Σάββατο 30 Ιουνίου 2018

ΟΚΤΩΒΡΙΟΣ 17. ΑΓΙΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΔΡΕΑΣ ΕΝ ΚΡΙΣΕΙ ΔΟΞΑΣΤΙΚΑ


ΟΚΤΩΒΡΙΟΣ 17.
ΑΝΔΡΕΑΣ ΕΝ ΚΡΙΣΕΙ ΟΣΙΟΜΑΡΤΥΣ

Δοξαστικό, τῶν στιχηρῶν τοῦ ἑσπερινοῦ. Ἦχος πλ. α΄.
Σήμερον, ἁγιάζει τοῦ Χριστοῦ ὁ Μάρτυς πᾶσαν ὁμήγυριν πιστῶν, τάξεις οὖν φιλεόρτων, τοῖς ἐκ λόγων ἄνθεσι καὶ ἐκ φθόγγων ᾄσμασιν ὑμνήσωμεν αὐτόν, ποιμένες σὺν ποιμνίοις, σὺν Ὁσίοις, Μάρτυρες, ὁμοῦ ἐκ πάντων τῶν περάτων ᾠδάς, τὰς τοῦ Πνεύματος, ἐνθέως τῷ ἀθλητῇ προσάξατε, ὅτι ὤφθη τίμιος ἐναντίον Χριστοῦ, οὗ τὸ ὁμοίωμα δουλικῶς, ἐν σχέσει προσεκύνησεν, οὗ ὑπερήθλησε μέχρι παθῶν καὶ σφαγῆς, ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δοξαστικό, τῶν ἀποστίχων τοῦ ἑσπερινοῦ. Ἦχος δ΄.
Τὸν ἐν ἀσκήσει θαυμαστόν, καὶ ἀθλήσει, ἀνευφημήσωμεν πιστοὶ κατὰ χρέος, ὡς εὐσεβείας κήρυκα καὶ πρόμαχον στεῤῥόν, Ἀνδρέαν τὸν πανεύφημον Ἀθλητήν. Οὗτος γάρ, ἀπτόητος τῷ Κοπρωνύμῳ ἀντέστη, τιμᾶσθαί τε ἐκήρυξε τοῦ Χριστοῦ τὴν Εἰκόνα, ὡς ἀσκητῶν ἁπάντων καλλονή, καὶ τῶν Μαρτύρων δόξα, ἀνδρείας τε ὑπόδειγμα. Αὐτῷ οὖν ἐκβοήσωμεν· Ὁσιομάρτυς τοῦ Χριστοῦ, πρεσβεύειν μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων τὴν μνήμην σου.

Δοξαστικό, τῶν στίχων τῶν Αἴνων τοῦ ὄρθρου. Ἦχος πλ. δ΄.
Τὸ κατ’ εἰκόνα τηρήσας ἀλώβητον, Ὅσιε Πάτερ, ὑπὲρ τῆς Χριστοῦ Εἰκόνος ἀντέστης ἀνδρικώτατα, μὴ ὑποπτήξας τοῦ Κοπρωνύμου τὰς ἀπειλάς, ἀλλὰ τῷ τοῦ Πνεύματος ξίφει τοῦτον ἀπέκτεινας. Διὸ παῤῥησίαν κεκτημένος πρὸς Θεόν, περίσωζε τὸν λαόν σου ἐξ αἱρέσεων πασῶν Ἀνδρέα πολύαθλε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου