίβασε στεφθέντα, καὶ σὺν Ἀγγέλοις συνέταξε.

Ἐντολὴν ἣν ὁ Κύριος, Ἀποστόλοις ἐντέταλκεν, ἀσφαλῶς ἐτήρησας Πάτερ ὅσιε, ὅτι χιτῶνα τὸν δεύτερον, καὶ πῆραν οὐ κέκτησαι· οὔτε ῥάβδον ταῖς χειρσί, καὶ τὴν ζύμην διέφυγες τὴν ψυχολεθρον, ἡδονῶν τε τοῦ σώματος προείλου, τὴν νηστείαν καὶ τὸν ὕμνον· διὸ τῶν θείων ἐμπέπλησαι.

Ὥσπερ Παῦλος ἐπόθησας, τὴν τοῦ σκήνους ἀνάλυσιν ἀχειροποιήτου τε ἀνακαίνισιν, καὶ τῷ Χριστῷ συνεσταύρωσαι, καὶ τούτῳ συντέθαψαι· ὅθεν καὶ εἰς οὐρανόν, νῦν τὸ τρίτον συνήρπασαι, καὶ αἰώνιον, τὴν ζωὴν σὺν τῷ Παύλῳ ἐκπληρώσω, μεθ᾿ οὗ πρέσβευε Κυρίῳ, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Δόξα. Ἦχος πλ. β´.
Τὸ τρίπηχυ τῆς σῆς ἁλύσεως ὅσιε μῆκος, τῆς τρισηλίου οὐσίας, καὶ μιᾶς θεότητος ἐδήλου τὴν προσκύνησιν, καὶ τὸν ἔνθεον συνδεσμόν, ᾧ ἐδεσμεύθης τὴν ψυχήν. Ὃν καὶ παθῶν αἱ προσβολαί, καὶ τρικυμίαι οὐκ ἴσχυσαν διαλύσαι πανεύφημε, διὸ καὶ ἐν οὐρανοῖς, φῶς ἀνέσπερον, καθαρῶς ἐποπτεύων, τῆς Ἁγίας Τριάδος, Πατέρα σὺν Υἱῷ δοξάζεις καὶ Πνεύματι· ἀλλ᾿ ὁσίων ἀγλάϊσμα, ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ καὶ τοῦ Σοῦ Ὁσίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν· καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.







Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(δ´ 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελον. Ἦχος α´.
Μαρτυρικὸν ἀγῶνα, τῇ βαρβαρικῇ αἰχμαλωσίᾳ γενναίως διήνυσας, μάρτυς Χριστοῦ τῇ προαιρέσει γενόμενος· ὅθεν ὑπ᾿ αὐτῆς θείᾳ δυνάμει ἐλευθερωθείς, τῇ ἀγάπῃ τοῦ κτίστου σου ἑκὼν ἠχμαλωτίσθης· τῇ φερωνυμίᾳ γὰρ αἱ πράξεις σου οὐχ ἥποντο, μᾶλλον δὲ ταῖς πράξεσι τὴν σὴν ὀνομασίαν τετίμηκας· διὸ καὶ χρηματίζεις πλουσίοις χαρίσμασι παρὰ τοῦ δωροδότου Δεσπότου, τοῦ ἰᾶσθαι κατ᾿ ἄμφω τὰς νόσους, τῶν σὲ θερμῶς ἐπικαλουμένων, ὅσιε Πατὴρ ἡμῶν Βάρβαρε.


Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, νῦν φιλέορτοι θερμῶς, τὸν αἰχμαλωσίας φυγάδα, καὶ τῆς ἐρήμου βλαστόν, ὕμνοις τε καὶ ᾄσμασι Βάρβαρον στέψωμεν, καὶ τὸν τούτου ζηλώσωμεν, καλὸν μὲν ἀγῶνα, πόθον δὲ τὸν ἔνθεον, καὶ βίον ἅγιον· νῦν γὰρ συγχορεύει ὁσίοις, καὶ ταῖς οὐρανίαις συγχαίρει, τάξεσιν ὁ μάκαρ καὶ οὐράνιος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Τέσσαρα πρὸς εἴκοσιν πληρῶν, ἐν αἰχμαλωσίᾳ τυράννων, ὀκτὼ καὶ δέκα βιοῖς, ἔτη εἰς ἔρημον, καὶ εἰς τὸ σπήλαιον· ἀλλὰ γῆθεν πρὸς Κύριον, ἀνήχθης καὶ μένεις, τοῖς ἀειδιάζουσιν αἰῶσι Βάρβαρε· ὅθεν συγχορεύεις ὁσίοις, καὶ ταῖς οὐρανίαις συγχαίρεις, τάξεσι παμμάκαρ καὶ οὐράνιε.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἔφη Ἀποστόλοις ὁ Χριστός, λύχνος ὁ καιόμενος λάμπει, καὶ οὐδεὶς κρύπτειν αὐτόν· ὅθεν σου κρυπτόμενον δουλείᾳ Βάρβαρε, ὁ Χριστὸς ἐλυτρώσατο, τὸ σῶμα κτεινόντων, λάμπειν τε τοῖς θαύμασι Κόσμῳ ἠξίωσε· καὶ νῦν συγχορεύεις ὁσίοις, καὶ τοῖς οὐρανίαις συγχαίρεις, τάξεσι παμμάκαρ καὶ οὐράνιε.

Δόξα. Ἦχος πλ. δ´.
Τῶν αἰχμαλώτων ἅμα, καὶ τῶν ἐν ἀνάγκαις ὅσιε ὑπάρχεις θάῤῥος καὶ παραμυθία, καὶ πάντας τὴν ἐλπίδα ἔχειν εἰς Θεὸν ἐδίδαξας· ἐν ᾧ καὶ αὐτὸς παμμάκαρ ἐλπίσας, τῶν βασάνων ἐλυτρώθης· καὶ σωματικὸν ἀγῶνα καρτερικῶς ἐπὶ γῆς τελέσας· ἐν οὐρανοῖς στέφανον ἐδέξω ἐκ Θεοῦ· ὃν ἱκέτευε τοῖς σὲ τιμῶσι παρασχεῖν, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀσάλευτον στήριγμα τὸ τῆς πίστεως, καὶ σεβάσμιον δώρημα τῶν ψυχῶν ἡμῶν, τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί· Χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα· χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις· χαῖρε Νύμφη ἀνύμφευτε.











Νῦν ἀπολύεις, τὸ Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος δ´.
Μαρτυρικὸν ἀγῶνα γενναίως ἠγώνισαι, ἀσκητικῷ δὲ πόνῳ τὸν βίον διήνυσας ὅσιε Βάρβαρε· διὸ τὴν χάριν ἐδέξω διπλῆν, διὰ μὲν τοῦ λειψάνου ἀσθενείας διώκων, τῇ ψυχῇ δὲ συγχαίρων τῷ Χριστῷ, ὃν δυσώπει, ὑπὲρ ἡμῶν τῶν αἰσίως τιμώντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.





























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Τῷ ἔρωτι Χριστοῦ τὴν ψυχὴν κατετρώθης, τὰ θεῖα ἀσφαλῶς διετήρησας Πάτερ, καὶ γέγονας συμμέτοχος, τῶν Ἀγγέλων πανεύφημε, ὅθεν ἅπαντες, συναθροισθέντες ἐνθάδε, σὲ γεραίρομεν, καὶ σὴν πρεσβείαν αἰτοῦμεν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.

Μετὰ δὲ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὸν ἀδάμαντα πάντες τὸν ἀπερίτρεπτον, ἐν τοῖς τοῦ βίου ὀφθέντα κλυδωνισμοῖς τοῖς δεινοῖς, εὐφημήσωμεν θερμῶς καὶ πιστέψωμεν· ὅτι ἀπέδρα τῶν ἐν γῆ ἀνελθών τ᾿ εἰς οὐρανούς, νῦν χαίρει σὺν τοῖς ὁσίοις, καὶ πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν πόθῳ προσιόντων αὐτῷ.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει εἰς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀγαθή, τοὺς πάντας σώζειν ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη Θεοχαρίτωτε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν ὁδὸν τὴν τραχεῖάν τε καὶ στενήν, τὴν ἀπάγουσαν πάντας πρὸς οὐρανούς, παμμάκαρ διώδευσας, καὶ τὸ σῶμα ἐνέκρωσας, τὴν δὲ ψυχὴν πτερώσας ἀνέπτης ὡς ἄγγελος, καὶ εἰς τὸν κολοφῶνα, δραμὼν τῆς ἀθλήσεως, νῦν ἐνεφορήθης, τῶν καρπῶν τῶν ἐκείνης· διὸ μετὰ θάνατον, ἐκδιώκεις νοσήματα, τῶν ὁσίων ἀγλάϊσμα, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις, ἔσχες τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην καὶ Κύριον· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, καὶ πίστει δοξάζω σε, τοῦ ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις Πανάμωμε.


Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον...
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ. Ἐλέησόν με, ὁ Θεός...
Ὅσιε Πάτερ, ἀνατολῆς καὶ τῆς δύσεως ὑπάρχεις κλέος καὶ καύχημα· τῆς μὲν γὰρ τὸ καθαρὸν θρέμμα ἐδείχθης καὶ γνήσιον, καὶ ἐν ταύτῃ ἤθλησας στεῤῥότατα· τῇ δὲ θέλων σῶσαι πανελεύθερον· τὸ σὸν Ἅγιον σκῆνος ἀπέδωκας· ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, κινδύνων ῥύσασθαι τὰς ψυχὰς ἡμῶν.

Οἱ Κανόνες· πρῶτον τῆς Θεοτόκου, καὶ εἶτα τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς· Ἀγῶνα μέλπω, Βαρβάρου τοῦ ἐνθέου.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Αἰχμαλωσίᾳ ὡς τὸ πρὶν ἐδούλευσας, ὁ παλαιὸς Ἰσραήλ, τῷ λυβικῶ στόλῳ, εἰς Χριστὸν δὲ ἤλπισας, καὶ ἐλυτρώθης Βάρβαρε, ὡς ἐκεῖνος Αἰγύπτου· τὸν οὖν Σωτῆρα ἱκέτευε, σῶσαι καὶ ἡμᾶς τοὺς τιμῶντάς σε.
Γεγενημένος ἀθλητὴς οὐράνιος ὁ νοητὸς Φαραώ, καταβαλεῖν θέλων, αὐτὸς καταβέβληται, τὸν γὰρ Χριστὸν ἐκεκτήσω, βοηθὸν καὶ σωτῆρα, ἐν τοῖς τοῦ βίου παλαίσμασιν· ὃν ὑπὲρ ἡμῶν ἱκέτευε.
σπερ Αἰγύπτου Ἰσραὴλ λυτρούμενος, ἐπαγγελίας τὴν γῆν, ἰδεῖν ἠξιώθη· οὕτω σὺ τὴν τύραννον αἰχμαλωσίαν, Βάρβαρε, πεφευγὼς παραδόξως, τὴν οὐρανοῦ κατεσπούδασας τρῖβον ἀναβῆναι τρισόλβιε.
Θεοτοκίον.
Ναὸς καὶ πύλη τοῦ Σωτῆρος γέγονας, καὶ ἐγαλούχεις ποτέ, τὸν Ἰσραὴλ μάννα, ἐν ἐρήμῳ θρέψαντα· μὴ οὖν ἐλλείπης πάναγνε, τοῦτον καθικετεύειν, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε, ὡς Θεοῦ μητέρα καὶ ἄφθορον.











ᾨδὴ γ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
νδρειωθεὶς ἐν τῷ Χριστῷ, τῶν αἰσθητῶν καὶ ἀΰλων, προσβολὰς οὐκ ἐπτοήθης τυράννων, ἀλλ᾿ ὡς τούτου ἀθλητής, κατετροπώσω ἅπαντας, καὶ βραβευτὴς ἐδείχθης, καὶ τῶν Ἀγγέλων συνόμιλος.
Μακαριότητος πόθων, τὴν σὴν ψυχὴν καθωπλίσω, καὶ σαρκὸς ἀπεδιώξω τὰ πάθη, καὶ ἐδέξω ἐκ Θεοῦ, τῶν ἀσθενούντων ἴασιν, ὅτι γενναῖος ὤφθης, σὺ ἀθλητὴς καὶ ἀήττητος.
γκρατευθεὶς μὲν τῇ σαρκί, τῶν ἡδονῶν δὲ νηστεύσας, κατεμάρανας παθῶν τὰς κινήσεις, καὶ ἐδίδαξας ἡμᾶς, τὸ σῶμα καθοπλίζεσθαι, ἐγκρατείᾳ τελείᾳ, τὴν δὲ ψυχὴν θείῳ ἔρωτι.
Θεοτοκίον.
Λίθων χρυσῶν καὶ νοητῶν, παρθένε ὄρος ἐδείχθης, καὶ ἐκ σοῦ Χριστὸς ἡ πέτρα προήχθη, ἐν ᾗ ἵδρυσται στεῤῥῶς, ἡ Ἐκκλησία ἅπασα, τῶν πιστῶς Θεοτόκον, ὁμολογούντων σε ἄμωμε.

Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς ἀγάπης καὶ πόθου ὃν εἰς Χριστόν, κατὰ Παῦλον τρισμάκαρ ἔσχες στεῤῥῶς, οὐδέν σε ἀπεχώρισεν, οὐ τυράννων τὰ φόβητρα, οὐ τῶν βασάνων ὄχλος, ἐρήμου τὸ ἄγριον, κλυδωνισμὸς χειμώνων, καὶ θέρους τὸ κάταυχμον, ἀλλὰ τῆς ἀγάπης, τοῦ Χριστοῦ τίς ἰσχύσει, χωρίσαι με ἔλεγες· ὅθεν ταύτης ἀχώριστος, οὐρανῷ τ᾿ ἀνιπτάμενος, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον τόκον σου.












ᾨδὴ δ´. Σύ μου ἰσχὺς Κύριε.
Προφητικοῖς, ῥήμασι θεῖε ἑπόμενος, σύ Θεός μου, σύ μου καὶ ἡ δύναμις· τῷ ἐκ Θεεμὰν λάμψαντι φωτί, καὶ τοὺς ἐν τῷ σκότει καταφωτίσαντι ἔλεγες, καὶ τῆς σαρκὸς τὰ πάθη, ἀποφεύγων καὶ κόσμον, τὴν ψυχὴν κατηυγάσθης τρισόλβιε.
φθης ἐν γῆ, Ἄγγελος πάτερ ἐσπέριος, οὐρανῷ δὲ γέγονας συμμέτοχος, καὶ κοινωνὸς δόξης καὶ τρυφῆς, φωτός τε ἀδύτου, Ὁσίοις μὲν καὶ Ἀγγέλοις τε· διὸ σὺν τούτοις πᾶσι, καὶ ἡμῖν ἐπιλάμψαι, τὸ ἀνέσπερον φῶς καθικέτευε.
Βάσιν στεῤῥάν, ἄσκησιν Πάτερ ἀνέθηκας προσευχὴν δὲ κλίμακα καθίδρυσας, καὶ πρὸς Θεόν, ὅλως ἀναβάς, τὴν τῶν ἐπιγείων, πορείαν οὐκ ἐπεβάδισας· διὸ ὡς παῤῥησίαν, κεκτημένος πρὸς τοῦτον, καὶ ἡμᾶς ἀναβῆναι ἱκέτευε.
Θεοτοκίον.
γγελικῶν ἀνωτέρα πάντων σὺ πάναγνε, ὄντως ὤφθης· θεῖος καὶ ὁλόφωτος, μονογενὴς Λόγος γὰρ Θεοῦ, ἐκ σοῦ ἐσαρκώθη, τῶν θείων μὴ ἀφιστάμενος· διὸ παρὰ ἀνθρώπων, καὶ Ἀγγέλων ἀκούεις, ἀληθὴς σὺ Παρθένος καὶ ἄφθορος.

ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω.
απιζόμενος Πάτερ, διὰ τὸν Χριστὸν ὡς οἱ Ἀπόστολοι ἔχαιρες, καὶ τῷ ἀντιπάλῳ· προσπαλαίων γενναίως οὐ πέπτωκας, ἀλλ᾿ αὐτοῦ πεσόντος, σὺ ἕστηκας τροπαιοφόρος, εἰς αἰῶνα δοξάζων τὸν σώσαντα.
Βασιλέως τῶν πάντων, Βάρβαρε ἐδείχθης ὁπλίτης ἀήττητος, καὶ τῆς ἐγκρατείας, ὁδηγὸς καὶ διδάσκαλος γέγονας· ἀνθ᾿ ὧν βασιλεύεις, ἐν Οὐρανῷ σὺν τοῖς Ὁσίοις καὶ συγχαίρεις Ἀγγέλων τοῖς τάγμασι.
πωθήσαντα κόσμον, κᾀυτὸς σὲ ἀπώθησεν ὥσπερ ἀλλότριον, καὶ αἰχμαλωσίᾳ, παραδέδωκε θέλων τροπώσασθαι· ἀλλ᾿ ἐδέξατό σε, Χριστὸς ἐξαίρων ἐκ τοῦ κόσμου, καὶ εἰς τὸν Οὐρανὸν ἀνεβίβασε.
Θεοτοκίον.
υπωθέντα με πάλαι, Εὔας παραβιάσει Παρθένε ἐκάθηρας, ἐκ τῶν γὰρ αἱμάτων, καθαρῶν καὶ Ἁγίων ὁ πλάστης μου, προσλαβὼν τὴν σάρκα, σῴζει κἀμὲ καὶ ἀναπλάττει, καὶ φυτὸν ἐπουράνιον δείκνυσι.










ᾨδὴ στ´. Ἰλάσθητί μοι Σωτήρ.
κόσμος σὺν τῇ σαρκί, αὐτῷ τε τῷ κοσμοκράτορι, ἐκύκλωσέ σε ἐν γῇ, ἀλλ᾿ ὅλως οὐκ ἴσχυσε, κρατῆσαί σε Βάρβαρε, τῇ γὰρ ἐγκρατείᾳ, καὶ προσευχῇ ἅπαντας ἥττησας.
πὸ τὴν σὴν κραταιάν, βοήθειαν οἱ γενόμενοι, τῶν νόσων καὶ τῶν παθῶν, εὐθὺς ἀπηλλάγησαν· ὅθεν κἀμὲ Βάρβαρε, τὸν ἐν ἀσθενείᾳ, ψυχικῇ κείμενον ἔγειρον.
Θεοτοκίον.
Τὴν καθαρὰν καὶ ἁγνήν, Παρθένον καὶ Θεομήτορα, καταφυγὴν τῶν πιστῶν, λιμένα τε εὔδιον, πιστῶς ἀνυμνήσωμεν, ὡς καλῆς ἐλπίδος, καὶ ἐλευθερίας πρόξενον.

Κοντάκιον. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Τὸ σῶμα τὸ σὸν τῇ γῇ ὑποτίθεται, τὴν σὴν δὲ ψυχὴν ὁ κτίστης κομίζεται, καὶ τὸ μὲν ἀσθενέσιν ὑγείαν πᾶσι χαρίζεται, ἡ δὲ Χριστὸν ἱκετεύει λυτρώσασθαι, πυρὸς αἰωνίου τοὺς τιμῶντάς σε.
Ὁ Οἶκος.
Τῶν οὐρανίων, καὶ ἀϊδίων ἐφιέμενος Βάρβαρε, κατεφρόνησας τὰ ῥέοντα· καὶ σῶμα θνητόν, ψυχὴν δ᾿ ἀθάνατον γιγνώσκων, οὐκ ἐφείσω τοῦ πηλοῦ πάσχοντος ὅλως· τὴν ψυχὴν δὲ ἐκήδου τηρῆσαι ἀλώβητον· ὅθεν καὶ τῆς μακαρίας καὶ ἀϊδίου ἠξίωσαι ζωῆς· ἧς καὶ ἡμεῖς ταῖς πρεσβείαις σου παμμακάριστε ἀξιωθείημεν οἱ τιμῶντές σε.

Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρβάρου τοῦ Πενταπολίτου.
Ἦν Βάρβαρος μὲν δοῦλος ἐν γῇ σὺν πόνοις,
Ἐλεύθερος νῦν δ᾿ οὐρανῷ χαίρων πέλει.
Εἴκαδε ἠδὲ Τρίτη γε πέπαυται Βάρβαρος ἄθλων.
Ὁ Ἅγιος Βάρβαρος ἤκμασεν ἐπὶ τῶν χρόνων τῆς βασιλείας Μιχαὴλ τοῦ Τραυλοῦ (820-829) ἀποτελῶν μέλος πειρατικῆς συμμορίας Ἀράβων ἐκ τῆς χώρας τῶν Ἄφρων, οἵ τινες ἐπέδραμον κατὰ τῆς Κρήτης καὶ Σικελίας καὶ εἶτα κατὰ τῆς Νικοπόλεως τῆς Ἠπείρου, ἐξ ἧς διέβησαν εἰς τὴν Ἀκαρνανίαν δῃοῦντες καὶ ἐρημοῦντες τὸν τόπον.
Ἀλλὰ μάχης κρισίμου γενομένης παρὰ τὸν Δραγαμέστον ἡττήθησαν ὁλοσχερῶς οἱ βάρβαροι, ἄλλων μὲν τούτων σφαγέντων ἐν τῇ ξηρᾷ, ἄλλων δὲ καταποντισθέντων εἰς τὰ ἄγρια τῆς θαλάσσης κύματα. Ἐκ τῶν βαρβάρων τούτων διεσώθη ἐπὶ τῆς Ἀκαρνανικῆς γῆς μόνος ὁ Βάρβαρος ἐναποκρυβεὶς εἰς περίφραγμα ἀμπέλου τινός. Ἐπεδόθη δὲ εἰς τὸν λῃστρικὸν βίον διαρπάζων, λεηλατῶν, φονεύων, ἐκβιάζων τοὺς Χριστιανοὺς κατοίκους τῶν ἐν οἷς διῆγε χωρίων, δυσαπαλλακτότατον κακὸν γενόμενος.
Πολλὰ ὄρη της Ἀκαρνανίας διελθὼν ὁ ἐπίφοβος οὗτος λῃστὴς κατήντησε καὶ εις τὸ ὄρος Νύσσαν, ἔνθα συναντᾷ ναὸν τοῦ Μεγαλομάρτυρος Τροπαιοφόρου, εἰς ὃν κατὰ τὴν ὥραν ἐκείνην ἱερούργει ὁ ἱερεὺς Ἰωάννης Νικοπολίτης.
Ὁ Βάρβαρος, δι’ ἀοράτου θείας δυνάμεως ἑλκύεται εἰς τὴν εἰς τὴν Χριστὸν πίστιν ἰδὼν θαυμάσια γεγονότα κατὰ τὴν θείαν μυσταγωγίαν. Πιστεύει εἰς Χριστὸν καὶ βαπτίζεται. Τὸ βάπτισμα καθαίρει τοῦτον ἀπὸ τῶν ἁμαρτημάτων. Κείρεται μοναχός, καὶ ἀσκεῖται ἐν τῇ ἐρήμῳ ἐπὶ ἔτη τρία διηνεκῶς νηστεύων καὶ προσευχόμενος. Ἡ χριστιανικὴ πίστις, τοὺς ἀγρίους μεταβάλλει εἰς Ἁγίους.
Ἀλλ’ ἡμέραν τινὰ κυνηγοὶ ἐκ Νικοπόλεως, περιπλανώμενοι εἰς τὸ ὄρος πρὸς θήραν, σκότος ἤδη ἐπελθόντος εἰς τὴν οἰκουμένην, συναντῶσι τὸν Βάρβαρον καὶ ἐκλαβόντες τοῦτον ὡς θηρίον ἄγριον ἐκτοξεύουσι κατ’ αὐτοῦ καὶ τοῦτον βάλλουσι θανασίμως. Πνέων τὰ λοίσθια ὁ Βάρβαρος μέμνηται τοῦ εὐεργέτου ἱερέως Ἰωάννου Νικοπολίτου, κατηχήσαντος τοῦτον καὶ βαπτίσαντος. Οἱ κυνηγοὶ εὑρίσκουσι τὸν Βάρβαρον, ὅν κατὰ λάθος ἐτόξευσαν ὡς κτῆνος.
Μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων, ἀναφωνεῖ: Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ Σου. Οἱ κυνηγοὶ θλίβονται διὰ τὸ γενόμενον καὶ εἰδοποιοῦσι τὸν ἱερέα Ἰωάννη νὰ δράμῃ πρὸς τὸν ἑτοιμοθάνατον, ὅν νεκρὸν εὗρε.
Τὸ λείψανόν του ἐνταφιάζεται, ἔνθα καὶ ναὸς πρὸς τιμήν του ἀνεγείρεται ἐν Τρύφῳ Ξηρομέρου. Οὕτω μεταβέβηκεν ὁ μακάριος Βάρβαρος ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν τὴν αἰώνιον, ἵνα ἀπολαύῃ τῆς Βασιλείας τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, τοῦ μόνου ἀληθινοῦ Θεοῦ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ᾨδὴ ζ´. Θεοῦ συγκατάβασιν.
ἔρως σου ἔνθεος, ὁ ζῆλος Πάτερ ὑπῆρχεν ἄμεμπτος· ἡ ἀγάπη τελεία, ὑπομονὴν δὲ ἄκραν ἐκεκτήσω, καὶ πάσχων ἐκραύγαζες· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
δάτων ὡς χείμαῤῥος, ἐκύκλωσάν σε δεινῶς οἱ τύραννοι, ἀλλ᾿ ἐκ μέσου ἐκείνων φυγών, ἐσώθης Πάτερ εἰς ἔρημον· κἀκεῖ τὸν ὕμνον τῷ ῥύστῃ προσέφερες· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
τέχθης ὡς ἄνθρωπος, καὶ ὑπὲρ ἄνθρωπον μόνη τέτοκας· πρὸ τοῦ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος ὑπάρχουσα, καὶ μετὰ τόκον Παρθένος ἀμώμητε· διὸ ὑμνοῦμέν σε ὡς Θεοῦ Μητέρα ἡμῶν.

ᾨδὴ η´. Ἑπταπλασίως κάμινον.
Νενεκρωμένω σώματι, τῇ νηστείᾳ πανεύφημε, ἀθλητὴς ἐγένου, καὶ καλῶς ἠγώνισαι, ἐπ᾿ ὤμων ἀράμενος, σταυρὸν καὶ τὴν νενέκρωσιν παθῶν, καὶ τοὺς νοητοὺς καὶ ὁρατοὺς ἐκδιώκων, πολέμους ἀνεβόας· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θαλασσοπόρος γέγονας, ἐν ἐρήμῳ κατῴκησας, καὶ ἐν ἑκατέρᾳ, ἀνδρικῶς κατέβαλες, κυμάτων τὰ ῥεύματα, καὶ προσβολὰς τὰς παρ᾿ αὐτῶν· διὸ καὶ μέχρι τέλους, ἀκλινὴς διαμένων, ὡς νικητὴς κραυγάζεις· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
λευθερίας πρόξενος, καὶ ζωῆς ὄντως γέγονας, φύσει τῇ βροτείᾳ τὸν Σωτῆρα τέξασα, ζωήν τε τὴν ἄληκτον, καὶ ἄρτον τὸν Οὐράνιον· οὗ νῦν καὶ μετὰ βίον, καὶ ἡμᾶς ἐμπλησθῆναι, θερμῶς ἀναβοῶμεν· Μῆτερ μὴ διαλείπῃς, ἀπαύστως ἱκετεύειν, τὸν ὑπὸ σοῦ τεχθέντα.


ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
πένης καὶ ἀκτήμων διὰ Χριστόν, ὁ αἰχμάλωτος ἅμα καὶ δέσμιος, νῦν προσκαλεῖ, πάντας ἑστιάσαι πνευματικῶς, καὶ τῶν πλουτούντων δείκνυσι, τοὺς ἐν τῇ πτωχεία καρτερικούς· πολὺ πλουσιωτέρους, ὑπάρχειν καὶ γὰρ οὗτος, ἐν τῇ πτωχείᾳ ζῶν πεπλούτηκε.
πέστης ἐν τῷ κόσμῳ τὰ ἀλγεινά, καὶ τῶν τούτου ἡδέων ἐμάκρυνας, ὅτι Χριστόν, ἔγνως εἶναι πάντων τὸ ἐφετόν· διὸ συγχαίρεις Βάρβαρε, ἅπασι τοῖς τούτου συνερασταῖς, αὐτὸν ἐπαπολαύσας, τὴν ὄντως θυμηδίαν· ἧς διὰ σοῦ ἀξιωθείημεν.
Θεοτοκίον.
Μῆτερ καὶ Παρθένε καὶ τῶν πιστῶν, καὶ Ὁσίων τὸ μέγιστον καύχημα, δέξαι ἡμῶν, τὰ δεήσεις πάσας ὅσπερ νῦν σοι, ὑμνωδικῶς προσφέρομεν, καὶ τοῖς Θεοτόκον παναληθῆ, κηρύξασιν ἐν κόσμῳ· μεθ᾿ ὧν καὶ ἡμᾶς σῶσαι, Χριστὸν Σωτῆρα καθικέτευε.

Ἐξαποστειλάριον· ἐν Πνεύματι τῷ ἱερῷ.
Ἐν πάθεσι καὶ πειρασμοῖς, εἰς τὸν κόσμον βιώσας, χαρὰν καὶ ἀγαλλίασιν, εἰς Οὐρανοὺς ἀπεδέξω· καὶ σῶμα μὲν ταπεινώσας, τὴν ψυχὴν ἀνύψωσας· καὶ σπεύδων κόσμον μὴ βλέπειν, εἶδες Θεὸν ἐν Οὐρανοῖς, καὶ γέγονας φωστὴρ οὐρανοφώτιστος Πάτερ.
Θεοτοκίον.
Θεὸν Παρθένε ἀληθῆ τετοκυῖα ἀσπόρως, ἀνθρώπων φύσιν ὕψωσας, καὶ Θεὸν ἀπειργάσω, τὸν ἔρωτι τοῦ θεοῦσθαι, τὴν φθορὰν κτησάμενον· διό σε πάντες ὑμνοῦμεν, ὡς κυήσασαν Χριστόν, καὶ ἐλπίδα ἀσφαλῆ τῆς τῶν βροτῶν Σωτηρίας.


















Αἶνοι. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Δεῦτε νῦν πιστοὶ τιμήσωμεν, τὸν εὐσεβείᾳ στεῤῥόν, ἐν ᾠδαῖς τε καὶ ᾄσμασι τὰ τούτου ἐπάδοντες, ἀξιάγαστα ἔπαθλα· αἰχμαλωσίας, θλίψεις ὑπήνεγκας, καὶ ἐν ἀσκήσει πάντα διήγαγες, τὸν βίον Βάρβαρε, καὶ Χριστῷ προσγέγονας τῷ ποθήτω· ὃν καὶ ἡμᾶς δέξασθαι, νῦν καθικέτευε.

Δεῦτε νῦν πιστοὶ τιμήσωμεν, οἱ δοῦλοι τὸν ἐν δεσμοῖς, οἱ ἐν θλίψει τὸν πάσχοντα, πένητες τὸν ἄπορον, μονασταὶ τὸν εἰς ἔρημον, ἐν πειρασμοῖς δὲ τὸν ἐκδιώξαντα τὰς ἐπηρείας τὰς ἐκ τοῦ δαίμονος· πάντα γὰρ ἔφερεν ἀνδρικῶς ὁ Βάρβαρος διὰ Χριστόν· ὃν ἐπαπολαύσας νῦν, ἀεὶ ἀγάλλεται.

Δεῦτε νῦν πιστοὶ τιμήσωμεν, ἀποδημίαν ἐκ γῆς, τοῦ Βαρβάρου πρὸς Κύριον, τοῦτον ἱκετεύοντες, μεσιτεῦσαι τῷ σώσαντι, ἐκ τῶν βασάνων καὶ ἡμᾶς σώσασθαι, ὡς παῤῥησίαν πρὸς τοῦτον ἔχοντα· ὅθεν ἠξίωται, σὺν Ἀγγέλοις τάξασθαι ἐν Οὐρανοῖς, ὁ οἰκῶν τὴν ἔρημόν ποτε καὶ σπήλαιον.

Ἔγνως τῶν τυράννων Βάρβαρε, τὴν ἐσομένην φοράν, κατ᾿ αὐτῶν τῶν τιμώντων σου τὸ Ἅγιον λείψανον, καὶ παρέχεις τὴν ἴασιν, τῷ πιστοτάτῳ στολάρχῳ ἵνα σε, ἐκ τοῦ ὑπόπτου ἐξαίρῃ κλίματος· ὅθεν εἰσδέχεται, ἡ λαμπρὰ καὶ εὔσημος Ῥώμη τὸ σὸν λείψανον καὶ σέβεται ὡς ὑπερέντιμον.

Δόξα. Ἦχος πλ. β´.
Σήμερον ὁ Βάρβαρος τῶν φθαρτῶν καὶ ῥεόντων καὶ τῆς γῆς ἀπαίρων· πρὸς Οὐρανὸν ἀναβαίνει, καὶ συνοδεύουσιν αὐτὸν Ὁσίων καὶ Ἀγγέλων χοροί· ὅθεν καὶ ἡμεῖς συνελθόντες, ὕμνους προσφέρωμεν αὐτῷ· Χαίροις πιστὲ θεράπων, καὶ καύχημα πάντων τῶν ἀθλητῶν τοῦ Χριστοῦ· χαίροις Ὁσίων ἀγλάϊσμα Βάρβαρε· χαίροις τῶν ἀσθενούντων, καὶ προστρεχόντων σοι ἡ ἴασις· διὸ Χριστῷ πρέσβευε ὑπὲρ τῶν ὑμνούντων σε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.






Μεγαλυνάρια.
Χαίροις αἰχμαλώτων ὁ λυτρωτής· χαίροις ἀσθενούντων, ὁ ταχύδρομος ἰατρός· χαίροις ὁ στεφάνοις ἀθλητικοῖς, παμμάκαρ, στεφθεὶς παρὰ Κυρίου, Ὅσιε Βάρβαρε.
Τίς ἰσχύει χάριν σου ἐξειπεῖν; μύρων μυροῤῥόα, καὶ θαυμάτων τὴν πληθύν; ποίαν γὰρ τῶν νόσων, οὐ λύει τὸ σὸν μύρον;τί δὲ τῶν λυπηρῶν τε σὴ χάρις Βάρβαρε;
Χαίροις ἡ ὁμὰς τῶν Μυροβλυτῶν, Βάρβαρε καὶ Σίμων, τῆς Σερβίας ὁ Συμεών· Νεῖλε, Θεοδώρα, Φιλίππου Ἑρμιόνη, Δημήτριε, Λεόντιε καὶ Θεόφιλε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου