ΑΥΓΟΥΣΤΟΣ Α΄!!
ΤΙΜΟΘΕΟΣ ΠΡΟΙΚΟΝΝΗΣΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ
Σταυροῦ γ΄. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς κοινὸν φυλακτήριον, ὡς
πηγὴν ἁγιάσματος, τὸν Σταυρὸν τὸν τίμιον ἀσπασώμεθα· καὶ γὰρ κοιμίζει,
παθήματα, καὶ παύει νοσήματα, καὶ παντοίων ἀλγεινῶν, ἀπαλλάττει τοὺς κάμνοντας,
ὑπὲρ ἄβυσσον, πελαγίζων τὰ ῥεῖθρα τῶν θαυμάτων, τοῖς πιστῶς αὐτοῦ, τὸν τύπον, καὶ
προσκυνοῦσι καὶ σέβουσιν.
Οἱ τοῦ βίου τοῖς κύμασι,
θαλαττεύοντες ἄνθρωποι, παθημάτων ζάλῃ τε κυμαινόμενοι, ὡς εἰς ὁλκάδα σωτήριον,
τὸ ξύλον τὸ τίμιον, καταφύγωμεν πιστῶς, καὶ σιγήσει τὰ κύματα, καὶ τὰ πνεύματα,
καὶ ῥαγήσεται πάθη, καὶ πρὸς ὅρμον, ἀκυμάντου σωτηρίας, χαρμονικῶς
καταντήσομεν.
Ὑπὲρ ἥλιον ἔλαμψεν, ὁ
Σταυρὸς ὁ πανάγιος, ὡς ἀκτῖνας θαύματα προβαλλόμενος, καὶ ὡς βολίδας ἰάματα·
προσέλθωμεν ἄνθρωποι, οἱ τῷ σκότει τῶν δεινῶν, συνεχόμενοι πάντοτε, καὶ
ληψόμεθα, φωτοπάροχον χάριν ἰαμάτων, τὸν ἐν τούτῳ προσπαγέντα, σαρκὶ Θεὸν
μεγαλύνοντες.
Καὶ γ’ τοῦ Ἁγίου. Ἦχος β’.
Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις, εὐφημιῶν στέμμασι,
στεφανώσωμεν τὸν Ἱεράρχην, τὸν τῆς ἀληθείας ὑπέρμαχον, καὶ τῆς εὐσεβείας τὸν
πρόμαχον; Τῆς δικαιοσύνης τὸν προστάτην, τὸν λύχνον, ὀρθῶν δογμάτων τὸν
φανότατον, τὸ ῥεῖθρον, διδασκαλίας τὸ καλίῤῥοον, εἰς τὸ ποτίζειν ἐκβλύσαν,
ψυχὰς πενήτων τοῖς νάμασι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, Ὃς δωρεῖται ἡμῖν τὸ μέγα
ἔλεος.
Ποίοις, ὑμνῳδιῶν ἄνθεσι,
καταστέψωμεν τὸν Ἱεράρχην; Τὸν τῆς ἀδικίας ἀντίπαλον, καὶ ἀδικουμένων τὸν
πρόμαχον, καὶ τῶν ὀρφανῶν θερμὸν προστάτην. Τὸν ῥύστην, κινδυνευόντων τὸν
ταχύτατον, τὸ μέγα, τῶν λυπομένων παραμύθιον, οὗ τῶν λειψάνων ἡ θήκη, ἰαμάτων
βλύζει πηγάς, ψυχὰς καὶ σωμάτων ἀληθῶς, τοῖς ἐν πίστει καὶ πόθῳ προστρέχουσιν.
Ποίοις, οἱ γηγενεῖς
ᾄσμασιν, ἀνυμνήσωμεν νῦν συνελθόντες, τὸν ἀρχιποιμένα Τιμόθεον, καὶ τῆς
Ἐκκλησίας τὸν πρόεδρον; Τὸν λαμπρὸν πυρσὸν τῆς Προικοννήσου, τὸν πάντων τῶν
Ὀρθοδόξων τὰ συστήματα, πρὸς τρίβον θείαν ἀπταίστως διϊθύνοντα, χειμαζομένων ἐν
βίῳ, ἁμαρτίας κλυδωνισμοῖς, ὃν Χριστὸς προεστήσατο, ὁ ἔχων τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ’.
Δεῦτε
πιστοί, ᾄσμασιν ἐνθέοις, πνευματικῶς πανηγυρίσωμεν σήμερον, ἐν τῇ μνήμῃ τοῦ
Ἱεράρχου, καὶ τὴν κόνιν τῶν λειψάνων αὐτοῦ, χαρμονικῶς ἀσπασώμεθα. Καὶ γὰρ
ἄληκτον χάριν ἔχων ἐν ἑαυτῷ, φερωνύμως τὸ θεῖον ἐτίμησε, καὶ τὴν τρίβον τῆς
ζωῆς, ὡς εἶχε, δι’ ἀσκήσεως ἀνύσας, καὶ ταῖς ἐντολαῖς τοῦ Κυρίου ἀεὶ ἐμμελετῶν,
τὸν λαὸν ὃν ἐπιστεύθη, οὐδόλως ἐπαύσατο καταρτίζων, τοῦ Εὐαγγελίου τοῖς
κηρύγμασι· διὸ καὶ νῦν ἐν οὐρανοῖς ἀγάλλεται, παρὰ Χριστοῦ τοῦ Θεοῦ στεφάνων
ἀξιωθείς, ἐπαξίων τῶν κυμάτων. Τοῦτον οὖν καὶ ἡμεῖς ἅπαντες ἱκετεύσωμεν, ὡς
παῤῥησίαν ἔχοντα πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Ὅνπερ πάλαι Μωϋσῆς,
προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο, καὶ Δαυῒδ ὁ μελῳδός,
ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου Χριστὲ ὁ Θεός,
σήμερον ἁμαρτωλοὶ προσκυνοῦμεν, χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι
ἐν αὐτῷ, ἀνυμνοῦντες δεόμεθα, Κύριε, σὺν τῷ Λῃστῇ τῆς βασιλείας σου ἀξίωσον
ἡμᾶς.
Εἴσοδος, φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο
παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία
κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι
γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ
πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν·
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις,
οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί
εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Λιτή. Ἦχος α’.
Ἀσκητικῶς ἐναθλήσας, Πατὴρ
ἡμῶν Τιμόθεε, ὅλον τὸν βίον ἀγώνων προστησάμενος στάδιον, ταῖς προσευχαῖς
ἐπαγρυπνῶν, καὶ ταῖς νηστείαις ἐγκαρτερῶν, καθεῖλες τὸν ἀντίπαλον· ὅθεν καὶ
νίκης ἐκομίσω τοὺς στεφάνους, παρὰ Χριστοῦ τοῦ Ἀθλοθέτου, μὴ ὅτι ἐν τῷ βίῳ διέπειν,
γενόμενος ἄξιος τῆς Προικοννήσου λαὸν εὐσεβῆ, ἐν οὐρανοῖς δὲ μᾶλλον, τῆς ἀϊδίου
τυχεῖν Βασιλείας· ἧς καὶ ἡμεῖς, τιμῶντές σου τὴν μνήμην, ἀξιωθείημεν διὰ σοῦ
παμμακάριστε.
Ἦχος β’.
Πάτερ Τιμόθεε, ἀμέμπτως
τοὺς πόνους ἐπὶ γῆς ἐγεωσπόρησας, νύκτωρ καὶ μεθ’ ἡμέραν ὑπενεγκὼν τὸν καμάτον,
τῇ καλλιεργείᾳ ζιζανίων καθαίρων τὸ ποίμνιον, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ· διὸ
καὶ τοὺς στάχυας ἐθέρισας, τῶν ἀρετῶν ἑκατοστεύοντας. Καὶ νῦν ταῖς οὐρανῶν
ἀποθήκαις, παρὰ γεωργῷ τῷ ἀθανάτῳ, τὸν καρπὸν ἐσιτάρχησας, ἔχων αἰωνίως τὴν
ἀπόλαυσιν πολλαπλάσιον.
Ἦχος γ’.
Ὡς ἔχων παῤῥησίαν πρὸς
Θεόν, ἀξιομακάριστε Τιμόθεε, ἐπὶ γῆς μὲν δεξάμενος τὴν θείαν χάριν· δι’
ἀναιμάκτων θυσιῶν προσφέρειν τὰς δεήσεις, εὐπροσδέκτους τῷ δεδωκότι, νῦν δὲ ἐν
οὐρανοῖς, μετὰ πάντων τῶν Ἁγίων, παρεστηκὼς τῇ Τριάδι, μὴ παύσῃ δεόμενος, ὑπὲρ
τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος δ’.
Πάτερ Τιμόθεε, σὺ ὡς ἀληθῶς
ἐχρημάτισας, τοῦ Πνεύματος καθαρὸν δοχεῖον, καθάρας σεαυτὸν τῇ ἀσκήσει τῶν
ἀρετῶν. Τοὺς πόνους γάρ, τοὺς κόπους, τὰς ἀγρυπνίας, ἔχων τρυφὴν διηνεκῆ, πάντα
τὸν βίον διετέλεσας, καὶ ὑπὲρ τοῦ ποιμνίου προνοούμενος οὐκ ἐπαύσω, εἰδώς, ὅτι
ἐκζητήσει αὐτῶν τὰς ψυχάς, παρὰ σοῦ ὁ Κύριος, καθὼς εἶπεν ὁ Προφήτης· οὓς καὶ
νῦν στηρίζειν τῇ εὐσεβείᾳ, τιμῶντάς σου τὰ λείψανα, καὶ τῶν κινδύνων
ἀπαλλάττειν, μὴ διαλίπῃς ἱκετεύων τὸν ἐλεήμονα Θεόν.
Καὶ νῦν. Τοῦ Σταυροῦ. Ὁ
αὐτός.
Ὁ συμμαχήσας Κύριε τῷ
πραοτάτῳ Δαυΐδ, ὑποτάξαι τὸν ἀλλόφυλον, τῷ πιστῷ ἡμῶν Βασιλεῖ συμπολέμησον, καὶ
τῷ ὅπλῳ τοῦ Σταυροῦ κατάβαλε τοὺς ἐχθροὺς ἡμῶν, δεῖξον εὔσπλαγχνε εἰς ἡμᾶς, τὰ
ἀρχαῖα ἐλέη σου, καὶ γνώτωσαν ἀληθῶς, ὅτι, σὺ εἶ Θεός, καὶ ἐν σοὶ πεποιθότες
νικῶμεν, πρεσβευούσης συνήθως τῆς ἀχράντου σου Μητρός, δωρηθῆναι ἡμῖν τὸ μέγα
ἔλεος.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ὅλος
ἐκ νεότητος, ταῖς ἀρεταῖς διαλάμψας, τοῦ Ἁγίου Πνεύματος, καθαρὸν διαίτημα
ἐχρημάτισας, προσχωρῶν πάντοτε, καλλοναῖς ταῖς θείαις· διὰ τοῦτό σε ἐχρίσατο,
ποιμένα δίκαιον, λογικοῦ ποιμνίου ἡ βούλησις, Χριστοῦ τοῦ ἀρχιποίμενος, ἵνα σοῦ
τοῖς λόγοις μακάριε· ἑλκύσης πρὸς μάνδρας, πλανώμενον λαὸν τοῦ πονηροῦ, τοῖς
διωγμοῖς καὶ εἰς βάραθρα, ἀπωλείας πίπτοντα.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ὤφθης
παναοίδιμε, Ἀρχιερεὺς κατὰ θεῖον, νόμον διασώσας τε, λαὸς τοῦ ἀλάστορος
θηριάλωτον, γεγονότα ὅλον, βρόχοις τοῖς ἐκείνου, τῶν χειρῶν αὐτοῦ ἐξήρπασας,
καὶ πρὸς τὴν κρείττονα, θείαν πολιτείαν μετήγαγες, ποιμὴν ὡς ἀληθέστατος, καὶ
ὡς Ἱεράρχης πανάριστος, λόγῳ τε καὶ ἔργῳ, αὐτοῖς καθυποδείξας τὴν ὁδόν, τὴν
πρὸς τὰ θεῖα ἀπάγουσαν, ὡς τὸ θεῖον βούλεται.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Ἀσκήσει
διήνεγκας, Ἀρχιερέων πολλῶν μέν, ἀσκητῶν δὲ ἔμπαλιν, μάκαρ ὑπερήλασας τοὺς
προσέχοντας, ἀρχιερωσύνης, ψήφῳ τῇ ἐνθέῳ, ἀμφοτέροις φανεὶς δόκιμος· καὶ νῦν
ἠξίωσαι, διὰ τῶν λειψάνων σου σήμερον, τελεῖν ἡμῖν τὰ θαύματα, τοῖς
προσερχομένοις τῇ λάρνακι, ὡς ἱερομύστης, Θεῷ παρεστηκὼς τῷ τριλαμπεῖ, τῷ
δεδωκότι τὴν χάριν σοι, ὡς αὐτὸν δοξάσαντι.
Δόξα.
Ἦχος πλ. β΄.
Ἱεραρχῶν
τὴν καλλονήν, καὶ ἀσκητῶν τὸ κλέος, τὴν βρύσιν τῶν θαυμάτων, συνελθόντες σήμερον
ἐν τῷ πανσέπτῳ αὐτοῦ ναῷ, ἅπαντες εὐφημήσωμεν, Τιμόθεον, τὸν ἀοίδιμον Ἱεράρχην.
Εἰ γὰρ καὶ πότμος εἷλεν αὐτοῦ τὸ πανσεβάσμιον σῶμα, κατὰ νόμον τῆς φύσεως, ἀλλ’
εἰς παραμυθίαν ἡμῖν διέμεινεν, ἰάσεων πηγὰς καθ’ ἑκάστην βρύον, ἐν πίστει
προστρέχουσι, καὶ τιμῶσιν αὐτοῦ τὴν λάρνακα. Τὸ δὲ πνεῦμα, εἰς οὐρανὸν ζῶν ἀεὶ
τῷ Κυρίῳ, οὐ διαλλίπει πρεσβεῦον, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τοῦ Σταυροῦ. Ὁ αὐτός.
Σταυρὲ
τοῦ Χριστοῦ, Χριστιανῶν ἡ ἐλπίς, πεπλανημένων ὁδηγέ, χειμαζομένων λιμήν, ἐν
πολέμοις νῖκος, οἰκουμένης ἀσφάλεια, νοσούντων ἰατρέ, νεκρῶν ἡ ἀνάστασις,
ἐλέησον ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Φωστὴρ διαυγέστατος
καθοδηγῶν τοὺς λαούς, τὰς τρίβους πορεύεσθαι τῶν ἐντολῶν τοῦ Χριστοῦ, ἐδείχθης
Τιμόθεε, σὺ γὰρ πρὶν πλανωμένην, τῆς ἀγνοίας ἐν σκότει, ἤγαγές σου τὴν ποίμνην,
ἀληθείας πρὸς φέγγος, διὰ νῦν ἀπολαύεις ἀεί, τὸ φῶς τὸ ὑπέρλαμπρον.
Δόξα.
Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος α’.
Σῶσον
Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι,
κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐγκρατείας
τοῖς πόνοις ἐγκαρτερῶν, καὶ τοῦ βίου ἐκκλίνων τῶν ἡδονῶν, ἔφθασας μακάριε,
ἀρετῶν τὴν ἀκρότητα, καὶ ἐκεῖθεν ἐδρέψω ἡδίστους τοῦ Πνεύματους, τοὺς καρποὺς
ἀξίως, τῶν λόγων τῆς χάριτος· ὅθεν καὶ λαοῦ σου, πικρανθεῖσαν τὴν γεῦσιν,
ληστείας δελέασι, φαρμαχθέντος ἐγλύκανας, Ἱεράρχα Τιμόθεε· γλύκανον διὸ καὶ
ἡμῶν, φαρμαχθεῖσαν τὴν ψυχὴν τοῖς πάθεσι, ταῖς πρὸς Θεόν σου πρεσβείαις,
θεόφρον Πατὴρ ἡμῶν.
Δόξα.
Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἡ
φύσις τῶν βροτῶν, συνεόρταζε πᾶσα, καὶ σκίρτα μυστικῶς· τοῦ Σταυροῦ γὰρ τὸ
ξύλον, προτίθεται σήμερον, ἰατρεῖον ἀδάπανον, τοῖς προστρέχουσι, μέτ' εὐλαβείας
καὶ πόθου, καὶ δοξάζουσι τὸν ἐν αὐτῷ προσπαγέντα, Χριστὸν τὸν φιλάνθρωπον.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Κόσμον
κατέλιπες, καὶ τὰ ἐγκόσμια, ὡς ὄντα μάταια, καὶ διαῤῥέοντα, ὑπεραρθεὶς τῷ τοῦ
νοὸς πτερῷ πρὸς τὰ οὐράνια, τούτων καὶ ἐσκόπευσας, τὸν αἰώνιον Ὅσιε· ὅθεν καὶ
προέκρινας, ὡς σοφὸς τὰ καλλίονα· καὶ νῦν χοροβατῶν σὺν τοῖς ἄνω, ἔχεις ἀεὶ
τρυφὴν ἀδάπανον.
Δόξα.
Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Εὐφροσύνης
πρόξενος, τῇ νῦν ἡμέρᾳ, τοῦ Σταυροῦ ἡ πρόοδος· καθαγιάζει γὰρ ἡμῶν, ψυχὰς ὁμοῦ
καὶ τὰ σώματα, τῶν προσκυνούντων αὐτὸν μετὰ πίστεως.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὸν συνάναρχον Λόγον.
Τῆς
ἀγάπης τοῦ θείου οὐδὲν τερπνόν, τῶν ἐν βίῳ χωρίσαι σε ἰσχυρόν, ἐδείχθη
οὐδέποτε, ὡς ὁ Παῦλος ηὐχήσατο· καὶ γὰρ ὡς ἔχων τούτου τὸν ζῆλον τὸν ἔνθεον,
ἀκολουθῶν ἐφάνης, Χριστοῦ τοῖς διδάγμασι· ὅθεν καὶ λαόν σου, πρὸς αὐτὸν
ἐπιστρέφεις, κακίαις ὀλλύμενον, τῇ ἀπάτῃ τοῦ δράκοντος, τοῦ νοητοῦ
παμμακάριστε· νῦν δὲ οὐρανοῖς κατοικῶν, ἐπιστρέφων κἀμὲ ταῖς πρεσβείαις σου,
ἁμαρτιῶν μου τῷ πλήθει, μὴ λίπῃς ὀλλύμενον.
Δόξα.
Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν Σταυρὸν τὸν πανάγιον
προσπτυξώμεθα, τὸν προτιθέμενον κόσμῳ εἰς σωτηρίαν ἡμῶν, ἵνα χάριν ἐξ αὐτοῦ
πλουσίαν λάβωμεν· ὅτι δωρεῖται τοῖς πιστοῖς, πᾶσαν δόσιν ἀγαθήν, καὶ παύει
παθῶν τὴν φλόγα, τῇ τοῦ Σωτῆρος δυνάμει, τοῦ ἐν Αὐτῷ προσηλωθέντος σαρκί.
Εἶτα, οἱ
Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Στ.:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται
δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς
αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμήν, λέγω ὑμῖν· ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄.
Στ.:
Ἐλέησόν με ὁ Θεός...
Ὅσιε
τρισμάκαρ, ἁγιώτατε Πάτερ, σὺ τὴν στενὴν ὧδε ἀνύσας ὁδόν, πλατεῖαν εὗρες ἐν
οὐρανῷ τὴν ἀνάπαυσιν, συναριθμούμενος ταῖς ἐκεῖθεν χοροστασίαις. Καὶ νῦν οὖν
ἡμᾶς, ἐκ παντοίων πειρασμῶν καὶ κινδύνων, μὴ παύσῃ ῥυόμενος, ἐν τῷ πανσέπτῳ σου
ναῷ προστρέχοντας μετὰ πίστεως, καὶ αἰτούμενος τὴν χάριν τῶν ἰάσεων, ἐκ τῶν
τιμίων λειψάνων σου.
Εἶτα, οἱ Κανόνες· τοῦ Σταυροῦ, καὶ τοῦ Ἁγίου ὁ παρών.
ᾨδὴ
α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Νοῦν
ἡγεμόνα τῶν παθῶν κατέστησας, τὴν ἀλμυρὰν ἡδονήν, διεκφυγὼν μάκαρ, τῶν τερπνῶν
τοῦ σώματος, καὶ τὴν ψυχὴν διέσωσας, πρὸς λιμένα τὸν θεῖον, περικλεισθεῖσα
μηδέποτε, ταῖς τῶν αἰσθητῶν περιστάσεσιν.
Δι’
ἐγκρατείας τῶν παθῶν ἐνίκησας, τὰς παραλόγους ὁρμάς, καὶ ἀρετῶν ἤρθης, πρὸς
ὕψος ἀμφότερον· λαβεῖν δὲ καὶ τοῦ Πνεύματος, δι’ αὐτῶν ἠξιώθης, τῇ χάριτι τὴν
ἀνύψωσιν, τῆς ἱερωσύνης πανόλβιε.
Πᾶσαν
ὁδὸν τῶν ἀρετῶν διώδευσας, μάκαρ Τιμόθεε, ὑπενεγκὼν πόνον, βίου τὸν ἐπίμονον,
πρὸς λῆξίν τε κατέφθασας, τὴν οὐράνιον ὄντως· καὶ νῦν ἐκεῖ τῶν καμάτων σου,
ἔλαβες μισθὸν τὸν ἐπάξιον.
Θεοτοκίον.
Σὲ
δυσωποῦμεν Παναγία Δέσποινα καταπονούμενοι, ταῖς τῶν δεινῶν Κόρη, ἐπαλλήλοις
θλίψεσι, διὰ τοῦ Σοῦ θεράποντος, ὃν προβάλλομεν πρέσβυν, Σοὶ Ἱεράρχην
εὐπρόσδεκτον, ὅπως τῶν κακῶν λυτρωθείημεν.
ᾨδὴ
γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἐν
τῷ Χριστῷ τὸν λογισμόν, σοῦ ἐστερέωσας μάκαρ, ὡς φησὶ τὸ Εὐαγγέλιον ὄντως·
ἀμφοτέρως διελθών, τοῦ βίου τε τὸ στάδιον, ἐν ῷ ποιεῖν καὶ λέγειν, εὗρες τὴν
κλῆσιν οὐράνιον.
Μὴ
ἐνδιδοὺς ταῖς προσβολαῖς, τοῦ πονηροῦ κραταιόφρονος, ἃς ἐκίνησε πειρώμενος
λάθρα, καθελεῖν τὸ καρτερόν, τοῦ σοῦ μάκαρ φρονήματος, διὰ τῶν κατηγόρων, ἰσχὺν
τὴν τούτου κατήσχυνας.
Σὺ
τὴν ἐλπίδα πρὸς Θεόν, ὡς ἀληθῶς κεκτημένος, τῶν ἐχθρῶν τὰς κατὰ σοῦ σκευωρίας,
ἐναπέδειξας ψευδεῖς, διὰ τῆς ταπεινώσεως, καὶ τούτους αἰσχυνθῆναι, Πάτερ τοῦ
θράσους ἐποίησας.
Θεοτοκίον.
Σὺ
τὸν ἀχώρητον παντί, ἐν τῇ γαστρί Σου ἀφράστως, χωρητὸν ἐνδειξαμένη Παρθένε,
ἀπεκύησας ἡμῖν, Θεὸν ὄντα καὶ ἄνθρωπον, ὑπερφυῶς τὴν φύσιν, θεώσαντα τὴν
ἀνθρώπινον.
Κάθισμα. Ἦχος πλ. δ’. Τὴν
Σοφίαν καὶ Λόγον.
Ἀναιμάκτους θυσίας
ἐπιτελεῖν, καὶ λαὸν πρὸς τὰ θεῖα καθοδηγεῖν, ἐνταῦθα κεκλήρωσαι, Ἱεράρχης
γενόμενος, ἀρετῆς ἐνθέου, ὡς ἄξιον ἔπαθλον, τὴν ἱεραρχίαν δεξάμενος Ὅσιε, καὶ
ὡς καλὸς ἐργάτης, ἐξ ἀμφοῖν συνηγάγου, καρποὺς τῇ τοῦ Πνεύματος, χάριτι πολλῷ
πλείονας, ἐν τῇ ψυχῇ σου Τιμόθεε· καὶ νῦν ἐν οὐρανοῖς κατοικῶν, τρυφὴν ἔχεις
Πάτερ ἀδαπάνητον, ἧς καὶ ἡμᾶς σαῖς πρεσβείαις, μετόχους ἀνάδειξον.
Δόξα.
Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ὁ Σταυρός Σου Κύριε, ὡς φῶς
ἐκλάμπων, τὰς τοῦ σκότους φάλαγγας, ἀποδιώκει καὶ πιστούς, καταφαιδρύνει τοὺς
ψάλλοντας· Σταυρὸς ὑπάρχει, τοῦ κόσμου τὸ καύχημα.
ᾨδὴ δ’. Σύ μου ἰσχύς,
Κύριε.
Ταῖς ἐντολαῖς, σὺ τοῦ Θεοῦ
παρενέκυψας, κατευθύνας, δι’ αὐτῶν τὰς τρίβους σου, πρὸς τὴν ὁδόν, τὴν εἰς
οὐρανούς, ἄγουσαν ἐμφρόνως, παμμάκαρ εὗρες ἀνάπαυσιν, σὺν ταῖς χοροστασίαις,
τῶν ἐκεῖσε Δικαίων, ἀπολαύων χαρὰν ἀνεκλάλητον.
Ταῖς διδαχαῖς, ταῖς σαῖς
λαὸν κατεφώτισας, Προικοννήσου, μάκαρ ὃν κεκλήρωσε, παρὰ Χριστοῦ τοῦ
φωτοειδοῦς, ὥσπερ ὁ θεόπτης, Ἰσραηλίτην τὸν πρόπαλαι, ἐν στύλῳ καὶ νεφέλῃ,
Μωϋσῆς ἐν ἐρήμῳ, τῇ δυνάμει τοῦ Πνεύματος Ὅσιε.
Ποίαν ᾠδήν, σοὶ κατ’ ἀκίαν
προσοίσωμεν, ἐν τῇ μνήμῃ, ἀθροισθέντες σήμερον, ἐν τῷ πανσέπτῳ σου ἱερῷ, τῶν
πολλῶν θαυμάτων, ὧν ἔχομεν τῶν λειψάνων σου, ἰάσεων τὴν χάριν, νοσημάτων
παντοίων, ἀρυόμενοι μάκαρ Τιμόθεε.
Θεοτοκίον.
Μῆτερ ἁγνή, τὸ καθαρὸν
ἐνδιαίτημα, παρθενίας, κάλλος τὸ ἀμήχανον, τὸ τὸν Πατρὸς Λόγον εἰσδεχθέν,
ἀσπόρως ἐν μήτρᾳ, ἀφράστως τε ὡς συνέλαβες, κυῆσαν ὑπὲρ φύσιν, πρὸς Ὃν ἔτεκες
Κόρη, Σὲ μεσίτην κεκτήμεθα πάντοτε.
ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Λογισμὸν σὸν ἐμφρόνως,
Πάτερ διετήρησας ἀκαταμόλυντον, ἡδονῶν ἐνταῦθα, τῶν ματαίων τοῦ σώματος Ὅσιε·
ὅθεν ἠξιώθης, νῦν τῷ Θεῷ παρεστηκέναι, λειτουργεῖν σὺν ταῖς ἄνω Δυνάμεσι.
Σαμουὴλ ὥσπερ ἄλλος, ὄντως
καθιέρωσαι τῷ σὲ ποιήσαντι, μὴ καθυποστήσας, πρὸς ἀλόγους ὁρμὰς τὰς τοῦ
σώματος, ὥσπερ οὐδ’ ἐκεῖνος, τὴν τῆς ψυχῆς ἐπιθυμίαν, πρὸς φρενῶν θολερὰ Πάτερ
σίκερα.
Ἐναρμόνιον μέλος, σήμερον
προσπλέκομεν σὲ εὐφημούμενοι, εἰ καὶ τῆς ἀξίας, ἐλαττοῦται τῶν ὧν ἀπολαύομεν,
παρὰ σοῦ τρισμάκαρ· ἀλλ’ ὡς τῆς χήρας λιπαροῦμεν, τὰ λεπτὰ ὁ Δεσπότης σὲ
δέξασθαι.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη, ἡ τὸν
ἀπερίληπτον Λόγον κυήσασα, τῶν Ἀγγέλων δόξα, καὶ δαιμόνων τὸ τραῦμα Θεόνυμφε,
τὴν ἐμὴν καρδίαν, τραυματισθεῖσαν ἁμαρτίαις, θεραπείας ἐνθέου ἀξίωσον.
ᾨδὴ στ’. Ἱλάσθητί μοι
Σωτήρ.
Ἱεραρχῶν καλλονή, καὶ
μοναστῶν ἡ εὐπρέπεια, ἐν ἀμφοτέροις ὀφθείς, ἀστὴρ φαεινότατος, λαόν σου
ὡδήγησας, πρὸς λιμένας θεῖον, καὶ σωτήριον Τιμόθεε.
Τῶν παλαιῶν οἰκιστῶν, τῆς
Προικοννήσου Τιμόθεε, μεταῤῥυθμίσας καλῶς, τὸν τρόπον τὸν κάκιστον, πρὸς τὴν
θείαν βούλησιν, ὑπὲρ ἧς προστάτης, τοῦ λαοῦ μάκαρ γεγένησαι.
Οὐκ ἔχομεν ἐξειπεῖν, τῶν
δωρημάτων τὸ μέγεθος, ὧν ὁ Πατὴρ δαψιλῶς, τῷ κλήρῳ μετέδωκε· καὶ νῦν
μεταδίδωσι, τῷ τῆς Προικοννήσου, καθ’ ἑκάστην τελῶν θαύματα.
Θεοτοκίον.
Σὲ δυσωποῦμεν ἁγνή, ὑπὲρ
ἡμῶν πρὸς Ὃν ἔτεκες, τὸν Σὸν Υἱὸν καὶ Θεόν, πρεσβεύειν ἑκάστοτε, διὰ τοῦ
θεράποντος, τοῦ Σοῦ Τιμοθέου, τῶν δεινῶν ὡς λυτρωθείημεν.
Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω
ζητῶν.
Τὸν βίον λιπών, λαὸν οὐ
καταλέλοιπας, τῆς ποίμνης τῆς σῆς, Πατὴρ ἡμῶν Τιμόθεε, ὃν φρουρεῖς ἐκ θλίψεων,
τοῖς ἐκ τῶν λειψάνων σου θαύμασιν, ἵλεων αὐτῷ τὸν Θεόν, ὡς ὄντως ποιμήν τε, καὶ
θερμὸς πρεσβευτής.
Ὁ Οἶκος.
Τῆς σωφροσύνης ὁ ἀστήρ, τὸ
φῶς τῆς ἐγκρατείας, ἀνέτειλε σήμερον, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ὁ θεῖος Τιμόθεος· ὃς
πάλαι τοῖς κατοικοῦσι Προικόννησον, ἐπέλαμψε τὸ φῶς τῆς ἀληθείας, καὶ
μετέστησεν αὐτοὺς φράσει τε πρακτικῇ, καὶ πράξει λογικῇ, ἀφ’ ὧν ἐβίου ἀθεμίτων
ἔργων, πρὸς τρίβον τὴν σωτήριον, διὰ τῆς μετανοίας. Δεῦτε οὖν καὶ ἡμεῖς
σήμερον, συνελθόντες ἐν τῷ πανσέπτῳ αὐτοῦ ναῷ διανοίᾳ καθαρᾷ ἐνατενίσωμεν τῇ
λάρνακι τῶν ἱερῶν αὐτοῦ λειψάνων, διὰ τῆς πίστεως, αἰτούμενοι τὸ φῶς ψυχῆς τε
καὶ σώματος. Καὶ γὰρ ἕτοιμος ὑπάρχει παρασχεῖν ἡμῖν πλουσίως, παρὰ Χριστοῦ τοῦ
Θεοῦ, ἰαμάτων τὴν χάριν, καὶ μέγα τὸ ἔλεος, ὡς ὄντως ποιμήν τε, καὶ θερμὸς
πρεσβευτής.
Συναξάριον.
Τῇ Α΄ τοῦ
αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Τιμοθέου,
ἀρχιεπισκόπου Προκοννήσου.
Τὸν
Τιμόθεον, τὸν Προκοννήσου θύτην,
τιμᾷ
Θεὸς πρίν, νῦν τε θαυματουργίαις
Οὗτος ἤκμασε περὶ τὰ μέσα
τοῦ ἕκτου αἰῶνος, ἐπὶ βασιλεία τῶν Αὐτοκρατόρων, Ἰουστίνου τοῦ Θρᾳκός, καὶ τοῦ
υἱοῦ αὐτοῦ Ἰουστινιανοῦ τοῦ Μεγάλου, ἐν τῇ Βασιλευούσῃ ποιούμενος τὰς
διατριβάς. Ἀρετῇ δὲ πάσῃ κεκτημένος, προχειρίζεται Ἐπίσκοπος Προκοννήσου, ἤ
συνηθέστερον εἰπεῖν, Προικοννήσου, ἥτις τὸ πάλαι καὶ Ἐλαφόννησος ἐκαλεῖτο· νῦν
δὲ ὑπὸ πάντων γινωσκομένη καὶ λεγομένη Μαρμαρᾶς. Ἀπελθῶν οὖν ἐκεῖσε ὁ θεῖος
Πατήρ, καὶ τοὺς κατοίκους τῆς νήσου ταύτης εὑρὼν τὴν πειρατείαν μετερχομένους,
καὶ πολλὴν ἀπανθρωπίαν τοῖς ἐν τὰ παράλια ἐκεῖνα ναυαγοῦσι δεικνύοντας,
κατέβαλε πᾶσαν σπουδήν, ἵνα τῆς τοιαύτης γνώμης ἀπαλλάξῃ αὐτούς, καὶ εἰς οἶκτον
πρὸς τοὺς δυστυχοῦντας προτρέψῃ· ὅ καὶ πεποίηκεν ἐν ὀλίγῳ χρόνῳ, διὰ τῆς χριστομιμήτου
αὐτοῦ πρᾳότητος. Καλῶς δὲ ποιμάνας τὸ ἐμπιστευθὲν αὐτῷ ποίμνιον, καὶ ἀσκητικῶς
διανύσας τὸν βίον, καὶ τὴν μὲν ἐπενεχθεῖσαμ αὐτῷ συκοφαντίαν ἀνεξικάκως
ὑπενεγκών, τὴν δὲ θυγατέρα Ἰουστινιανοῦ τοῦ αὐτοκράτορος δαιμονιῶσαν,
ἐμφανισθεὶς μόνον καὶ ἰασάμενος ἀνεπαύσατο ἐν Κυρίῳ, πλήρης ἡμέρων, τῇ 1ῃ
Αὐγούστου. Ἡ δὲ φιλόθεος μήτηρ τῆς ἰαθείσης παιδός, ἡ βασιλὶς Θεοδώρα, πρὸς
ἔνδειξιν εὐγνωμοσύνης τῆς εἰς τὸν Ἅγιον, ἀνήγειρε ἐπὶ τῷ ὀνόματι αὐτοῦ Μονὴν
ἱεράν, ἐπί τινος εὐρυχώρου πεδιάδος, ὅπου ἡ πάσχουσα πρότερον ἀπελθοῦσα ἰάθη,
καὶ τὸ ἱερώτατον ἅγιον λείψανόν του εὑρέθη, μετὰ τὴν ἀποβίωσην αὐτοῦ, καὶ πηγὴ
ἁγιάσματος, μικρὸν ἀπωτέρω. Κεῖται δὲ ἡ πεδιὰς αὕτη νοτιανατολικῶς τῆς νήσου,
ἄνωθεν τῆς πάλαι ποτὲ κωμοπόλεως Προικοννήσου, Κλαζάκιον τανῦν ὑπὸ τῶν ἐγχωρίων
καλουμένης, καὶ μηδὲν ἕτερον ἔχούσης, εἰμὴ περίπου οἰκίας σμικράς. Καίτοι δὲ
ἐρειπίων ὄντων καὶ τῆς Μονῆς καὶ τοῦ μεγίστου αὐτῆς Ναοῦ, συνέρχονται ὅμως ἐκεῖ
κατ’ ἔτος οἱ ἐγχώριοι, ἐπιτελοῦντες τὴν τοῦ ἁγίου ἑορτήν.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἑπτὰ Μαρτύρων Μακκαβαίων· Ἀβείμ, Ἀντωνίου, Γουρίου, Ἐλεαζάρου, Εὐσέβωνα, Ἀχείμ καὶ
Μαρκέλλου, τῆς μητρὸς αὐτῶν Σολομονῆς
καὶ τοῦ διδασκάλου αὐτῶν Ἐλεαζάρου
Πρῶτος
πρὸ Χριστοῦ πῦρ στέγων Ἐλεάζαρ,
ἀθλήσεως προὔθηκε τοῖς ἄλλοις ἴχνη.
Πρώταθλον ἄλλην καὶ πρὸ τῆς Θέκλης ἔχω,
τὴν Σολομονήν, ἣν πρὸ Χριστοῦ πῦρ φλέγει.
Ἐξ ἑβδόμης πέμπουσι Παίδων ἑπτάδα,
ἀρθρέμβολα, πῦρ, καὶ τροχοὶ πρὸς ὀγδόην.
ἀθλήσεως προὔθηκε τοῖς ἄλλοις ἴχνη.
Πρώταθλον ἄλλην καὶ πρὸ τῆς Θέκλης ἔχω,
τὴν Σολομονήν, ἣν πρὸ Χριστοῦ πῦρ φλέγει.
Ἐξ ἑβδόμης πέμπουσι Παίδων ἑπτάδα,
ἀρθρέμβολα, πῦρ, καὶ τροχοὶ πρὸς ὀγδόην.
Κατὰ τοῦς χρόνους Βασιλέως
Ἀντιόχου υἱοῦ Σελεύκου ἐν ἔτει ρογ΄ (173), ἀκμάσαντες οἱ Ἅγιοι οὗτοι, καὶ
ἀναγκασθέντες ὑπὸ τοῦ ἄνωθεν Ἀντιόχου (ὅστις ἐξώντωσε καὶ αἰχμαλώτισεν ἅπαν τὸ
γένος τῶν Ἑβραίων), νὰ ἀρνηθῶσι τὰς συνηθείας καὶν διατάξεις τὰς παραδεδομένας
ὑπὸ τοῦ νόμου καὶ τῶν προγόνων των, τρώγοντες χοιρινὰ κρέατα, δὲν ἐπείσθησαν
εἰς τοῦτο οὔτε αὐτοὶ οὔτε καὶ ὁ διδάσκαλός των Ἐλεάζαρος, φυλάττοντες τὴν
παραγγελίαν τοῦ θείου νόμου λέγουσαν: «Τὸν
ὗν, ὅτι διχηλοῖ ὁπλὴν τοῦτο, καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει
μηρυκισμόν, ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τὸ κρεῶν αὐτῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων
αὐτῶν οὐχν ἅψεσθε, ἀκάθαρτα ταῦτα ὑμῖν» (Λευϊ. Ια΄. 7)· τουτέστι, μὴ φάγητε
τὸν χοῖρον, διότι αὐτὸς ἔχει μὲν τοὺς ὄνυχας ἐσχισμένους εἰς δύω, δὲν μηρυκάζει
δέ, ἤτοι δὲν ἀναμασσᾷ τὴν τροφὴν του, διὸ ἐκ τῶν κρεάτων τοῦ χοίρου μὴ φάγητε,
καὶ τὸ νεκρὸν σῶμα αὐτοῦ μὴ πιάσητε, διότι εἶναι ἀκάθαρτα. Τούτου ἔνεκα τοῦ μὲν
Ἐλεαζάρου ἔδεσαν ὁπίσω τὰς χεῖρας, καὶ ἀφοὺ ἔδειραν αὐτὸν δυνατά, ἔχυσαν ἐντὸς
τῆς ῥινὸς του ὑγρά τινα βρωμερὰ καὶ δριμέα· εἶτα ἔῤῥιψαν αὐτὸν εἰς πυράν, εἰς
τὴν ὁποίαν προσευχηθεὶς νὰ γίνῃ τὸ αἷμα καὶ ὁ θάνατός του λύτρωσις καὶ
ἐλευθερία ὅλου τοῦ γένους του, οὕτω παρέδωκεν ὁ ἀοίδιμος τὴν ψυχήν του εἰς
χεῖρας Θεοῦ ζώντος. Τοὺς δὲ Ἁγίους ἑπτὰ Παῖδας ἔφερεν ἐνώπιόν του ὁ τύρρανος,
καὶ ἐτιμώρησεν αὐτούς, ἕκαστον κατὰ τοὺς χρόνους τῆς ἡλικίας του, τὰ ὁποῖα
ἐνεπήγοντο εἰς τὰ ἄρθρα καὶ τοὺς ἁρμοὺς τοῦ σώματος. Ὅθεν, οἱ μακάριοι παῖδες
ἀποθανόντες ἐν μέσῳ τῶν τοιούτων βασάνων, ἀπέδειξαν, ὅτι ὁ λογισμὸς εἶναι
κύριος καὶ αὐτοκράτωρ τῶν παθῶν, καὶ δὲν νικάται ὑπ’ αὐτῶν χωρὶς νὰ θέλῃ (ὡς
τοῦτο ἀποδεικνύει ὁ Ἑβραῖος Ἰώσηπος εἰς τὸν ὁλόκληρον λόγον ὅν συνέγραψε περὶ
αὐτοκράτορος λογισμοῦ, ὅστις ἄρχεται οὕτω: «Φιλοσοφώτατον
λόγον ἐπιδείκνυσθαι μέλλων»)· οὕτω δὲ ἔλαβον παρὰ Κυρίου τοὺς στεφάνους τῆς
ἀθλήσεως. Μετὰ ταῦτα, ἡ μήτηρ αὐτῶν Σολομονή, βλέπουσα τοὺς ἑπτὰ υἱούς της
ἀνδρείως τελειωθέντας ἐχάρη, καὶ χωρὶς οὐδεὶς νὰ ἐπιθέσῃ χεῖρα ἐπ’ αὐτῆς, ὑπῆγε
μόνη καὶ ἐῤῥίφθη ἐντὸς τῆς ἀναμμένης πυρκαϊᾶς, καὶ οὕτω παρέδωκε τὴν ψυχήν εἰς
χεῖρας Θεοῦ. Τελεῖται ἡ αὐτῶν Σύναξις εἰς τὸν μαρτυρικὸν αὐτῶν ναόν, τὸν
εὑρισκομένον εἰς τὸ ἔμβασμα τὸ λεγόμενον τοῦ Δομνίνου, καὶ πέραν εἰς τὴν
Ἐλαίαν. Σημείωσαι, ὁτι ὁ μὲν Θεολόγος Γρηγόριος ἕνα ἐγκωμιαστικὸν λόγον πλέκει
εἰς τὰς μαρτυρικὰς κεφαλὰς τῶν ἁγίων τούτων Μακκαβαίων, οὗ ἡ ἀρχή: «Τί δαὶ οἱ Μακκαβαῖοι;». Ὁ δὲ
Χρυσόστομος τρεῖς λόγους συνέγραψε περιεχομένους ἐν τῷ πέμπτῳ τόμῳ τῆς ἐν Ἐτώνῃ
ἐκδόσεως, ὧν τοῦ μὲν πρώτου ἡ ἀρχή: «Ὡς
φαιδρὰ καὶ περιχαρὴς ἡμῖν». Τοῦ δευτέρου: «Ἅπαντας μὲν οὖν ἐγκωμιάσαι». Τοῦ δὲ τρίτου: «Καὶ τοῖς Μάρτυσιν ὁρῶν». Ἀξιόλογο δὲ εἶναι ἐκεῖνο, τὸ ὁποῖον γράφει
περὶ αὐτῶν ὁ ῥηθεὶς Γρηγόριος: «Οἱ πρὸ
τῶν Χριστοῦ παθῶν μαρτυρήσαντες, τίποτε δράσειν ἔμελλον μετὰ Χριστὸν
διωκόμενοι, καὶ τὸν ἐκείνου ὑπὲρ ἡμῶν μιμούμενοι θάνατον; Οἱ γὰρ χωρὶς
ὑποδείγματος τοιοῦτοι καὶ τοσοῦτοι τὴν ἀρετήν, πῶς οὐκ ἄν ὤφθησαν γενναιότεροι
μετὰ τοῦ ὑποδείγματος κινδυνεύοντες; Καὶ ἅμα μυστικός τις καὶ ἀπόῤῥητος οὗτος ὁ
λόγος, σφόδρα πιθανὸν ἐμοὶ γοῦν καὶ πᾶσι τοῖς φιλοθέοις, μηδένα τῶν πρὸ τῆς
Χριστοῦ παρουσίας τελειωθέντων, δίχα τῆς ἐις Χριστὸν πίστεως τούτου τυχεῖν· ὁ
γὰρ λόγος, ἐπαῤῥησιάσθη μὲν ὕστερον καιροῖς ἰδίοις, ἐγνωρίσθη δὲ καὶ πρότερον
τοῖς καθαροῖς τὴν διάνοιαν». Σημείωσαι, ὅτι τὸ λείψανον τῆς Ἁγίας Σολομονῆς
σώζεται ὁλόκληρον, ἐν τῷ Πατριαρχείῳ τῆς Κωνσταντινουπόλεως. Εἰς τὸ μαρτύριον
τούτων λόγον συνέγραψε Ἰώσηπος ὁ Ἰουδαῖος· εὑρίσκεται δὲ ἐν τῇ Μεγίστῃ Λαύρᾳ
καὶ ἕτερος λόγος συντομότερος αὐτοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Πρόοδος τοῦ
Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἐννέα
Μαρτύρων τῶν ἐν Πέργῃ τῆς Παμφυλίας· Λεοντίου, Ἄττου, Ἀλεξάνδρου,
Κινδέου, Μνησιθέου, Κυριακοῦ, Μηναίου, Κατούνου καὶ Εὐκλέου.
Ἐκ
Παμφυλίας ἐννὰς ἐτμήθη ξίφει,
μίαν φυλὴν ζητοῦσα, τὴν τῶν Μαρτύρων.
μίαν φυλὴν ζητοῦσα, τὴν τῶν Μαρτύρων.
Ἤκμασαν οἱ Ἅγιοι οὗτοι κατὰ
τοὺς χρόνους τοῦ βασιλέως Διοκλητιανοῦ, καὶ Φλαβιανοῦ ἠγεμόνος τῆς Παμφυλίας ἐν
ἔτει τ΄ (300), ὅντες χριστιανοὶ ἐκ προγόνων. Καὶ ὁ μὲν Μηναῖος ἧτο τέκτων, οἱ
δὲ ἄλλοι γεωργοί, ὅλοι δὲ μίαν γνώμην ἔχοντες, καὶ μίαν καλὴν βουλὴν
βουλευσάμενοι, προσῆλθον αὐτόκλητοι εἰς τὸν ἀγῶνα τοῦ μαρτυρίου. Ἀφήσαντες
λοιπὸν ἀπὸ κοινοῦ ὅλα τὰ βιωτικὰ πράγματα, μετέβησαν εἰς τὸ ἐκεῖ ἱερὸν τῆς
ψευδοθεᾶς Ἀρτέμιδος, καὶ ἐν μιᾷ νυκτὶ ἐγκρέμισαν ὅλα τὰ ἐν αὐτῷ εὑρισκόμενα
εἴδωλα. Διὰ τοῦτο συλληφθέντες καὶ ἐρωτηθέντες, ἐὰν ἀρνῶνται τὸν Χριστόν,
ἐπειδὴ δὲν ἐπείσθησαν, ἐδάρησαν δυνατά, καὶ ἐκάησαν εἰς τὰς πλευράς. Ἄφοὺ δὲ
ἔσχισαν μὲ σιδηρὰ ὀνύχια τὸ δέρμα τοῦ σώματός των μέχρις ὀστέων, καὶ μὲ
λαμπάδας ἀναμμένας ἔκαυσαν τὰς μασχάλας των, καὶ μὲ ὀβελίσκους ἐκέντησαν τοὺς
ὀφθαλμούς των, τοὺς ἔῤῥιψαν ἐν τῇ φυλακῇ, ἀφήσαντες αὐτοὺς ἐκεῖ ἄνευ φαγητοῦ
καὶ ποτοῦ, καὶ ἄνευ τῆς ἐλαχίστης ἐπιμελείας, κατὰ προσταγὴν τοῦ ἡγεμόνος. Μετὰ
παρέλευσιν δὲ πολλοῦ χρόνου ἐδόθησαν οἱ Ἅγιοι βορὰ τοῖς θηρίοις, ἀλλὰ ταῦτα οὐδόλως
ἔβλαψαν αὐτούς, οὔτε κἄν ἐκινήθησαν. Ὅθεν βλέποντες τὸ παράδοξον τοῦτο οἱ
ἐκεῖσε παριστάμενοι ἐξεπλάγησαν, καὶ εἶπον μεγαλοφώνως: Μέγας εἶναι ὁ Θεὸς τῶν
χριστιανῶν. Καὶ ὤ τοῦ θαύματος! εὐθὺς ἔγιναν βρονταὶ καὶ ἀστραπαί, καὶ βροχὴ
πολλὴ καὶ ῥαγδαία μετὰ χαλάζης, καὶ μὲ αὐτὰ ἠκούετο ἄνωθεν καὶ θεϊκὴ φωνὴ
προσκαλοῦσα τοὺς Ἁγίους εἰς τὰ οὐράνια. Ἀκούσαντες δὲ οἱ Μάρτυρες, τὴν
γλυκυτάτην ἐκείνην φωνὴν ἐχάρησαν, καὶ χαίροντες ἀπεκεφαλίσθησαν· οὕτω δὲ
ἔλαβον παρὰ Κυρίου τοὺς στεφάνους τοῦ Μαρτυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ἅγιος Μάρτυς Πάπας, εἰς σάκκον
βληθείς, καὶ θίβῃ ἐγκλεισθείς, καὶ εἰς θάλασσαν ῥιφθείς, τελειοῦται.
Σάκκος
Πάπαν ἔκρυψε, καὶ σάκκον θίβη,
καὶ
τὴν θίβην ῥοῦς, καὶ Πάπας Θεοῦ πέλας.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἐλεάζαρος,
πυρὶ τὴν κεφαλὴν καταφλεχθείς, τελειοῦται.
Καυτηριασθεὶς
Ἐλεάζαρος κάραν,
ψυχοβλαβῶν
ἀπῆλθε κρείττων ῥευμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Κήρυκος, ξίφει τελειοῦται.
Τοῦ
δημίου φήσαντος· Οὐ τμηθῇς θύων.
κλίνας
κάραν Κήρυκος, εἶπεν· Οὐ θύω.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Θεόδωρος, ξίφει τελειοῦται.
Τῷ
Θεοδώρῳ θεῖος ἐνσκήπτει πόθος,
τυχεῖν ποθεινῶν δωρεῶν διὰ ξίφους
τυχεῖν ποθεινῶν δωρεῶν διὰ ξίφους
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πολύευκτος, ἐν κοπρίᾳ χωσθείς, τελειοῦται.
Ἰὼβ
καθέδραν, φημὶ δὴ τὴν κοπρίαν,
ὁ Πολύευκτος εἶχεν εἰς τιμωρίαν.
ὁ Πολύευκτος εἶχεν εἰς τιμωρίαν.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων
Μήνου καὶ Μηναίου, καὶ ἑτέρων, ἐν τῷ Βιγλεντίῳ, πλησίον τοῦ χαλκοῦ Τετραπύλου.
Mήνης κατοικεῖ συγκάτοικον νῦν ἔχων,
Mηναῖον ἔνθα οὐδαμῶς μήνη πέλει.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἐλέσης τῆς μαρτυρησάσης ἐν Κυθήροις ἐν ἔτει
375.
Ἔλεος
σὺ δέδοσαι παρὰ Κυρίου,
τῇ σῇ μητρὶ παρθένε μάρτυς Ἐλέσα.
τῇ σῇ μητρὶ παρθένε μάρτυς Ἐλέσα.
Αὕτη ἦτον ἀπὸ τὴν
Πελοπόννησον, θυγάτηρ τινὸς περιφανοῦς καὶ πλουσίου ἄρχοντος Ἕλληνος, ὀνόματι
Ἑλλαδίου, ἡ δὲ μήτηρ αὐτῆς ὑπῆρχε χριστιανὴ ἀπὸ τοὺς προγόνους της, καὶ
φοβουμένη τὸν Θεόν, ὀνόματι Εὐγενία. Ἦτο δὲ στείρα, καὶ ἐπαρακάλεσε τὸν Θεὸν νὰ
κάμῃ ἔλεος εἰς αὐτὴν νὰ τὴν ἀξιώσῃ νὰ κάμῃ τέκνον, διὰ νὰ τὸ ἀφιερώσῃ τῆς
χάριτός του. Λοιπὸν μίαν τῶν ἡμερῶν εὑρισκόμενη μόνη εἰς τὸν οἶκόν της καὶ
προσευχομένη, ἤκουσε φωνὴν οὐρανόθεν ὅπου τῆς ἔλεγεν: Ἠλέησέ σε ὁ Θεὸς εἰς ὅ,τι τοῦ ἐζήτησες, καὶ ἔδωκέ σοι καρπὸν κοιλίας. Αὐτὴ
δὲ οὐκ εἶπε τότε τοῦ ἀνδρός της τὸ γενόμενον· ὅτε δὲ ἐγνώρισε τὸν ἑαυτόν της
ἔγγυον, ἐδόξασε τὸν Θεὸν καὶ ὁμολόγησε τὸ θαῦμα, καὶ λέγει τοῦ ἀνδρός της: Ἄς
τὴν ὀνομάσωμεν Ἐλέσαν.Ὁ δὲ πατήρ ἐταράχθη ὡς ἀσεβὴς περὶ τοῦ βαπτίσματος, ἀλλ’
ὅμως τὴν ἠγάπα καὶ διὰ τὴν ἀγάπην αὐτῆς τὸ ὑπέφερε. Ἥ δὲ Ἐλέσα ἀκουλουθήσε τὸ
παράδειγμα καὶ τὴν πίστιν τῆς μητρός της. Ὅταν δὲ ἔφθασεν εἰς ἡλικίαν ἐτῶν
δεκατεσσάρων, ἐγνώρισε ἡ μήτηρ της τὸ τέλος τῆς ζωῆς της, καὶ τῆς λέγει: «Ἠγαπημένη μου Ἐλέσα, θεωρῶ πῶς ἐγγίζει τὸ
τέλος μου καὶ δὲν λυποῦμαι δι’ αὐτό. Πάρεξ διὰ τὸν χωρισμόν σου, διότι ὁ πατήρ
σου εἶναι ἀσεβὴς καὶ θέλεις ἔχει πείραξιν ἀπὸ λόγου του εἰς κάθε καιρόν. Μὰ ἐσὺ
φύλαξον τὴν πίστιν σου τὴν ἁγίαν, καθαρὰν καὶ ἀμώμητον ἕως τὸ τέλος τῆς ζωῆς
σου καθὼς ἐπαράλαβες ἀπὸ ἐμένα τὴν ταπεινήν, διατὶ θέλει σὲ ἀξιώσει ὁ Κύριος νὰ
γίνῃς ἰδική του, νὰ λάβῃς τὸ ἀμαράντινον στέφανον εἰς τὴν οὐράνιον αὐτοῦ
βασιλείαν, νὰ σὲ δοξάσῃ καὶ εἰς τὴν μέλλουσαν ζωήν». Καὶ ἀσπασαμένη αὐτὴν
μετὰ δακρύων, καὶ διδοῦσα εὐχὴν καὶ εὐλογίαν ἐξέπνευσε. Ἔμεινε δὲ ἡ Ἐλέσα μόνη
κυρία τοῦ οἴκου αὐτοῦ καὶ τίς διηγήσεται τὰς προσευχὰς καὶ νηστείας καὶ
ἐλεημοσύνας καὶ ἄλλας ἀρετὰς ὅπου ἔκαμνεν θεαρέστως; Ὕστερον δὲ ἕναν χρόνον,
ἐσυλλογίσθη ὁ πατὴρ αὐτῆς νὰ τὴν ὑπανδρεύσῃ, ἀλλὰ ἡ Ἐλέσα ἀρνήθῃ. Ὁ δὲ πατήρ
της πολλάκις παρινούσε αὐτὴν νὰ ὐπανδρευθῇ, αὐτὴ δὲ μὴ θέλουσα νὰ ἀκούσῃ,
στρέφουσα τὸ πρόσωπόν της ἐσιώπα, μόνο κρυφίως προσηύχετο. Μετὰ δὲ πολλὰς
ἡμέρας ἐταξίδευσε ὁ πατήρ της καὶ πήγε εἰς τόπον μακρινόν. Τότε ἡ Ἐλέσα,
βρίσκοντας εὐκαιρία, ἐναύλωσε ναύτη, καὶ μαζί μὲ τὶς δοῦλές της ὑπῆγαν εἰς τὰ
Κύθηρα, ὅπου ἦτον τόπος ἔρημος καὶ ἀρμόδιος διὰ ἄσκησιν μὲ τὸ νὰ μὴν ἔχει
ἄνθρώπους, πάρεξ θηρία καὶ ὀφίδια μόνον. Ἐξῆλθον δὲ καί τινες ἄνθρωποι διὰ
περιδιάβασιν, καὶ ὁδεύοντες ἔνθεν κακεῖθεν, ἐδάγκασεν ἕνας θανατηφόρος ὄφις ἕνα
ἀπὸ αὐτοὺς καὶ εἰς ὀλίγον διάστημα ἐπρίσθη ὅλον τὸ σῶμα, καὶ μετὰ δεινῶν πόνων
ἐξέψυξε. Οἱ δὲ λοιποὶ ἐλυπήθησαν σφόδρα διὰ τὴν στέρησίν του. Ἀκούσασα δὲ ἡ
Ἁγία τὸ συμβεβηκός, κάμνουσα ἐκτενῆ προσευχὴν πρὸς τὸν Θεόν, ἐσημείωσεν εἰς
αὐτὸν τὸν τύπον τοῦ Σταυροῦ καὶ ἔκραξε μεγαλοφώνως: Ὁ Κύριος Ἰησοῦς Χριστός, ὅπου εἶναι ἡ ζωὴ καὶ ἡ ἀνάστασις τῶν νεκρῶν,
ὥς παντοδύναμος νὰ σὲ ἀναστήσῃ ἵνα δοξασθῇ τὸ ὄνομά του τὸ πανάγιον. Καὶ
εὐθὺς ἀνέστη ὁ νεκρὸς καὶ ἐκάθισεν. Μετὰ δὲ ἡμέρας πολλάς, ἐπέστρεψεν ὁ πατήρ
της, καὶ μὴ εὐρὼν αὐτήν, ἔπληροφορήθη καὶ ἔμαθε λεπτομερῶς τὰ γενόμενα. Τότε,
ὑπῆγε εἰς τὰ Κύθηρα, τὴν εὑρήκε καὶ προσπάθησε ὅπως τὴν μεταπείσῃ. Ὅμως ἡ Ἁγία
ἔμενε στέῤῥεη εἰς τὴν πίστιν της. Ὁ δὲ θυμωθείς, ἤρπασεν αὐτὴν ἀπὸ τοὺς πλοκάμους
τῆς κεφαλῆς, καὶ ἔσυρε καταγῆς, καὶ ἔτυπτε μετὰ ῥάβδων, ἕως ὅτου τὴν
κατεπλήγωσεν. Αὐτὴ δὲ ἔψαλλε τὸ· Ἐλέησόν
με ὁ Θεός. Βλέπων ὁ Ἑλλάδιος τὸ ἀμετάθετον τῆς γνώμης, ὀπισθαγκώνισε τὰς
χεῖράς της, καὶ τὴν ἐκρέμασεν ἀπὸ τοὺς πλοκάμους εἰς δένδρον τι κερατίας, καὶ
ἐβασάνιζεν αὐτὴν μὲ πικρὰς τιμωρίας, ἀλλοπίστους δαρμούς, ἕως ὅτου ἐξέπνευσε
καὶ παρέδωσε τὴν μακαρίαν ψυχήν της εἰς χεῖρας Θεοῦ. Αὐτὸς δὲ ἔλυσε τὸ ἅγιον
καὶ μαρτυρικόν της σῶμα, καὶ τὸ ἔῤῥιψε κατὰ γῆς. Ἐλθοῦσα δὲ ἡ χάρις τοῦ Θεοῦ
ἐπ’ αὐτήν, ἀνεστήθη καὶ ἐκάθισε, καὶ εὐχαριστοῦσε τὸν Θεόν. Βλέποντας δὲ ὁ
πατήρ της ταῦτα ἐπλήσθη θυμοῦ, καὶ λαβῶν εἰς χεῖρας λίθον νὰ λιθάσῃ αὐτήν, ἥ
Ἁγία ἔτρεξε φεύγουσα, καὶ αὐτὸς τὴν ἐζύγωνε μὲ πολὺν θυμόν, καὶ ἐσχίσθη μιὰ
πέτρα μεγάλη τοῦ βουνοῦ, καὶ ἐπέρασεν ἡ Ἁγία τὸ ἄλλο μέρος καὶ κλίνασα τὰ
γόνατα προσηύχετο. Ὁ δὲ θηριόγνωμος πατήρ της τρέξας κατόπιν της, τὴν κτυπᾷ μὲ
ἕνα λίθον εἰς τὸ μέτωπόν της καὶ ἐσύντριψε τοὺς ὀδοντας, εἶτα ἀσπασάμενος τὴν
μάχαιράν του ἀπέκοψε τὴν ἁγίαν της κεφαλήν, τῇ 1ῃ Αὐγούστου του 375, καὶ οὕτως
ἔλαβε τὸ στέφανον τοῦ μαρτυρίου. Ἡ δὲ μία δούλη τῆς Ἁγίας ἔστεκεν ἀντίκρυ καὶ
ἐθεώρει τὰ γενόμενα. Τὴν δὲ ἄλλην τὴν ἐπῆρε καὶ τὴν ἔβαλε στανικῶς ὁ Ἑλλάδιος
εἰς τὸ πλοῖον, καὶ ἐγύρισαν εἰς τὴν Πελοπόννησον. Ἡ δὲ δούλη ὅπου ἦτο κρυμμένη
ἄντικρυ καὶ ἐθεώρει, ὅταν ἔφυγε τὸ πλοῖον, ἦλθεν εἰς τὸ λείψανον τῆς Ἁγίας
μακαρίζουσα καὶ καταφιλοῦσα αὐτὴν μετὰ δακρύων καὶ εὐλαβῶς ἐκήδευσεν αὐτὸ τὸ
μακάριο λείψανον εἰς τόπον ὑψηλὸν ἐνῷ ἦτον νεκρὴ εἰς τὸ ὄρος ἐπάνω, διὰ ταύτην
λοιπὸν τὴν αἰτίαν ὀνομάζεται ἕως τὴν σήμερον ὄρος τῆς Ἁγίας Ἐλέσας. Ἡ δὲ δούλη
τῆς Ἁγίας ἔμεινεν εἰς αὐτὸν τὸν τόπον τεσσαράκοντα ἡμέρας καὶ ἤκουε πολλὰς
ψαλμῳδίας Ἀγγέλων ἐπάνω τοῦ τάφου κατὰ πᾶσαν νύκτα, ἐθεώρει δὲ καὶ φῶς
οὐράνιον. Καὶ μετὰ τεσσαράκοντα ἡμέρας ἦλθε ἕνα πλοῖον τῶν χριστιανῶν εἰς αυτὴν
τὴν νῆσον, καὶ κατελθοῦσα αυτὴ ἀπὸ τοῦ ὄρους εἰσῆλθεν ἐν αὐτῷ καὶ ἀνεχώρησε ἐκ
τῆς νήσου, καὶ ἐδιηγοῦσεν ἅπαντα τὰ περὶ τῆς ἁγίας γενόμενα εἰς πᾶσαν πόλιν καὶ
χώραν, ἅς ἐδιώδευσε. Καὶ πολλοὶ τῶν χριστιανῶν ἀκούοντες τὰ τοιαῦτα, ἤρχοντο
εἰς τὴν νῆσον ταύτην χάριν εὐλαβείας καὶ προσκυνήσεως τῆς Ἁγίας, καὶ ἔκτισαν
μικρὸν ναὸν εἰς τὸ ὄνομά της, πηγὴ θαυμάτων δὲ γέγονε εἰς τοὺς προσερχομένους
μετὰ πίστεως, καὶ μὲ τὴν βοήθειαν τῆς Ἁγίας εἰς ὀλίγους χρόνους κατοικήθηκε ἡ
νῆσος αὕτη ἀπὸ πλῆθος λαοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
Ὁσίας Παύλης τῆς Καρπασίτιδος.
Τρόπων
ἀπλάστων καὶ ἐνθέου βίου,
Παῦλα
βολίσι, κατεφώτισας Κύπρον.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Ἐθελγουάλδου (Ethelwald) τοῦ Σκώτου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Πέτρου τοῦ
Τραπεζούντιου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Θεοῦ συγκατάβασιν.
Νομίμως
σὺ δέδεξαι, ἱερωσύνην ψήφῳ τοῦ Πνεύματος, καὶ νομίμως ἠγγήσω, τῷ πιστευθέντι
τρίβου τῆς χάριτος λαῷ, κραυγάζων γηθόμενος Ὅσιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Τοῦ
βίου τὸ στάδιον, ἀσκητικοῖς ἐν πόνοις διήνυσας, ἐκδιδάσκων τὴν ποίμνην, ἣν
ἐπιστεύθης, λόγῳ τοῦ Πνεύματος, ὡς Ἱεράρχης κραυγάζων Τιμόθεε· Εὐλογητὸς ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ταῖς
ἄνω συντέθεισαι, χοροστασίαις νῦν ἀγαλλόμενος, τὰ ἐνταῦθα γὰρ πάντα, ἡγήσω
μάκαρ, ὥσπερ τὰ σκύβαλα, ἀεὶ βοῶν μετὰ πόθου πρὸς Κύριον· Εὐλογητὸς ὁ Θεός, ὁ
τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἀφράστως
ἐκύησας, τὸν Θεὸν Λόγον σάρκα φορέσαντα, ἐν τῇ μήτρᾳ Σου Κόρη· δι’
ὑπερβάλλουσαν ἀγαθότητα, ἡμᾶς τῆς πλάνης λυτρώσασθαι ψάλλοντας· Εὐλογητὸς ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η’. Ἑπταπλασίως
κάμινον.
Προικοννησίων ἔπαυσας,
βουλευμάτων ὁρμήματα, τὰ πρὸς τὴν λῃστείαν, ἐμφανῶς φερόμενα, κακίᾳ τοῦ
δαίμονος, ἐπ’ ἀπωλείᾳ τῇ ἑαυτῶν καὶ διδασκαλίαις σου μετήγαγες τούτους, ἐν
μετανοίᾳ κράζειν, πρὸς τὸν Κύριον μάκαρ· ἡμᾶς ὡς ἐλεήμων, οἴκτειρον εἰς αἰῶνας.
Σαὐτὸν οὐ μόνον σέσωκας, ὡς
φησὶν ὁ Ἀπόστολος, πρότερον προσφέρων, ὑπὲρ τοῦ ἑκάστοτε, θυσίας πανόλβιε,
καθαρισμοῦ ἐν πνεύματι· ἀλλὰ καὶ τοῦ λαοῦ σου, συμπαρέστησας ὄντως, ψυχὰς
ἐξαιτούμενας, σῶν χειρῶν τῷ Δεσπότῃ καθάπερ Ἡσαΐας, ἁγνίσας τοῖς σοῖς λόγοις.
Ἐν οὐρανοῖς γενόμενος,
δυσωπεῖν τὸν φιλάνθρωπον, ὅπως λυτρωθῶμεν, ἐκ παντοίων θλίψεων, μὴ παύσῃ Πάτερ
ἡμῶν, ὑπὲρ ἀχρείων τέκνων τῶν σῶν, ὥσπερ καὶ τοὺς πρίν, τῶν ψυχικῶν ἐκ
κινδύνων, ἐῤῥύσω Προικοννήσου, οἰκιστὰς τοῖς σοῖς λόγοις, παμμάκαρ καταπίπτειν,
εἰς ὄλεθρον ἑτοίμους.
Θεοτοκίον.
Ὑψηλοτέρα πέφηνας, τῶν
Ἀγγέλων πανύμνητε, καὶ τῶν οὐρανῶν, Σὺ πλατυτέρα γέγονας· Θεὸν γὰρ ἐβάστασας,
ὑπερφυῶς ἐν μήτρᾳ Σου, Ὃν τὰ Χερουβίμ, καὶ Σεραφὶμ ὡς τῶν ὅλων, Δεσπότην ἐπ’
ὤμων, ἀνυμνοῦντα βαστάζει, Παρθένε Θεοτόκε, σὺν τρόμῳ εἰς αἰῶνας.
ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Σὺ στάθμη ἐναρέτου
διαγωγῆς, καὶ κανὼν ἀκριβείας γενόμενος, σὺ τῷ βαθμῷ, τῆς ἱερωσύνης
προβιβασθείς, ὡς ἄμεμπτος Τιμόθεε, καὶ ἱερουργίας τετελεκώς, νοΐ καθαρωτάτῳ, ἐν
σώματι ἀμώμῳ, τῆς Βασιλείας κατηξίωσαι.
Ὡς ἄϋλος βιώσας ἐπὶ τῆς
γῆς, μηδενὶ καθυπείξας τὸ πνεῦμά σου, σωματικῷ, ἤρθης μετὰ πότμον πρὸς
οὐρανούς· καὶ παρεστὼς τῷ βήματι, τοῦ Δεσπότου μάκαρ συλλειτουργεῖς, ταῖς ἄνω
κληρουχίαις, μετὰ τῶν Ἀσωμάτων, καὶ τῶν Δικαίων ὡς ὁμόσκηνος.
Ἡμᾶς τοὺς συνελθόντας
χρεωστικῶς, ἐκτελέσαι σου σήμερον Ὅσιε, τὴν ἱεράν, μνήμην τὴν ἐτήσιον ψαλμικῶς,
Πατὴρ ἡμῶν ἑκάστοτε, πρεσβεύειν μὴ ἐλλίπῃς πρὸς τὸν Θεόν, ῥυσθῆναι ἐκ κινδύνων, καὶ πάσης
ἐπηρείας, καὶ πειρασμῶν καὶ περιστάσεων.
Θεοτοκίον.
Ὃν ἔτεκες ἀσπόρως Θεὸν
σαρκί, ὑπὲρ φύσιν καὶ λόγον καὶ ἔννοιαν, Μῆτερ ἁγνή, τοῦ ῥυσθῆναι πλάνης τοῦ
πονηροῦ, τοὺς γηγενεῖς πανύμνητε, ἱκέτευε ἀπαύστως ὑπὲρ ἡμῶν, μετὰ τοῦ
Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἵνα ῥυσθῶμεν τῆς κολάσεως.
Ἐξαποστειλάριον. Γυναῖκες
ἀκουτίσθητε.
Τὴν μνήμην τὴν ἐτήσιον,
χαρμονικῶς συνδράμωμεν, δεῦτε φιλέορτοι πάντες, ᾄσμασιν ἑορτάσαι, τοῦ Ἱεράρχου
σήμερον, πίστει καὶ πόθῳ ζέοντι· πρεσβεύει γὰρ πρὸς Κύριον, εἰρήνην δοῦναι τῷ
κόσμῳ, ἡμῖν τε ἔλεος μέγα.
Καὶ τοῦ Σταυροῦ. Τῶν Μαθητῶν ὁρώντων σε.
Σταυρὸς
ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρὸς ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρὸς
βασιλέων τὸ κραταίωμα, Σταυρὸς πιστῶν τὸ στήριγμα, Σταυρὸς Ἀγγέλων ἡ δόξα, καὶ
τῶν δαιμόνων τὸ τραῦμα.
Αἶνοι.
Τοῦ Σταυροῦ. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Ἐν
φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μελῳδήσωμεν, τὸν Σταυρὸν τὸν τίμιον ἀσπαζόμενοι,
καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ παμμακάριστε, καθαγίασον ἡμῶν, τὰς ψυχάς καὶ
τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον
ἀτρώτους, τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.
Προσελθόντες
ἀρύσασθε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῆς χάριτος προερχόμενα, ἰδοὺ
προκείμενον βλέποντες, τὸ ξύλον τὸ Ἅγιον, χαρισμάτων τὴν πηγήν, ἀρδομένην τῷ
Αἵματι, καὶ τῷ Ὕδατι, τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ, ἑκουσίως ὑψωθέντος,
καὶ τοὺς βροτοὺς ἀνυψώσαντος.
Καὶ
τοῦ Ἁγίου. Ὅμοια.
Οὐ
μισθῶν ἀπολαύσεσιν, οὐδ’ ἐλπίσι ταῖς μείζοσι, τῶν καλῶν ὑπήλυθας τὰ ἐπίπονα·
ἀλλ’ ἑκουσίως ὁρμώμενος, πρὸς τούτων τὴν ἄσκησιν, συναρίθμησας σαὐτόν, ἀσκητῶν
τοῖς προέχουσιν· ὅθεν ἔλαχες, καὶ δισσῶν τῶν στεφάνων τῶν καμάτων, ἀριστεὺς δι’
ἀμφοτέρων, μάκαρ ἐδείχθης ἱερώτατε.
Ἱερέων
ἀγλάϊσμα, καὶ μοναστῶν ἐγκαλλώπισμα, ἱερὲ Τιμόθεε ἐχρημάτισας· διὸ καὶ χάριν
ἀπείληφας, ἰᾶσθαιι νοσήματα, καὶ διώκειν πονηρά, καὶ ἀκάθαρτα πνεύματα, πρὸς
τὸν Κύριον, ἐκδημήσας οὐ μόνον ἀλλ’ ἡνίκα, καὶ ἐν σώματι ὑπῆρχες, ὡς βασιλίδα
διέσωσας.
Δόξα.
Ἦχος πλ. δ’.
Τὸν
ἱερὸν Τιμόθεον πιστοί, συνελθόντες σήμερον εὐφημήσωμεν. Οὗτος γάρ, τὰς ἐντολὰς
τοῦ Κυρίου ἐν τῇ καρδίᾳ δεξάμενος, ἄληκτον εἶχε τὸ θεῖον ἐν στόματι, ταῖς
παννύχοις στάσεσι, καὶ νηστείαις ἐγκαρτερῶν, τῆς ψυχῆς τὸ ὄμμα τηρήσας καθαρόν,
παντοίων μολυσμάτων τοῦ σώματος· ὅθεν καὶ Βασιλείας τυχεῖν ἠξιώθη τῆς οὐρανίου,
καὶ σὺν ταῖς ἄνω χορείαις, τῷ ἀθανάτῳ Βασιλεῖ ἀεὶ παριστάμενος, συναγάλλεται.
Τούτῳ οὖν καὶ ἡμεῖς κραυγάζοντες εἴπωμεν· Πάτερ Ἅγιε, πρόφθασον ταῖς πρὸς Θεόν
σου πρεσβείαις, ἐκ παντοίων πειρασμῶν καὶ κινδύνων, ψυχῆς τε καὶ σώματος, ἡμᾶς
ἐκλυτρούμενος.
Καὶ
νῦν. Τοῦ Σταυροῦ. Ἦχος πλ. δ’.
Ὅνπερ
πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο, καὶ Δαυῒδ ὁ
μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου Χριστὲ
ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦμεν, χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα
παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες δεόμεθα, Κύριε, σὺν τῷ Λῃστῇ τῆς βασιλείας σου
ἀξίωσον ἡμᾶς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τὸν
ἐν Ἱεράρχαις πανευκλῆ, καὶ τῆς Προικοννήσου τὸν φωστῆρα τὸν διαυγῆ, προστάτην
νοσούντων, ἐλατῆρα δαιμόνων, Τιμόθεον τὸν μέγαν, πάντες ὑμνήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου