Σάββατο 23 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 4. ΑΓΙΑ ΜΑΡΤΥΣ ΕΡΜΙΟΝΗ ΑΚΟΛΟΥΘΙΑ




ΣΕΠΤΕΜΒΡΙΟΣ Δ΄!!

ΕΡΜΙΟΝΗ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος πλ. δ’. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! ἡ τοῦ Κυρίου ἀμνάς, τὴν Αὐτοῦ ἐθελούσιον, μιμουμένη νέκρωσιν, διὰ πόνων ἀθλήσεως, κειμένη τάφῳ αἵματος πρόσχυσιν· ἀναπηγάζει, τοῖς προσιοῦσι πιστῶς, ἣν ἀρυόμενοι, εἰς ψυχῶν καθάρσιον τῷ τοῦ παντός, αἴνεσιν προσάγωμεν, Θεῷ ἑκάστοτε. (Δίς)

 

Μάρτυς Ἑρμιόνη ἔνδοξε, οὔτε τηγάνου βρασμόν, οὔτε λέβητος κόχλασιν, οὐ ποδῶν περόνην σοι, οὐ δημίων μαστίγωσιν, καὶ πᾶσαν ἄλλην οἴσασα βάσανον, ἐδέξω στέφος, νίκης ἀμάραντον· καὶ ἀνελήλυθας, πρὸς τὸν σὸν ποθούμενον περιχαρῶς· ὅθεν σὲ γεραίρομεν, καὶ μακαρίζομεν. (Δίς)

 

Ὢ Ἑρμιόνη πανεύφημε, οὔτε βασάνων τὸ πῦρ, οὐ τρυφῆς ἡ ἀπόλαυσις, οὐ τοῦ κόσμου χάριτες, οὐ τερπνότης νεότητος, τῆς πρὸς Χριστὸν ἀγάπης ἐχώρισεν, ἐφιεμένην τῆς ὡραιότητος· τῆς ὑπὲρ ἔννοιαν, τοῦ σεπτοῦ Νυμφίου σου ἐπιτυχεῖν, ἧ περ κατηξίωσαι, θεομακάριστε.

 

Μάρτυς, Ἑρμιόνη ἔνδοξε, τὰς οὐρανίους μονάς, ἐπαξίως οἰκήσασα, σὺν παρθένων τάγμασι, καὶ Μαρτύρων στρατεύμασι· τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, καὶ προσιόντας πιστῶς τῇ σκέπῃ σου, σῶζει πρεσβείαις σου· τῶν πταισμάτων ἄφεσιν παρὰ Θεοῦ, αἴτησαι καὶ λύτρωσιν, καὶ μέγα ἔλεος.

 

Δόξα. Ἦχος β’.

Δεῦτε φιλομάρτυρες, πνευματικῶς πανηγυρίσωμεν, ἐπὶ τῇ μνήμῃ τῆς πανενδόξου μεγαλομάρτυρος Ἑρμιόνης. Τραϊανοῦ τε καὶ Ἀδριανοῦ τὰς φρικώδης βασάνους, ἀντ’ οὐδενὸς ἐλογίσατο· διὸ προφητικῶς χαίρουσα ἀνεκραύγαζε· Κύριος ἐμοὶ βοηθός, τί ποιήσει μοι ἄνθρωπος; Ἧς ταῖς πρεσβείαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α΄.

Μετὰ τῶν ἄνω Ταγμάτων συνηριθμήθης ἔνδοξε. Πατρίδα λιποῦσα καὶ Ἔφεσον οἰκοῦσα, δι’ ἀγάπην τοῦ Ποιητοῦ σου. Πάντας τοὺς προσιόντας σοι, σωματικῶς καὶ ψυχικῶς ψυχαγωγοῦσα, Ἑρμιόνη πανεύφημε. Αἴτησαι καὶ νῦν, Χριστῷ τῷ Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος β’.

Ὡς ἀλάβαστρον μύρου τὸ αἷμά σου προσενήνοχας τῷ σῷ Νυμφίῳ Χριστῷ, Ἑρμιόνη Ἀθληφόρε ἀήττητε· ἀντάμειψιν δὲ εἴληφας παρ’ Αὐτοῦ ἀξιάγαστε, ἰατρεύειν τὰς νόσους ψυχῶν τε καὶ σωμάτων, τοῖς μετὰ πόθου καὶ πίστεως τῷ ναῷ σου προστρέχουσιν· ὅθεν, τῇ ἐπικλήσει τοῦ παναγίου Πνεύματος, τὰς χεῖρας τῶν σῶν φονευτῶν, σὺν ταῖς ψυχαῖς ἐθεράπευσας· μεθ’ ὧν ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

Εἰς τὸν Στίχον. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Πολυώδυνα βάσανα, ὑποστῆσαι πανένδοξε, ἀνδρικῷ φρονήματι ηὐτομόλησας, τὰ τῶν Ἑλλήνων σεβάσματα, ὡς κόνιν ἐλέπτυνας, τῷ γὰρ σθένει τοῦ Σταυροῦ, τὸν ἀντίπαλον ἔκτεινας, τὸν καυχώμενον· καὶ ἐφ’ ὕπερθεν ἄστρων θρόνον θῆναι, πρὸ ποδῶν σου γὰρ ἐῤῥάγη, ὥσπερ στρουθίον πετόμενον.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Τοῦ τηγάνου τὴν πύρωσιν, καὶ μολύβδου τὴν κόχλασιν, θεϊκῇ προνοίᾳ Ἄγγελος τάχιστα· τὸ μὲν ὡς κλίνην ἀνέδειξε, τὸ δὲ ὕδωρ ἔνδροσον, οἷον πᾶλαι τοῖς παισί, τοῦ τετάρτου ἡ ὅρασις· μεθ’ οὗ ἔκραξας· σοῦ τὸ ἔλεος μέγα πανοικτίρμων· ὅθεν σέβω γηθομένη, σοῦ τὸ πανύμνητον ὄνομα.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματα μου

Καθαρότητα σώματος, καὶ ψυχῆς τὴν λαμπρότητα, κτησαμένη πάνσοφε ὤφθης ἄμωμος, τὸν γὰρ Νυμφίον ποθήσασα, κατ’ ἴχνος ἐβάδισας, νοητοῦ μύρου σεμνή, Ἑρμιόνη πανεύφημε, καὶ νῦν πρέσβευε, τὸν Σωτῆρα τῶν ὅλων λῦσιν δοῦναι, ὀφλημάτων τοὺς ἐν πίστει, ἐπιτελοῦσι τὴν μνήμην σου.

 

Δόξα. Ἦχος πλ. β’.

Παρθενομάρτυς Ἀθληφόρε Ἑρμιόνη πανένδοξε, τοὺς τὴν ἄθλησιν τὴν σὴν ἀξίως ἐκτελοῦντας, αἴτησαι ῥυσθῆναι πειρασμῶν καὶ θλίψεων, ταῖς πρὸς Θεόν σου πρεσβείαις, Μάρτυς παναοίδιμε.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῆς Ἀθληφόρου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθείς.

Κολαστηρίων φοβερῶν προκειμένων, Ἀδριανοῦ τοῦ δυσσεβοῦς βασιλέως, οὐκ ἐπτοήθης ἔνδοξε τὸν λέβητος βρασμόν, οὔτε τὴν ἀνάβρασιν, τοῦ φρικώδους τηγάνου· ὅθεν ἐκθαμβούμενος, ἐκβληθῆναι κελεύει, καὶ εἰσελθοῦσα ἔνδον τοῦ βωμοῦ, τὴν συντριβὴν τῶν ξοάνων πεποίηκας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ὁ ὐψωθείς.

Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, Ἀδριανοῦ τὰς ἀπειλὰς ἐξυβρίσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηξίωσας, ὥσπερ ἄμωμος Μάρτυς· ὅθεν σὲ ἠξίωσεν, οὐρανίων θαλάμων, ὦ Ἑρμιόνη ἄσπιλε ἀμνάς, μὴ διαλίπῃς, τοὺς πόθῳ τιμῶντάς σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

πΣταυρο σε δυνατκρεμασθέντα, κατανοοσα ἡ ἀμνς καΠαρθένος, ὀδυρομένη λεγε δακρύουσα· Τίς σου ἡ ἀπόῤῥητος συγκατάβασις Λόγε; πς σε νν κατέκρινεν, ὁ κατάκριτος δμος, τν πάντας κρναι μέλλοντα Θεόν. Ὑμνολογσου τὸ ἄφατον λεος.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.

Τὸν Νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ἐν τῷ σταδίῳ πάσχουσα ἑώρακας Αὐτόν· ὅθεν εἰσελήλυθας, σὺν Αὐτῷ εἰς τοὺς γάμους, στέφανον ἀθλήσεως, παρ’ Αὐτοῦ δεξαμένη, ἀλλ’ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τίς ἐξειπεῖν δυνήσεται πανάμωμε; Τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν; ἀλλὰ τῇ Σῇ πρεσβείᾳ ἀγαθή, τούτων μοι πάντων, τὴν λύτρωσιν δώρησαι.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ὡς ἄμωμος ἀμνάς, καὶ ἁγνὴ τῷ Κυρίῳ, συνήφθης μυστικῶς, ἐν σεμνότητι βίου, τῷ κάλλει τῆς ἀθλήσεως, σεαυτὴν ὡραΐσασα· ὅθεν εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, ἰατρεύουσα, τὰ ἀῤῥωστήματα πάντων, δυνάμει τοῦ Πνεύματος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων...

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Ἀθληφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ὡς ἀλάβαστρον μύρου τὸ αἷμά σου προσενήνοχας τῷ σῷ Νυμφίῳ Χριστῷ, Ἑρμιόνη Ἀθληφόρε ἀήττητε· ἀντάμειψιν δὲ εἴληφας παρ’ Αὐτοῦ ἀξιάγαστε, ἰατρεύειν τὰς νόσους ψυχῶν τε καὶ σωμάτων, τοῖς μετὰ πόθου καὶ πίστεως τῷ ναῷ σου προστρέχουσιν· ὅθεν, τῇ ἐπικλήσει τοῦ παναγίου Πνεύματος, τὰς χεῖρας τῶν σῶν φονευτῶν, σὺν ταῖς ψυχαῖς ἐθεράπευσας· μεθ’ ὧν ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας δύο.

Ὁ α’ Κανών.

ᾨδὴ α’. Ἦχος δ’. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Ὑμνοῦμεν τὴν φωτοφόρον μνήμην σου Μάρτυς πανεύφημε, χάριν δοθῆναι αἴτησαι ἡμῖν καὶ πταισμάτων τὴν ἄφεσιν, ὦ Ἑρμιόνη ἔνδοξε, ταῖς πρὸς τὸν Κύριον πρεσβείαις σου.

Νομίσας τῆς καρτερίας λύειν σου Μάρτυς τὸ εὔτονον, ὁ τοῖς ξοάνοις τύραννος δεινῶς ἀπονέμων προσκύνησιν, ἀλλὰ σοφοῖς σου ῥήμασι, τούτου τὸ θρᾶσος καταβέβληκας.

Μαρτύρων σὺ καλλονὴ γεγέννησαι, τὰς τοῦ ἐχθροῦ μηχανὰς καταβαλλοῦσα, ὅπλῳ τοῦ Σταυροῦ, καὶ τυράννων ὠμότητα, ἀθλητικῶς παλαίσασα, θεοσεβῆ πίστιν ἐκήρυξας.

Θεοτοκίον.

Ὁ Λόγος ἐκ Σῶν ἀχράντων Δέσποινα αἱμάτων τίκτεται, ἐμψυχωμένην σάρκα εἰληφὼς καὶ ἡμᾶς ὀλισθήσαντας, ἀπατεῶνος δήγματι, τῷ θείῳ κράτει ἀνεπλάσατο.

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὕμνοις σε μέλπω προφρόνως, Ἑρμιόνη. Ἰωσήφ.

ᾨδὴ α΄ Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Ὑμνοῦντι τὴν μνήμην τὴν εὐκλεῆ, τὴν σὴν Ἑρμιόνη, οὐρανόθεν μοι φωτισμόν, δυσώπει δοθῆναι τῷ Δεσπότῃ, παρισταμένη Παρθένε πανεύφημε.

Μνηστεύεται Λόγος σε τοῦ Πατρός, ἁγνὴ συντηρῶν σε, εἰς αἰῶνα καὶ καθαράν, Μάρτυς Ἀθληφόρε ἐν θαλάμοις, φωτοειδέσιν ἐνθέως ἐκλάμπουσαν.

Ναμάτων πλησθεῖσα ζωοποιῶν, πηγῆς ἐξ ἀφθόνου, τῶν τοῦ Πνεύματος δωρεῶν, ἰάσεων ἔβλυσας πελάγη, καὶ ποταμοὺς νοσημάτων ἐξήρανας.

Θεοτοκίον.

Ὁ λόγῳ τὰ πάντα δημιουργῶν, Θεοῦ Πατρὸς Λόγος, ὑπὲρ λόγον ἐκ Σοῦ τεχθείς, Παρθένε Μαρία τὰς παρθένους, λελαμπρυσμένα ἀθλήσει προσίεται.

ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ Σοί.

Ἐνεύρου τὸ ἀσθενὲς τὸ θεῖον πνεῦμα καὶ φαιδρὸν δέδοικεν, ἐξεικονίζον ἄριστα τῆς σῆς ἀκραιφνοῦς ψυχῆς ἔλλαμψιν.

Ῥωσθεῖσα σθένει Χριστοῦ τὰς τῶν βουνεύρων ἀφειδῶς μάστιγας, Μάρτυς Χριστοῦ ὑπέφερες, οἷά τις ἀδάμας στεῤῥότατος.

Ἀγάπης τῆς πρὸς Θεόν, ἐν τῷ σταδίῳ καρτερῶς ἤνεγκας, τὸν σκορπισμὸν τοῦ σώματος, καὶ τοὺς ἀνυποίστους πικροὺς αἰκισμούς.

Θεοτοκίον.

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθὸς πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν Σοι τὸ χαῖρε κραυγάζομεν.

 

Ἕτερος. Οὐρανίας ἁψῖδος.

Ἰατρεύουσα πάθη, σωματικὰ ἔνδοξε, ἐπιτιθεμένοις φαρμάκοις, αὖθις προσέφερες, ψυχαῖς τὴν ἴασιν, τῇ θεολόγῳ σου γλώττῃ, πίστιν ἐκδιδάσκουσα, Μάρτυς σωτήριον.

Σοφωτάτων σου λόγων, αἱ ἀστραπαὶ φαίνουσαι, τοὺς κατωκισμένους ἐν σκότει, τῆς ματαιότητος, Μάρτυς ἐφώτισαν· οὓς προσηγάγου τῷ Κτίστῃ, ὥσπερ προῖκα Πνεύματι, θείῳ πανεύφημε.

Σταυρωθεῖσα τῷ κόσμῳ, καὶ τοῖς σαρκοῖς πάθεσι, δι’ ἀθλητικῶν παλαισμάτων, τὸν πολυμήχανον, ὄφιν ἐνέκρωσας, καὶ πρὸς ζωὴν μετετέθης, τὴν διαιωνίζουσαν, Μάρτυς πολύαθλε.

Θεοτοκίον.

Ἑνωθεὶς κατ’ οὐσίαν, τὴν καθ’ ἡμᾶς ἄχραντε, Λόγος ὁ τὸ πᾶν οὐσιώσας, ἄνθρωπος γέγονε, σώζων τὸν ἄνθρωπον, τῇ παραβάσει φθαρέντα, καὶ πρὸς τὸ ἀρχέτυπον, ἄγων ἀξίωμα.

 

Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Τὸ αἷμά σου σεμνή, ὡς ἀλάβαστρον μύρου, ἐνήνοχας Χριστῷ, τῷ Νυμφίῳ σου πόθῳ, ἀντάμειψιν δὲ εἴληφας, παρ’ Αὐτοῦ ἀξιάγαστε· ὅθεν ἔλαβες, τῶν ἰαμάτων τὴν χάριν, καὶ τὰς φάλαγγας, ἀποσοβοῦσα δαιμόνων, δυνάμει τοῦ Πνεύματος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

 

ᾨδὴ δ’. Ἐπαρθέντα σὲ ἰδοῦσα.

Ἰαμάτων ἐντυχοῦσα καὶ χαρισμάτων καὶ ὀπτασίας ἔνδοξε, τὰς θείας πηγάζεις χάριτας ἑκάστοτε, τοῖς πίστει γεραίρουσι, καὶ τῷ σῷ τεμένει προστρέχουσι.

Ῥοιτίδα οὕτως μηδόλως ἔχουσα, ἁγιασμόν τε σώματος ἐπικτησαμένη, Κύριον ἑώρακας ἐν θρόνῳ καθήμενον, φόβῳ καὶ χαρᾷ προσεκύνησας.

Ὡς κατάπληκτον σημεῖον τὰς παρανόμως ἐμπερωνίσας τύραννος, πόδας τῆς Ἁγίας, ὥσπερ ἄλλου πάσχοντος, χαίρουσα ἐκραύγαζες· δόξα τῇ δυνάμει Σου Κύριε.

Θεοτοκίον.

Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτως τὸ χαῖρέ Σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

 

Ἕτερος. Εἰσακήκοα Κύριε.

Μιμουμένη θεόπνευστε, τὸ τοῦ Ἀβραὰμ ἐν πίστει φιλόξενον, προσφοιτώντων ἐθεράπευσες, καὶ ψυχὴν καὶ σῶμα προθυμότατα.

Εὐθαλέστατον κλάδον σε, Φίλιππος Ἀπόστολος ἀνεβλάστησε, τὰ φυτὰ καταμαραίνουσαν, τῆς πολυθεΐας ἀξιάγαστε.

Λόγων θείων ηὐπόρησας, καὶ τῆς προφητείας χάριν ἐπλούτησας, προορῶσα θείῳ Πνεύματι, τὴν τῶν ἐσομένων Μάρτυς ἔκβασιν.

Θεοτοκίον.

Παρθενία συνέδραμεν, ἐπὶ Σοὶ καὶ τόκος Λόγου· ἀπέμεινας, Θεοτόκε ἀπειρόγαμε, μυστηρίων θείων ἐργαστήριον.

 

ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.

Ἠγώνισε σεμνὴ ὡς ἀδάμας στεῤῥότατος, ῥητρεύσεως ταῖς πανσόφοις πρὸ βημάτων τυράννου, τὸν Κτίστην καταγγέλλουσα.

Νοῦν ἔχουσα στεῤῥόν, καὶ ἀπτόητον φρόνημα, συνέτριψας τῶν εἰδώλων τὰ σεβάσματα πάντα, εἰς χοῦν καταλεπτύνασα.

Παστάδας οὐρανῶν Ἑρμιόνη ἠξίωσε, χορεύουσα σὺν Ἀγγέλοις, καὶ φρονίμοις παρθένοις, εἰς δόξαν τοῦ Κυρίου σου.

Θεοτοκίον.

Σὲ ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν προβαλλόμεθα, Σὲ ἄγκυραν καὶ ἐλπίδα τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

 

Ἕτερος. Ἵνα τί με ἀπώσω.

Ὡραιότατον ὤφθη, σοῦ τὸ θεῖον πρόσωπον Μάρτυς τυπτόμενον, καὶ ἐχθροῦ αἰσχύνης, ἀπεπλήρου ἀνεπαίσχυντα πρόσωπα, ὁπηνίκα ἔστης, δικαστικῶν ἐπὶ βημάτων, τὴν τοῦ Λόγου κηρύττουσα σάρκωσιν.

Πηρωθεὶς τῆς καρδίας, ὅμμα ὁ παράνομος ἐκπελματεῖσθαί σε, ἀπηνῶς προστάττει· ἧς ὁ ποῦς ἐν εὐθύτητι ἔστηκεν, ἀκλινῶς βαδίζων, τοῦ μαρτυρίου θείας τρίβους, καὶ τὴν ἄνω πορείαν στελλόμενος.

Ῥητορεύεις τὰ θεῖα, μέσον τῶν ἀθέων ἀνδρείῳ φρονήματι, καὶ λεβήτων φέρεις, πυρακτώσεις τῇ δρόσῳ τοῦ Πνεύματος, περιχεομένη, ὥσπερ οἱ τρεῖς ἐν τῇ καμίνῳ, Ἑρμιόνη παρθένε πανόλβιε.

Ὁλικαῖς πρὸς τὸ θεῖον, θείαις ἀνανεύσεσι ψυχὴν ἐλάμπρυνας, καὶ σαρκὸς καὶ κόσμου, ἐχρημάτισας ἔξω τῷ πνεύματι· τὰς βασάνους ὅθεν, τὰς χαλεπὰς Μάρτυς ἀνδρείως, ὥσπερ ἄλλου ὑπέμεινας πάσχοντος.

Θεοτοκίον.

Μητροπάρθενε Κόρη, πάναγνε, πανάμωμε, Θεοχαρίτωτε, ταῖς Σαῖς ἱκεσίαις, τὸν Υἱὸν καὶ Θεόν Σου καὶ Κύριον, ἐξιλέωσαί μοι, καὶ τῶν παθῶν καὶ τῶν πταισμάτων, τὸν σὸν δοῦλον ἐκλύτρωσαι τάχιον.

 

ᾨδὴ στ’. Θύσω Σοι μετὰ φωνῆς.

Ἀγγέλου παρουσία τὴν φλόγα δροσίζοντος, ὡς ἐν θαλάμῳ ἑστῶσα Ἑρμιόνη χαίρουσα ἔψαλλες· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἵστασο μαστιζομένη ὁρῶσα τὸν Κύριον, ἐν σχήματι Πετρωνίου εἰς οὐδὲν ἡγήσω τὰς μάστιγας, ἀλλ’ ἐβόας· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἵστασο ἐν τῷ σταδίῳ δοξάζουσα Κύριον, τυράννου ἐκπληττομένου, ἐκβληθῆναι τούτου κελεύσαντος, πτοηθέντος μὴ αὐτὸς παρανάλωμα γένηται.

Θεοτοκίον.

Ὦ θαῦμα τῶν ἁπάντων θαυμάτων καινότερον, ὅτι Παρθένος ἐν μήτρᾳ τὸν τὰ σύμπαντα περιέποντα· ἀπειράνδρως συλλαβοῦσα οὐκ ἐστενοχώρησεν.

 

Ἕτερος. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.

Ῥηγνύμενος πρὸ ποδῶν νεανίδων, καὶ πατούμενος ὁρᾶται ὁ ὄφις, ὁ τῇ κλοπῇ, τὴν Προμήτορα Εὔαν, ἐν Παραδείσῳ πτερνίσας καὶ θάνατον, ὀλέθριον εἰσαγαγών, εἰς τὸν σύμπαντα κόσμον δεινότητι.

Οὐ λόγοις τῷ παρανόμῳ τὴν πίστιν, ἀλλὰ ἔργοις φανεροῖς Ἀθλοφόρε· τοὺς γὰρ θεούς, οὓς ἐσέβετο μάτην, τῇ θεϊκῇ δυναστείᾳ συνέτριψας, καὶ πᾶσιν ἔδειξας σεαυτήν, καρτερίας θεόπνευστον ἄγαλμα.

Νεᾶνις ὀσφραινομένη τῶν μύρων, τοῦ σαρκὶ ἐπιφανέντος Δεσπότου, σὺ ἀληθῶς, Ἑρμιόνη ἐδείχθης, καὶ τοῖς Αὐτοῦ ἠκολούθησας ἴχνεσι, δι’ αἵματος μαρτυρικοῦ, καὶ βασάνων τοῦ σώματος ἔνδοξε.

Θεοτοκίον.

Ὡράθης τοῦ Βασιλέως τῶν ὅλων, ὑψηλότατος πανάμωμε θρόνος, καὶ καθαρός, καὶ τερπνότατον ὄντως, ἐπὶ τῆς γῆς Θεοτόκε παλάτιον, καὶ θάλαμος φωτοειδής, καὶ σεπτὸν ἀληθῶς ἐνδιαίτημα.

 

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθείς.

Φωτοειδὴς περιστερὰ ἐγνωρίσθης, ἔχουσα πτέρυγας χρυσὰς καὶ εἰς ὕψος, τῶν οὐρανῶν ἐπέταξας τὸ φρόνημα καὶ νοῦν· ὅθεν σου τὴν ἔνδοξον ἑορτὴν ἐκτελοῦμεν, πίστει προσκυνοῦντές σου, τὴν ἁγίαν εἰκόνα· ἐξ ἧς δωρῆται πᾶσι τοῖς πιστοῖς, ἴαμα θεῖον, ψυχῆς τε καὶ σώματος.

Ὁ Οἶκος.

Στόμα συνέσεώς μοι παράσχου Χριστὲ ὁ Θεός, ἵνα ὑμνήσω ἀξίως τὴν Σὴν Μάρτυρα καὶ Προφήτιδα Ἑρμιόνην. Αὐτὴν γὰρ Τραϊανὸς αἰδεσθεὶς καὶ ἀπορῶν τὴν ἀνδρείαν ἀπέλυσεν. Ἀδριανὸς δὲ μανεὶς καὶ πᾶσαν μηχανὴν μανίας, τῇ Ἑρμιόνῃ ποιῆσαι ἀπελπισθεὶς καὶ μὴ ἔχων τὶ διαπράξασθαι, ξίφει τὴν τιμίαν αὐτῆς κεφαλὴν ἀπέτεμεν· ἥτις δωρῆται πᾶσι τοῖς πιστοῖς, ἴαμα θεῖον, ψυχῆς τε καὶ σώματος.

 

Συναξάριον

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ἑρμιόνης, θυγάτηρ τοῦ Ἀποστόλου Φιλίππου τοῦ Διακόνου

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ἐν τῇ καμίνῳ.

Ὑπὸ Κυρίου σὺ φρουρουμένη προβλήματος, ἀσεβῶν ἵστασο ἐν λέβητι Μάρτυς καρτερῶς, ὡς ἐν δρόσῳ, καὶ ὑπέψαλες· εὐλογημένος εἶ ὁ Θεός μου, βοῶσα καὶ Κύριος.

Ἀγαλλομένη ὡς ἐν θαλάμῳ τοὺς παρανόμους καίει μᾶλλον τὸ πῦρ, ὁ Χριστὸς φυλάττει σὲ ἀβλαβὴ ἐν τηγάνῳ καὶ ἐν λέβητι· ὅθεν ὑπέψαλες· εὐλογημένος εἶ ὁ Θεὸς τῶν πατέρων μου.

Ὥσπερ ἰχθύων ἐν τηγάνῳ σὲ ἐτηγάνιζεν, ὕπνος δέ σοι λελόγισται, βάσανος τοῦ ἐχθροῦ, διὰ τοῦτο ἐμπαιζόμενος, τρέμων ἐκραύγαζεν· ἐκβληθῆναι τηγάνου τὴν Μάρτυρα.

Θεοτοκίον.

Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα χαῖρε· διὰ Σοῦ γὰρ δέδοται ἡ χαρὰ Θεοτόκε τοῖς κραυγάζουσιν· εὐλογημένη Σὺ ἐν γυναιξὶ ὑπάρχεις, πανάμωμε Δέσποινα.

 

Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.

Σταλαγμοῖς θείων ὄμβρων, τοῦ πυρὸς ἐν τῷ μέσῳ, ἐπαναψύχουσα, τοῦ Πνεύματος ἡ χάρις, ἀνάλωτον δεικνύει, ἐκβοῶσαν τὴν Μάρτυρα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐθεάσω ἀθλοῦσα, ὡς ἡ Θέκλα παρθένε, Χριστὸν ἐν σχήματι, τοῦ θείου διδασκάλου, ἰσχύν σοι χορηγοῦντα, καὶ βοᾶν προτρεπόμενον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥαπισμοῖς σου προσώπου, ἀποῤῥάπισας Μάρτυς, ἄθεα πρόσωπα, ποδῶν δὲ τῇ προσξέσει, ἐχθρῶν ἀναβοῶσα, ὑπεσκέλισας βήματα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Μὴ κενώσας τὰ ἄνω, ὁ πληρέστατος Λόγος, ἐν Σοὶ κεκένωται, καὶ σὰρξ ἀτρέπτως ὤφθη, Παρθένε Θεοτόκε, ἵνα σώσῃ τοὺς κράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η’. Χεῖρας ἐκπετάσας.

Ψευδῆ φάσματα δαιμόνων τοὺς θεοὺς τῶν εἰδώλων ἀπέδειξας, καὶ κατηδάφισας τέλειον καὶ εἰς τέλος κατελέπτυνας, ἐν εὐφροσύνῃ τῷ Χριστῷ χαίρουσα ἔψαλλες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ναοῦ δονηθέντος ἐπὶ γῆς σεμνή, Ἡρακλὴς πέπτωκεν καὶ κατηκόνισται ξόανα, ἐνεργείᾳ τοῦ τιμίου Σταυροῦ· δι’ οὗ φραχθεῖσα μυστικῶς, ἐν παῤῥησίᾳ πολλῇ ἀνεβόας· πάντα τὰ ἔργα εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Λέβητος τὴν κόχλασιν Χριστέ, περώνων κάκωσιν, τηγάνου ἔκκαυσιν, μαστίγων πλῆθος τὸ ἄμετρον, ὥσπερ ἄλλου ταῦτα πάσχοντος, ἡ Ἑρμιονὴ καρτερῶς χαίρουσα ἔψαλλεν, ἐν τηγάνῳ, εὐλογοῦσα τὸ θεῖόν Σου ὄνομα.

Θεοτοκίον.

Σὺ μόνη ἐν πάσαις γενεαῖς Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, Σὺ τῆς θεότητος γέγονας ἐνδιαίτημα, μὴ φλογισθεῖσα τῷ πυρὶ τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες Σὲ εὐλογοῦμεν, Μαρία θεόνυμφε.

 

Ἕτερος. Ἑπταπλασίως κάμινον.

Ἱερωτάτην ἔχουσα, καὶ ψυχὴν καὶ προαίρεσιν, ταῖς περικαλλέσιν ἀρεταῖς κεκόσμησαι, καὶ ἄθλοις ἐξέλαμψας, καὶ παρθενίας θείαις αὐγαῖς, καθωραϊσθεῖσα Ἑρμιόνη ἐβόας· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ πρὸς σφαγήν σε ἕλκοντες, τὴν ἀμνάδα τὴν ἄσπιλον, χεῖρα φονικήν σοι ἐπαφεῖναι εἴργονται, καὶ γνῶσιν εἰσδέχονται, τῆς θεϊκῆς ἐλλάμψεως, καὶ χειραγωγοῦνται πρὸς ἀμώμητον πίστιν, βοῶντες Ἑρμιόνη· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νεανικῶς ἠρίστευσας, καὶ τὸν ὄφιν ἐνέκρωσας, καὶ τὸν σὸν ἀγῶνα τὸν καλὸν ἠγώνισαι· τὸν δρόμον τετέλεκας, τῆς ἱερᾶς ἀθλήσεως, καὶ τὴν ἀληθῆ σου συνετήρησας πίστιν, καὶ στέφος ἀνεδήσω, τὸ τῆς δικαιοσύνης, ὑμνοῦσα Ἑρμιόνη, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἡγιασμένην μόνην σε, γενεῶν ἐξελέξατο, ἅγιος ὁ μόνος ἐν ἁγίοις πάντοτε, ἐπαναπαυόμενος, ὑπεραγία Δέσποινα· Ὃν ὑπὲρ ἡμῶν τῶν Σὲ τιμώντων δυσώπει, καὶ πίστει μελῳδούντων· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ’. Λίθος ἀχειρότμητος.

Κύριον Θεὸν κατιδοῦσα ἐν σχήματι τοῦ Πετρωνίου, σὲ παρεθάῤῥυνε σεμνή· ὅθεν ἑστῶσα ὥσπερ ἀδάμας στεῤῥός, Τραϊανὸν ἐκπλήξασα εὐλαβηθείς, δεινῶν ἀπέλυσεν.

Ἤκουσας φωνῆς βεβαιούσης, σοῦ τὰς αἰτήσεις Ἑρμιόνη, αἴτησαι καὶ νῦν ὑπὲρ ἡμῶν εἰρήνην δοῦναι καὶ σωτηρίαν ψυχῶν, ἁμαρτημάτων ἄφεσιν, καὶ τῶν δεινῶν ἀπολύτρωσιν.

Νίκην κατ’ ἐχθρῶν δωρηθῆναι, Χριστὸν δυσώπει Ἑρμιόνη, πᾶσι τοῖς τῷ θείῳ ναῷ σου προσερχομένοις, ἐν πίστει θερμοτάτῃ, ἵνα πιστῶς σε ἅπαντες, ὡς εὐεργέτην μεγαλύνομεν.

Θεοτοκίον.

Ὤφθης Χερουβὶμ ἀνωτέρα, καὶ οὐρανῶν ὑψηλοτέρα, ἄχραντε Παρθένε Μαρία, βουλῆς μεγάλης Ἄγγελον τέξασα· τὸν τῷ Πατρὶ συνάναρχον Κριτήν, ἁπάντων ἐλευσόμενον.

 

Ἕτερος. Ἔφριξε, πᾶσα ἀκοή

Ἴαμα, βλύζει ἡ σορός, τῶν λειψάνων σου παρθένε τοῖς χρήζουσιν, ἐπαρδομένη ἀεί, ταῖς ἐπομβρίαις τοῦ θείου Πνεύματος, καὶ φυγαδεύει χαλεπά, σωμάτων νοσήματα, καὶ ἰατρεύει ψυχῶν, Ἑρμιόνη δυσχερῶν ἀῤῥωστήματα.

Ὤρθρισας, πρὸς τὸν δι’ ἡμᾶς, ἐκ Παρθένου ἀνατείλαντα ἥλιον, καὶ φεγγοβόλοις Αὐτοῦ, κατεφωτίσθης Μάρτυς λαμπρότησιν· ὅθεν φωτίζεις τοὺς πιστούς, σημείοις καὶ τέρασι, τὴν φωτοφόρον σου, ἐκτελοῦντας ἑορτὴν ἐμφανέστατα.

Σήμερον, πόλις ἡ λαμπρά, Ἐφεσσίων ἑορτάζει τιμῶσά σου, τὰ κατορθώματα, τοὺς θείους ἄθλους καὶ τὰ τεράστια· ἣν ἐκ παντοίων πειρασμῶν, κινδύνων καὶ θλίψεων, ἀεὶ καὶ περίσωζε, Ἑρμιόνη Ἀθληφόρε πρεσβείαις σου.

Ἤμβλυνας, κέντρα τοῦ ἐχθροῦ, ἀσωμάτους μετὰ σώματος ἔτρεψας, ἔνδον ἐσκήνωσας, τοῦ Παραδείσου εὐκαίρως ἔνδοξε, μεταλαμβάνουσα ζωῆς, τοῦ ξύλου ἐν πνεύματι, καὶ τῆς θεώσεως, τελειότερον ἀεὶ ἀπολαύουσα.

Θεοτοκίον.

Φρίττουσι, τάξεις νοερῶν, ἀσωμάτων τὸ μυστήριον ἄχραντε, τῆς Σῆς κυήσεως, ὅπως σαρκοῦται ἐν Σοὶ ὁ ἄσαρκος, καὶ καθορᾶται ὡς βροτός, ὁ φύσει ἀόρατος, καὶ διασώζει ἡμᾶς, τοὺς εἰδότας Σε ἁγνὴν Θεομήτορα.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ῥωσθεῖσα καλλιπάρθενε, Σταυρῷ τῷ τοῦ Κυρίου σου, τυράννων ἔλυσας θρᾶσος, ἀθλοῦσα Μάρτυς γενναίως, παρὰ Χριστοῦ δὲ εἴληφας, νίκης βραβεῖα πάνσοφε, πανθαύμαστε Ἑρμιόνη, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν σὲ τιμώντων ἐκ πόθου.

Θεοτοκίον.

Τὸν Ποιητὴν καὶ Κύριον, ἀφράστως σωματώσασα, τῶν οὐρανῶν πλατυτέρα, ὤφθης Ἁγνὴ Θεοτόκε· διὸ ἡμᾶς στενώσεως, παθῶν ποικίλων λύτρωσαι, καὶ τῆς χαρᾶς ἀξίωσον, τῆς οὐρανίου Παρθένε τῇ μητρικῇ σου πρεσβείᾳ.

 

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου χοροβατοῦσα σεμνή, σὺν Προφητῶν χορείαις, καὶ παρθένοις φρονίμοις· ἐκεῖθεν ἐκομίσω χάριν Θεοῦ, τοῦ ἰᾶσθαι νοσήματα, καὶ ἰατρεύειν τὰ πνεύματα πονηρά, ἐκ τῶν πίστει προσιόντων σοι.

 

Ῥήξασα κράτος τυράννων εἰδωλοθύτων σεμνή, καὶ πρὸς Θεὸν τὰς βάσεις, ἀναθεῖσα παρθένε, οὐδόλως ἐπτοήθης Τραϊανοῦ, δριμυτάτην μαστίγωσιν, οὔτε τηγάνου τὴν ἔκκαυσον οὐ βρασμόν, τὸ τοῦ λέβητος πανένδοξε.

 

Τῶν Ἐφεσίων ἡ πόλις πανηγυρίζει λαμπρῶς, ἐν ταύτῃ τῇ ἡμέρᾳ, Ἑρμιόνης τὴν μνήμην· δεῦτε οὖν φιλέορτοι καὶ ἡμεῖς, εὐσεβῶς ἑορτάσωμεν, καὶ ἀποδώσωμεν ταύτῃ τὰς ὀφειλάς, ἱκετεύει γὰρ σωθῆναι ἡμᾶς.

 

Ἀσκήσει πρώην τὸ σῶμα τήξασα ἔνδοξε, τὸ δεύτερον ἀθλοῦσα, οὐκ ἠσθάνου βασάνους, τοῖς πᾶσιν ἀνεδείχθης Μάρτυς Χριστοῦ, Ἀθλητῶν ἐγκαλλώπισμα, ὥσπερ χρυσὸς ἐν χωνίῳ δοκιμασθείς, τοὺς τυράννους καταπλήξασα.

 

Δόξα. Ἦχος β’.

Ἐκ ῥίζης ἀγαθῆς ἀγαθὸς βλαστὸς ἀνεφύη ἡ καλλιπάρθενος Ἑρμιόνη. Τραϊανὸς γὰρ τὸ σεμνὸν αὐτῆς αἰδεσθεὶς ἀπέλυσεν· ὁ δὲ Ἀδριανὸς μανείς, τῷ λέβητι τὴν χεῖρα προσψαῦσαι τὴν δορὰν σὺν τοῖς ὄνυξιν ἀπεβάλλετο. Καὶ πτοηθεὶς μὴ τοῦ πυρὸς παρανάλωμα γένῃ, προσέταξε Θεόδουλον καὶ Τιμόθεον τὴν κεφαλὴν αὐτῆς καρατομῆσαι· οἱ δὲ λαβόντες αὐτήν, δοῦλοι Χριστοῦ ἀληθεῖς ἀνεφάνησαν, καὶ κοιμηθέντες παρ’ αὐτῇ, Χριστῷ τῷ Θεῷ σὺν αὐτῇ πρεσβεύουσι, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου