Κυριακή 24 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 13. ΟΣΙΟΣ ΙΕΡΟΘΕΟΣ ΚΑΛΑΜΑΤΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΓ΄!!
ΙΕΡΟΘΕΟΣ ΟΣΙΟΣ ΚΑΛΑΜΑΤΑΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν φιλεόρτων τὰ πλήθη δεῦτε συνδράμωμεν, καὶ ἐν ψαλμοῖς καὶ ὕμνοις, συνδοξάσωμεν πάντες, τὸν θεῖον Ἱερόθεον καὶ αὐτῷ, ἐκβοήσωμεν λέγοντες· Μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν οἰκείων θεραπόντων σου.

Ὁ θαυμαστὸς ἐν Ὁσίοις ἡμᾶς καὶ ἔνδοξος, σήμερον συγκαλεῖται, τὴν σεπτὴν αὐτοῦ μνήμην, τελέσαι ἐτησίως· διὸ καὶ ἡμεῖς, συνελθόντες τιμήσωμεν, ὡς ἐραστὴν τοῦ Κυρίου καὶ ὡς φρουρόν, ἡμῶν πάντοτε καὶ πρόμαχον.

Ἐπὶ τῇ θείᾳ σου μνήμῃ νῦν Ἱερόθεε, τὰ τῆς Πελοποννήσου, καὶ τοῦ Ἄθω συγχαίρει, συστήματα τρισμάκαρ τῶν εὐσεβῶν, φιλεόρτων ἐν πνεύματι, τὰ μὲν ὡς γνήσιον γόνον ἔχοντα σέ, τὰ δὲ ὡς καύχημα ἀσκήσεως.

Ἐπὶ τῇ θείᾳ προνοίᾳ ὁ θεοπόθητος, στοιχειωθεὶς ἀνῆλθεν, εἰς αἰθέριον ὕψος, διὰ τῆ ἐργασίας τῶν ὑψηλῶν, ἀρετῶν ὁ θαυμάσιος· καὶ ἱκετεύει γνησίως ὑπὲρ ἡμῶν, σὺν τοῖς ἄνω πρὸς τὸν Κύριον.

Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ, δι’ ἀρετῆς ἐνδυσάμενος Χριστὸν τὸν Θεόν, τὴν τῶν παθῶν ἰσχὺν διεκράτησας, καὶ τῇ πίστει κραταιούμενος, ἐπὶ τὴν πέτραν τῶν θείων ἐντολῶν τοὺς πόδας ἐστήριξας· ὅθεν σὺν Ἀγγέλοις χορεύων, πρέσβευε ὑπὲρ ἡμῶν, μάκαρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Σοῦ Ὁσίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Τάξεις ἀγγελικαί, τῶν μοναστῶν καὶ πᾶσαι, αἱ τῶν πιστῶν χορεῖαι, ἀεί σε εὐφημοῦσι, θεόφρον Ἱερόθεε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἄξιόν σε τιμᾶν, καὶ σὲ δοξάζειν ἅμα, τὸν λίαν τιμηθέντα, καὶ μάλα δοξασθέντα, παρὰ Θεοῦ μακάριε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις τὸ ἱερόν, νῦν τῆς Ἑλλάδος κλέος, καὶ χαίροις τὸ τοῦ Ἄθω, σέμνωμα μοναζόντων, τρισμάκαρ Ἱερόθεε.

Δόξα. Καὶ νῦν.
Ὑπέρθεε Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τῆς Θεοτόκου, νῦν καὶ τοῦ Σοῦ Ὁσίου, οἰκτείρησον τοὺς δούλους Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς σοφίας ταμεῖον Καλαμῶν θεῖον βλάστημα, καὶ τῶν ἀπ’ αἰῶνος Ὁσίων, μιμητὴς καὶ ἰσότιμος, ἐδείχθης Ἱερόθεε σοφέ, ἀσκήσας ἐν τῷ Ἄθῳ ἱερῶς· διὰ τοῦτο ὡς θεράποντα τοῦ Χριστοῦ, τιμῶμέν σε κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα... Καὶ νῦν... Τοῦ Σταυροῦ Ἦχος β'
Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.


Ἀπόλυσις.












ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, προεόρτια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Προεόρτια ᾄσματά, προηχήσωμεν σήμερον, προπομπὴν ποιούμενοι οἱ θεόφρονες· ὁ γὰρ Σταυρὸς νῦν προέρχεται, πιστοὶ ἀνυψούμενος, τοῦ Σωτῆρος Ἰησοῦ, εἰς ἡμῶν περιτείχισμα, καὶ βοήθεια· ὃν ἐν πίστει καὶ πόθῳ προσκυνοῦντες, ἀπαντλήσωμεν τὴν χάριν, τῶν ἰαμάτων τὴν ἄφθονον.

Ἐν κυμβάλοις ἠχήσωμεν, ἐν ᾠδαῖς μελῳδήσωμεν, καὶ τὴν θείαν ὕψωσιν ὑπαντήσωμεν, νῦν τοῦ Σταυροῦ τὴν σωτήριον· δι’ οὗ κόσμος σέσωσται, δι’ οὗ χαίρει ὁ Ἀδάμ, καὶ δι’ οὗ ἡ ἀλήθεια, πεφανέρωται, ἐν τῷ κόσμῳ· ὃν πίστει προσκυνοῦντες, ἀρυσώμεθα τὴν χάριν, τῶν ἰαμάτων τὴν ἄφθονον.

Ὡς κοινὸν φυλακτήριον, ὡς πηγὴν ἁγιάσματος, τὸν Σταυρὸν τὸν τίμιον ἀσπασώμεθα· καὶ γὰρ διώκει τοὺς δαίμονας, καὶ παύει νοσήματα, καὶ παντοίων ἀλγεινῶν, ἀπαλλάττει τοὺς κάμνοντας, ὑπὲρ ἄβυσσον, πελαγίζων τὰ ῥεῖθρα τῶν θαυμάτων, τοῖς πιστῶς αὐτοῦ τὸν τύπον, καὶ προσκυνοῦσι καὶ σέβουσιν.

Ἕτερα. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Δεσποτικῆς ἑορτῆς προτελουμένης, δουλικὴ πανήγυρις ἤδη ἐπέφανε, τοῖς λαϊκοῖς καὶ μονάζουσι, τοῦ θεοφόρου, Ἱεροθέου καὶ οὐρανόφρονος· δεῦτε οὖν φιλέορτοι τοῦτον δοξάσωμεν, ἐν ὑμνῳδίαις καὶ ᾄσμασι, καὶ θείοις ἔργοις, δι’ ὧν ὁ μέγας Θεὸς ἐδόξασε· καὶ Ὃν πρεσβεύει τοῦ δωρήσασθαι, τὴν εἰρήνην τῷ κόσμῳ καὶ ἔλεος, καὶ ἡμῖν σωτηρίαν, τοῖς αὐτοῦ τὴν μνήμην σέβουσι.

Πελοποννήσου καὶ ὄρους τοῦ ἐν Ἄθῳ, οἱ δημόται ἅπαντες καὶ οἱ μονάζοντες, τὴν σὴν δοξάζουσι κοίμησιν, μνήμην ποιοῦντες, τῶν ἀρετῶν σου καὶ τῶν θαυμάτων σου, καὶ τῆς οἰκειότητος καὶ ἀγχιστείας σου, μακαριστὲ Ἱερόθεε· διὸ καὶ χαίρει, τῶν φιλεόρτων θεῖα συστήματα, καὶ συγκροτοῦσιν ἐν τῇ μνήμῃ σου, θεοφόρε θεόφθεγκτα ᾄσματα, εὐκλεῶς σε τιμῶντες, ὡς Χριστοῦ νέον θεράποντα.

Προκαθαρθεὶς ἐκ τῆς θύραθεν σοφίας, τὴν ἐξ ὕψους ὕστερον σοφίαν εἴληφας, διὰ συντόνου δεήσεως, δι’ ἐγκρατείας, δι’ ἀγρυπνίας καὶ μετριότητος· ὅθεν Ἱερόθεος ὄντως γεγένησαι, καὶ τῶν ἐν Ἄθῳ ἐξαίρετος, θεῖος μονάστης, καὶ τῆς ἐρήμου νήσου ἐξάκουστος· καὶ μετετέθης ὡς ἠθέλησας, πρὸς Χριστὸν τὸν Νυμφίον Σου Ὅσιε, ἐν σκηναῖς αἰωνίαις, εἰς ἀεὶ ἐπαγαλλόμενος.

Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε πιστοί, χορείαν συγκροτήσαντες σήμερον, ἐπὶ τῇ μνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμῶν, ψαλμοῖς καὶ ὕμνοις τοῦτον καταστέψωμεν· οὗτος γὰρ ὁ τοῦ Θεοῦ ἱερὸς Ἱερόθεος, τὸν Θεὸν ἐν προσευχαῖς καὶ νηστείαις ἐκζητήσας, καὶ εὑρὼν ὡς ᾐτήσατο, παῤῥησίας πρὸς Αὐτὸν τυγχάνει, καὶ ὑπὲρ πάντων ἐκτενῶς πρεσβεύει, τῶν πιστῶς αὐτοῦ ἑορταζόντων, τὴν ἁγίαν κοίμησιν.

Καὶ νῦν. Προεόρτιον.
Σήμερον ξύλον ἐφανερώθη, σήμερον γένος Ἑβραίων ἀπώλετο, σήμερον διὰ πιστῶν Βασιλέων, ἡ πίστις φανεροῦται· καὶ ὁ Ἀδὰμ διὰ τοῦ ξύλου ἐξέπεσε, καὶ πάλιν διὰ ξύλου δαίμονες ἔφριξαν, Παντοδύναμε Κύριε, δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄.
Ἀνέτειλε σήμερον ἡμέρα εὐφρόσυνος, ὑπὲρ τὰς ἡλιακὰς ἀστράπτουσα λαμπηδόνας, ἐπὶ τῇ ἐνδόξῳ μνήμῃ σου, Ὅσιε, τρισμάκαρ Ἱερόθεε· σὺ γὰρ ἐν τῇ ἑορτῇ σου πᾶσαν ἀγαθύνεις Πελοπόννησον, γῆν σου τὴν πατρώαν καὶ ἐξάκουστον· διὸ καὶ χαίρει ἡ ἐν Ἄθῳ Κλήμεντος Μονή, καὶ ἡ ἔρημος τοῦ Αἰγαίου νῆσος, τοὺς ἀσκητικοὺς ἀγῶνάς σου κατέχουσα, καὶ τὰς χάριτας τῆς ἁγιότητός σου, Πάτερ ἁγιώτατε.

Ἦχος β΄.
Τῆς σοφίας Ὅσιε τρισμάκαρ, μέτοχος γενόμενος τῆς θύραθεν, τῆς τοῦ Θεοῦ Σοφίας οἶκος γέγονας, Πνεύματος Ἁγίου ἐπιλεύσει· διὰ γὰρ νήψεως καὶ ἐγκρατείας τὸν νοῦν ἐκάθηρας, καὶ διὰ καθάρσεως εἰς ὕψος ἀνελήλυθας τὸ θεῖον, καὶ Θεοῦ μυστήρια ἐπέγνως, καὶ Αὐτὸν ὡς δυνατὸν ἐθεώρησας· ᾯ καὶ παριστάμενος ἐν δόξῃ, αἴτησαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος γ΄.
Τὸν μονήρη βίον ἀσπασάμενος ὁ μέγας, ἱερὸς τῷ Θεῷ ἐγένετο, ὡς ἡ κλῆσις τοῦ αὐτοῦ ἡ θεία· ὁ γὰρ τῇ κλήσει Ἱερόθεος, καὶ τὴν πρᾶξιν εἶχε τὴν προσήκουσαν, ἱερεὺς ὑπάρχων τοῦ Ὑψίστου, καὶ τὰ ἱερὰ τῷ λαῷ ἐδίδασκεν ἔργα, καὶ αὐτοῦ τὰ ἔργα, ἱερὰ ὑπῆρχον τὰ ἐν βίῳ· ὅθεν καὶ τὸ τάλαντον αὐξῆσαι θέλων, πόλεις περιῆλθε καὶ τὰς νήσους, ἀποστολικῶς διδάσκων καὶ κηρύττων τοῖς πιστοῖς δωρούμενος τὰ κρείττονα.

Δόξα. Ἦχος δ΄.
Παράδοξα σήμερον, ἐκ τοῦ βίου σου μυούμεθα, οἱ τὴν μνήμην σου δοξάζοντες, Ἱερόθεε Ὅσιε Πάτερ· τίς γὰρ ἀκούων τὴν ἄμετρόν σου ἐγκράτειαν, οὐ θαυμάζει τὴν ὑπομονήν σου καρτερόψυχε; Ἄγγελοι ἐθαύμασαν ἐν οὐρανοῖς, τὴν ἐπὶ γῆς ἰσάγγελόν σου καθαρότητα, καὶ ἄνθρωποι ἐξέστησαν, τὴν ὑπὲρ ἄνθρωπον ὁρῶντές σου διαγωγήν· χαίρει ἐν τῇ μνήμῃ σου πᾶσα ἡ Ἑλλάς, σοῦ τὰ σπάργανα κατέχουσα ἐν κόλποις, καὶ συγχαίρει πᾶσα ἡ Ἰβήρων, σοῦ τὴν κάραν τὴν ἁγίαν ὡς πλουτοῦσα καὶ τὸν Κτίστην μεγαλύνουσα.

Καὶ νῦν. Προεόρτιον.
Τοῦ τιμίου Σταυροῦ Χριστὲ τὴν ἐνέργειαν, προδιατυπώσας Μωϋσῆς, ἐτροπώσατο τὸν ἐναντίον Ἀμαλήκ, ἐν τῇ ἐρήμῳ Σινᾷ· ὅτε γὰρ ἐφήπλου τὰς χεῖρας, Σταυροῦ τόν τύπον ποιῶν, ἐνίσχυεν ὁ λαός· νυνὶ τῶν πραγμάτων ἡ ἔκβασις εἰς ἡμᾶς πεπλήρωται. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ δαίμονες φυγαδεύονται. Σήμερον ἡ κτίσις πᾶσα ἐκ τῆς φθορᾶς ἠλευθέρωται· πάντα γὰρ διὰ Σταυροῦ, ἐπέλαμψεν ἡμῖν τὰ χαρίσματα· διὸ γηθόμενοι πάντες, προσπίπτομέν σοι, λέγοντες· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε δόξα σοι.





















Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἱερὸς τοῦ Θεοῦ, Ἑλλάδος πάσης καὶ τοῦ Ἄθω τὸ καύχημα, ὁ κτήσας ἔνθεον βίον, ἐν ἀτελεῖ τῆς σαρκός, ἡλικίᾳ μάκαρ Ἱερόθεε· διὸ πλήρης γέγονας, πάσης θείας φρονήσεως, φιλοσοφίας, καὶ Θεοῦ θείας γνώσεως, καὶ ἐμόνασας, καὶ τὸ σχῆμα ἐφόρεσας· ὅθεν καὶ μεμακάρισαι, εἰς πόλιν γενόμενος, τὴν τῶν Δακῶν καὶ Αὐστρίας, καὶ Βασιλεύουσαν ἅπασι, διδάσκων κηρύττων, τοῦ Θεοῦ τὰ μεγαλεῖα, καὶ τὰ θαυμάσια.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τῆς Ἰβήρων Μονῆς, θεῖος μονάστης καὶ Θεοῦ φίλος γνήσιος, ὁ κτήσας ἔνθεον βίον, διὰ νηστείας πολλῆς, νήψεώς τε ἅμα καὶ ἁγνότητος· διὸ ἱερώτατε, Ἱερόθεος γέγονας, κλήσει καὶ πράξει, καὶ τοῦ χρίσματος ἔτυχες, ὡς φερώνυμος, ἱερέων ἐν χάριτι· ὅθεν καὶ ἐκ δυνάμεως, ἐπήρθης εἰς δύναμιν, τοῦ ἐκδιδάσκειν τοὺς πάντας, καὶ τῷ Θεῷ τὴν ἀναίμακτον, θυσίαν προσφέρων, ὑπὲρ τῶν ἐπιτελούντων, τὴν θείαν μνήμην σου.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, τῶν μοναζόντων φωστήρ, τῆς ἀοικήτου νήσου μάκαρ τὸ πλήρωμα, ἐκεῖ γὰρ ἀσκήσας λίαν, ὅλον τὸν βίον πληροῖς, καὶ τὴν νήσον πᾶσαν, ἁγιάζεις σύ, κοσμεῖσαι σαφέστατα, τὴν Μονήν σου τῇ κάρᾳ σου, θαυματουργούσῃ, θαυμαστὲ Ἱερόθεε, καὶ ἐπεύφρανας, τοὺς ἐν ταύτῃ μονάζοντας· ὅθεν καὶ τὴν τυφλώττουσαν, σαφῶς ἐθεράπευσας, ὡς τὸ ἀνήσυχον βρέφος, καὶ τὸν μονάζοντα φλύαρον, καὶ ἔτι προφθάνεις, τοὺς σαρκὶ ἐνοχλουμένος, καὶ σώζεις ἅπαντας.

Δόξα. Ἦχος β΄.
Τὴν ἰσάγγελόν σου βιοτήν, Ὅσιε Πάτερ, καθορῶν ὁ ἔχθιστος ἐχθρὸς ἐσπειρᾶτο καὶ ἐμαίνετο, καὶ τῷ φθόνῳ συνεχόμενος, νοητῶς ὁ δείλαιος ἐτιτρώσκετο, μὴ τομῶν σου προσψαῦσαι τὸ σύνολον· ὁ γὰρ μὴ δυνάμενος τοῖς χοίροις ἐφάψασθαι, ἄνευθεν βουλῆς τῆς τοῦ Θεοῦ, πῶς σὲ τὸν θεράποντα Αὐτοῦ, ἐν κακοῖς νικῆσαι δυνήσεται, τὸν φωστῆρα μοναστῶν καὶ ἀσκητῶν, θεοφόρε Ἱερόθεε;

Καὶ νῦν. Προεόρτιον.
Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.





Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς σοφίας ταμεῖον Καλαμῶν θεῖον βλάστημα, καὶ τῶν ἀπ’ αἰῶνος Ὁσίων, μιμητὴς καὶ ἰσότιμος, ἐδείχθης Ἱερόθεε σοφέ, ἀσκήσας ἐν τῷ Ἄθῳ ἱερῶς· διὰ τοῦτο ὡς θεράποντα τοῦ Χριστοῦ, τιμῶμέν σε κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα... Καὶ νῦν... Τοῦ Σταυροῦ Ἦχος β'
Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ὄρθρος φαεινός, ἐξανέτειλε πᾶσιν, ἡ μνήμη σου σοφέ, καὶ ἐφώτισε πάντας, φωτὶ τῶν θείων ἔργων σου, Ἱερόθεε Ὅσιε· ὅθεν ἔνδοξε, ταῖς πρὸς Θεὸν σαῖς πρεσβείαις, τοὺς τὴν μνήμην σου, ἐπιτελοῦντας τὴν θείαν, κινδύνων περίσωζε.
Δόξα.
Μετέστης πρὸς Θεόν, ὁ Θεῷ ἐγνωσμένος, δι’ ἔργων ἀγαθῶν, ὡς Ὁσίων ἀκρότης· συνήφθης δὲ τοῖς Τάγμασι, τῶν Ἁγίων Ἀγγέλων τε, ὡς ἰσάγγελος, ὡς ἁγιότητος σκεῦος· μεθ’ ὧν πρέσβευε, ὑπὲρ τῶν σὲ εὐφημούντων, σοφὲ Ἱερόθεε.
Καὶ νῦν. Προεόρτιον.
Ὑψούμενον Χριστέ, τὸν Σταυρόν Σου ἡ κτίσις, ὁρῶσα συνυψοῖ, τὴν φωνὴν ἀνυμνοῦσα, τὸ πάθος τὸ ἑκούσιον, Σοῦ τοῦ πάντων Θεοῦ ἡμῶν, καὶ δοξάζουσα, τὴν ἐκ νεκρῶν παναγίαν, Σοῦ Ἀνάστασιν· δι’ ὧν παρέσχες τῷ κόσμῳ, ζωὴν τὴν αἰώνιον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας χάριτος, πεπληρωμένος, Ἱερόθεος, ὅλος ἐδείχθη, ὡς ἱερέων καὶ Ὁσίων συμμέτοχος, τοὺς μὲν ἐπλήρου σοφίας διδάγμασι, τοῖς δὲ ἐδίδου ἀσκήσεως χάριτας· ᾧ γηθόμενοι, αὐτὸν οἱ πιστοὶ δοξάσωμεν, πρεσβεύοντα ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ὁ αὐτός. Τὴν ὡραιότητα.
Ἐπὶ τῇ μνήμῃ σου, τῇ θείᾳ σήμερον, μνήμην ποιούμεθα, τῶν θαυμασίων σου, καὶ οἵων ἔργων τῷ Θεῷ, εὐάρεστος ἐπεφάνη· ὅθεν οἱ τιμῶντές σου, τὴν αὐτὴν ἐξαιτούμεθα, λύσιν ὧν ἡμάρτομεν, ταῖς λιταῖς σου πρὸς Κύριον, εἰρήνην καὶ ἴασιν ἐν πᾶσιν, Ὅσιε Πάτερ, καὶ μέγα ἔλεος.
Καὶ νῦν. Προεόρτιον.
Σταυρὸν καὶ θάνατον, παθεῖν ἑλόμενος, μέσον τῆς κτίσεως, τοῦτον κατέπηξας, ὅτε ηὐδόκησας Σωτήρ, τὸ σῶμά Σου προσηλῶσαι· τότε καὶ ὁ ἥλιος, τὰς ἀκτῖνας ἀπέκρυψε, ταύτα καὶ λῃστὴς ὁρῶν, ἐν Σταυρῷ Σε ἀνύμνησε, βοῶν Σοι· Μνήσθητί μου Κύριε, καὶ ἔλαβε πιστεύσας τὸν Παράδεισον.








Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἱερωσύνης τῷ φωτὶ διαλάμπων, ἐφωταγώγησας λαοὺς διδαχαῖς σου, καὶ πρὸς Θεὸν ὡδήγησας καὶ ἔσωσας, ἄλλος ὡς Ἀπόστολος, τοῦ Χριστοῦ θεοφόρε, ὡς ἀστὴρ πολύφωτος, ὡς υἱὸς κατὰ χάριν, τοῦ οὐρανίου Ὅσιε Πατρός· Ὃν ἐκδυσώπει ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ταχὺ προκατάλαβε.
Ἐν σοὶ τρισμακάριστε καὶ ζωοδότα Σταυρέ, λαοὶ εὐωχούμενοι συνεορτάζουσι, μετὰ ἀΰλων χορῶν· τάξεις ἀρχιερέων, εὐλαβῶς ἀνυμνοῦσι, πλήθη τε μοναζόντων, ἀσκητῶν προσκυνοῦσι· Χριστὸν δὲ τὸν σταυρωθέντα πάντες δοξάζομεν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Δεῦτε ἅπαντες πιστοί, πνευματικὴν χορείαν συστησάμενοι, τὴν νεοσύστατον πανήγυριν τοῦ θείου Πατρός, εὐφημήσωμεν λέγοντες· χαίροις, τῶν νεοφανῶν Ὁσίων ἀγλάϊσμα, Πελοποννήσου κλέος, καὶ τοῦ Ἄθω καύχημα καὶ σέμνωμα· χαίροις, ἰσάγγελε τῷ βίῳ, θεοφόρε Πάτερ Ἱερόθεε· ταῖς πρὸς πρεσβείαις σου, αἴτησαι ἡμῖν τὸ μέγα ἔλεος.



















Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος τοῦ Σταυροῦ καὶ τοῦ Ὁσίου δύο.
Ὁ Κανὼν ὁ Προεόρτιος, οὗ ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων. Γερμανοῦ.
ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμός. Τριστάτας κραταιούς
γάλλου οὐρανὲ καὶ ἡ γῆ εὐφραινέσθω, ὁ πανάγιος Σταυρός, προέρχεται ἡμᾶς, ἁγιάζων ἐν χάριτι, τοῦτον κατασπαζομένους, ὡς πηγὴν ἁγιάσματος, καὶ τῆς πάντων θεώσεως αἴτιον.
Βαδίζειν εὐσεβῶς τὴν οὐράνιον τρίβον, ἐνδυνάμωσον ἡμᾶς, πανάγιε Σταυρὲ τοὺς πιστῶς προσκυνοῦντάς σε, ὅπως τὰ τῶν ἐναντίων ἀποκλίναντες βάραθρα κοινωνοὶ θείας δόξης γενώμεθα.
Γνωστοὶ τῷ Ποιητῇ, διὰ σοῦ γεγονότες, πανσεβάσμιε Σταυρέ, καρδίᾳ καὶ ψυχῇ, προσπτυσσόμεθα πάντοτε, σὲ προκείμενον ὁρῶντες, καὶ τὸν νοῦν φωτιζόμεθα, τόν παναίτιον Λόγον δοξάζοντες.
Θεοτοκίον.
Ἡ πόλις τοῦ Θεοῦ, τὸ τοῦ παμβασιλέως, Θεοδόχον εὐαγὲς κειμήλιον σεπτόν, Θεοτόκε πανάμωμε, φρούρησον τὴν κληρουχίαν, τὴν ἀεὶ εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν τόκον σου.

Ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων: Ὕμνους ἱεροὺς Ἱεροθέῳ πλέκω.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
μνῆσαι βουλόμενος, τὸν Σὸν θεράποντα Κύριε, δοθῆναί μοι δέομαι, λόγον ἁρμόζοντα, Λόγου πάροχε, ταῖς τούτου ἱκεσίαις· καὶ λύσιν παράσχου μοι, τῶν ἐπταισμένων μου.
Μεγάλως ἐδόξασας, γῆν τὴν πατρώαν σου Ὅσιε, ἐνθέοις τοῖς ἔργοις σου ἀπὸ νεότητος, Ἱερόθεε· διὸ κατακαυχᾶται, καὶ νῦν ἑορτάζουσα, μάκαρ τὴν μνήμην σου.
Νεότητι σώματος, τὰ ἱερὰ οἶδας γράμματα, καὶ γηραιὸν φρόνημα, ἔκτησας Ὅσιε, καὶ τὴν τήρησιν, τῶν θείων ἐνταλμάτων, εἰς ἔργον ἐξέτεινας, μόνον καὶ κύριον.
Θεοτοκίον.
Μαρίαν τὴν ἄχραντον, καὶ Θεοτόκον ὑμνήσωμεν, τὸ ὄρος τὸ ἅγιον, στάμνον τὴν πάγχρυσον, τὴν βαστάσασαν, τὸ φύσει θεῖον μάννα, τὸ τρέφον ἑκάστοτε, πιστοὺς τῇ χάριτι.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχὶς κατὰ Ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
νευφημῆσαι τοὺς λαμπροὺς ἀγῶνάς σου, τοὺς ἐξ ἀσκήσεως, θέλοντος τρισμάκαρ, λόγον μοι πρυτάνευσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, τῷ πιστῷ σου ἱκέτῃ, θεόσοφε Ἱερόθεε, καὶ ἐγκωμιάσαι σε σπεύσαντος.
Βίου μονήρους ἐκλεκτὸς γενόμενος, ὁ ἐξ Ἑλλάφος βλαστός, τῷ Θεῷ ἐδόθη, ὅλος ἐκ νεότητος, καὶ τῆς σοφίας γέγονεν, ἐραστὴς τῆς ἐνθέου, καὶ χρίσμα θεῖον ἐδέξατο, θείας ἀναβάσεις ποιούμενος.
Γεῶδες ἅπαν, καὶ σαρκὸς τὸ φρόνημα, ῥίψας προσέδραμε, εἰς τὸ ὄρος Ἄθω, ὁ θεομακάριστος, καὶ κοινωνὸς ἐγένετο, καὶ ὑπήκοος ὅλος, τοῦ ἱεροῦ ἐπαγγέλματος, ἄρας τὸν Σταυρὸν ἐπωμάδιον.
Θεοτοκίον.
Ἴασαι Κόρη τὴν ψυχήν μου δέομαι, τὴν ἀσθενοῦσαν δεινῶς, δραστικῷ φαρμάκῳ, τοῦ Υἱοῦ Σου πάναγνε· εἰς Σὲ γὰρ τὴν ἐλπίδα μου, ἀνατίθημι πᾶσαν, καὶ σὲ μεσίτην προβάλλομαι, πρὸς τὸν Σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν.
































ᾨδὴ γ'. Προεόρτιος. Ὁ Εἱρμός. Οὐκ ἐν σοφίᾳ
Δόξαν Χριστοῦ σε, χρηματίσαντα πίστει δοξάζομεν, δοξαζόμενοι ταῖς σαῖς, δεδοξασμένε Κυρίου Σταυρέ, σεπταῖς περιπτύξεσι, καὶ φωτιζόμενοι.
ν εὐφροσύνῃ, προσελθόντες Πιστοὶ ἀρυσώμεθα, ὡς ἐκ κρήνης καθαρᾶς Σταυροῦ, ἀείζωα νάματα, καὶ διασῳζόμενοι, Θεὸν ὑμνήσωμεν.
Ζωὴ ὑπάρχων, Ἰησοῦς κρεμασθεὶς τεθανάτωται, ἐπὶ ξύλου τοῦ Σταυροῦ· ὃν νῦν πιστῶς προσπτυσσόμενοι, πάθη ἀποφεύγομεν, θανάτου πρόξενα.
Θεοτοκίον.
Ἐπιφανεῖσα, τῆς ψυχῆς μου τὸ σκότος ἀπέλασον, ἁμαρτίας τὰς σειρᾶς, ἁγνὴ Παρθένε διάῤῥηξον, σῶσόν με κυήσασα, τὸν Πανοικτίρμονα.

Ὁ α’ Κανὼν τοῦ Ὁσίου. Τοὺς σοὺς ὑμνολόγους.
μέγας ἐν χάριτι τῇ θείᾳ, σοφίας τῆς ἔξω μετασχώνν, τὸν νοῦν εὐθὺν καὶ ἔνθεον, ἐκτήσατο καὶ γέγονεν, ἐκ τῆς αὐτῆς θεόσοφος, καὶ δι’ αὐτῆς Ἱερόθεος.
Υἱὸς γεννηθεὶς σοφὲ ἀνθρώπου, υἱὸς κατὰ μέθεξιν Θεοῦ, ἐδείχθης Ἱερόθεε, διὰ τῶν θείων πράξεων, καὶ παρθενίαν ἔκτησας, τὴν ποθουμένην σοι Ὅσιε.
Σωθεὶς ἐν Ζακύνθῳ θεοφόρε, καὶ θείῳ πυρὶ πυρποληθείς, εἰς τὰ τοῦ Ἄθω ἔπειτα, μετέβης καταγώγια, τοῦ ὄρους καὶ ἐνέκρωσας, τὰ τῶν παθῶν αἰσθητήρια.
Θεοτοκίον.
λέους Σου Κόρη ταῖς ῥανίσι, τοὺς ἄνθρακας σβέσον τῶν παθῶν, Μαρία ἀπειρόγαμε, καὶ ἐσβεσμένον ἄναψον, τὸν λύχνον τῆς καρδίας μου, χρυσῆ λυχνία ὑπάρχουσα.

Ὁ β’ Κανὼν τοῦ Ὁσίου. Ὁ στερεώσας κατ’ ἀρχάς.
Διὰ σοφίας τῆς ἐν σοί, τὸν σοφιστὴν τῆς κακίας, ἀπεμώρανας Σταυροῦ τῇ δυνάμει, καὶ ἀσκήσει λαμπρυνθείς, τὰ πάθη καθυπέταξας, καὶ πρὸς Θεὸν ἀνῆλθες, μακαριστὸς Ἱερόθεε.
ν ἀπαθείᾳ γεγονώς, τῇ τοῦ θανάτου μελέτῃ, οὐκ ἐνίσχυσεν ὁ πλάνος γυμνῶσαι, τὴν ψυχήν σου τὴν φαιδράν, τοῦ θεϊκοῦ ἐνδύματος, ὥσπερ τὸν πρῶτον οἴμοι! ἄνθρωπον μάκαρ ἐγύμνωσεν.
Ζωῆς τῆς κρείττονος σοφέ, ποθήσας καθωδηγήθης, ἐκ Θεοῦ καὶ ἐν αὐτῇ διαμείνας, μέχρι τέλους τῷ αὐτῷ, εὐάρεστος γεγένησαι, καὶ πρὸς Αὐτὸν μετέστης, Ὅσιε Πάτερ γηθόμενος.
Θεοτοκίον.
Εὐρυχωρότατον Θεοῦ, τοῦ ἀχωρήτου δοχεῖον, ἡ τὸ χρέος τῆς προμήτορος Εὔας, ἀποδοῦσα μόνη Σύ· δίχα φθορᾶς γὰρ ἔτεκες, τὸν τῶν ἁπάντων Κτίστην, οὐ κατὰ φύσιν ἢ ἔκστασιν.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς σαρκὸς τὰς ὀρέξεις ἀπαρνησάμενος, καὶ ψυχῆς τὸν Νυμφίον μάκαρ εὑράμενος, ἐταμίευσας Αὐτὸν ἐν καρδίᾳ σου, καὶ ποιήσας σεαυτόν, ναὸν ἁγίου Θεοῦ, ὡς ἄλλος Χριστοῦ ἐδείχθης, Ἀπόστολοι πλήρης δόξης, καὶ ἁγιότητος Ἱερόθεε.
Δόξα.
Μεσσηνία καυχᾶται ἐπὶ τῇ δόξῃ σου, Πελοπόννησος πᾶσα καὶ Ὄρος Ἅγιον, ἡ μὲν ὡς γνήσιον υἱόν σε κατέχουσα, τὸ δὲ ὡς Ὅσιον Θεοῦ, καὶ κατὰ πνεῦμά σε υἱόν, καὶ πρόσφατον ἐν Ἁγίοις· καὶ σοῦ κροτοῦσι τὴν μνήμην, Πατὴρ ἡμῶν Ἱερόθεε.
Καὶ νῦν. Προεόρτιον.
Τὸ πανάγιον Ξύλον Σταυρὸν τὸν τίμιον, ἀναλάβωμεν κράζει Χριστὸς ὁ Κύριος, καὶ τὰς ματαίας ἡδονὰς ἀποῤῥίψωμεν, ὃ οἱ πάλαι βασιλεῖς, ἀναλαβόντες εὐσεβῶς, ἐνίκησας πολεμίους, καὶ φῦλα τὰ τῶν βαρβάρων, τῇ δυνάμει τούτου ἀνέτρεψαν.




























ᾨδὴ δ' Προεόρτιος. Ὁ Εἱρμός. Δι᾿ ἀγάπησιν Οἰκτίρμον
λιόμορφος ὁρώμενος προσκυνεῖται, ὑπὸ πιστῶν ἀνθρώπων, ὁ Σταυρὸς τοῦ Κυρίου, ὃν κατασπαζόμενοι, ψυχὰς φωτιζόμεθα.
Θεὸς Κύριος σαρκούμενος ἐπεφάνη, καὶ ὑψωθεὶς ἐν ξύλῳ, τοὺς αὐτὸν προσκυνοῦντας, φωτίζει ἑκάστοτε, δεινῶν ἐξαιρούμενος.
λασμὸν ἡμῖν καὶ ἄφεσιν τῶν πταισμάτων, Λόγε Θεοῦ παράσχου, τοῖς πιστῶς προσκυνοῦσι, σήμερον προκείμενον, Σταυρόν σου τὸν τίμιον.
Θεοτοκίον.
Μὴ κενώσας τοὺς Πατρῴους ὁ Λόγος κόλπους, σοῦ ἐν τοῖς κόλποις Κόρη, ἀνεκλίθη ὡς βρέφος, θέλων ἀναπλάσαι με, φθορᾷ ὑποκείμενον.

Ὁ α’ Κανὼν τοῦ Ὁσίου. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.
θυνας τὸν βίον σου Πάτερ σοφέ, εἰς τὰ ἐν τῷ Ἄθῳ σκηνώματα, καὶ θείῳ ζήλῳ, ἐξ αὐτῶν πυρποληθείς, παθεῖν ὑπερεπόθησας, ὑπὲρ τοῦ Χριστοῦ Ἱερόθεε.
ν τῇ τῶν Ἰβήρων Μονῇ, μείνας ὁ σοφὸς Ἱερόθεος, κείρει τὰς τρίχας, καὶ πληροῦται φωτισμοῦ, καὶ ἐκφοβεῖ τοὺς δαίμονας, καὶ χαροποιεῖ τοὺς μονάζοντας.
ήτωρ ἐν Δακίᾳ ὅλος δειχθείς, ἱεροδιάκονος κέχρισται, ὅλος ἐξάπτων, τῷ πυρὶ τῷ θεϊκῷ, καὶ ὅλος εὐωχούμενος, τῇ τῶν ἀρετῶν κοσμιότητι.
Θεοτοκίον.
φθης θεοχώρητος ὄντως ναός, τοῦ Παμβασιλέως πανάμωμε Θεογεννῆτορ· ὅθεν πάντες εὐσεβῶς, τοῦ Γαβριὴλ τὸ Χαῖρέ Σοι, πίστει ἀδιστάκτῳ προσφέρομεν.

Ὁ β’ Κανὼν τοῦ Ὁσίου. Σύ μου ἰσχὺς Κύριε.
ποθητή, καὶ θαυμαστὴ παροικία σου, ἐν τῷ Ἄθῳ μάκαρ σε ἀνέδειξε, φίλον Θεοῦ καὶ Θεοῦ υἱόν, θέσει θεοφόρε, δι’ ἀρετῶν τελειότητα· διὸ τοῖς σὲ τιμῶσι, δώρησαι πᾶσιν εὐφροσύνην, ταῖς λιταῖς σου σοφὲ Ἱερόθεε.
Θείῳ σοφέ, σοῦ τὰς αἰσθήσεις ἐῤῥύθμισας, φόβῳ Πάτερ, καὶ ἐπαιδαγώγησας, πρὸς νοητὴν τὴν περιωπήν, τῆς ἀγάπης ἤρθης, καὶ ἔξω φόβου γενόμενος, Θεῷ συνανεκράθης, δι’ ἀρετῶν τῇ θείᾳ πράξει, Ὅσιε μάκαρ Ἱερόθεε.
να τρυφῆς, τῆς ἀϊδίου καὶ κρείττονος, συμμεθέξῃ, σὲ τὸν ἀρνησάμενον, πᾶσνα τρυφήν, δόξαν καὶ ζωήν, ὁ ζωῆς ταμίας ᾐμείψατό σε τὸν δίκαιον, καὶ ᾧδέ σου τὸ σῶμα, ὑπερεκβλύζει θαυμασίων, καὶ ὀσμῆς εὐωδίας μακάριε.
Θεοτοκίον.
Ὁ πλαστουργός, ἐκ τοῦ αἰῶνός Σε εὕρατο, ἐν κοιλάδι, κρίνον καθαρώτατον, ταῖς ἀρεταῖς λάμπουσαν σεμνή, βάθει τῆς ἁγνείας, εὐρύτητι τῆς σεμνότητος, ἀνύψωσε τῷ γένει τῶν ἀνθρώπων· διό Σε ὡς Μητέρα τοῦ Κτίστου δοξάζομεν.
ᾨδὴ ε'. Προεόρτιος. Ὁ Εἱρμός. Τὸν φωτισμόν σου Κύριε
Κατὰ παθῶν ἐνίσχυσον, ἡμᾶς φθοροποιῶν, τοὺς σὲ τιμῶντας, καὶ ἀσπαζομένους τίμιε Σταυρέ, ἁγίου πάθους, ἁγιώτατον σύμβολον.
Λελαμπρυσμένοι σήμερον καρδίας καὶ ψυχάς, καλῶν ἰδέαις, προσέλθωμεν πιστοί, καὶ τὸ σεπτὸν καὶ θεῖον ξύλον, τοῦ Σταυροῦ προσκυνήσωμεν.
Μεῤῥᾶς γλυκαίνει πρότερον τὰ ὕδατα Μωσῆς, σημαίνων ξύλῳ, σὲ τίμιε Σταυρέ, δι᾿ οὗ γλυκασμὸν σωτηριώδη, τοῖς βροτοῖς ἐναπέσταξας.
Θεοτοκίον.
Ὑπὲρ ἡμῶν δυσώπησον, Χριστὸν τὸν ἐκ τῶν σῶν, ἀγνῶν αἱμάτων, πανάχραντε Κόρη, σάρκα ὑλικὴν ἠμφιεσμένον, καὶ βροτοὺς ἀναπλάσαντα.

Ὁ α’ τοῦ Ὁσίου. Ἐξέστη τὰ σύμπαντα.
δεύων ὁ Ὅσιος, καὶ θεῖος Ἱερόθεος, ἔσπευδε τοὺς ἔμφρονας διδάσκειν, τὴν θείαν τρίβον καὶ διδασκόμενος, ὑπὸ τῶν σοφῶν καὶ τῆς αὐτῶν, πλήρης ὅλος γέγονε, καὶ τοῦ Θεοῦ σκεῦος εὔθετον.
πόπτερος γέγονεν, ὁ Ὅσιος κτησάμενος, πᾶσαν ἀρετήν τε καὶ σοφίαν, ἱερωσύνην καὶ γνῶσιν ἔνθεον, καὶ πρὸς τῶν Ἰβήρων τὴν Μονήν, ἐπανάγων δέδεικται, πάσης χάριτος ἔμπλεως.
Στενούμενον πρόφθασον, κλονούμενόν με στήριξον, κείμενον ἐν βάθει ἀκηδίας, διέγειρόν με τῇ παῤῥησίᾳ σου, ἣν ἐκτήσω Πάτερ πρὸς Θεόν, ὡς πρὸ σοῦ ἐκτήσαντο, οἱ θεόπται Ἀπόστολοι.
Θεοτοκίον.
Φωτὸς καταγώγιον, τοῦ οὐρανίου γέγονας, γνώρισμα τῆς χάριτος τῆς θείας, τόνος Ὁσίων, κατὰ παθῶν σαρκικῶν, ταμεῖον προνοίας θεϊκῆς· ὕμνοις ἡ πανύμνητος Θεοτόκος ὑμνείσθω μοι.

Ὁ β’ Κανὼν τοῦ Ὁσίου. Ἵνα τί με ἀπώσω.
Κατεκόσμησας μάκαρ, σεαυτὸν ἐν νηστείᾳ καὶ καθαρότητι, διὰ θείου ζήλου, τῆς μεγάλης σου ὄντως ἀσκήσεως, τῆς ἐν τῇ τοῦ Ἄθῳ, διατριβῆς σου τῆς ὁσίας, καὶ τῆς ἐν νήσῳ σοφὲ Ἱερόθεε.
Λαϊκοὶ καὶ μονάσται, καὶ μιγάδες συνέτρεχον ἅπαντες, θέλοντες ἰδεῖν σε, καὶ ἀκοῦσαι φωνῆς σου καὶ ἅψασθαι, σοῦ τῶν ἱματίων, καὶ ἰαθῆναι ἐκ τῶν νόσων, καὶ εὐλογίας τῆς σῆς ἀπολαύσεσθαι.
Μεγαλύνει σε Πάτερ, μοναστῶν ἡ χορρεία ἡ ἐν τῷ Ἄθωνι, καὶ τοῦ χριστωνύμου, ἡ πληθὺς Μεσσηνίας τε ἅπασα· ὅτι τῶν λειψάνων, καὶ τῶν σπαργάνων σου τρυφῶσαι, τὸν δοξάζοντά σε νῦν δοξάζουσι.
Θεοτοκίον.
Φωτεινήν Σε νεφέλην, φέρουσαν τὸν ἄδυτον ἥλιον Δέσποινα, οἱ βροτοὶ εἰδότες, ἀνυμνοῦμεν καὶ πόθῳ γεραίρομεν· τὴν γὰρ ἀμορφίαν, τὴν ἐν Ἐδὲμ ἀμαυρωθεῖσαν, ἀνεμόρφωσας θείαις λαμπρότησι.

ᾨδὴ ς'. Προεόρτιος. Ὁ Εἱρμός. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης
Νυγεὶς ἐπὶ σοὶ πλευρὰν ὁ Κτίστης, Σταυρὲ ἐθελουσίως, ἀναρτώμενος, αἷμα καὶ ὕδωρ ἀποκενοῖ, δι᾿ ὧν ἀνεπλάσθημεν, οἱ πιστῶς σε ἀσπαζόμενοι.
Ξύλον ζωοδώρητον Κυρίου, πηγὴ ἀθανασίας, ἀπολύτρωσις παντὸς τοῦ κόσμου, σῷζε ἡμᾶς, τοὺς ἀσπαζομένους σε, ὡς φρουρὸν ἡμῶν σωτήριον.
πλον ἡμῖν ἄῤῥηκτον ἐδόθης, δι᾿ οὗ νικῶμεν πάσας, τὰς ἐνέδρας τῶν ἀντικειμένων, θεῖε Σταυρέ, οἱ ψυχῆς εὐθύτητι, ἱερῶς σε ἀσπαζόμενοι.
Θεοτοκίον.
Ἅγιος ναὸς τοῦ ἐν Ἁγίοις, ἐπαναπεπαυμένου, ἐχρημάτισας Θεογεννῆτορ· ὅθεν ἡμᾶς, τοὺς πιστῶς ὑμνοῦντάς σε, ἁγιάζεις Μητροπάρθενε.

Ὁ α’ Κανὼν τοῦ Ὁσίου. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Ἰδέαν πᾶσαν ἐγνώρισας, Γραφῆς τῆς ἱερᾶς Ἱερόθεε, ὡς σκεῦος ἔνθεον, ὡς θεοφόρος καὶ Ὅσιος, τῆς παλαιᾶς καὶ νεάς, ὡς πνευματέμφορος.
χρίσθης μύρῳ τῆς χάριτος, πρεσβύτερος γενόμενος Ὅσιε, καὶ τὴν ἀναίμακτον, θυσίαν φέρων τῷ Κτίστῃ σου, ὑπὲρ τῶν δεομένων σου χάριν εἴληφας.
ητόρων γλῶσσαι οὐ σθένουσι, τὴν μνήμην σου ὑμνῆσαι μακάριε· διὸ καὶ χαίρουσιν, οἱ ἐν τῷ Ἄθῳ μονάζοντες, καὶ οἱ ἐν Μεσσηνίᾳ Πάτερ φιλέορτοι.
 Θεοτοκίον.
Σοφίαν Λόγον κηρύττομεν, Υἱὸν τὸν τοῦ Πατρὸς προαιώνιον, ἐπισκιάσαντα, οὐσιωδῶς ἐν τῇ μήτρᾳ Σου, καὶ τῇ ἀρίστῃ πλάσει, ἡμᾶς θεώσαντα.

Ὁ β’ Κανὼν τοῦ Ὁσίου. Ἱλάσθητί μοι Σωτήρ.
Νεκρώσας τὸ τῆς σαρκός, κατεπαιρόμενον φρόνημα ἐζώωσας τὴν ψυχήν, εὐχῇ τῇ ἀλήκτῳ σου· διὸ καὶ ὀ Κύριος δέδωκέ σοι χάριν, τῶν θαυμάτων Πάτερ Ὅσιε.
Ξένα σοφὲ καὶ φρικτά, τὰ περὶ σοῦ διηγήσασθαι, ὑπάρχει ὡς ἀληθῶς, σοφὲ Ἱερόθεε· ὑστέροις γὰρ ἔσπευσας, ἐν καιροῖς δοξάσαι, ἐν ἀσκήσει σοῦ τὸν Κύριον.
δήγησον εἰς ὁδούς, τῆς σωτηρίας δεόμεθα, τοὺς πόθῳ τε καὶ χαρᾷ, καὶ ἐν κατανύξει σε, γεραίροντας Ὅσιε, καὶ δοξολογοῦντας, σοῦ τὴν μνήμην τὴν σεβάσμιον.
Θεοτοκίον.
ᾈσμάτων ᾆσμα Σὺ εἶ, θεοχαρίτωτε Δέσποινα, Ἀγγέλων ἡ καλλονή, βροτῶν ἡ ἀνάπλασις· Θεὸν γὰρ ἐγέννησας σεσωματωμένον, τὸν τὰς φύσεις μεταλλάττοντα.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐν Ὁσίοις θεοφόρον Ἱερόθεον, καὶ ἐν Ἁγίοις νέον κήρυκα τῆς χάριτος, ὑμνῳδίαις εὐφημήσωμεν ἐπαξίως· Μεσσηνίας γὰρ αὐτὸς ὑπάρχει καύχημα, καὶ Μονῆς τῆς τῶν Ἰβήρων θεῖον σέμνωμα· ὅθεν κράζομεν· Χαίροις Πάτερ θεόσοφε.
Ὁ Οἶκος.
Ἄγγελος ἐν ἀνθρώποις, καὶ βροτὸς μετ’ Ἀγγέλων, ἐδείχθης Ἱερόθεε Πάτερ· ὡς γὰρ κλῆσιν ἔσχες ἱεράν, οὕτω καὶ τὸ σὸν πολίτευμα μακάριε, ἱερὸν καὶ θεῖον ἀπετέλεσας· διὸ καὶ προχειρίζομαι, τὸν βίον σου ἐγκωμίασαι οὕτως·
Χαῖρε, ὁ γόνος Πελοποννήσου·
χαῖρε, τὸ τέρμα ἐρημονήσου.
Χαῖρε, Μεσσηνίας ἁπάσης τὸ καύχημα·
χαῖρε, τῶν ἐν Ἄθῳ Πατέρων τὸ σέμνωμα.
Χαῖρε, ὅτι ἐμαθήτευσας ἐν σοφίᾳ καὶ σπουδῇ·
χαῖρε, ὅτι κατεσόφισας τοὺς πρὸς σὲ μετὰ σπουδῆς.
Χαῖρε, τὸ τῆς Ἑλλάδος θεοδώρητον θρέμμα·
χαῖρε, τὸ τῶν ἐν Ἄθῳ θεοκόσμητον θέμα.
Χαῖρε, στολὴ Ὁσίων ἐν πνεύματι·
χαῖρε, ὀσμὴ Ἁγίων ἐν χάριτι.
Χαῖρε, δι’ οὗ μονασταὶ εὐοδοῦνται·
χαῖρε, δι’ οὗ ἀσκηταὶ περαιοῦνται.
Χαίροις, Πάτερ θεόσοφε.

Συναξάριον.
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἱεροθέου, τοῦ ἐκ Καλαμῶν μὲν τῆς Πελοποννήσου ὁρμωμένου, ἐν δὲ τῇ κατ’ Ἄθῳ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων ἀσκήσαντος, καὶ ὁσίως κοιμηθέντος ἐν ἔτει 1745.
Ἱερόθεε ἱερὸς Θεῷ ὤφθης,
κτείνας τὰ πάθη ἐγκρατείας τοῖς πόνοις.
Τρίτῃ καὶ δεκάτῃ Ἱερόθεος εἰσέδραμε ἄστυ Θεοῖο.
Οὗτος ἐγεννήθη κατὰ τὸ 1686ῳ ἔτος ἀπὸ Χριστοῦ ἐν Καλάμαις τῆς Πελοποννήσου ἐκ γονέων εὐσεβῶν καὶ πλουσίων, Δήμου καὶ Ἀσημίνας. Τυχὼν δὲ φύσεως δεξιᾶς εὐχερῶς ἐξέμαθε τὰ ἐγκύκλια μαθήματα καὶ ἱκανῶς ἠσκήθη εἰς τὴν Ἑλληνικὴν καὶ Λατινικὴν διάλεκτον. Ἀποθανόντων δὲ τῶν γονέων αὐτοῦ, μετέβη εἰς Ζάκυνθον σχολάζων ἐκεῖ εἰς τὴν μάθησιν, καὶ ἐκεῖθεν ἦλθεν εἰς Ἅγιον Ὄρος καὶ κατόπιν εἰς Κωνσταντινούπολιν, Βλαχίαν καὶ Βενετίαν, ἀλλαχοῦ μὲν διδάσκων, ἄλλοτε δὲ διδασκόμενος καὶ αὐξάνων εἰς τὴν φιλοσοφίαν. Ἔπειτα ἐπαναστρέφει εἰς Ἅγιον Ὄρος καὶ κατοικεῖ εἰς τὴν εὐαγῆ Μονὴ τῶν Ἰβήρων, ἔνθα διὰ νηστείας ὑπερβαλλούσης καὶ πολλῆς ἀγρυπνίας καὶ ἀδιαλείπτου προσευχῆς ὕψωσεν ὅλον τὸν νοῦν αὐτοῦ πρὸς τὸν Θεὸν καὶ ἔνθεος ὅλος ἐγένετο. Μεταβὰς δὲ ἀκολούθως εἰς Σκόπελον, ἔνθα ἐπὶ ὀκτὼ ἔτη παρέμεινε διδάσκων καὶ κηρύττων καὶ δεχόμενος τοὺς λογισμοὺς τῶν ἐξομολογουμένων, ἀνεχώρησε τέλος εἰς τὸν ἐκεῖ που κειμένην ἐρημόνησον Γιοῦρα μετὰ τριῶν ἀδελφῶν· καὶ ἐκεῖ σὺν αὐτοῖς συνασκουμένος ἐπί τινα καιρόν, ἠσθένησε καὶ τῇ ΙΓ΄ Σεπτεμβρίου ἐν ἔτει 1745ῳ μετέβη εἰς τὴν αἰώνιον ζωήν, ζήσας ἐπὶ γῆς χρόνους 59. Ἡ δὲ τιμία αὐτοῦ κάρα τεθησαύρισται ἐν τῇ τῶν Ἰβήρων ἱερᾷ Μονῇ, ὁμοῦ μετὰ τῆς σιαγόνος τοῦ Ὁσίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἐγκαινίων τῆς Ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Αναστάσεως.
Νόμον παλαιὸν Ἰσραὴλ πληρῶν νέος,
ἐγκαινίοις σοι τὸν τάφον τιμᾷ Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Κορνηλίου τοῦ Ἑκατοντάρχου.
Ζωῆς ἀπίστου Κορνήλιε ἐξάγεις,
πιστῶν ἀπαρχὴν τῶν ἀπ’ ἐθνῶν Χριστέ μου.
Οὗτος ἐν τοῖς τῶν Ἁγίων Ἀποστόλων χρόνοις ὑπῆρχεν, ὅς βίον μετερχόμενος ἀνεπίληπτον, εἶδεν Ἄγγελον προτρεπόμενον αὐτῷ, τὸν Ἀπόστολον Πέτρον μετακαλέσασθαι, καὶ παρ’ αὐτοῦ ἀκοῦσαι ἅ δεῖ. Καὶ δὴ παραγενόμενος ὁ Πέτρος πρὸς αὐτόν, καὶ τὸν λόγον τοῦ Κυρίου τοῖς τε συνεληλυθόσι καὶ αὐτῷ προσειπών, κατηχήσας τε καὶ βαπτίσας, τὴν προστασίαν τῆς Σκέψεως πόλεως ἐγχειρίζει, ἥν εὑρὼν κατείδωλον, χάριτι Χριστοῦ πάντας ἐβάπτισε, καὶ αὐτὸν τὸν ἄρχοντα Δημήτριον πανοικὶ τῷ Χριστῷ πεπιστευκότα, ὅθεν ἀποστολικῶς τὸν βίον διανύσας, πρὸς Κύριον ἀπέρχεται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Στράτων, κέδροις προσδεθεὶς καὶ διαμεριθείς, τελειοῦται.
Kέδροις ὁ Mάρτυς προσδεθεὶς Στράτων δύω,
Eἷς ὢν τὸ σῶμα, δείκνυται μέρη δύω.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Κρονίδης, Λεόντιος καὶ Σεραπίων, ἐν θαλάσσῃ βληθέντες τελειοῦνται.
Ὑπῆρξεν ἄθλος ἡ θάλασσα καὶ τάφος,
Σεραπίωνι Kρονίδῃ Λεοντίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Γορδιανός, Σέλευκος καὶ Μακρόβιος, θηρίοις ἐκδοθέντες, τελειοῦνται.
Tὸν Γορδιανὸν καὶ Σέλευκον θηρίοις,
Oἱ θηριώδεις ἐκδιδοῦσιν ἀγρίοις.
Ὁ Mακρόβιος τὸν μακρόν ποθῶν βίον,
Θηρῶν ὁδοῦσι τὸν βραχὺν λείπει βίον.

Σὺν Λουκιανῷ Ζωτικὸν στέφους ἔρως,
ἐρᾷν ἐποίει καὶ στεφανοῦντος ξίφους.
Λύπη παρῆλθεν ὁ πρὶν Ἠλεὶ τὸν βίον,
Ἠλεὶ δὲ μάρτυς σὺν χαρὰ θνήσκει ξίφει.





Oὐαλλέριος ἐκ πόθου τῶν Mαρτύρων,
Θνήσκει πρὸς αὐτῷ τῷ τάφῳ τῶν Mαρτύρων.
Ἐν τῇ Ἀλεξανδρέων Μητροπόλει, τοῦ μακαρίου Κρονίδου διακόνου ἀναλάμαντος, ἐπίστευσαν δι’ αὐτὸν Λεόντιος, καὶ Σεραπίων· ἐν δὲ Γαλατίᾳ τῇ βαρβάρῳ καὶ ἀπίστῳ, Σέλευκος, Οὐαλλεριανός, Μακρόβιος καὶ Γορδιανός· Στράτων δὲ ἐν Νικομηδείᾳ τῆς Βιθυνίας. Καὶ ὁ μὲν Κρονίδης, Λεόντιος καὶ Σεραπίων, μετὰ πλείστα βασάνους, δεθέντες χεῖρας καὶ πόδας, ἐν τῇ θαλάσσῃ ἀπεῤῥίφησαν· καὶ τὰ τούτων λείψανα τῇ ξηρᾷ διασωθέντα, δι’ ὀπτασίας Ἄγγελοι πιστοῖς ἀνδράσι τῇ γῇ καλύψαι προσέταξαν. Οἱ δὲ ἐν Γαλατίᾳ Σέλευκος, Μακρόβιος καὶ Γορδιανός, διὰ τοῦ ἐκεῖ σε ἄρχοντος, πυρὶ καὶ ξίφει, διαφόροις τε στρέβλοις τιμωρηθέντες, τέλος θηρίοις βορὰ ἐξετέθησαν, καὶ τὰς ψυχὰς τῷ Θεῷ παρέθεντο. Ὁ δὲ τῆς Βιθυνίας ἄρχων, δύο φυτῶν κλάδους ἐπὶ τὸ αὐτὸ κυρτώσας, μετὰ τὸ πολλὰ τιμωρήσασθαι τὸν Ἅγιον Στράτωνα, ἑκατέρας αὐτοῦ τὰς χεῖρας ἐν αὐτοῖς προσέδησε· καὶ ἀθρόον κελεύσαντος ἀπολυθῆναι τοὺς κλάδους εἰς τὸν ἴδιον τόπον, διεμερίσαντο τὸν Ἅγιον, καὶ οὕτω τῷ Θεῷ τὸ πνεῦμα παρέδωκεν. Ὁ δὲ Ζωτικός, Ἠλεί, καὶ ὁ Λουκιανός, κατὰ τὴν Τομέων πόλιν, προστάξει Μαξίμου τοῦ ἡγεμόνος, μετὰ πολλὰς τὰς βασάνους, ξίφει ἐτελειώθησαν. Ὁ δὲ Οὐαλεριανός, ἐπὶ τῷ τάφῳ τῶν Ἁγίων θρηνῶν, ἐτελειώθη. Ἤθλησαν δὲ οὗτοι πάντες ἐπὶ Λικινίου τοῦ τυράννου, ἐν ἔτει 315ῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πέτρος ὁ ἐν τῇ Ἀτρέᾳ τῆς Βιθυνίας, ἐν εἰρήνῃ τελειοῦται.
Ῥαγεὶς ὁ Πέτρος τῇ λύσει τοῦ σαρκίου,
Πρὸς αῤῥαγῆ μετῆλθε τὸν Θεὸν πέτραν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀριστείδου.
Ἀριστεὺς ὀφθεὶς Ἀθλητῶν Ἀριστείδη,
Κλεινῶν Ἀθηνῶν ἐπορφύρωσας χθόνα.
Οὗτος ἧν Ἀθηναίος φιλόσοφος ἐνδόξου γένους καὶ ἤθλησεν ἐν τῇ πατρίδι αὐτοῦ ἐπὶ Ἀνδριανοῦ τῷ 120 μ. Χ. Ἐχρημάτισε μαθητὴς τοῦ Διονυσίου τοῦ Ἀρεοπαγίτου καὶ τοῦ Ἱεροθέου, μυηθεὶς ὑπ’ αὐτῶν τῇ εἰς Χριστὸν εὐσεβείᾳ. Ὑπεραμυνόμενος τῶν διωκομένων χριστιανῶν, συνέγραψεν ἀπολογίαν, ἥν ἀπέστειλε τῷ Ἀνδριανῷ. Κηρύττων παῤῥησίᾳ τὸν Κύριον, ὑπεβλήθη εἰς πλῆθος βασάνων καὶ ἐτελείωσε δι’ ἀγχόνης τὸ μαρτύριον κρεμασθεὶς ἐν τῇ ἀγορᾷ τῶν Ἀθηνῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μελετίου τοῦ Πηγά, πατριάρχου Ἀλεξανδρείας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.










ᾨδὴ ζ' Προεόρτιος. Ὁ Εἱρμός. Νέοι τρεῖς ἐν Βαβυλώνι
Πάλαι ἐν ταῖς εὐλογίαις, τῶν παίδων ὁ Ἰακώβ, σὲ προδιεχάραττε, τίμιε Σταυρέ· ἀλλ᾿ ἡμεῖς σε νῦν προσκυνοῦντες πάντοτε, φωτισμὸν ἀρυόμεθα.
άβδῳ σὲ προεικονίζει, θεῖος πάλαι Μωϋσῆς, Σταυρέ, τέμνων θάλασσαν, ἡμεῖς δὲ σε νῦν προσκυνοῦντες, παθῶν ἀβρόχως πέλαγος, χαλεπὸν περαιούμεθα.
Στόματί σε καὶ καρδίᾳ, πανσεβάσμιε Σταυρέ, νῦν περιπτυσσόμενοι, τὸν ἁγιασμόν, τὴν ὑγείαν, τὴν σωτηρίαν πάντοτε, ἀπαντλοῦμεν ψυχῆς τε καὶ σώματος.
Θεοτοκίον.
Παρθένε εὐλογημένη, πρέσβευε ὑπὲρ ἡμῶν, καθικετευόντων σε· εἰς σὲ γὰρ ἐλπίζομεν πάντες, καὶ σοὶ βοῶμεν, Δέσποτα, μὴ παρίδῃς τὴν ποίμνην σου.

Ὁ α’ τοῦ Ὁσίου. Οὐκ ἐλάτρευσαν.
Οὐκ ἐδίστασας ἐπὶ τῇ κακουχίᾳ σου οὐκ ἐδειλίασας, τὸ ἀσθενὲς τῆς σαρκός, ἀλλ’ ἔσπευσας Ὅσιε, κατὰ αὐτῆς πολεμῶν, πιεζόμενος, νηστείᾳ ὑπὲρ ἄνθρωπον, ἀγρυπνίᾳ τε καὶ νήψει.
Θεασάμενος ἐν ὕψει τῷ τῆς γνώσεως ὁ Ἱερόθεος, τῆς τῶν κριμάτων Θεοῦ, εἰς βρῶσιν ἐλάμβανε, τὰ παντελῶς εὐτελῆ, καὶ ἀνέκραζεν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεός μου εἰς αἰῶνας.
ταπείνωσας νηστείᾳ τὰ τοῦ σώματος καὶ συνεζώωσας, τὰ τῆς ψυχῆς καὶ νοός, δυνάμεις θεόσοφε, καὶ ψάλλειν ἔσπευδες Ἱερόθεε· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
κλεξάμενος Νυμφίος ὁ ὡραῖός Σε Παρθένε Δέσποινα, τῶν γηγενῶν ἐκ φυλῆς, λαμπρῶς προεστήσατο, ἐκ δεξιῶν Αὐτοῦ· δεῦρο Νύμφη μου, ἀπὸ Λιβάνου λέγων Σοι, δεῦρο Νύμφη μου καὶ Μῆτερ.

Ὁ β’ Κανὼν τοῦ Ὁσίου. Θεοῦ συγκατάβασιν.
Πληρούμενος Ὅσιε, φωτὸς ἐνθέου, ὡς παρεστὼς τῷ Χριστῷ, τούτου μέτοχον δεῖξον, τὸν ὑμνητήν σου Πάτερ θεόσοφε, ἐχθροὺς διώκων τῇ μεσιτείᾳ σου, τοὺς πολεμοῦντας ἡμᾶς, ταῖς τῶν παθῶν προσβολαῖς.
υσθῆναι ἱκέτευε, Χριστὸν τὸν μόνον ὄντα φιλάνθρωπον, ἀπὸ πάσης ἀνάγκης, καὶ ἐπηρείας τοῦ κοσμοκράτορος, τοὺς μετὰ πόθου ψυχῆς ἀναμέλποντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Συνέσει κοσμούμενος, καὶ σωφροσύνης περιαστράπτων φωτί, ὥσπερ ἥλιος ὤφθης, καταφωτίζων τοῦ κόσμου τὰ πέρατα, καὶ τοῖς Ἀγγέλοις συμψάλλων μακάριε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ναὸς ἁγιώτατος, τοῦ θείου Κόρη Πνεύματος γέγονας, ὑπὲρ φύσιν ἀτρέπτως, ἐν Σοὶ τοῦ Λόγου κατασκηνώσαντος, καὶ ἐν οὐσίαις δυσὶν ἀναλάμψαντος, ἐκ Σοῦ ἡμῖν ὑπὲρ νοῦν, Θεοχαρίτωτε.

ᾨδὴ η' Προεόρτιος. Ὁ Εἱρμός. Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε
Τὸ σωτήριον ὅπλον καὶ ἄῤῥηκτον, τῶν πιστῶν τὴν ἑτοίμην βοήθειαν, τὴν κραταιὰν ἀντίληψιν, τὸν Σταυρὸν τοῦ Κυρίου, νῦν προσκυνοῦμεν, κατενώπιον πάντων προκείμενον.
ψηλῶς ἐπὶ ξύλου ἀνήρτησεν, ἐγκαρσίως τὸν ὄφιν ὡς γέγραπται, ὁ Μωϋσῆς προγράφων σε, πανσεβάσμιον ξύλον· δι᾿ οὗ τῆς βλάβης, νοητῶν ἐκλυτρούμεθα ὄφεων.
Φωτισμὸς τῶν ψυχῶν ἡμῶν πέφυκας, φωτοδότα Σταυρὲ πανσεβάσμιε· σὲ γὰρ περιπτυσσόμενοι, τὰς ἀρχάς τε τοῦ σκότους καὶ ἐξουσίας, ἐκτρεπόμεθα θείᾳ δυνάμει σου.
Θεοτοκίον.
Τὴν ἁγνὴν καὶ Παρθένον τιμήσωμεν, τὴν τὸν ἄναρχον Λόγον καὶ ἄκτιστον, ὑπερφυῶς κυήσασαν, εἰς ἡμῶν σωτηρίαν, ἀναβοῶντες· Εὐλογοῦμεν Παρθένε τὸν τόκον σου.

Ὁ α’ τοῦ Ὁσίου. Παῖδας εὐαγεῖς.
φθης εὐκατάνυκτος ἐν βίῳ, καὶ πρᾷος καὶ ταπεινόφρων καὶ ἡσύχιος, μάκαρ Ἱερόθεε, ὅσιος καὶ ἄκακος, καὶ ὡς ἀγάπης ἔμπλεως, τῆς πρὸς τὸν ἔγγιστα, Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πλεύσας καὶ πρὸς νῆσον τῶν Σκοπέλων, ὡς ὄντως ἱεροκήρυξ καὶ διδάσκαλος, εἰς λαοῦ ἐπίσκεψιν, τοῦ γενέσθαι ἔσπευσε, καὶ εἰς πολλῶν διόρθωσιν, ψάλλων γηθόμενον· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Λίαν ἁγνισθεὶς ἐν τῇ ἀσκήσει, ὁ μέγας ἐν τῇ ἐρήμῳ νήσῳ Ὅσιος, βίου ἐξεδήμησε, καὶ Θεῷ προσήγγισε, ὑπὲρ ἡμῶν ποιούμενος, πρεσβείαν πάντοτε, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶας.
Θεοτοκίον.
Θεῖος θησαυρὸς πάσης ἁγνείας, καὶ σκήνωμα παρθενίας θεοχάρακτον, ὤφθης Θεονύμφευτε, κρίνον εὐωδέστατον, τοῦ φυτουργοῦ τῆς κτίσεως, ἔμψυχον τέμενος· διό Σε, τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ β’ Κανὼν τοῦ Ὁσίου. Ἑπταπλασίως κάμινον.
Τῆς οὐρανίου Ἅγιε, ἀπολαύων χρηστότητος, καὶ τῆς τῶν Ἁγίων, μάκαρ ὡραιότητος, σοφὲ Ἱερόθεε, τῆς τῶν Ὁσίων καὶ ἀσκητῶν, ἵλεων ἡμῖν καὶ εὐμενῆ τὸν Δεσπότην, ἀπέργασαι πρεσβεἰαις, εὐπροσδέκτοις σου ὅπως, σὺν σοὶ τῆς αἰωνίου, ζωῆς ἀξιωθῶμεν.
περευφραίνου σήμερον, Καλαμῶν ἡ Μητρόπολις, καὶ τοῖς ὕμνοις κρότει, θείοις τῷ Σωτῆρί σου· τοῦ γὰρ νέου κήρυκος, Ἱεροθέου τοῦ θαυμαστοῦ, γέγονας πατρίς, καὶ σοῦ αὐτὸς θεῖος γόνος, προστάτης ἀντιλήπτωρ, φρουρός τε πολιοῦχος, σοῦ γέγονε καὶ πρέσβυς, πρὸς τὸν Θεὸν καὶ Κτίστην.
Φύσις γέωδης Δέσποτα, ἀνυμνεῖν σε οὐ δύναται, τὸν ὑπὸ τῶν ἄνω, νοερῶν Δυνάμεων, ἀπαύστως ὑμνούμενον, τριαδικοῖς ἐν ᾄσμασιν· ἀλλὰ ταῖς λιταῖς, Ἱεροθέου τοῦ νέου, ἀξίωσον σὺν τούτῳ, αἰωνίως βοᾷν σοι· Τριάδα τὴν Ἁγίαν, ὑμνοῦμεν εἰς αἰῶνας.
Θεοτοκίον.
ν ταῖς ἀγκάλαις σώζουσα, καὶ θερμῶς προστατεύουσα, πάντων τῶν ἐν θλίψει, Παναγία Δέσποινα, σπλαγχνίσθητι σῶσόν με, καὶ πεπτωκότα ἔγειρον, χεῖρα βοηθείας, πρὸ τοῦ τέλους διδοῦσα, μὴ νύξ με τοῦ θανάτου, καταλάβῃ ὑπνοῦντα, ἵνα Σε κατὰ χρέος, δοξάζω εἰς αἰῶνας.


ᾨδὴ θ' Ὁ Εἱρμός. Προεόρτιος. Ὁ τόκος σου ἄφθορος ἐδείχθη
Χριστὸς ἐπὶ σοὶ ἀνηρτημένος, τὸν κόσμον ἀνύψωσε πεσόντα, εἰς βυθὸν ἀπωλείας ἀληθῶς, Σταυρὲ Κυρίου· ὅθεν σε πόθῳ, νῦν προσκυνοῦμεν, καὶ τιμῶμεν καὶ δοξάζομεν.
Ψυχὰς ἁγνισθῶμεν καὶ καρδίας, καλῶν ἐπιμόνοις ἐργασίαις, καὶ προκείμενον μέσον, τὸ σωτήριον ὁρῶντες τοῦ Σταυροῦ ξύλον, πίστει καὶ πόθῳ, θεοφρόνως προσκυνήσωμεν.
ς ἥλιος μέγας ταῖς ἀκτῖσι, ταῖς σαῖς καταυγάζεις τοὺς ἐν σκότει, καὶ τοὺς δαίμονας φλέγεις, ὡραιότατε Σταυρέ· ὅθεν φώτισον πάντας, τοὺς ἐν πίστει προσκυνοῦντάς σε.
Θεοτοκίον.
Φωτὶ με καταύγασον τῷ θείῳ, φωτὸς οἰκητήριον Παρθένε, τῶν παθῶν μου τὸ σκότος, καὶ τῶν ἡδονῶν τὴν βαθυτάτην ὄντως νύκτα, Θεοκυῆτορ, Παναγία ἀπελαύνουσα.

Ὁ α’ Κανὼν τοῦ Ὁσίου. Ἅπας γηγενής.
χει τὴν σεπτήν, καὶ πάντιμον κάραν σου, ἡ τῶν Ἰβήρων Μονή, ὡς καὶ σοῦ τὰ σπάργανα, κατέχει Πάτερ τῶν Καλαμῶν πᾶσα γῆ, κατατρυφῶσα Ὅσιε τῆς σῆς λαμπρότητος, εὐωδίας, καὶ τῶν θαυμασίων σου, θεοφόρε σοφὲ Ἱερόθεε.
Κάρᾳ σου σοφέ, καὶ θείοις λειψάνοις σου, καὶ τῇ εἰκόνι σου, νῦν οἱ προσπελάζοντες, ῥῶσιν ἀντλοῦσι, παθῶν τε λύτρωσιν, καὶ φωτισμὸν λαμβάνουσι, καὶ θείας χάριτας, σαῖς πρεσβείαις· ὅθεν Ἱερόθεε, μὴ παρίδῃς ἡμᾶς σὲ δοξάζοντας.
κησας σοφέ, ἐν πόλῳ ὡς Ὅσιος ἐπαγαλλόμενος, γῆθέν σου τὰ λείψανα, ὡς θεῖα δῶρα ἀφεὶς τοῖς δούλοις σου· καὶ δι’ αὐτῶν γεραίρομεν, τὴν θείαν μνήμην σου, καὶ τὸν ταύτης μάκαρ μεγαλύνοντα, ἀνυμνοῦντες Χριστὸν μεγαλύνομεν.
Θεοτοκίον.
δε τοῦ Θεοῦ, ὁ τόπος ὁ ἅγιος, προφανῶς δέδεικται· πόλις ἡ περίδοξος, τοῦ Βασιλέως νῦν ᾠκοδόμηται, ὁ φωταυγὴς παράδεισος, φαιδρῶς ἐξήνθησε, Παραδείσου, πρόξενος ὑπάρχουσα, πρὸς Θεόν τε ἀνθρώπων οἰκείωσις.

Ὁ β’ Κανὼν τοῦ Ὁσίου. Ἐξέστη ἐπὶ τούτῳ.
Χορεῖαι τῶν Ἀγγέλων ἐν οὐρανοῖς, Ἀποστόλων Μαρτύρων Ὁσίων τε, Ἱεραρχῶν, πάντων τῶν Δικαίων καὶ Προφητῶν, εὐφραίνονται τῇ δόξῃ σου, μάκαρ Ἱερόθεε τῇ πολλῇ· συγχαίρουσι δὲ τούτοις, καὶ γηγενῶν αἱ τάξεις, τῶν φιλεόρτων αἱ ὀρθόδοξοι.
Ψυχῶν καὶ τῶν σωμάτων θεραπευτής, τοῖς τιμῶσι τὴν μνήμην σου φάνηθι, Πάτερ σοφέ, πᾶσι ταῖς λιταῖς σου πρὸς τὸν Θεόν· σὺ γὰρ ζωῆς τῆς κρείττονος, ἔτυχες ὡς Ὅσιος· διὸ νῦν, προσφέρει σοι τὸν ὕμνον, πατρίς σου θεοφόρε, ἡ εὐσεβής τε καὶ φιλέορτος.
ς μέγιστον τὸ κλέος σου ἀληθῶς, θεοφόρε σοφὲ Ἱερόθεε, καὶ γὰρ αὐτός, πλήρης ἁγιότητος γεγονώς, καὶ ἡμερῶν παρέδωκας, πνεῦμά σου τὸ θεῖον τῷ Ποιητῇ· δεξάμενος οὖν τοῦτο, τὸ πενιχρόν μου δῶρον, ὑπὲρ ἡμῶν Χριστῷ ἱκέτευε.
Θεοτοκίον.
Φυλάξας Σε παρθένον ὁ ἐκ τῶν Σῶν, ἀνατείλας λαγόνων ἀνέσπερος, ὡς ἀληθῶς, Ἥλιος Παρθένε ὃς τὸν κλεινόν, θεράποντα ἐλάμπρυνε, νέον Ἱερόθεον ἐπὶ γῆς· μεθ’ οὗ αὐτὸν δυσώπει, ἡμᾶς κατοικτειρῆσαι, τοὺς εὐσεβῶς Σε μεγαλύνοντας.

Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.
Τῶν μοναστῶν χορεῖαι καὶ τῶν μιγάδων, καὶ λαϊκῶν συνάμα τῶν φιλεόρτων, πᾶσαι Ἱερόθεον τιμήσωμεν, ψαλμοῖς καὶ ὕμνοις σήμερον· ὑπὲρ ἡμῶν γὰρ πρεσβεύει, ἐν παῤῥησίᾳ τῷ Κτίστῃ.
Ἕτερον, ὅμοιον.
Τὴν ἱερὰν καὶ θείαν σου ὄντως μνήμην, ἐκ πόθου Ἱερόθεε ἀνυμνοῦσι, Πελοποννήσου πάντες οἱ ὀρθόδοξοι, καὶ Ἄθω οἱ μονάζοντες· τῶν ἀμφοτέρων γὰρ πέλει, προστάτης ἐξ ἀγχιστείας.
Προεόρτιον, ὅμοιον.
Σταυρὸς ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρος ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρὸς Βασιλέων τὸ κραταίωμα· Σταυρὸς Πιστῶν τὸ στήριγμα· Σταυρὸς Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.




Αἶνοι. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος. Τοῦ Σταυροῦ.
Σήμερον φαιδρῶς ἀγάλλονται, τὰ τῶν φιλεόρτων, εὐσεβῆ συστήματα, ὁρῶντα τὸ τοῦ Σταυροῦ, ξύλον προκείμενον, ἐν ᾧ ἡ αὐτοζωή, ὁ Θεὸς Λόγος τὰς χεῖρας ἐξέτεινε, καὶ ἔσωσε τῶν βροτῶν, τὸ γένος ἅπαν χειρῶν ἐκ τοῦ δράκοντος, καὶ ἀθανατίσας τοῦτο, τὴν ζωὴν δεδώρηται, τῇ Αὐτοῦ Ἀναστάσει, ὁ ζωῆς ταμίας Κύριος.

Σήμερον Σταυροῦ τὴν ὕψωσιν, ὑψήλαις ἐννοίαις, προπανηγυρίζοντες, ὑμνήσωμεν ἐν ᾠδαῖς, Χριστὸν τὸν Κύριον, τὸν δείξαντα νικητάς, διὰ Σταυροῦ τοῦ δι’ ἡμᾶς ὁ φιλάνθρωπος, κατά τε τῶν ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν· καὶ ἐῤῥύσατο, ἐκ θανάτου καὶ ἐξ ᾅδου, καὶ τὴν αἰωνίζουσαν, ἐδωρήσατο δόξαν, ταῖς ψυχαῖς ἡμῶν καὶ εὔκλειαν.

Σήμερον λαμπρῶς εὐφραίνονται, τῶν Ὁσίων τάξεις, ἄνω ἐν τῇ μνήμῃ σου, καὶ κάτω τῶν εὐσεβῶν, ἐν θείῳ πνεύματι· φιλέορτοι οὖν ὑμεῖς, τῶν Καλαμῶν ἐπὶ ταύτῃ κροτήσατε, φιλόπατροι εὐσεβεῖς, τὸν ὑμῶν προστάτην ᾠδαῖς εὐφημήσατε, Ἱερόθεον τὸν μέγαν, ἐν ὑστέροις Ὅσιον, τοῖς καιροῖς γεγονότα, καὶ ὑμᾶς καταφαιδρύναντα.

Μέγας ἐν Χριστῷ γενόμενος, ἱερὸς καὶ θεῖος ὥσπερ Ἱερόθεος, ἐφάνης πράξει σοφέ, καὶ κλήσει ὅμοιος, καὶ ἔστης ἐν οὐρανῷ, μετὰ Ὁσίων ὁσίως τερπόμενος· διὸ καὶ τοὺς ἐν τῇ γῇ, ἡμᾶς προφθάνεις εὐχαῖς σου πρὸς Κύριον, τοὺς ἐπιτελοῦντας πόθῳ, τὴν ἁγίαν μνήμην σου, καὶ τιμῶντάς σου ταύτην, ἐν ψαλμοῖς καὶ ὕμνοις σήμερον.

Δόξα. Ἦχος γ΄.
Πῶς μὴ θαυμάσωμεν, τὸν ἀσκητικόν σου βίον Ἱερόθεε; ὡς γὰρ τὴν κλῆσιν ἔσχες ἱερὰν ἐν τῷ Θεῷ, οὕτω καὶ τὴν πρᾶξιν ἔδειξας φερώνυμον, ἀσκητικῶς ἐνδιαπρέψας· καὶ τῆς σοφίας ἐραστὴς γενόμενος, τὸν σοφιστὴν τῆς κακίας διάβολον, ἀπεμώρανας τελείως καὶ κατήσχυνας, καὶ τέλους μακαρίου ἔτυχες· ἡμεῖς δὲ Πάτερ Ὅσιε, τὴν νεοσύστατον ταύτην σου ἐκτελοῦντες πανήγυριν, αἰτοῦμεν διὰ σοῦ ἱλασμόν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ εἰρήνην καὶ μέγα ἔλεος.

Καὶ νῦν. Προεόρτιον.
Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἑκούσιόν σου σταύρωσιν, εἰς κοινὴν ἐξανάστασιν, τοῦ γένους τῶν ἀνθρώπων καταδεξάμενος, καὶ τῷ καλάμῳ τοῦ Σταυροῦ, βαφαῖς ἐρυθραῖς τοὺς σεαυτοῦ δακτύλους αἱματώσας, ταῖς ἀφεσίμοις ἡμῖν, βασιλικῶς ὑπογράψαι φιλανθρωπευσάμενος, μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας, καὶ πάλιν τὴν ἀπὸ σοῦ διάστασιν· ἀλλ᾿ οἰκτείρησον μόνε μακρόθυμε, τὸν ἐν περιστάσει λαόν σου, καὶ ἀνάστηθι, πολέμησον τοὺς πολεμοῦντας ἡμᾶς, ὡς μόνος παντοδύναμος.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Τὸν ἐν τοῖς Ὁσίοις καὶ Ἀσκηταῖς, νέον θεοφόρον, Ἱερόθεον τὸν σοφόν, ὕμνοις ἐγκωμίων, τιμήσωμεν ἐνθέως, ὡς γνήσιον Κυρίου, ἡμῶν δὲ πρόμαχον.
Τὸν Πελοποννήσου νέον βλαστόν, ἱερὸν καὶ θεῖον, Ἱερόθεον τὸν κλεινόν, τὸν ἐκ τῆς Ἰβήρων, Μονῆς νεοφανέντα, εἷς τῶν Ὁσίων μέγας, ὕμνοις τιμήσωμεν.
Χαῖρε γῆς τρισμάκαρ τῶν Καλαμῶν, πάσης Μεσσηνίας, καὶ τοῦ Ἄθω θεῖος βλαστός, καύχημα ὑπάρχων, αὐτῶν καὶ τῶν ἐν πάσῃ, τῇ γῇ ὡς νέον σκεῦος, τῆς Ἁγιότητος.
Φύλαττε τοὺς δούλους σου ἐν παντί, καὶ οἰκείους πάντας, τοὺς τελοῦντάς σου τὴν σεπτήν, μνήμην θεοφόρε, καὶ τοὺς προσπίπτοντάς σοι, ἐν πίστει τε καὶ πόθῳ, ἐκ πάσης θλίψεως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου