ΙΟΥΛΙΟΣ ΙΓ΄.
ΣΠΥΡΙΔΩΝΟΣ ΤΡΙΜΥΘΟΥΝΤΟΣ
ΑΝΑΜΝΗΣΙΣ ΘΑΥΜΑΤΟΣ ΕΙΣ ΤΟΝ ΤΥΦΛΟΝ
ΔΟΞΑΣΤΙΚΑ
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τό· Κύριε ἐκέκραξα, καὶ
τὰ συνήθη Προσόμοια.
Δόξα.
Ἦχος πλ. β’.
Δεῦτε
φιλεόρτων ὁμήγυρις, δεῦτε νῦν χορείαν συστήσαντες, ᾄσμασιν εὐχαρίστοις, τὸν
Ἱεράρχην καὶ φίλον Κυρίου, Σπυρίδωνα τὸν πανθαύμαστον, εὐσεβῶς ἀνευφημήσωμεν.
Πολλὰ γὰρ καὶ ὑπὲρ φύσιν, τοῦ Χριστοῦ τῇ δυνάμει, ἐνεργεῖ διὰ ἰάσεων, τοῖς τῷ
θείῳ αὐτοῦ λειψάνῳ εὐλαβῶς προσερχομένοις. Αὐτὸς καὶ τοῦ ἐξ ἑώσας τυφλοῦ
παραδόξως ὀμματώσας τὰς κόρας, χαρὰν ἑόρτιον σήμερον τοῖς Κερκυραίοις
ἀπειργάσατο. Τί οὖν ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Μέγας εἶ Κύριε, πιστῶς ἐκβοήσωμεν, καὶ θαυμαστὸς ἐν τοῖς Ἁγίοις· δόξα Σοι.
Εἰς τὸν Στίχον.
Δόξα.
Ἦχος πλ. δ’.
Τίς
μὴ δοξάσει, τίς μὴ ὑμνήσει, τῶν θαυμάτων τὴν χάριν ἣν παρὰ τοῦ Σωτῆρος ἐκομίσω,
Ἱεράρχα ἀοίδιμε; Καὶ γὰρ ὁσημέραι ταχεῖαν πλουτοῦμεν τὴν ἀντίληψιν, πόθῳ καὶ
δέει τῷ ἱερῷ σου λειψάνῳ προστρέχοντες. Τούτῳ καὶ τυφλὸς ὁ ἐξ ἑώας προσδραμών,
παράδοξον εὗρε τὴν ὅρασιν· καὶ δή σοι χαριστήρια θύοντες, ἐτήσιον ἀνάμνησιν τοῦ
τεραστίου ποιούμεθα, μεγαλύνοντες Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ὑπὲρ φύσιν
ἀφθαρτίσαντα τὸ σὸν πανέντιμον σκῆνος, καὶ προστάτην ἄμαχον ἡμῖν σὲ
δωρησάμενοι. Αὐτὸν οὖν ἱκέτευε, ἁγιώτατε Πάτερ, Σπυρίδων θαυματουργέ, σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου