ΑΥΓΟΥΣΤΟΣ ΚΣΤ΄!!
ΙΩΑΣΑΦ & ΒΑΡΛΑΑΜ ΟΣΙΟΙ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν
Στίχους δ΄, εἰς ἦχον πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίροις
Ἰωάσαφ πάνσοφε, ὁ τὸν ζυγὸν τοῦ Χριστοῦ, τὸν χρηστὸν καὶ ἠδύτατον, ἐπ᾿ ὤμων
ἀράμενος, καὶ σαρκὸς βδελυξάμενος ἡδυπαθείας καὶ καρυκεύματα, καὶ κόσμον ὅλως
ἀπαρνησάμενος. Πρέσβευε δέομαι, τῷ Δεσπότῃ δοῦναί μοι, ἁμαρτιῶν, ἄφεσιν, ὡς
εὔσπλαγχνος, καὶ ὑπεράγαθος.
Χαίροις
Ὁσίων τὸ καύχημα, τῶν ἀρετῶν ὁ κανῶν, βασιλέων ἀγλάϊσμα, μαρτύρων ὁμότροπος,
διδασκάλων συνόμιλος, ὁ τῶν Ἀγγέλων ὄντως ἐφάμιλλος, τῇ σωφροσύνῃ καὶ
καθαρότητι. Χαίροις τρισόλβιε, ὁ τὸν Κόσμον ἅπαντα, καταλιπὼν· ὅθεν τὸν
ποθούμενον, Χριστὸν ἐκέρδησας.
Μάκαρ
Ἰωάσαφ πάνσοφε, τοὺς ἀναξίους Θεῷ, ὡς ἀξίους προσήγαγες, Θευδᾶν τὸν
παγκάκιστον, καὶ Ναχὼρ τοὺς γηράσαντας, ἐν ταῖς κακίαις καὶ πανουργεύμασι, καὶ
τοὺς σοὺς δούλους σὺν τῳ γεννήτορι· ὅθεν τῶν πόνων σου, ἐπαξίως εἴληφας, τὰς
ἀμοιβάς, παρὰ τοῦ Δεσπότου σου, ἀγαλλιώμενος.
Χαίροις
Βαρλαὰμ θεσπέσιε, σὺ γὰρ προσήξας Θεῷ, Ἰωάσαφ τὸν πάνσοφον, τοῖς σοφοῖς σου
ῥήμασι, σαγηνεύσας ὡς ἔμπορος, Χριστὸν κηρύττων τὸν πολυτίμητον, Λίθον καῖ
ὄντως ἀξιοθαύμαστον, ὃν καθικέτευε, μετ᾿ αὐτοῦ πρεσβεύοντες, δοῦναι ἡμῖν,
ἐγκλημάτων ἄφεσιν, καὶ μέγα ἔλεος.
Δόξα.
Ἦχος δ´.
Νουνεχῶς
κατανοήσας τῆς ψυχῆς τὴν εὐγένειαν, πάνσοφε Ἰωάσαφ, τὸ πάχος τοῦ σώματος
ὑποτάξαι ταύτῃ ὡς κρείττονι ἔσπευσας, καὶ τὴν εἰκόνα τοῦ Κτίσαντος ἀῤῥύπωτον
διατηρῆσαι. Ἐντεῦθεν ἀνενδότως, πρὸς τὸ πρωτότυπον ἀνατεινόμενος, καὶ ταῖς πρὸς
αὐτὸν ἀναβάσεσι καλλυνόμενος, ἀνέπτης πρὸς τὰς οὐρανίους σκηνάς, ἀμέσως ἐντυγχάνων
τῷ ποθουμένῳ σοι, καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ
δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος
β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
τῶν ἀσκητῶν, τὰ στίφη συνελθόντα, ἐν ὕμνοις ἐγκωμίων, τὸν μέγαν Ἰωάσαφ, εἰκότως
εὐφημήσωμεν.
Στίχ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Οἶκος
τοῦ Παντουργοῦ, Πνεύματος χρηματίσας, Παμμάκαρ Ἰωάσαφ, ταῖς ἀρεταῖς μετέστης,
ἐκ γῆς πρὸς τὰ οὐράνια.
Στίχ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὠσεὶ κέδρος...
Χαίροις
ἡ κορωνίς, καὶ κλέος τῶν᾿ Ἀνάκτων, καύχημα τῶν Ὁσίων, ταμεῖον ἰαμάτων, καὶ
ἀρετῶν θησαύρισμα
Δόξα
Πατρί. Τριαδικόν.
Πανένδοξε
Τριάς, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τοὺς πὶστει, εἰλικρινεῖ καὶ βίῳ, ἀμέμπτῳ
σοι λατρεύοντας.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
ἀγαθή, τὰς ἁγίας σοῦ χεῖρας, πρὸς τὸν Υἱόν σου ἆρον, τὸν φιλόψυχον Πλάστην,
οἰκτειρῆσαι τοὺς δούλους σου.
Νῦν
ἀπολύεις.
Ἀπολυτίκιον.
Ἦχος α´.
Βασιλείαν
μισήσας ὡς ἐχέφρων καὶ πάνσοφος, τὰς τοῦ βίου φροντίδας Ἰωάσαφ τρισόλβιε,
κατέλιπες ἐν ὅλη τῇ ψυχή, καὶ ἄρας ἐπ᾿ ὤμων τὸν Σταυρόν, προσέδραμες προθύμως,
τῷ Χριστῷ ὥσπερ διψῶσα ἔλαφος. Ὅθεν τῷ δεδωκότι σοι ἰσχύν, γηθόμενοι
κραυγάζομεν· Δόξα σοι τῷ δοξάσαντι τὸν οὕτω σὲ ποθήσαντα.
Δόξα.
Ἦχος γ´. Θείας πίστεως.
Θείας
πίστεως τῇ εἰσηγήσει, φῶς προσέλαβες θεογνωσίας, Ἰωάσαφ Ὁσίων ἀγλάϊσμα· τοῦ
Βαρλαὰμ λαμπρυνθεὶς γὰρ τοῖς ῥήμασι, πρὸς ἀρετῶν τὴν ἀκρώρειαν ἔφθασας, μεθ᾿ οὗ
πρέσβευε, Τριάδι τῇ Πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τῶν
Ὁσίων. Ὁσίου Θεοφίλου μυροβλύτου. Ἦχος α´. Ὢ τοῦ παραδόξου θαύματος.
Αἶνόν
σοι Χριστὲ προσάγομεν, ἐν τῇ μνήμῃ τοῦ σου, Ἰωάσαφ σήμερον, τοῦ λάμψαντος
ἀληθῶς, ὑπὲρ τὸν ἥλιον ἐτράνωσε γὰρ σαφῶς, τῆς εὐσεβείας τὰ δόγματα ἅπασι,
κατῄσχυνε δὲ σοφῶς, τὰ τῶν ἀθέων ἑλλήνων σεβάσματα, ὑπὲρ τῆς οἰκουμένης,
ἐκτενῶς πρεσβεύων σοι, τῷ Σωτῆρι τῶν ὅλων, καὶ Δεσπότῃ πάσης κτίσεως.
Θείαν
ὑπεδέξω ὅσιε, δωρεὰν δαψιλῶς, τοῦ ἁγίου Πνεύματος, καὶ ὤφθης κῆρυξ λαμπρός,
Τριάδος ἔνδοξε· προσήγαγες γὰρ αὐτῇ, διὰ βαπτίσματος ἔθνη παράνομα· τιμῶμέν σε
οὖν σοφέ, καὶ μεγαλύνομεν ὄντως τὴν μνήμην σου, χαρμοσύνως μέλποντες, Ἰωάσαφ
παμμάκαρ, τοῦ Χριστοῦ θεράπον γνήσιε.
Ὅσιοι
πατέρες ἔνδοξοι, τῆς σεπτῆς Τριάδος, μύσται χρηματίσαντες, καὶ ταύτῃ ὡς
δυνατόν, εὐαρεστήσαντες, εὐφραίνεσθε νῦν σαφῶς, ταύτην ἀμέσως ἐνοπτριζόμενοι,
βοῶντες ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην ὑμῶν, δωρηθῆναι λύτρωσιν,
τῶν πολλῶν ἐγκλημάτων, καὶ εἰρήνην τῷ κόσμῳ, δι᾿ ὑμῶν καὶ μέγα ἔλεος.
Ἕτερα.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων. Ἀγαπίου.
Σὺ
τὸν ζυγὸν τοῦ Κυρίου ἐπ᾿ ὤμων ἥρας Σοφέ, καὶ ἀπηρνήσω πάντα, τῆς σαρκὸς τὰ
ἡδέα, βλεφάροις δὲ οὐδόλως δέδωκας σοῖς, νυσταγμὸν παναοίδιμε, διηνεκῶς
καταρδεύων σοῦ τὴν στρωμνήν, Ἰωάσαφ τοῖς σοῖς δάκρυσι
Τοῦ
Βαρλαὰμ καθυπείκων ταῖς εἰσηγήσεσιν, ὡς ἔμπορος ἐχέφρων, τὸν πολυτιμονΛίθον,
ἐπλούτησας τρισμάκαρ καταλιπών, πλοῦτον δόξαν τε ῥέουσαν, ἀνθ’ ὧν πλουσίως
ἐδέξω παρὰ Θεοῦ, τὰ ἀφθάρτως διαμένοντα.
Ἔξωθεν
μὲν ἁλουργίδι καὶ διαδήματι, κεκοσμημένος Μάκαρ, Ἰωάσαφ ὕπηρχες, ῥάκεσι
τριχίνοις ἔσωθεν δέ, τῆς σαρκὸς κατεμάρανας, τὴν ὡραιότητα πᾶσαν τὰς ἀμοιβάς,
τῶν σῶν πόνων ἐκδεχόμενος.
Δόξα.
Ἦχος πλ. β´. Θεοφίλου
Ὅσιοι
πατέρες, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων ὑμῶν διὸ ἐν τοῖς
οὐρανοῖς, εὕρατε μισθὸν τῶν καμάτων ὑμῶν· τῶν δαιμόνων φάλαγγας ὠλέσατε, τῶν
ἀγγέλων τάγμασι συνήφθητε, ὧν τὸν βίον ἀμέμπτως ζηλώσαντες, παῤῥησίαν σχόντες
πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην νέμετε ταῖς ψυχαῖς ἡμῶν
Καὶ
νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε
λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ
αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν;
Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ
μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα
γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο
ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ
σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς
ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ
ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει
Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται,
καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ
σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς
τὴν Λιτὴν ψάλλομεν. Ἦχος α΄. Ἀγαπίου
Χαρμονικῶς
ἐκτελοῦμεν τὴν μνήμην σου, Ἰωάσαφ ἰσαπόστολε, πάντων ἀνάκτων βάσις καὶ καύχημα.
Ἀγρευθεὶς γὰρ ὑπὸ Βαρλαὰμ τοῦ τρισμάκαρος, τὴν ὀρθόδοξον Πίστιν ἐπλούτησας·
ὅθεν καὶ πρόσκαιρον δόξαν, καὶ βασιλείαν ἐπίκηρον κατεφρόνησας, ἀνθ’ ἧς ἐκληρώσω
τὴν ἀεὶ διαμενοῦσαν. Ἀντὶ δὲ φθαρτοῦ διαδήματος, τὸν ἀμαράντινον ἐκομίσω
στέφανον. Διὸ αἰτοῦμέν σε, πρέσβευε ὑπὲρ ἡμῶν Πάτερ ἁγιώτατε.
Ἦχος
β΄. Ἀγαπίου.
Τοῦ
εὐσεβοῦς Ἰωάσαφ ή μνήμη, ὡς μύρον ἐκκενούμενον σήμερον ἀνέτειλε. Χριστὸν γὰρ
ποθήσας, εἰδώλων κατεφρόνησε, καὶ Κόσμον ἐμίσησε, καὶ ἐν οὐρανοῖς ἀπέλαβε τὸν
τῆς ἐλπίδος στέφανον.
Ὅμοιον.
Τοῦ αὐτοῦ.
Τῶν
ὑπὲρ νοῦν ἀγαθῶν δεξάμενος ἔρωτα, , πάντα τὰ ἐν Κόσμῳ τερπνὰ ὑπέρειδες
Θεόληπτε, καὶ ἀγγελικῶς τὸν βίον διήνυσας. Καὶ νῦν ἐν οὐρανοῖς αὐλίζῃ, Θεὸν ἱλεούμενος
ὑπὲρ τῶν πιστῶς ἐκτελούντων, Πάτερ Ἰωάσαφ, τὴν μνήμην σου.
Εἰς τὸν Στίχον.Ἦχος α´. Πανεύφημοι Μάρτυρες. Ἀγαπίου
Σοφίαν
Θεοῦ τὴν ἀληθῆ, ἀγαπήσας Ὅσιε, φιλοσοφίας τὸν πρώτιστον, ὅρον ἐξήσκησας,
μελέτην θανάτου· ὅθεν ἐθανάτωσας, τὰ πάθη τῆς σαρκὸς καὶ ἐζώωσας, φιλοσοφώτατα,
τὴν ψυχὴν καὶ πρὸς ἀΐδιον, ἤρθης δόξαν, καὶ ζωὴν αἰώνιον.
Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Λαβῶν
ἐπωμάδιον Σταυρόν, τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθῶν κατεπάτησας, πᾶσαν τὴν
δύναμιν, τοῦ ἐχθροῦ ἀνδρείως, ἡδονὰς τοῦ σώματος, μισήσας Ἰωάσαφ πανόλβιε· διὸ
ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος,
Στίχ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ...
Θεοῦ
ἀμπελῶνος ἀληθής, ἐργάτης καὶ δόκιμος, ἀναδειχθεὶς καὶ ἀσκήσεως, βάρος καὶ
καύσωνα, πάντα τῆς ἡμέρας, καρτερῶς ἐβάστασας, ἀρδεύων τὴν στρωμνήν σου τοῖς
δάκρυσι· διὸ ἀπέλαβες, πολυπλάσιον ἀντάμειψιν, τῶν σῶν πόνων, ἐκ χειρὸς Κυρίου
σου.
Δόξα.
Ἦχος β´.
Ὅσιε
Πάτερ, ἀγγελικὴν ζηλώσας διαγωγήν, ἀτροφίαν ἐξήσκησας, καί, τὴν ἀῤῥευστον ζωὴν
καὶ ἀμείνονα, ποθήσας πανσόφως, ταύτης τῆς ἐπικηροῦ κατεφρόνησας· ὅθεν νῦν
κεκλήρωσαι, ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια. Διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν
πίστει καὶ πόθῳ, ἐκτελούντων τὴν μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Νῦν
ἀπολύεις.
Ἀπολυτίκιον.
Ἦχος α´.
Βασιλείαν
μισήσας ὡς ἐχέφρων καὶ πάνσοφος, τὰς τοῦ βίου φροντίδας Ἰωάσαφ τρισόλβιε,
κατέλιπες ἐν ὅλη τῇ ψυχή, καὶ ἄρας ἐπ᾿ ὤμων τὸν Σταυρόν, προσέδραμες προθύμως,
τῷ Χριστῷ ὥσπερ διψῶσα ἔλαφος. Ὅθεν τῷ δεδωκότι σοι ἰσχύν, γηθόμενοι
κραυγάζομεν· Δόξα σοι τῷ δοξάσαντι τὸν οὕτω σὲ ποθήσαντα.
Δόξα.
Ἦχος γ´. Θείας πίστεως.
Θείας
πίστεως τῇ εἰσηγήσει, φῶς προσέλαβες θεογνωσίας, Ἰωάσαφ Ὁσίων ἀγλάϊσμα· τοῦ
Βαρλαὰμ λαμπρυνθεὶς γὰρ τοῖς ῥήμασι, πρὸς ἀρετῶν τὴν ἀκρώρειαν ἔφθασας, μεθ᾿ οὗ
πρέσβευε, Τριάδι τῇ Πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν Τάφον σου Σωτήρ.
Ἀσέβειαν
πατρός, εἰς εὐσέβειαν Μάκαρ, μετέβαλες εὐχαῖς, καὶ νηστείαις σχολάζων, ἀφθόνως
τε διένειμας, σοῦ τὸν πλοῦτον τοῖς πένησιν· ὅθεν ἄσυλον, καὶ μὴ φθειρόμενον
πλοῦτον, πολυπλάσιον, παρὰ Κυρίου λαμβάνεις, ἀεὶ εὐφραινόμενος,
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἀπόθου,
ὢ ψυχή, ῥᾳθυμίας τὸν ὕπνον, καὶ ἄναψον φαιδράν, μετανοίας λαμπάδα, καὶ ἔξελθε
νῦν χαίρουσα, τῆς τοῦ βίου συγχύσεως, εἰς ἀπάντησιν, τοῦ ἀθανάτου νυμφίου·
δέξαι λέγουσα, καὶ μὴ ἀπώσῃ μὲ Λόγε, λιταῖς τῆς τεκούσης σε.
Μετὰ
τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Δόξαν
τὴν ῥέουσαν, ἐμφρόνως Ὅσιε, καὶ ἡδυπάθειαν, πᾶσαν τοῦ σώματος, ἐν᾿ ὅλη τῇ
καρδίᾳ σου, ἐμίσησας Θεοφόρε, καὶ Χριστὸν ἐπόθησας, ἐφετὸν τὸ ἀκρότατον, ὅστις
σὲ ἠμείψατο, οὐρανίοις χαρίσμασι. Διὸ χαρμονικῶς ἐκβοῶμεν σοι· Χαῖρε πατέρων
ἀγλάϊσμα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος γ´. Θείας πίστεως.
Θρόνος
πάγχρυσος, τοῦ Βασιλέως, καὶ Παράδεισος, διηνθισμὲνος, ἀνεδείχθης Θεοτόκε
Πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρὶ σοῦ βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις
χάρισιν· ὅθεν ἅπαντες Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰ
ἐπίγεια πάντα καταλιπών, καὶ ἐν Κόσμῳ ὑπαρχῶν σωματικῶς, τῷ πνεύματι γέγονας,
τῶν Ἀγγέλων συμμέτοχος, καὶ τὰ πάθη πάντα, νεκρώσας τοῦ σώματος, τῆς Τριάδος
ἐδείχθης, σεπτὸν οἰκητήριον· ὅθεν τοὺς ἀχρήστους, τῷ Χριστῷ ταῖς εὐχαῖς σοῦ,
σοφοῖς τε διδάγμασι, προσηγάγου καὶ δάκρυσιν, Ἰωάσαφ μακάριε. Πρέσβευε Χριστῷ
τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἐορτὰζουσι πόθῳ, τὴν ἁγίαν
μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε
θρόνε πυρίμορφε τοῦ Θεοῦ. Χαῖρε Κόρη καθέδρα βασιλική. Κλίνη πορφυρόστρωτε.
Χρυσοπόρφυρε θάλαμε. Χλαμὺς ἀλουργόχροε. Τιμαλφέστατον τέμενος. Ἀστραπηφόρον
ἅρμα. Λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε,
καὶ παστὰς ἀγλαόμορφε. Ἀγλαόχρυσε τράπεζα. Θεοκόσμητον σκήνωμα. Χαῖρε ἔνδοξε,
νύμφη ἡλιοστάλακτε. Χαῖρε μόνη ψυχῆς, μοῦ διάσωσμα.
Οἱ Ἀναβαθμοί, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου
αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων· ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον ὁσιακόν.
Ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τοῦ σου Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β´. στ.:
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Βασιλοπαῖς
Ἰωάσαφ, Ἰνδιὼν πολυτίμητε σμάραγδε, ὁ ζήλῳ θείῳ τὰ γήϊνα καταλιπὼν βασίλεια,
καὶ πρὸς οὐρανῶν βασιλείαν ἀρθεὶς διὰ συντόνου ἀσκήσεως, βασιλεύειν ἡμᾶς παθῶν
ἀκαθάρτων καὶ λογισμῶν ἀτάκτων ἀξίωσον, τοὺς μεγαλύνοντας πόθῳ τὴν ἀκραιφνῆ
πολιτείαν σου, καὶ ἐκτελοῦντας ἐν πίστει τὴν ἀεισέβαστον μνήμην σου.
Ὁ Κανὼν τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου β΄.
Κανὼν α΄. Θεοφίλου.
ᾨδὴ
α΄. Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ἀπὸ
παθῶν ψυχοφθόρων ὡς ἀγαθός, ἀνώτερον δεῖξον μὲ ἀνυμνῆσαι τοὺς σοφούς, καὶ
μεγάλους ὄντως ἀσκητάς, παρακλήσεσιν αὐτῶν, θείαις φιλάνθρωπε.
Τῶν
φιλεόρτων ὁμήγυρις ἡ λαμπρά, εὐφημείτω σήμερον σὺν ἡμῖν χαρμονικῶς, καὶ
κροτείτω χεῖρας μυστικῶς. Ἰδοὺ γὰρ πάρεστιν ἡμῖν, ἡμέρα εὔσημος.
Τὰ
τῶν ἀγγέλων νῦν θεῖα καὶ ἱερά, μυστικῶς στρατεύματα ἐν τῇ μνήμη τῶν σοφῶν,
Ἰωάσαφ καὶ τοῦ Βαρλαάμ, συγχορεύουσιν ἡμῖν, καὶ συναγάλλονται.
Θεοτοκίον.
Θείας
γεγόναμεν φύσεως διά σου κοινωνοῖ, θεόνυμφε· τὸν Θεὸν γὰρ ἐν γαστρί, συλλαβοῦσα
τέτοκας ἡμῖν, καὶ ἐθέωσας ἡμῶν, φύσιν τὴν ἔκπτωτον.
Ἕτερος.
Ἦχος πλ. δ´. ·Ἁρματηλάτην Φαραώ. Ἀγαπίου.
Χαῖρε
Πατέρων κορωνὶς πανάριστε, καὶ τῶν Ὁσίων κρηπίς, Ἀσκητῶν τὸ κλέος. Χαῖρε
ἐγκαλλώπισμα, τῶν βασιλέων ἔνδοξε. Χαῖρε τῆς σωφροσύνης, τὸ περιβόητον ἄγαλμα.
Χαῖρε τῶν Ἀγγέλων ἐφάμιλλε.
Μετατεθεὶς
τῇ προαιρέσει Ὅσιε, πρὸς οὐρανὸν ἀληθῶς, Ἀγγελικῶς Πάτερ, ἐπὶ γῆς ἐβίωσας,
νεκρώσας σου τὸ φρόνημα, τῇ πολλῇ ἐγκρατείᾳ, δι’ ἧς Θεοῦ οἰκητήριον, ὤφθης
Ἰωάσαφ Θεσπέσιε.
Χαῖρε
δυὰς ἡ τῆς Τριάδος πρόμαχος, χαῖρε σοφὲ Βαρλαάμ, Ἰωάσαφ χαῖρε, τοῦ Θεοῦ
θεράποντες, οἱ κόσμον ἀρνησάμενοι, καὶ Χριστόν ὁλοψύχως, ὑπὲρ χρυσὸν
ἀγαπήσαντες, καὶ τὰ τῆς σαρκὸς βδελυξάμενοι.
Θεοτοκίον.
Ὑμνολογίαις
ἱεραῖς ὑμνήσωμεν, τὴν Πολυΰμνητον, τὴν τὸν Θεὸν Λόγον, ὑπὲρ λόγον τέξασαν, τὸν
μόνον Ὑπερύμνητον, ὃν ὑμνεῖ πᾶσα φύσις, καὶ οὐρανῶν τὰ στρατεύματα, θείαις ὑμνῳδίαις
γεραίρουσιν.
ᾨδὴ
γ´. Οὐκ ἐστὶν ἅγιος ὡς σύ.
Σοφίας
θείας γεγονώς, ἔμπλεως Ἰωάσαφ, τῶν κτισμάτων τὴν φύσιν, ἐξηρεύνησας καλῶς, καὶ
ἐπέγνως ἐξ αὐτῶν, ἄλλον εἶναι αἴτιον τοῦ σύμπαντος.
Θεὸς
ἰδὼν σοῦ τὸ ὀρθόν, Ἰωάσαφ τῆς γνώμης, Βαρλαάμ σοι ἐκπέμπει, εἰσηγήτορα πιστόν,
καὶ ἐπέγνως ἐξ αὐτοῦ, τίς ὁ τούτων αἴτιος ἐστὶ σαφῶς.
Τριάδα
ἀκτιστον ἁπλῆν, ἀδιαίρετον φύσιν, ἀνυμνήσωμεν πάντες, εὐσεβῶς οἱ γηγενεῖς τοῖς
τοῦ θείου Βαρλαάμ, ζωηφόροις ῥήμασιν ἑπόμενοι.
Θεοτοκίον.
Ἀγγέλων
τάγματα ἁγνή, ὑπερέβης Παρθένε· Τὸν γὰρ τούτων Δεσπότην, συλλαβοῦσα ὑπὲρ νοῦν,
εὐδοκίᾳ πατρικῇ, ἀπειράνδρως τοῦτον ἐσωμάτωσας.
Ἕτερος.
Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Σὺ
τὸν ζυγὸν τὸν τοῦ Χριστοῦ, χρηστὸν βαστάσας ἐπ’ ὤμων, Ἰωάσαφ ταῖς φροντίσιν
οὐδόλως, ἐδουλώθης τῆς σαρκός, ἀλλ’ ἤρθης ἐν τῷ πνεύματι, τῆς ἀρετῆς εἰς ὕψος,
ὡς Ἀποστόλων ὁμόζηλος,
Καταφρονήσας
τῶν τῆς γῆς, ἡδέων τὰς οὐρανίους, ἀπολαύσεις ἐκληρώσω πλουσίως, καὶ παρίστασαι
Θεῷ, τῷ ἐραστῇ σου πάνσοφε, ψάλλων σὺν Ἀσωμάτοις, διηνεκῶς τὸν τρισάγιον.
Τῆς
ἐνάρετου ἐρασθείς, διαγωγῆς τοῦ πανσόφου, Βαρλαὰμ ἐγκαταλέλοιπας μάκαρ, τὰς ἐν
βίῳ ταραχάς, καὶ τούτῳ ἠκολούθησας, καὶ προσευχαῖς ἀπαύστοις, θείας γαλήνης
τετύχηκας.
Θεοτοκίον.
Ὁ
πρὸ νεκρώσεως νεκρός, ὁ πρὸ ταφῇς τεθαμμένος, ὁ πρὸ μνήματος ἐν μνήματι μένων,
τῆς λιθώδους καὶ σκληράς, ἀναλγησίας Δέσποινα, τὴν τῆς ζωῆς Μητέρα, σὲ ἱκετεύω
ζωῶσαί με.
Καθίσματα.
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. Θεοφίλου
Σκιρτῶσι
σὺν ἡμῖν, τῶν ἀγγέλων αἱ τάξεις, χοροὶ τῶν προφητῶν, ἀποστόλων ἡ φάλαγξ,
μαρτύρων ἡ ὁμήγυρις, καὶ ποιμένων τὸ σύστημα, καὶ κατάλογος, τῶν ἀσκητῶν καὶ
δικαίων, ἐν τῇ μνήμη σου, δυὰς πατέρων ἁγία, Βαρλαὰμ καὶ Ἰωάσαφ.
Δόξα.
Ὅμοιον. Ἀγαπίου
Ἐνθάψας
πονηράς, τῶν δαιμόνων ἐνέδρας, ἐδέξω ἐκ Θεοῦ, τὰ τῆς νίκης βραβεῖα, ἐπαξίως τῶν
πόνων σου, καὶ καμάτων ἀήττητε· ὅθεν χαίροντες, ἀνευφημοῦμεν ἐν ὕμνοις, τοὺς
ἀγῶνάς σου, καὶ θαυμαστὰς ἀριστείας, Χριστὸν μεγαλύνοντες.
Καὶ
νῦν. Θεοτοκίον.
Μητέρα
σὲ Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ
καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν σὲ
κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην Πανάμωμον.
ᾨδὴ
δ´. Χριστός μου δύναμις.
Ὁδὸν
τὴν κρείττονα, ὁδὸν τὴν φέρουσαν, εἰς νομὰς θειοτέρας οἷα σοφός, Βαρλαὰμ
ὑπέδειξας τῷ Ἰωάσαφ τῷ κλεινῷ διὰ τοῦτο σὲ γεραίρομεν.
Καθάρας
πρότερον, τὸν νοῦν μακάριε ὑπεδέξω τοῦ Πνεύματος τοῦ σεπτοῦ, χάριν τὴν
ὑπέρφωτον καὶ κατεφώτισας πολλούς, τοῖς σοφοῖς σοῦ παραδείγμασιν.
Σταυρὸν
ἀράμενος, ἐπ᾿ ὤμων ἔδραμες, τοῦ Χριστοῦ κατόπιν πανευλαβῶς, Βαρλαὰμ μακάριε καὶ
Ἰωάσαφ τὸν κλεινόν, προσενήνοχας τῷ Κτίστῃ σου.
Θεοτοκίον.
Νομίμως
Δέσποινα, σὲ προηγόρευσαν, οἱ προφῆται οἱ θεῖοι ἐκφαντικώς, κόρην καὶ θεόπαιδα
ἐκ διανοίας καθαράς, καὶ ἀνύμνουν σου τὴν σύλληψιν.
Ἕτερος.
Σύ μου ἰσχύς, Κύριε.
Ὄντως
ἐν σοί, τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, ἐπληρώθη, Ἰωάσαφ πάνσοφε· τὸν γὰρ Σταυρόν
σου ἀναλαβών, πάντα τὰ ἡδέα, σαρκὸς καὶ κόσμου ἐμίσησας, ποθήσας τὸν Σωτῆρα, οὗ
τοῖς ἴχνεσιν ὅλως, ἀκορέστῳ στοργῇ ἠκολούθησας.
Ἔζη
Χριστός, ἐν σοὶ τῷ ὄντι μακάριε, καὶ σὺ ἔζης, ἐν αὐτῷ γηθόμενος, καὶ μὴ προσχὼν
ὅλως τῇ σαρκί, ἀλλὰ πᾶσαν ταύτης, προσπάθειαν βδελυξάμενος· διὸ νῦν σὺν ἐκείνῳ,
τῶν ἐσόπτρων λυθέντων, βασιλεύεις ἀεὶ εὐφραινόμενος.
Σὲ
ὁ Πατήρ, τῶν οἰκτιρμῶν προσελάβετο, ὡς γνησίως, τοῦτον ἀγαπήσαντα, καὶ ταῖς
αὐτοῦ Πάτερ ἐντολαῖς, ἐπαγρυπνηκότα, καὶ τοῖς υἱοῖς συναρίθμιον, τῆς χάριτος
ποιήσας, ἀϊδίου σὲ δόξης, Ἰωὰσαφ θεόφρον ἠξίωσεν.
Θεοτοκίον.
Πίστις
θερμή, ἡγείσθω καὶ μὴ ἀποδειξις, τοῦ φρικώδους, Κόρη μυστηρίου σου·
κατανοούμενον γὰρ αὐτό, ἄφραστον ὑπάρχει, καὶ θεωρούμενον ἄληπτον· ἑστὸς γὰρ
παρατρέχει, καὶ ληφθὲν διαφεύγει, καὶ φανέν τι μικρὸν ἀποκρύπτεται.
ᾨδή
ε´. Τῷ θείῳ φέγγει σου ἀγαθέ.
Ἡγήσω
πάντα διὰ Χριστόν, κόνιν καὶ παρέβλεψας αὐτά, θείῳ φλεγόμενος ἔρωτι· Τοῦτον
γάρ, ἐπέγνως Θεὸν τὸν ὄντως Θεόν, ἐκ πλάνης τῶν εἰδώλων σὲ λυτρωσάμενον.
Ἐκήρυξας
κόσμῳ τὸν τοῦ Θεοῦ, λόγον εὐδοκίᾳ πατρικῇ, καὶ συνεργίᾳ τοῦ Πνεύματος ἄνθρωπον,
γενόμενον ἀληθῶς τὸν Ὄντως Θεόν, κατάρας τῆς ἀρχαὶας πάντας ῥυσάμενον.
Προσήξας
ἀρίστᾳ τῷ Χριστῷ, τὸν σὸν γεννήτορα σοφέ, διὰ τοῦ θείου βαπτίσματος ὅθεν καί,
τῆς θείας δόξης σὺν σοι μετέσχε λαμπρῶς, στεφάνῳ οὐρανίῳ ἐκλαμπρυνόμενος.
Θεοτοκίον.
Ἀπὸ
πασῶν γενεῶν ὁ Θεός, ἰδὼν σοῦ τῆς ψυχῆς τὸ εὐγενές, ἐξελέξατο σὲ μητέρα κόρην
αὐτοῦ, γενέσθαι σεμνὴ καὶ εἶναι καὶ τιμᾶσθαι σὲ κατηξίωσεν.
Ἕτερος.
Ἵνα τί με ἀπώσω.
Ἵνα
τῶν αἰωνίων, ἀγαθῶν ἐπιτυχὴς ἐγκαταλέλοιπας, τὰ ῥευστὰ ὡς ὄντα, τῶν ἀράχνης
ἱστῶν εὐτελέστερα, καὶ πωλήσας πάντα, τὸν μαργαρίτην ἐκομίσω, τὸν ὑπερτιμον
Πάτερ ὡς πάνσοφος.
Τῆς
ἡμέρας τὸ βάρος, Πάτερ καὶ τὸν καύσωνα στεῤῥῶς ἐβάστασας, ἀρετῶν τὸν θεῖον,
ἀμπελῶνα καλῶς ἐργασάμενος· ὅθεν τῇ ἐσπέρᾳ, τῆς ἐκ τοῦ βίου ἐκδημίας, τὸν
μισθὸν ἐκομίσω ἐπάξιον.
Παῤῥησίαν
ὡς ἔχων, τῷ Σωτήρι Θεῷ καθικέτευε, ὅπως ἐγκλημάτων, τὴν συγχώρησιν πᾶσι
δωρήσηται, τοῖς ἐπιτελοῦσι, χαρμονικῶς σου τὴν φωσφόρον, καὶ πανέορτον μνήμην μακάριε.
Θεοτοκίον.
Ὡς
πολύδακρυν βίον, καὶ ὡς πολυστένακτον ἀνύων δίαυλον, δυσωπῶ σε Κόρη, εἰς
παράκλησίν τε καὶ ἀνάψυξιν, τῆς πολυωδύνου, καὶ ταλαιπωροῦ μου καρδίας, ἐναργῆ
τὴν σὴν μνήμην παράσχου μοι.
ᾨδὴ
στ´. Τοῦ βίου τὴν θάλασσαν.
Ἐκήρυξας
ὅσιε, ὡς ἀπόστολος Χριστοῦ, τὸ τῆς Τριάδος ὄνομα, καὶ ὡς ὕδωρ ἐκάλυψε τῶν
ἐθνῶν, θαλάσσας ὁ λόγος σου, ἀληθῶς Ἰωάσαφ ἀξιάγαστε.
Ναοὺς
τῷ Δεσπότῃ σου, δομησάμενος πολλούς, καὶ πάντας πρὸς εὐσέβειαν, τοῖς σοφοῖς σοῦ
λόγοις μεταβαλλών, βασίλειον ὕπαρξιν, καταλέλοιπας χαίρων τῷ οἰκέτῃ σου.
Πατέρα
τὸν ἄναρχον, καὶ συνάναρχον Υἱόν, καὶ Πνεῦμα τὸ πανάγιον, πανευσεβῶς ὑμνήσωμεν
πιστοί, ἑπόμενοι ῥήσεσι, τοῦ σοφοῦ Ἰωάσαφ καὶ τοῦ Βαρλαάμ.
Θεοτοκίον.
Σκηνώσας
ἐν μήτρᾳ σου, ὁ τὰ πάντα τῇ χειρί, διακρατῶν πανάμωμε, τῆς χειρός με ἐῤῥύσατο
τῶν ἐχθρῶν, καὶ χεῖρά μοι δέδωκε, βοηθείας ὁ μόνος πολυέλεος.
Ἕτερος.
Ἱλάσθητί μοι Σωτήρ.
Ὡς
πάροικος ἐν τῇ γῆ, καὶ παρεπίδημος ἤνεγκας, τὰς κακουχίας σαρκός, νηστείαις καὶ
δάκρυσι, σχολάζων ἀοίδιμε, καὶ ἀδιαλείπτως, τῷ Δεσπότῃ προσευχόμενος.
Ὡς
κῆπος πανευθαλής, ἐδείχθης ὄντως καὶ εὔκαρπος, δακρύων τοῖς ὀχετοῖς, καλῶς
ἀρδευόμενος, καὶ μυρίπνουν Ὅσιε, τὸν καρπὸν τῷ Κτίστῃ, Ἰωάσαφ προσενήνοχας.
Τὰς
κοσμικὰς ἡδονάς, καὶ ἀπολαύσεις μισήσαντες, Χριστὸν ὑπὲρ τὸν χρυσόν, σοφῶς
ἐποθήσατε, καὶ τούτου ταῖς νεύσεσιν, εἴξαντες προθύμως, σὺν αὐτῷ νῦν
ἐπαγάλλεσθε.
Θεοτοκίον.
Τὸ
σκήνωμα τοῦ θεοῦ, τὸ θεῖον ὄντως καὶ πάνσεπτον, ὑμνήσωμεν εὐσεβώς Μαρίαν τὴν
ἄχραντον· Θεὸν γὰρ ἐγέννησε, παράδοξον θαῦμα! τὸν ἀχώρητον καὶ ἄληπτον.
Κοντάκιον.
Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Τὴν
πάνσεπτον νῦν δυάδα τῶν ὁσίων σου, τιμῶντες πιστῶς καὶ πόθῳ μακαρίζοντες,
ἐκτενῶς βοῶμέν σοι· ταῖς αὐτῶν δεήσεσιν δώρησαι, τὰ σὰ ἐλέη πᾶσιν ἀγαθέ, ὡς
μόνος Σωτήρ μου πολυέλεος.
Ὁ
Οἶκος.
Λόγον
Χριστὲ οὐρανόθεν μοι δίδου, ἀνυμνῆσαι ἀξίως τοὺς σοφοὺς ἀσκητάς, οὓς αὐτὸς
μεγάλως ἐδόξασας καὶ ὡς γνησίους θεράποντας σὺν ἀγγέλοις ὑμνεῖν σὲ ἠξίωσας, ὡς
ὑπερύμνητον Θεὸν καὶ μόνον Κύριον, καὶ θείους παραστάτας τοῦ ἀστέκτου σου
βήματος ἔδειξας, καὶ θαύματα πλεῖστα ἐνεργεῖν τούτοις Λόγε εἰς ὕμνον σου
δέδωκας, ὁ μόνος Σωτήρ μου πολυέλεος.
Συναξάριον.
Τῇ ΚΣΤ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ὁσίων, Ἰωάσαφ υἱοῦ Ἀβενὴρ
βασιλέως τῶν Ἰνδιὼν καὶ Βαρλαὰμ τοῦ διδασκάλου αὐτοῦ.
Δεξάμενος τὸ
σπέρμα τῶν θείων λόγων,
Ἰωάσαφ
ἄσταχυν ἀρετῶν φύῃ
Ζηλῶν τὰ
βασίλεια παμβασιλέως,
Ὤκησεν υἱὸς
γηΐνου βασιλέως.
διδαγμάτων
πανάγρα Βαρλαὰμ φέρων
σκύμνον
λέοντος εἷλεν, ἀλλ᾿ οὑ θηρίου.
Οὗτος
ὁ μακάριος καὶ ἅγιος πατὴρ ἡμῶν Ἰωάσαφ υἱὸς ἢν Ἀβενήρ τινος βασιλέως τῆς
ἐνδοτέρας Αἰθιοπίας. Διὰ δὲ τὸ μετατεθῆναι αὐτὸν πρὸς τὴν εἰς Χριστὸν πίστιν
ἱεραῖς εἰσηγήσεσι καὶ σοφαῖς παραινέσεσι τοῦ μακαρίου Βαρλαὰμ ὁ τούτου πατὴρ
Ἀβενὴρ οὔπω φωτισθεὶς τῷ θείῳ βαπτίσματι, ἀλλ᾿ ἔτι τῇ τῶν εἰδώλων πλάνῃ
δεδουλωμένος μυρίαις μαγκανίαις ἐχρήσατο, ἵνα τοῦτον ἀποστήσῃ τῆς ὀρθοδόξου
πίστεως. Ὁ δὲ ταύτας ὡς ἱστὸν ἀράχνης τῇ δυνάμει τοῦ ἐν αὐτῷ θείου Πνεύματος
διέλυσε καὶ εἰς οὐδὲν ἀπεδείκνυεν καὶ τὸ ἑαυτοῦ σῶμα ἐτοίμως εἶχεν ἐκδοῦναι
πρὸς θάνατον. Ὁ δὲ Ἀβενὴρ τῇ τοῦ παιδὸς ἀγάπῃ ἡττηθεὶς τῇ ἀληθεῖα δὲ μᾶλλον τοῦτον
ὁρῶν ἀχάριστον τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐξέδοτο πρὸς αὐτὸν τὸ ἥμισυ τῆς ἀρχῆς
αὐτοῦ καὶ κατὰ πάντα ὡς τὸ εἶκος συμβασιλεύειν αὐτῷ ἠπείγετο, ἵνα τῇ ταύτης
δόξῃ ἀπατηθεὶς ἐξομώσηται τὴν εὐσέβειαν. Ἀλλὰ διήμαρτε τοῦ σκοποῦ. Οὗτος γὰρ ὁ
ὅσιος Ἰωάσαφ καιροῦ καὶ ἀδείας λαβόμενος κατὰ πᾶσαν χώραν καὶ πάλιν τοὺς
εἰδωλικοὺς ναοὺς ἐξηφάνισεν ἕως ἐδάφους καὶ τὰ ἐν αὐτοῖς εἴδωλα εἰς λεπτὰ τεμῶν
διέδωκε πτωχοῖς. Ἐκκλησίας ἐδήματο καὶ ἐπ᾿ ὄψεσι πάντων ἐν ταῖς λεωφόροις τὸν
πάνσεπτον Σταυρὸν τοῦ Χριστοῦ ἐστάναι προσέταξεν, ἐπισκόπους τε καὶ
πρεσβυτέρους προσεκαλέσατο καὶ πάντας τοὺς ἀπὸ τὴν χεῖραν αὐτοῦ πρὸς τὴν
εὐσέβειαν μετατεθῆναι προσέταττεν. Ἀποκαμὼν τοίνυν ὁ τούτου πατὴρ καὶ μὴ ἔχων
ὅ,τι καὶ διαπράξατο ἐπιστραφεὶς τὸν Χριστὸν ὡμολόγησε, τὴν βασιλείαν πᾶσαν τῷ ἰδίῳ
υἱῷ καταλείψας. Τοῦ γοῦν θείου βαπτίσματος ἀξιωθεὶς ὁ τοιοῦτος καὶ γεγονὼς υἱὸς
κατὰ πνεῦμα τοῦ φιλτάτου Ἰωάσαφ ἐπὶ τέσσαρσι χρόνοις βιοὺς ἐν μετανοίᾳ καὶ
δάκρυσι κόνιν ἀεὶ τῆς κεφαλῆς κατέχεεν βαρέως τε στενάζων καθ᾿ ἑκάστην ἑαυτὸν
τοῖς δάκρυσιν ἐλουε μόνος μόνῳ τῷ πανταχοῦ παρόντι ὁμιλῶν καὶ συγγνώμην ἑαυτῷ
τῶν οἰκείων πταισμάτων ἐξαιτούμενος. Μετὰ ταῦτα δὲ νόσῳ τινὶ περιπεσὼν τῷ Θεῷ
ηὐχαρίστει καὶ πυκνὰ κατεφίλει τὸν φίλτατον παῖδα καί εἰς χεῖράς σου φιλάνθρωπε
Θεὲ παρατίθημι τὸ πνεῦμά μου, ἐπειπὼν μἐν ετανοίᾳ τὴν ψυχὴν τῷ Κυρίῳ παρέθετο.
Ὁ δὲ Ἰωάσαφ πάντας τοὺς θησαυροὺς ἀνοίξας κατεκένωσεν ὑπὲρ τῆς ἐκείνου ψυχῆς τῇ
δὲ τεσσαρακοστῇ ἡμέρᾳ τῆς τοῦ πατρὸς αὐτοῦ τελευτῆς μνήμην αὐτῷ τελῶν συγκαλεῖ
πάντας τοὺς ὑπ᾿ αὐτὸν καὶ πολλὰ περὶ εὐσεβείας καὶ ἀρετῆς διδάξας τούτους καὶ
ἐπευξάμενος τῆς Συγκλήτου τινὰ Βαραχίαν ὀνόματι εἰς βασιλέα ἀποκαθίστησιν. Ὅθεν
καὶ πένθος ἔλαβεν ἅπαντας καὶ ἀθυμίᾳ πολλῇ συνείχοντο. Ὁ δὲ λόγοις αὐτοὺς
παρακλήσεως τῶν πολλῶν κατασιγήσας οἰμωγῶν πάντων ὁρώντων ἐξέρχεται τοῦ παλατιοὺ
καὶ πάντων ὁμοῦ τῶν πραγμάτων καταφρονεῖ πατεῖ πάσας τὰς τοῦ σώματος ἡδονάς,
ὑπερόρᾳ πλούτου καὶ δόξης καὶ τῆς παρὰ ἀνθρώπων τιμῆς. Ἀποθεὶς δὲ τὸ διάδημα
καὶ τὴν βασιλικὴν ἁλουργίδα καταλείψας ἐξεισὶ τῶν ἀνακτόρων μὴ ἄρτον ἐπιφερόμενος,
μὴ ὕδωρ, μὴ ἀλλο τὶ τῶν πρὸς τροφὴν ἐπιτηδείων, μήτε μὴν ἱμάτιον ἠμφιεσμένος,
ἀλλ᾿ ἡ μόνον ῥάκος τρίχινον καὶ τοῦ σάκκῳ ἐμφερές, ὁ παρὰ τοῦ Βαρλαὰμ ᾐτήσατο
πάλαι. Ἅμα μὲν εἰς μνήμην τῆς τοῦ διδασκάλου ἀσκήσεως, ἅμα δὲ καὶ εἰς
φυλακτήριον αὐτοῦ. Ὅθεν καὶ πολλοὺς πειρασμοὺς ὑπομείνας ἐν τῇ ὁδῷ ἐν ἡμέραις
πολλαῖς καταλαμβάνει τὴν ἔρημον τῆς Σεναρίτιδος γῆς καὶ διετίαν ὅλην ἐν τῇ
ἐρήμῳ τελέσας, μὴ εὑρίσκων τὸν ποθούμενον Βαρλαὰμ μετὰ πόνους ἀμυθήτους καὶ
ἀσκήσεις μεγάλας καταλαμβάνει τὸ τούτου κελλίδριον. Συνόντες τοίνυν ἀμφότεροι
ἐπὶ ἔτεσι πλείστοις θαυμαστήν τε καὶ ὑπὲρ ἄνθρωπον μετήρχοντο πολιτείαν. Καὶ
μετὰ τοὺς πολλοὺς αὐτῶν ὑπὲρ εὐσεβείας καὶ ἀρετῆς καμάτους, πρῶτον μὲν ἐκδημεῖ
τῶν ὧδε καὶ πρὸς Χριστὸν ὃν ἐξ ὅλης ψυχῆς ἠγάπησεν ἐνδημεῖ ὁ θειότατος Βαρλαάμ.
Ὁ δὲ Ἰωάσαφ μετὰ χρόνον τινὰ πέμπτῳ μὲν γὰρ καὶ εἰκοστῷ τῆς ἡλικίας ἔτει τὴν
ἐπίγειον καταλιπὼν βασιλείαν τὸν ἀσκητικὸν ὑπῆλθεν ἀγῶνα ἢ μᾶλλον εἰπεῖν
γενναίως ἐδέξατο. Πέντε δὲ πρὸς τοῖς τριάκοντα χρόνοις ἐν τῇ πανερήμῳ ἐκείνη
ἀσκήσας, πολλὰς μὲν πρότερον ψυχὰς τοῦ ψυχοφθόρου δράκοντος ἀφαρπάσας τῷ Θεῷ
προσήγαγε καὶ ἀποστολικῆς διὰ τοῦτο χάριτος ἠξιώθῃ. Μάρτυς δὲ τῇ προαιρέσει
γενόμενος παῤῥησίᾳ τὸν Χριστὸν ἐνώπιον βασιλέων καὶ τυράννων ὡμολόγησε, πολλὰ
δ’ αὖ πνεύματα τῆς πονηρίας ἐξηφάνισε καὶ πάντων τῇ τοῦ Χριστοῦ δυνάμει περιγενόμενος
τῆς ἄνωθεν πλουσίως μετέσχε δωρεᾶς τε καὶ χάριτος. Τίς δὲ τῶν ἐκ γειτόνων αὐτῷ
ἁγίων γερόντων μυηθεὶς ἀποκαλύψει τινὶ θειοτέρα κατ᾿ αὐτὴν τὴν ὥραν τῆς
τελειώσεως τοῦ σοφοῦ Ἰωάσαφ πρὸς αὐτὸν παραγίνεται καὶ τὸ ἱερὸν αὐτοῦ λείψανον
ἐν τῷ τοῦ πατρὸς αὐτοῦ Βαρλαὰμ μνήματι ἐθετο καὶ πορευθεὶς πρὸς τὸν βασιλέα
Βαραχίαν ἀπήγγειλε ταῦτα. Κἀκεῖνος μετακομίζει τὰ ἱερὰ τούτων λείψανα πρὸς τὴν
ἰδίαν πατρίδα ἰάσεις παντοδαπῶν νοσημάτων πηγάζοντα ἐν τὲ τῇ μετακομιδῇ ἐν τὲ
τῇ μεταθέσει αὐτῶν καὶ ἐν τοῖς ἑξῆς χρόνοις, ὥστε τοὺς ἁγίους τούτους πατέρας
πολλοὺς τῶν ἀπίστων καὶ μετὰ θάνατον πρὸς τὴν εἰς Χριστὸν πίστιν μετήγαγον διὰ
τῶν ὑπ᾿ αὐτῶν γενομένων παραδόξων θαυμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀδριανοὺ καὶ Ναταλίας,
καὶ τῆς συνοδίας αὐτῶν.
Ἀδριανοῦ
τέμνουσι χεῖρας καὶ πόδας,
Χεῖρες
πονηρῶν, ὧν φονοδρόμοι πόδες.
Ἐν τῷ βίῳ
σύνευνος, ἐν δὲ τῷ πόλῳ,
Ἀδριανῷ
σύσκηνος ἡ Ναταλία.
Ἀνδριανὸς
ὁ μάρτυς καὶ ἡ σύζυγος αὐτοῦ Ναταλία, κατήγοντο ἐκ τῆς Νικομηδείας, ἀκμάσαντες
κατὰ τοὺς χρόνους τοῦ βασιλέως Μαξιμιανοῦ, ἐν ἔτει 298. Κατὰ δὲ τὴν δευτέραν
περίοδον τῆς βασιλείας τοῦ Μαξιμιανοῦ τοῦ διώκοντος τοὺς χριστιανούς,
συνελήφθησαν εἰκοσιτρεῖς χριστιανοὶ οἱ ὁποῖοι ἐκρύπτοντο ἐντὸς σπηλαίου, καὶ
ἐτιμωρήθησαν τιμωρίαις διαφόροις. Τούτους λοιπὸν ἠρώτησε καὶ ὁ Ἅγιος Άνδριανὸς
πρὸ τοῦ μαρτυρίου του οὕτω: Διατί, ὦ ἀδελφοί, ὑπομένετε τὰς ἀνυποφόρους ταύτας
βασάνους καὶ τὰς δεινὰς ταύτας τιμωρίας; Οἱ δὲ ἀπεκρίθησαν: Ἡμεῖς ὑπομένομεν
ταῦτα, ἵνα κερδήσωμεν ἐκεῖνα τὰ ἀγαθὰ, ἅπερ εἰσὶν ἡτοιμασμένα παρὰ Θεοῦ ἐν τοῖς
Οὐρανμοῖς διὰ τοὺς πάσχοντας ὑπὲρ τῆς ἀγάπης του, καὶ τὰ ὁποῖα οὔτε ὦτα
δύνανται νὰ ἀκούσωσιν, οὔτε λόγος νὰ παραστήσῃ. Ταύτας ἀκούσας ὁ μακάριος
Ἀνδριανὸς κατενύχθη ὑπὸ τῆς θείας χάριτος, καὶ εἶπεν εἰς τοὺς γραμματεῖς
οἵτινες ἔγραφον τὰ ὀνόματα τῶν μελλόντων μαρτυρῆσαι χριστιανῶν, ὅπως γράψουν
καὶ τὸ ὄνομά του. Οἱ δὲ ἔγραψαν αὐτὸν εἰς τὸ μαρτυρολόγιον, καὶ μὲ ἀλύσεις τὸν
ἔδεσαν καὶ τὸν ἐφυλάκισαν. Μαθοῦσα δὲ τοῦτο ἡ σύζυγός του Ναταλία, καὶ
ἀποδώσασα τὴν σύλληψίν του εἰς ἄλλας αἰτίας, ἐθρήνει κατὰ πρῶτον καὶ ἐστέναζεν·
ἀφ’ οὗ δὲ ὕστερον ἔμαθεν ὅτι διὰ τὸν Χριστὸν ἔβαλαν αὐτὸν εἰς τὴν φυλακήν, ἔνθα
εἰσελθοῦσα κατεφίλει τὰ δεσμὰ καὶ τὰς ἀλύσεις αὐτοῦ, καὶ ἐμακάριζεν αὐτὸν δι’
ἥν ἔδειξε προθυμίαν. Αὐτὸν μὲν συμβουλεύουσα νὰ μένῃ στερεὸς καὶ ἀσάλευτος εἰς
τὰς βασάνους, τοὺς δὲ ἄλλους συνδεσμίους του παρακαλοῦσα νὰ εὔχωνται ὑπὲρ
αὐτοῦ.
Καὶ
τότε μὲν ἐπανῆλθεν ἡ Ναταλία οἴκαδε κατὰ προτοπὴν τοῦ συζύγου της. Ὁ δὲ Ἅγιος
Ἀδριανὸς ἔλαβε ἄδεια παρὰ τῶν δεσμοφυλάκων, ὅπως ὑπάγη εἰς τὴν οἰκίαν του ἵνα
ἀναγγείλῃ πρὸς τὴν σύζυγόν του ὅτι ἐπέστη πλέον ὁ καιρὸς τοῦ μαρτυρικοῦ του
τέλος. Ἡ δὲ Ναταλία, νομίσασα ὅτι ὁ σύζυγός της φοβηθεὶς τὰς βασάνους ἠρνήθη
τὸν Χριστὸν καὶ διὰ τοῦτο ἀπεφυλακίσθη, ἔκλεισε τὴν θύραν τοῦ οἴκου των,
ὀνειδίζουσα αὐτὸν ὡς ἀρνησίχριστον καὶ δειλὸν καὶ φιλόζωον. Ἀπεκάλει δὲ ἐαυτὴν
ἀθλία καὶ δυστυχῆ, διότι οὐδὲ κἄν ἐπὶ μίαν ἡμέραν ἔλεγε, δὲν ἀπήλαυσε τὴν δόξαν
του νὰ ὀνομάζηται γυνὴ Μάρτυρος, ἀλλ’ ἥν ἤλπιζε νὰ λάβῃ εὐτυχίαν καὶ
μακαριότητα διεδέχθησαν ἐξ αἴφνης ἡ δυστυχία καὶ ἡ ἀθλιότης.
Ἀφ’
οὗ δὲ ἔμαθεν αὕτη τὸν σκοπὸν τοῦ ἐρχομοῦ τοῦ Ἁγίου εἰς τὸν οἶκόν του, εὐθὺς
μετεβλήθη, καὶ ἀνοίξασα τὴν θύραν εἰς τὸν σύζυγόν της περιχαρῶς αὐτὸν
κατησπάζετο· εἶτα ἀκολουθήσασα τῷ Ἁγίῳ, ὑπῆγε μετ’ αὐτοῦ εἰς τὸν βασιλέα.
Παρασταθεὶς λοιπὸν ὁ Ἅγιος Ἀνδριανὸς εἰς τὸν τύραννον καὶ ὁμολογήσας τὸν
Χριστὸν ἀληθινὸν Θεόν, ἐξυλοκοπήθη πρῶτον, καὶ ἔπειτα ῥιφθεὶς χαμαὶ ὕπτιος,
τοσοῦτον ἐδάρη ὁ ἀοίδιμος εἰς τὴν κοιλίαν, ὥστε ἐφάνησαν ἔξωθεν τὰ ἐσωτερικὰ
αὐτοῦ σπλάγχνα· ἧγε δὲ τότε τὸ εἰκοστὸν ὄγδοον τῆς ἡλικίας του ἔτος. Ὕστερον
ἔκοψαν, ὡς καὶ ἄλλων χριστιανῶν, τὰς χεῖρας καὶ τοὺς πόδας τοῦ Ἁγίου,
συμβοηθούσης εἰς τὴν ἀποκοπὴν τῶν μελῶν του καὶ τῆς συζύγου του Ναταλίας, ἥτις
ἔθετεν ἕκαστον μέλος του ἐπὶ τοῦ ἄκμονος ἵνα κοπῇ, καὶ τὸν μὲν δήμιον παρεκάλει
νὰ κτυπᾷ δυνατώτερα τὴν κοπίδα καὶ τὴν σφῦραν, ἵνα προξενῆται εἰς τὸν Ἅγιον
περισσότερος καὶ δριμύτερος πόνος, τὸν δὲ Ἀνδριανὸν παρεθάῤῥυνε καὶ
ἐνεδυνάμωνεν, ἵνα ὑπομένῃ ἀνδρείως τοὺς πόνους καὶ ἵνα μὴ προδώσῃ ἕνεκα δειλίας
τὸ ὑπὲρ Χριστοῦ Μαρτύριον.
Ὅτε
δὲ ὁ Ἅγιος Ἀδριανὸς ἐτελείωσε τὸ μαρτύριον μετὰ τῶν λοιπῶν Μαρτύρων, καὶ τὰ
ἅγια αὐτῶν λείψανα ἔμελλον νὰ ῥιφθῶσιν εἰς τὸ πῦρ, λαβοῦσα ἡ μακαρία Ναταλία
τὴν μίαν τῶν χειρῶν τοῦ Ἁγίου, τὴν ἔθηκεν ἐντὸς τοῦ κόλπου της καὶ παρηκολούθει
τοῖς ἁγίοις Λειψάνοις· ἀλλὰ καὶ μὲ τὰ αἵματα τὰ ὁποῖα ἔσταζον ἐκ τῶν ἁγίων
λειψάνων ἤλειφεν ἑαυτήν, ὡσεὶ ἦσαν μύρα καὶ ἀρώματα. Ἅμα ῥιφθέντων δὲ τῶν Ἁγίων
λειψάνων ἐν τῇ πυρᾷ κατέπεσε ῥαγδαία βροχή, ἥτις ἔσβεσε τὸ πῦρ· ὅθεν,
χριστιανός τις Εὐσέβιος συλλέξας τὰ ἅγια λείψανα, ἔβαλεν ταῦτα εἰς πλοιάριον,
καὶ μετακομίσατο εἰς Ἀργυρούπολιν, τὰ ἐνεταφίασεν ἐκεῖ, ὅπου τελεῖται καὶ ἡ
Σύναξις τῶν Ἁγίων καὶ ἑορτήν. Ἐνταῦθα καὶ ἡ Ἁγία Ναταλία ἐλθοῦσα ὕστερον,
παρέδωκε τὴν ἁγνὴν ψυχήν της εἰς χεῖρας Θεοῦ καὶ ἐνεταφιάσθη παρὰ τοῖς
λειψάνοις τῶν Ἁγίων Μαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ συναθλήσαντες τῷ Ἁγίῳ Ἀδριανῷ, ξίφει
τελειοῦνται.
Τέμνουσιν
ἀνδρῶν εἰκοσιτριῶν ἄκρα,
Τὰ τετράκις
τοσαύτα χεῖρας καὶ πόδας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀττικοῦ καὶ Σισινίου καὶ
τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰβιστίωνος.
Συσταδιοδρομούσιν
Ἀθληταὶ δύο,
Ξίφους
δραμόντες στάδιον κουφοδρόμως.
Ῥυφθεὶς
ὑσσώπῳ δακρύων Ἰβιστίων,
Εὔθυμος εἰς
ἄδακρυν χωρεῖς χωρίον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη ἑτέρου Μάρτυρος Ἀδριανού.
Ἀδριανὸν
τμηθέντα κοσμήσει στέφος,
Ἐν τῇ μεγίστῃ
τῶν στεφάνων ἡμέρᾳ.
Ἤκμασεν
οὗτος κατὰ τοὺς χρόνους τοῦ βασιλέως Λικινίου, ἐν ἔτει τιγ΄ (313) καταγόμενος
μὲν ἐκ τῆς Ῥώμης, υἱὸς ὤν Πρόβου βασιλέως Ῥώμης, τοῦ βασιλεύοντος ἐν ἔτει σος΄
(276)· διαμένων δὲ ἐν Βυζαντίῳ μετά τινος ἄλλου ἀδελφοῦ του, Δομετίου
καλουμένου, ὅστις προεχειρίσθη Ἐπίσκοπος τοῦ Βυζαντίου μετὰ τὸν Τίτον. Οὗτος
λοιπὸν ὁ μακάριος, ποθῶν νὰ μαρτυρήσῃ διὰ τὸν Χριστόν, ὑπῆγεν εἰς τὴν
Νικομηδείαν καὶ ἤλεγξε τὸν Λικίνιον, διότι ματαίως κατεπόνει τὰ ῥωμαϊκὰ
στρατεύματα προφασιζόμενος ὅτι διώκει τοὺς χριστιανούς. Ὅθεν ἀφ’ οὗ ἐτιμωρήθη
παρὰ τοῦ Λικινίου μὲ διαφόρους βασάνους, τελευταῖον ἀπεκεφαλίσθη καὶ οὕτω
ἔλαβεν ὁ ἀοίδιμος τοῦ μαρτυρίου τὸν στέφανον. Ὁ δὲ τούτου ἀδελφὸς καὶ ἐπίσκοπος
τοῦ Βυζαντίου Δομέτιος, λαβὼν τὸ ἅγιον αὐτοῦ Λείψανον, ἐνεταφίασεν αὐτὸ ἐν
Ἀργυρουπόλει τῇ κειμένῃ πλησίον τοῦ Βυζαντίου, ὅπου εὑρίσκοντο καὶ τὰ Ἅγια
Λείψανα τῶν μαρτύρων Ἀνδριανοῦ καὶ Ναταλίας, μετὰ τοῦ λειψάνου Στάχυος τοῦ
Ἀποστόλου, τοῦ χρηματίσαντος πρώτου Ἐπισκόπου τοῦ Βυζαντίου μετὰ τὸν
πρωτόκλητον Ἀνδρέαν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Τιθόης ἐν εἰρήνη τελειοῦται.
Οὐκ εἶχεν,
οἷμαι, σάρκα Τιθόης ὅλως·
Κἂν εἶχε,
τήξας, οὐκ ἑᾷ βηρῶσιν τάφῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Γελασίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀνδριανοῦ τοῦ Ῥώσου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς
Εἰκόνος τῆς Θεοτόκου τοῦ Βλαδιμήρου
Ταῖς
αὐτῶν πρεσβείαις ὁ Θεὸς ἐλέησον ἡμᾶς.
ᾨδὴ
ζ´. Δροσοβόλον μέν.
Τῶν
καμάτων σου θεόφρον τὴν περίοδον, Ἄγγελοι καθορῶντες τηλαυγῶς ἐξεπλήττοντο, καὶ
ἀνύμνουν οἷα κραταιόν, τὸν σὲ ἐνισχύσαντα Χριστὸν ὅθεν σὺν τούτοις καὶ ἡμεῖς σὲ
ἀνυμνοῦμεν εὐσεβῶς.
Νεύσει
θείᾳ τε καὶ κρείττονι κατέλαβες, οἴκημα Βαρλαὰμ τοῦ σοφοῦ καὶ συνὼν αὐτῷ ἐπὶ
πλείστοις ἔτεσι σοφέ, προέπεμψες τοῦτον πρὸς Θεόν, εὐλογητὸς εἶ ὁ Θεὸς
ἀναβοώντα εὐσεβῶς.
Τῶν
ἐχθρῶν ἀντιταξάμενοι ταῖς φάλαγξι, σθένει δυναμωθέντες Θεοῦ ἐτροπώσασθε, καὶ
στεφάνους δόξης πρὸς Θεοῦ, ἐδέξασθε κράζει ἐμμελῶς εὐλογητὸς εἶ ὁ Θεός.
Γηθοσύνως
τὰ σεβάσμια μακάριοι, πνεύματα παραθέμενοι Θεῷ ἐπληρώσατε τῶν ἁγίων πάντων τοὺς
χορούς, πολλῆς θυμηδίας τοῦ βοᾶν εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἡσαΐας
ὁ προφήτης προηγόρευσε, σὲ τὴν ἀειπάρθενον ἁγνὴν ἀπειράνδρως καὶ ὑπὲρ λόγον τέξειν
τὸν Θεὸν διὸ καὶ ἡμεῖς περιχαρῶς, εὐλογητός εἶ ὁ Θεὸς ἀναβοῶμεν σὺν αὐτῷ.
Ἕτερος.
Θεοῦ συγκατάβασιν.
Θευδᾶν
τὸν γηράσαντα, δεινῇ κακίᾳ καὶ τοῖς ἀλόγοις ποτέ, παρανόμως θυσίαν, ἀποδιδόντα
μεμωραμένῃ ψυχῇ, σοφοῖς σου λόγοις προσήγαγες ἄξιον, ἐξ ἀναξίου Χριστῷ, τῷ
Ποιητῇ καὶ Θεῷ.
Πατέρα
τὸν ἄπιστον, Χριστῷ προσήξας διὰ βαπτίσματος, καὶ γεννήτωρ ἐγένου, θείᾳ
προνοίᾳ· τοῦ σοῦ γεννήτορος· ὅθεν ἐβόας Κυρίῳ γηθόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ
τῶν πατέρων ἡμῶν.
Πατέρων
ὁ σύλλογος, καὶ τῶν Ἀγγέλων πάντα τὰ τάγματα, συνηθροίσθησαν μάκαρ, τῇ σῇ ἐξόδῳ
καὶ τῶν λοιπῶν οἱ χοροί, Ἁγίων πάντων Κυρίῳ κραυγάζοντες· Εὐλογητὸς ὁ Θεός, ὁ
τῶν πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἐλέους
τὴν ἄβυσσον, ἡ τετοκυῖα τὸν ἀσυμπάθητον, καὶ πανάσωτον σῶσον, ὡς συμπαθὴς
ἐλεήμων καὶ εὔσπλαγχνος, καὶ λύτρωσαί με γεέννης τὸν δείλαιον, ὅπως ὑμνῶ σὲ
ἀεί, τὴν πολυΰμνητον.
ᾨδὴ
η´. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Πρὸς
ζωὴν τὴν ἀγήρω, ὡς μεταβέβηκας, καὶ ἀγγέλοις συνήφθης ἡ τῶν λειψάνων σου, θήκη
τοῖς πιστῶς προσιοῦσι δεδώρηται, πάντων νοσημάτων ἴασις θεοφόρε.
Σὺν
τῇ θεία δυάδι, ἀνευφημείσθωσαν, οἱ ἑπτὰ σὺν τοῖς δέκα ὀσιομάρτυρες, οὓς ὑπὲρ
Χριστοῦ θανεῖν δεινῶς παρεσκεύασεν, ἄναξ Αἰθιόπων πατὴρ τοῦ Ἰωάσαφ.
Ὑπεράρχιον
φύσιν, καὶ ἀδιαίρετον, ἐν τρισὶν ὑποστάσεσιν πάντες δοξάσωμεν, ὕμνον τὸν
ἀγγελικὸν θείων δυνάμεων, κράζοντες συμφώνως εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁ
λαὸς ὁ ἐν σκότει, πάλαι καθήμενος, διά σου νῦν φῶς εἶδε τὸ προαιώνιον ὅθεν
ἀνυμνοῦμεν σὲ πιστῶς πάναγνε Δέσποινα, καὶ ὑπεράγιε εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος.
Ἑπταπλασίως κάμινον.
Ἐν
μέσῳ διαιτώμενος, νεανίδων ἀήττητε, οὐκ ἐθέλχθης μάκαρ, ὑπ’ αὐτῶν τὸ σύνολον.
Ἀλλ᾿ ἔστης ἀκλόνητος, οἷα γενναῖος ἀγωνιστής, τῷ νικοποιῷ καὶ Λυτρωτῇ σου
κραυγάζων· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Τίς
ἐξειπεῖν δυνήσεται, τὰ φρικτὰ σου τεράστια, τὰ ἡρωϊκὰ καὶ καρτερικὰ παλαίσματα,
τὰ ἔνδοξα τρόπαια· δι’ ὧν δαιμόνων πᾶσαν ὀφρύν, καταβεβληκώς, τῷ Λυτρωτῇ
ἀνεβόας· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ὁ
προειδὼς τὰ μέλλοντα, καὶ καλῶν τὰ ἀνύπαρκτα, ὥσπερ ὄντα Πάτερ, οὗτος τὴν
εὐγένειαν, ψυχῆς σῆς ἑώρακεν, ἐξαποστέλλων τὸν Βαρλαάμ, ὅστις τὴν βουλήν, αὐτοῦ
προθύμως πληρώσας, ἀγρεύει σὲ πανσόφως, καὶ προσάγει τῷ Κτίστῃ, ὅνπερ
συνανυμνεῖτε, εἰς πᾶντὰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Νενεκρωμένον
ζώωσον, τεθαμμένον ἐξεγεῖρον, καταβεβλημένον μου τὸν νοῦν ἀνάστησον, νεκροὺς ἡ
ζωώσασα, σῷ ζωηφόρῳ τόκῳ Σεμνή, ὡς αὐτοζωήν, ἐν ἀληθείᾳ τεκοῦσα, Μαρία Θεοτόκε,
ὑπερευλογημένη, ὑπερδεδοξασμένη, καὶ Κεχαριτωμένη.
ᾨδὴ
θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Χοροὶ
ἀγγέλων ἐν σοι ἐκρότησαν, πατριαρχῶν καὶ πάντων τῶν ἁγίων τὰ τάγματα, καὶ
βροτῶν ὁμήγυρις μεγάλως ὑμνεῖ, πᾶσαν τὴν βιοτήν σου, ὢ εὐσεβέστατε Ἰωάσαφ, σὺν
τῷ Βαρλαάμ· ὅθεν ὑμνοῦμέν σε.
Ὡς
πρῴην μάκαρ μεγάλα ἔλιπες, οὕτω καὶ νῦν μεγάλους τοὺς ἐπαίνους διέφυγες, διὰ
τοῦτο πρόσδεξαι τὸν νῦν σοι μικρὸν ὕμνον προσενεχθέντα, ὥσπερ ἠγάπησας, πάλαι
τὰ μικρὰ καὶ εὐτελῆ μέγιστε ἅγιε.
Συνὼν
τοῖς πᾶσιν ἁγίοις ἅγιε, καὶ νῦν τῇ ἁγία φύσει καὶ ἐν Τριάδι παρίστασαι, δυσωπῶν
ἑκάστοτε σωθῆναι ἡμᾶς· ὅθεν τὸν ἐνάγῃ μὲ ἅγιον ἐργασαι, καὶ τοῖς τῶν ἁγίων μὲ
χοροῖς σύνταξον δέομαι.
Θεοτοκίον.
Ὑμνῶ
Παρθένε σὲ τὴν πανύμνητον, τὴν τὸν Θεὸν τὸν μόνον ὑπερύμνητον τέξασαν Διά σου
γὰρ Δέσποινα οἱ πάντες φθορὰ πρῴην κατακριθέντες νῦν ἐθεώθημεν, καὶ σὺν τοῖς
ἀγγέλοις ἀνυμνεῖν σε ἠξιώθημεν.
Ἕτερος.
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Τὸν
δρόμον ἐκτελέσας ἀσκητικῶς, τῆς σαρκὸς τὰ ἡδέα ἐμίσησας, ὡς παροικῶν, ἐν τῷδε
τῷ βίῳ καὶ παρεστώς, τῷ σῷ Δεσπότῃ μέγιστα, τρόπαια λαμβάνεις ὡς νικητής, ὑπὲρ
τῶν σὲ ὑμνούντων, ἀπαύστως ἱκετεύων, καὶ εὐμενίζων τὸν φιλάνθρωπον.
Μὴ
παύσητε δεόμεθα ἐκτενῶς, τῷ Χριστῷ Ἰωάσαφ τρισόλβιε, σὺν Βαρλαάμ, τῷ καθηγητῇ
σου ὑπὲρ ἡμῶν, πρεσβεύειν ὅπως τύχοιμεν, τῆς αἰωνιζούσης καὶ εὐκλεοῦς, ζωῆς τῆς
τῶν μακάρων, ῥυσθέντες τοῦ ἀσβέστου, πυρὸς καὶ πάσης ἄλλης θλίψεως.
Τοῖς
πόθῳ ἐκτελούσι χαρμονικῶς, σοῦ τὴν μνήμην παμμάκαρ τὴν ἄφεσιν, παρὰ Θεοῦ,
αἴτησαι πταισμάτων καὶ τῶν δεινῶν, καὶ δυσχερῶν ἀπάλλαξον, ὅπως εἰς λιμένα
περιχαρῶς, σωτήριον ἐλθόντες, δοξάζωμεν ἀπαύστως, τὸν ἐπαξίως σε δοξάσαντα.
Θεοτοκίον.
Παράδοξον
εἰργάσω πρᾶγμα Σεμνή, τὸν σόν Πλάστην τεκοῦσα καὶ Κύριον. Πρᾶξον καὶ νῦν,
ἕτερον τεράστιον ἐν ἐμοί, καὶ ἀπογνόντα σῶσόν με, τὸν ἁμαρτωλότερον τῶν ἐθνῶν,
καὶ σῶσον φιλανθρώπως, ὡς Μήτηρ φιλανθρώπου, φιλανθρωπίας τὸν ἀνάξιον.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις. Θεοφίλου.
Τὰ
τῶν ὁσίων πλήθη, χεῖρας κροτοῦσι μυστικῶς, ἐν τῇ ἁγία ὑμῶν μνήμη, πατέρες θεῖοι
καὶ σεπτοί, καὶ νῦν Χριστὸν δυσωπεῖτε, ὑπὲρ ἡμῶν θεοφόροι.
Ὅμοιον.
Ἀγαπίου.
Οἱ
ἐν ὀπαῖς καὶ σπηλαίοις, συναθροισθῶμεν ἐν τῷδε, τῷ ἱερῷ οἰκιδίῳ, τοῦ μάκαρος
Ἰωάσαφ, ἵνα Χριστὸν τὸν Δεσπότην, ἐξιλεώσωμεν ὕμνοις.
Θεοτοκίον.
Ὁ
γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε
Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι τῶν αἰωνίων βασάνων.
Αἶνοι.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Ἰνδῶν
ἡ περιχῶρος, μετ᾿ ἐγκωμίων ὑμνείτω, καὶ κροτείτω σήμερον, Ἰωάσαφ ἀνακτᾷ, τὸν
πιστὸν αὐτῆς·ἰδοὺ γὰρ πάρεστι, τοῖς πιστοῖς ἅπασαν, ἡ ἅγια αὐτοῦ μετάστασις,
καὶ πάντες Ἄγγελοι, δόξαν τῷ Θεῷ ἀναπέμπουσιν, ἀνθρώποις συγχορεύοντες, οἱ
περιχαρῶς ἑορτάζουσι, τούτου τὴν ἁγίαν, καὶ εὔσημον πανήγυριν πιστῶς, καὶ τῶν
ὁσίων τὰ τάγματα, μυστικῶς εὐφραίνονται. (Δίς)
Ὅλην
σοῦ τὴν ἔφεσιν, πρὸς τὸν Δεσπότην ἐκτήσω, Βαρλαὰμ μακάριε, καὶ σαρκὸς τὸ
φρόνημα, καθυπέταξας, τῇ ψυχὴ ὅσιε, καὶ λαμπρῶς ἰσχῦσας τῶν δαιμόνων γὰρ τὰς
φάλαγγας, στεῤῥῶς ἐνίκησας, καὶ τοῖς τῶν ἀγγέλων στρατεύμασι, συνήφθης
ἱερώτατε, καὶ τὰς ἀμειβὰς τῶν καμάτων σου, χαίρων ὑπεδέξω, πρεσβεύων ἐκτενῶς
ὑπὲρ ἡμῶν, ἀδιαλείπτως τῷ Κτίστῃ σου, τῶν ἀνευφημούντων σε.
Ὕψει
θείας γνώσεως, ἐν σοι ὠράθη θεόφρον, ταῖς τοῦ θείου Πνεύματος, δωρεαῖς καὶ
χάρισιν, ἐκλαμπόμενος, Βαρλαὰμ ὅσιε, τοῦ Χριστοῦ· πᾶσι γάρ, ἀνεκήρυξας τὸ
ὄνομα, καὶ προσενήνοχας, σοῦ ταῖς ἱεραῖς παραινέσεσι, τῷ Κτίστῃ σου μακάριε,
θεῖον Ἰωάσαφ τὸν ἄνακτα· ὅθεν σὲ τιμῶμεν, σὺν τούτῳ κατὰ χρέος οἱ πιστοί, τὴν
παναγίαν καὶ ἔνδοξον, μνήμην σου γεραίροντες.
Δόξα.
Ἦχος δ´.
Ἔλαμψαν
τὰ καλὰ ἔργα σου, ὡς κλέος ἐπὶ τῆς γῆς καὶ ἐν οὐρανοῖς Χριστοῦ θεράπον Βαρλαάμ·
Ὀρθοδόξως γὰρ ἐκήρυξας ἡμῖν τὴν ἀληθῆ καὶ ἀμώμητον πίστιν Χριστοῦ· διὸ ἱκέτευε
ὅσιε πάτερ σὺν τῷ κλεινῷ Ἰωάσαφ ἐν τῇ μνήμη ὑμῶν θεοφόροι δωρηθῆναι ἡμῖν τὸ
μέγα ἔλεος.
Καὶ
νῦν. Ὁ αὐτός.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Θεοφίλου
Χαίροις
τῶν ἀνάκτων ἡ καλλονή, καὶ τῶν Ἀποστόλων, ὑποτύπωσις ἀληθὴς· χαίροις τῶν Ὁσίων,
ὁμότροπος ἐν βίῳ, παμμάκαρ Ἰωάσαφ, Ἀγγέλων σύσκηνε.
Ἕτερον.
Ἀγαπίου.
Τὸν
τῶν μοναζόντων ὑπογραμμόν, ἀσκητῶν τὸ κλέος, καὶ ἀνάκτων τὴν καλλονήν, στήλην
σωφροσύνης, τὸν μέγαν Ἰωάσαφ, ἐν ὕμνοις κατὰ χρέος, ἀνευφημήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου