ΑΥΓΟΥΣΤΟΣ ΙΒ΄!!
ΦΩΤΙΟΣ & ΑΝΙΚΗΤΟΣ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν προσόμοια τῆς Ἑορτῆς γ'. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Δεῦτε νῦν τὴν κρείττονα, ἀλλοιωθέντες ἀλλοίωσιν, οὐρανόφρονες σήμερον, Χριστῷ συμμορφούμενοι, εὐσεβῶς καὶ γῆθεν, ἐφ’ ὑψηλοτάτην, τῶν ἀρετῶν περιωπήν, ἀνενεχθέντες ἀγαλλιώμεθα· δι' οἶκτον γὰρ τὸν ἄμορφον, μεταμορφούμενος ἄνθρωπον, ἐν Θαβὼρ κατελάμπρυνεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ὦ φιλοθεάμονες, τῶν ὑπὲρ νοῦν καὶ φιλήκοοι, μυστικῶς ἐποπτεύσωμεν, Χριστὸν ἐξαστράψαντα, θεϊκαῖς ἀκτῖσι, καὶ ἐνηχηθῶμεν, τὴν τοῦ Γεννήτορος φωνήν, ἠγαπημένον ἀνακηρύττουσαν, Υἱὸν τὸν καταυγάσαντα, τὴν ἀνθρωπίνην ἀσθένειαν, ἐν Θαβὼρ καὶ πηγάσαντα, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.
Ἅπαν νῦν ἐγκόσμιον, καὶ ὑπερκόσμιον σύστημα, συγκινείσθω πρὸς αἴνεσιν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ νεκρῶν καὶ ζώντων, κεκυριευκότος· θεοπρεπῶς γὰρ ἑαυτῷ, μεταμορφούμενος συμπαρίστησι, τοῦ νόμου καὶ τῆς χάριτος, τοὺς πρωτοστάτας καὶ κήρυκας, ἐν Θαβὼρ ὡς ηὐδόκησεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ τῶν Ἁγίων Μαρτύρων γ'. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Πῦρ οὐκ ἐπτοήθητε, οὐ κατατέμνοντα ὄργανα, οὐ θυμὸν ἀλογώτατον, ἀφρόνως δικάζοντος, οὐχ ὁρμὰς λεόντων, οὐ βράσεις λεβήτων, οὐ τῶν μελῶν τὰς ἐκκοπάς, οὐδὲ θανάτου πικρὰν ἀπόφασιν, ὑμᾶς ἀθανατίζουσαν, καὶ πρὸς Θεὸν τὸν ἀθάνατον, εὐκλεῶς παραπέμπουσαν, ἀθληταὶ γενναιότατοι.
Τὸ μακαριώτατον, καὶ κατὰ πάντα σεβάσμιον, καὶ ἀξίοις ποθούμενον, τέλος ἀπειλήφατε, καὶ τὰς δι' αἰῶνος, γενναῖοι ἐλπίδας, καὶ ἀναβλύζετε ἡμῖν, κρουνούς θαυμάτων φλογμὸν ἐξαίροντας, παθῶν ψυχῆς καὶ σώματος, τῶν εὐσεβῶς τὴν ἐτήσιον, ἑορτὴν ὑμῶν πάντοτε, ἐκτελούντων Πανεύφημοι.
Φώτιος ὁ ἔνδοξος, καὶ ὁ θεόφρων Ἀνίκητος, ἡ δυὰς ἡ πανάριστος, Τριάδος λαμπρότησι, κατηγλαϊσμένοι, καὶ πεποικιλμένοι, ταῖς τῶν στιγμάτων καλλοναῖς, μετὰ Ἀγγέλων ἀεὶ ἀγάλλονται, τοῖς πίστει δὲ τὴν ἔνδοξον, καὶ ἱερὰν αὐτῶν ἄθλησιν, ἑορτάζουσι νέμουσι, φωτισμόν τε καὶ ἔλεος.
Δόξα. Ἦχος πλ. α . Βασιλείου.
Πιστῶς πανηγυρίζομεν τὴν πάνσεπτον ἡμέραν τῆς ἐνδόξου ὑμῶν ἀθλήσεως, ὦ Ἀθλοφόροι Χριστοῦ καὶ Μάρτυρες πανεύφημοι, οἱ διὰ Κύριον ἀθλήσαντες, Διοκλητιανὸν τὸν παμμίαρον κατησχύνατε, Φώτιε καὶ Ἀνίκητε μεγαλώνυμοι, ὅθεν τῷ Δεσποτικῷ θρόνῳ μετὰ παῤῥησίας μαρτυρικῆς ἀεὶ παριστάμενοι, ἐκτενῶς πρεσβεύσατε ὑπὲρ τῶν ἐκτελούντων τὴν ἱερὰν ὑμῶν πανήγυριν.
Καὶ νῦν... Ἦχος ὁ αὐτός. Τῆς Ἑορτῆς
Τὸν γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως, διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ ὁ εἶ Θεὸς ἡμῶν, Βασιλεὺς τῶν αἰώνων.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 9)
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὅν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.. (Κεφ. γ΄ 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε’ 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῖν, καὶ ἡ δυναστείᾳ παρὰ Ὑψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα. Βασιλείου. Ἦχος α΄.
Δαυϊτικῶς ἀνεβόων οἱ καλλίνικοι Μάρτυρες, Φώτιος καὶ Ἀνίκητος, ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό. Οὗτοι γὰρ οἱ καρτερόψυχοι τῇ τε φύσει καὶ τῇ πίστει δεσμούμενοι, τῇ δυνάμει τοῦ Χριστοῦ τὸν ἐχθρὸν ὡραιοτάτοις αὐτῶν ποσὶ κατεπάτησαν, καὶ νῦν ἐν οὐρανοῖς εὐφραινόμενοι, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τὸν Σταυρὸν τοῦ Σωτῆρος κατέχοντες πανεύφημοι Μάρτυρες ὅπλον ἀκαταμάχητον, τὸν ἀρχέκακον ὄφιν ἐτροπώσασθε, καὶ λαβόντες στέφη ἀμάραντα κλέος πιστῶν γεγόνατε, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενοι.
Ἦχος γ΄.
Νεανικὴν ἄγων τὴν ἡλικίαν παμμακάριστε Φώτιε, πρὸς το μαρτύριον εὐθαρσῶς ηὐτομόλησας, δι’ ὃ οὐρανόθεν ἐκομίσω τῶν ἰαμάτων τὰ χαρίσματα. Καὶ νῦν τῷ Δεσποτικῷ θρόνῳ μετὰ Ἀνικήτου παριστάμενος, αἴτησαι ἡμῖν παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα καὶ πλούσιον ἔλεος.
Δόξα. Ἦχος δ΄.
Ἀθλοφόροι Χριστοῦ πανσεβάσμιοι, Φώτιε καὶ Ἀνίκητε, διὰ πολυτρόπων βασάνων δοκιμασθέντες, ἀδαμάντων στεῤῥότεροι τῇ ὑπομονῇ ὤφθητε, ὅθεν ἐπαξίως παρὰ τοῦ ἀθλοθέτου τὰς ἀμοιβὰς εἰληφότες, δωρήσασθε τοῖς νοσοῦσι τὴν ὑγείαν ὡς τὰ πάθη ἀναργύρως ἰώμενοι.
Καὶ νῦν. Ὁ αὐτός.
Πρὸ τοῦ Σταυροῦ Σου Κύριε παραλαβὼν τοὺς μαθητάς, εἰς ὄρος ὑψηλόν, μετεμορφώθης ἔμπροσθεν αὐτῶν, ἀκτῖσι δυνάμεως καταυγάζων αὐτούς, ἔνθεν φιλανθρωπίᾳ, ἐκεῖθεν ἐξουσίᾳ δεῖξαι βουλόμενος τῆς Ἀναστάσεως τὴν λαμπρότητα, ἧς καὶ ἡμᾶς ὁ Θεὸς ἐν εἰρήνῃ καταξίωσον ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος. Βασιλείου.
Ὦ τοῦ παραδόξου θαύματος, οἱ Ἀθλοφόροι τρανῶς, τῶν τυράννων ἐνώπιον, τὸν Χριστὸν ἐκήρυξας, Θεὸν εἶναι παντέλειον, πηγὴν θαυμάτων ὅθεν ἀνέδειξε, τὸν θεῖον τούτων ναὸν ὁ Ὕψιστος, καὶ θεραπεύουσι, τῶν ὀμμάτων ἅπαντα τὰ ἀλγεινά, ὄντως ἀῤῥωστήματα, οἱ μεγαλώνυμοι.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Μάρτυς πανένδοξε Φώτιε, τίς ἐξισχύσει εἰπεῖν, τὴν πολλὴν παῤῥησίαν σου, καὶ τα κατορθώματα, τοῦ φρικτοῦ μαρτυρίου σου, καὶ γὰρ παρέστης ἀκαταπτόητος, καὶ ἐν καμίνῳ, βληθεὶς ἐκραύγαζες, ὦ τῶν μεγίστων σου, θαυμασίων Δέσποτα δι’ ὃ Χριστέ, σῶσον τοὺς ὑμνοῦντάς Σε, τον ὑπεράγαθον.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Μάρτυς θεόφρων Ἀνίκητε, ὡς νικητὴν τοῦ ἐχθροῦ, ἐπαξίως τιμῶμέν σε, καὶ πόθῳ γεραίρομεν, τὰ λαμπρά σου παλαίσματα, σὺν τῷ συνάθλῳ, ἀνευφημοῦντές σε, ἀναβοῶμεν, δυὰς πανένδοξε· πάρεστε Ἅγιοι, καὶ θερμῶς πρεσβεύσατε ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων νῦν, ὑμῶν τὴν ἄθλησιν.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀθλητικὸν συστησάμενοι στάδιον, κατὰ τῶν εἰδώλων ἠνδραγαθήσατε ἔνδοξοι, τῇ γὰρ τοῦ Χριστοῦ ἀγάπῃ κραταιωθέντες, τὸν τύραννον ἐτροπώσατε, καὶ νῦν μετὰ Ἀγγέλων χορεύοντες, αἰτήσασθε ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Ἦχος πλ. δ' Τῆς Ἑορτῆς
Τῆς Θεότητός σου Χριστέ, ἀμυδρὰν αὐγὴν παραγυμνώσας, τοῖς συναναβᾶσί σοι ἐπὶ τοῦ ὄρους, τῆς ὑπερκοσμίου σου δόξης ἐποίησας κοινωνούς· ὅθεν ἐνθεαστικῶς ἐκραύγαζον· Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. Μεθ' ὧν καὶ ἡμεῖς, σὲ τὸν μεταμορφωθέντα Σωτῆρα Χριστόν, ἀνυμνοῦμεν εἰς τοὺς αἰῶνας.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Δυάδα τὴν πάντιμον τῶν Ἀθλοφόρων πιστοί, ἀξίως τιμήσωμεν, ἀναβοῶντες αὐτοῖς· πανθαύμαστε Φώτιε, σὺν τῷ συναθλητῇ σου, Ἀνικήτῳ δυσώπει, ὑπὲρ τῶν ἐκτελούντων τὴν σεπτὴν ὑμῶν μνήμην, καὶ πόθῳ ἐγκαρδίῳ εὐλαβῶς, προσκυνούντων εἰκόνα ὑμῶν τὴν πάνσεπτον.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος βαρύς.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ἀληθῶς, ὁ ἐπουράνιος χορός, καὶ ἐθαύμαζεν ὁρῶν, πῶς μετὰ σώματος φθαρτοῦ, ἐν τῷ σταδίῳ ἠνδρίσασθε παραδόξως, μέσον δὲ φλογός, ἀγαλλόμενοι, σῶοι ἐν αὐτῇ, ἐφυλάχθητε, καὶ ἐν χαρᾷ ἐκραύγαζεν ὁ δῆμος τῶν Ἀσωμάτων Δυνάμεων· Χριστέ, ἡ δόξα τῶν Ἀθλοφόρων, σῶσον τοὺς ὑμνοῦντάς Σε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὁ Φώτιος ἡμᾶς, καὶ Ἀνίκητος ἅμα, ἐκάλεσαν τανῦν, τοῦ ὑμνῆσαι τοὺς ἄθλους, τὴν πολλὴν παῤῥησίαν τε, καὶ τὰ θεῖα παθήματα, ἃ ὑπέστησαν, ἐν τῷ σταδίῳ γενναίως, καὶ κατήσχυναν, τὴν τῶν τυράννων μανίαν, δυνάμει τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὴν δόξαν Σου Χριστέ, οἱ σεπτοὶ μαθηταί Σου, κατεῖδον ἐν Θαβώρ, καὶ ἐπλήσθησαν θάμβους, δι’ ὃ καὶ Πέτρος ἔλεγε, ἀστραπῇ της Θεότητος, καλυπτόμενος, καλὸν ἐστὶν ᾧδε εἶναι. Σὺ δὲ Κύριε, μετεμορφώθης ἐν δόξῃ, δι’ ὃ Σὲ δοξάζομεν.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἀνικήτου σήμερον, καὶ τοῦ Φωτίου, ἡ φαιδρὰ ἐπέφανε, καὶ φωτοφόρος ἑορτή, ἧν ἐκτελοῦντες δεόμεθα, σῶσον τὸν κόσμον, φιλάνθρωπε Κύριε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἑορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ, Χριστὸν ἐποψόμενοι.
Οἱ Ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον: Προσέχετε ἀπὸ τῶν ἀνθρώπων...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Κομπάζουσα σήμερον ἡ Ἐκκλησία τοῦ Χριστοῦ, ἐπὶ τῇ μνήμῃ ὑμῶν πανεύφημοι Μάρτυρες, βοᾶ πρὸς ὑμᾶς λαμπρᾷ τῇ φωνῇ· χαίροις δυὰς ἐκλεκτή, Ἀνίκητε καὶ Φώτιε μεγαλώνυμοι, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα οἱ Κανόνες, ὁ δεύτερος τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων δύο.
Ὁ α΄ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς: Τερπνὴν ἐπαινῶ Μαρτύρων ξυνωρίδα. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον
Τοῖς πόνοις τοῖς τῆς σαρκὸς πανεύφημοι, ἐγκαρτερήσαντες, εὐσθενεστάτῃ πίστει λογισμοῦ, πρὸς τὴν ἄπονον χαίροντες, ζωὴν μετεβιβάσθητε, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.
Ἐνθέοις ὀχυρωθεὶς Ἀνίκητε, ὅπλοις τῆς πίστεως, πρὸς συμπλοκὴν ἀσάρκων δυσμενῶν, ῥωμαλέως ἐχώρησας, καὶ τὰ αὐτῶν στρατεύματα, θείᾳ δυνάμει ἐξηφάνισας.
Ῥητόρων ἀδολεσχίαν ἔνδοξε, καὶ νοῦν ἀδόκιμον, Ἑλληνιστῶν φρονήσει θεϊκῇ, λαμπρυνόμενος ᾔσχυνας, καὶ σεαυτὸν Ἀνίκητε, ὅλον πρὸς ἄθλησιν ἐκδέδωκας.
Θεοτοκίον
Παρθένος καὶ πρὸ τόκου Ἄχραντε, καὶ μετὰ γέννησιν, ὡς ἀληθῶς ἐδείχθης, τὸν Θεόν· ὑπὲρ λόγον γὰρ ἔτεκες, τὸν τοὺς Ἁγίους μάρτυρας, ἐνηθληκότας στεφανώσαντα.
Ὁ β’ Κανών.
ᾨδὴ α΄. Ἦχος δ΄. Τῷ ὁδηγήσαντι πάλαι.
Φωτοχυσίαις ἀῤῥήτοις, τῆς ὑπὲρ νοῦν χάριτος, καταλαμπόμενοι ἀεί, τὸν ἐν τῷ σκότει με κείμενον, τῆς ἁμαρτίας φωτίσατε, ὅπως τὴν φωτοφόρον Ἀθληταί, ὑμνήσω μνήμην ὑμῶν.
Τῆς εὐσεβείας τὰ ἄνθη, τὰ τὴν ὀσμὴν πνέοντα, τῆς ἐπιγνώσεως Χριστοῦ, οἱ στεφανῖται τῆς χάριτος, οἱ τῶν Ἀγγέλων συνόμιλοι, Φώτιός τε καὶ Ἀνίκητος πιστῶς, ἀνευφημείσθωσαν.
Ἵνα Χριστὸν ἐπὶ πάντων, τὸν ἀληθῆ Μάρτυρες, ὁμολογήσητε Θεόν, γενναιοφρόνως ἠλέγξατε, τὴν τῶν τυράννων ἀπόνοιαν, σέβειν καταναγκάζουσαν θεῶν, ψευδῶν ἀγάλματα.
Θεοτοκίον
Βάτος ἐν ὄρει Σιναίῳ, σὲ προτυποῖ μένουσα, ἄφθεγκτος ἄχραντε ἁγνή· καὶ γὰρ τὸ πῦρ τῆς Θεότητος, οὐ κατεφλέχθης κυήσασα, μένεις δὲ ἀδιάφθορος ὡς τὸ πρίν, καὶ μετὰ γέννησιν.
ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί
Νικήσας μετὰ Χριστοῦ, τὰς παρατάξεις τοῦ ἐχθροῦ στέφανον, νικητικὸν ἔλαβες, Μάρτυς ἀθλοφόρε Ἀνίκητε.
Ἠλόγησαν τῆς σαρκός, ὡς φθειρομένης οἱ Χριστοῦ μάρτυρες, καὶ χαλεπὰ βάσανα, γνώμῃ ῥωμαλέᾳ ὑπήνεγκαν.
Ναμάτων ζωοποιῶν, πεπληρωμένοι θολερὰ ῥεύματα, πλάνης σοφοὶ μάρτυρες, ῥεύμασιν αἱμάτων ἐπαύσατε.
Θεοτοκίον
Ἐνῴκησεν ἐπὶ σοί, ὁ κατοικῶν τοὺς οὐρανοὺς Κύριος, καὶ ἐξ ἡμῶν ἅπασαν, πλάνην Θεοτόκε ἐξῴκισεν.
Ἕτερος. Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα.
Ἠκονημένα βέλη σου τῶν λόγων, Ἀνίκητε κατέπηξας, ἐν τῇ καρδίᾳ τοῦ δυσσεβοῦς, βασιλέως στρατιώτης, ὡς δυνατὸς γενόμενος, Χριστοῦ τοῦ ἐπὶ πάντων Θεοῦ.
Ταῖς ἀνενδότοις μάστιξι τὰς σάρκας, δεινῶς καταξεόμενος, τῶν διωκτῶν μάκαρ τὴν ψυχήν, διεσπάραξας ἐλέγχοις, καὶ τὸ τῆς πλάνης φρύαγμα, Ἀνίκητε κατέβαλες.
Σεσαρκωμένον Λόγον τὸν προόντα, κηρύττοντες οἱ Ἅγιοι, κλοιὰ καὶ μάστιγας καὶ πυρός, δριμυτάτην τιμωρίαν, καὶ σπαραγμοὺς ὑπέμειναν, τῇ χάριτι νευρούμενοι.
Θεοτοκίον
Ὁ Γεδεών Σε πόκον προεώρα, τὸν ὄμβρον τῆς θεότητος, ἐν τῇ γαστρὶ ἄχραντε ἁγνή, δεξαμένην καὶ τεκοῦσαν, δι’ οὗ τῆς πλάνης χείμαῤῥοι, τελείως κατεκλύσθησαν.
Κάθισμα τῶν Ἁγίων Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Καταβαλόντες τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, τῇ καρτερίᾳ τῶν δεινῶν ἀθλοφόροι, τὸν οὐρανὸν ᾠκήσατε γηθόμενοι, Φώτιε ἀοίδιμε, καὶ Ἀνίκητε μάκαρ· ὅθεν μακαρίζεσθε, εἰς αἰῶνας αἰῶνος, ὑπὲρ ἡμῶν πρεσβεύοντες Χριστῷ, τῶν ἐκτελούντων ὑμῶν τὰ μνημόσυνα.
Δόξα. Καὶ νῦν... Τῆς Ἑορτῆς ὅμοιον
Τῆς θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς Μαθηταῖς σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, καὶ πίστει σοι συμφώνως βοῶντες· Δόξα Χριστὲ τῇ βασιλείᾳ σου.
ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα
Πυρακτούμενοι ἀγάπῃ Θεοῦ προθύμως, φλόγα πυρὸς ὑπήλθετε, μένοντες τῇ δρόσῳ ἄφλεκτοι τοῦ Πνεύματος, ἀήττητοι μάρτυρες, θεῖοι πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.
Ἀπηρνήσαντο τὸ σῶμα ποικιλοτρόπως, οἱ Ἀθληταὶ ξεόμενοι· ὅλῳ τῷ νοῒ γάρ, τῷ Θεῷ ἠτένιζον, τῷ τούτοις παρέχοντι τὴν ὑπομονὴν διὰ πίστεως.
Ἰσχυρότατοι ὡς πύργοι τῆς εὐσεβείας, τείχη ἐχθροῦ καθείλετε, καὶ πόλεως θείας, μάρτυρες κραυγάζοντες, πολῖται γεγόνατε· Δόξα τῇ δυνάμει σου Κύριε.
Νυσταγμὸν οὐκ ἐνυστάξατε δυσσεβείας, ἀλλ' ἐγρηγόρσει μάρτυρες θείᾳ, τοὺς ὑπνοῦντας, πάντοτε εἰς θάνατον, πρὸς φῶς ἐξεγείρετε, τῆς θεογνωσίας ἐν χάριτι.
Θεοτοκίον
Ὡς ὡραία ἀπεκύησας τὸν ὡραῖον, Παρθενομῆτορ ἄχραντε, τὸν ὡραιοτάτους, δείξαντα τοὺς μάρτυρας, στεῤῥῶς ἐναθλήσαντας, καὶ τὴν ἀθεΐαν μειώσαντας.
Ἕτερος. Εἰσακήκοα ὁ Θεός.
Ἐν τῇ πέτρᾳ τῆς ἀκλινοῦς, ἑστῶτες πίστεως Ἀθλοφόροι, ταῖς βολαῖς τῶν λίθων ἄτρωτοι, παντελῶς ἐδείχθητε, ὑμνολογοῦντες ἅμα τὸν Κύριον.
Ὕδωρ ἔχων ἐν τῇ ψυχῇ, ἀθανασίας Θεοῦ τὸν πόθον, τὰ φλογώδη ἐναπέσβεσας, τῶν λεβήτων βράσματα, Μάρτυς Χριστοῦ θεόφρον Ἀνίκητε.
Τὸν χρηστὸν Κυρίου ζυγόν, ποθῶν καὶ φέρων κλοιῶν καὶ πέδων, σιδηρῶν ἔνδοξε Φώτιε, οὐδαμῶς ἐφρόντισας, δοξολογῶν τὸν σὲ δυναμώσαντα.
Θεοτοκίον
Ἡ νεφέλη ἡ φωτεινή, ἐξ ἧς προῆλθε δικαιοσύνης, Ἰησοῦς ὁ μέγας ἥλιος, καὶ τὴν γῆν ἐφαίδρυνεν, ἡ Θεοτόκος Κόρη δοξάζεται.
ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς
Μυρίοις αἰκισμοῖς, νεκρωθὲν τὸ σαρκίον σου, Ἀνίκητε τὴν ἀγήρω, καὶ ἀθάνατον δόξαν, παμμάκαρ προεξένησεν.
Ἀνάλωτος πυρί, κατακαίοντι γέγονας, ὦ Φώτιε θείου φέγγους, κοινωνὲ καὶ ἡμέρας, ἀδύτου τέκνον γνήσιον.
Ῥεόντων τὴν φθοράν, παντελῶς ἀπεκρούσαντο, ποθήσαντες τῶν μενόντων, τὸ τερπνὸν ὁλοψύχως, οἱ Μάρτυρες οἱ ἔνδοξοι.
Θεοτοκίον
Τὶς δύναται τὸ σόν, ἑρμηνεῦσαι μυστήριον, ὦ Δέσποινα Θεοτόκε; ὑπέρ νοῦν γὰρ καὶ λόγον, Θεὸν ἀφράστως τέτοκας.
Ἕτερος. Ἀνάτειλόν μοι Κύριε.
Τροχοῖς κατατεινόμενος, πυρί τε λιπαινόμενος, καὶ τοῖς θηρσὶ βορὰ διδόμενος, ξεόμενος τὰς σάρκας, ὁ στεῤῥὸς Ἀνίκητος, ἀκλινὴς διέμεινεν, ὑμνολογῶν τὸν Λυτρωτήν.
Φωτὶ καταυγαζόμενος, τῆς ἀνεσπέρου χάριτος, τῆς ἀθεΐας ἀπημαύρωσε, τὴν πλάνην ὁ γενναῖος, Ἀθλοφόρος Φώτιος, καὶ πρὸς φῶς κατήντησεν, ἀθανασίας καὶ ζωῆς.
Τῆς πίστεως ἐρείσματα, οἱ Μάρτυρες ἐδείχθησαν, καὶ τῆς ἀπάτης καθαρέται, Χριστοῦ συγκληρονόμοι, καὶ Ἀγγέλων σύσκηνοι, σὺν αὐτοῖς χορεύοντες, διὰ παντὸς ἐν οὐρανοῖς.
Θεοτοκίον
Ἑπτάφωτον λυχνίαν Σε, καὶ πύλην ἀδιόδευτον, καὶ κιβωτὸν καὶ στάμνον ἔχουσαν, θεότητος τὸ μάννα, καὶ σκηνὴν καὶ τράπεζαν, πάντες ὀνομάζομεν, Μαρία ἄχραντε σεμνή.
ᾨδὴ ς'. Θύσω σοι μετὰ φωνῆς
Ὑψώθης, ἀνηλεῶς ἐν ξύλῳ ξεόμενος, τὸ τῆς νεκρώσεως πάθος, ἀποῤῥίπτων, θείαν καταστολήν τε, οὐρανόθεν, ἐνδυόμενος Μάρτυς Ἀνίκητε.
Ῥήξαντες, τοὺς δεσμοὺς τῆς ἀπάτης οἱ Ἅγιοι, ἐν τῷ δεσμεῖσθαι εὐτόνως, τῆς ὑπομονῆς τε καὶ καρτερίας, θείοις βρόχοις, τὸν προστάτην τοῦ σκότους ἀπέπνιξαν.
Ὤφθητε, ὡς μεγάλοι φωστῆρες φωτίζοντες, μαρμαρυγαῖς ἰαμάτων, καὶ ἀκτῖσι θείων ἀγωνισμάτων, πᾶσαν κτίσιν, Ἀθλοφόροι Χριστοῦ γενναιότατοι.
Θεοτοκίον
Νομίμων, ἀπεκύησας δίχα Πανάμωμε, τὸν ἀληθῆ νομοθέτην, ὃν δυσώπει νόμῳ τῆς ἁμαρτίας, τὴν ψυχήν μου, τροπουμένην οἰκτεῖραι καὶ σῶσαί με.
ᾨδὴ στ΄. Ζάλη με.
Τοῖς πόνοις, ἐντρυφῶντες τῶν βασάνων, ἔχαιρον οἱ Μάρτυρες, τὴν ἄπονον προορῶντες, ὀφθαλμῷ διανοίας καθαρῷ, οὐρανῶν Βασιλείαν, καὶ δι’ αἰῶνος ἀπόλαυσιν.
Αἱμάτων, ἐξ οἰκείων πορφυρίδα, φοροῦντες οἱ Μάρτυρες, σταυρὸν δὲ καθάπερ σκῆπτρον, δεξιᾷ νῦν κατέχοντες χειρί, Χριστῷ συμβασιλεύειν, διὰ παντὸς ἠξιώθησαν.
Ὡς κρίνα, ἐν λειμῶνι τῶν Μαρτύρων, σαφῶς ἐξανθήσαντες, τῆς νοητῆς εὐωδίας, ἐπληρώσατε Μάρτυρες σεπτοί, Χριστοῦ τὴν Ἐκκλησίαν, δυσώδη πλάνην μειώσαντες.
Θεοτοκίον
Ὁ κλύδων, τῶν ἀμέτρων μου πταισμάτων, εἰς βυθὸν καθείλκυσε, τῆς ἀπογνώσεως Κόρη, ἀλλὰ Σοῦ τῷ λιμένι τῆς ζωῆς, προστρέχω Θεοτόκε· Δέσποινα πάναγνε σῶσόν με.
Κοντάκιον τῶν Ἁγίων. Ἦχος β' Τὰ ἄνω ζητῶν
Τοὺς θείους πιστοί, ὁπλίτας εὐφημήσωμεν, τὸ ζεῦγος Χριστοῦ, τῆς δόξης ἐγκωμιάσωμεν, καὶ στεῤῥοὺς ὡς κήρυκας, εὐσεβείας ἅπαντες φίλαθλοι, καὶ Θεοῦ ὄντως ἐραστάς, ἐν ὕμνοις ᾀσμάτων καταστέψωμεν.
Ὁ Οἶκος
Γῆ καὶ σποδός, σαπρία τε καὶ σκώληξ, δι' αἰσχρῶν καὶ βεβήλων ἔργων καὶ λογισμῶν ὑπάρχων, μόνε φιλάνθρωπε, σὲ ἱκετεύω, καὶ σοὶ προσπίπτω, ἐκκαθᾶραί με τῷ σπόγγῳ τῶν οἰκτιρμῶν σου, Χριστέ, τοῦ ῥύπου, ὃν ἐν ἔργοις καὶ λόγοις συνήθροισα, φωτίσαι δὲ τὸ ζοφῶδες τοῦ νοός μου τῇ αἴγλῃ τῆς σῆς χάριτος, ἵνα ἀξίως τὴν ἔνστασιν τῶν μαρτύρων Σωτήρ μου ἐξείποιμι, ἐν ὕμνοις ᾀσμάτων καταστέφων αὐτούς.
Συναξάριον
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων Φωτίου καὶ Ἀνικήτου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ
Ξένον ἀγῶνα, διηνυκότες ξένοι ὤφθητε, ὄντως φρονημάτων ἔνδοξοι τῆς σαρκός, τῶν Ἀγγέλων συμπολῖται δέ, κληρονόμοι τε τοῦ Χριστοῦ, μεγαλώνυμοι μάρτυρες.
Ὑπομονῇ τε, καὶ καρτερίᾳ ἑνικήσατε, πάντων δυσμενῶν ἀθέων ἐπιβουλάς, καὶ φαιδροὶ πόνοις γενόμενοι, πρὸς φέγγος ἄδυτον, μετεβιβάσθητε, παναοίδιμοι.
Ναὸς Τριάδος, τῆς ὑπερθέου γενόμενος, στήλας καὶ ναοὺς ἠδάφισαν ἀνδρικῶς, τῶν ἀθέων οἱ πανεύφημοι, καὶ πρὸς οὐράνιον, λαὸν μετεβιβάσθησαν ἀγαλλόμενοι.
Θεοτοκίον
Ὡς πλατυτέρα, τῶν οὐρανῶν Ἁγνὴ ὑποδέδεξαι, Λόγον μηδαμοῦ χωρούμενον ὑπὲρ νοῦν, στενωτάτην τοὺς ὁδεύοντας, ὁδὸν πανάμωμε, πρὸς πλατυσμόν, εἰσάγοντα θείας ζωῆς.
Ἕτερος. Πῦρ φλέγων ἐν καμίνῳ.
Πῦρ φλέγον ἀσεβείας, ἐναποσβέσαντες, αἱμάτων τοῖς ῥεύμασιν, οἱ Χριστοῦ στρατιῶται, εὐλογητὸς εἶ ἐβόων, ὁ μόνος Θεὸς τῶν Πατέρων ἡμῶν.
Θυσία αὐθαίρετος, Χριστῷ προσήχθητε, τούτου τὰ παθήματα, Μάρτυρες ζηλώσαντες, καὶ τῶν εἰδώλων θυσίας, τὰς μιαρωτάτας καταργήσαντες.
Μολύβδῳ τυπτόμενος, τροχῷ συνδούμενος, ξύλῳ καθηλούμενος, ὄνυξι ξεόμενος, θηρσὶ διδόμενος βρῶμα, ὁ Μάρτυς Ἀνίκητος χαίρων ὑπέφερεν.
Θεοτοκίον
Ἀνήροτος ἄρουρα, ὤφθης ἀνθήσασα, στάχυν ἀγεώργητον, χεῖρας τὸν ἀνοίγοντα, καὶ ἐμπιπλῶντα πᾶν ζῶον, Χριστὸν τὸν Θεὸν ἡμῶν πανάμωμε.
ᾨδὴ η'. Χεῖρας ἐκπετάσας
Ῥωμαλέον φρόνημα σοφοί, ἐπιδεικνύμενοι, θηρῶν ὁρμήματα, οὐκ ἐπτοήθητε βράσματα, τῶν λεβήτων οὐκ ἐπτήξατε, οὐ τῶν μελῶν τὰς ἐκτομάς, οὐ βασάνων ποινάς, ἐκβοῶντες· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ἰᾶσθε τὰ πάθη τῶν πιστῶν, ἐξεικονίσαντες, πάθος μακάριον, ὑμῶν τοῖς πάθεσιν Ἅγιοι, καὶ καθαίρετε νοσήματα, καὶ φυγαδεύετε δεινὰ βοῶντες πνεύματα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Δυὰς ἀθλητῶν περικαλλής, Τριάδα ἄκτιστον, καθωμολόγησε, καὶ μυριόλεκτον ὤλεσε, πολεμίων ὄντως φάλαγγα, καὶ μυριάσι νοηταῖς συνήφθη μέλπουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Ἁγία Παρθένε ἡ Θεόν, τὸν ὑπεράγιον, ἀποκυήσασα, τὸν στεφανώσαντα χάριτι, τοὺς Ἁγίους τούτους μάρτυρας, σῷ σὸν ἁγίασον ἡμᾶς, προθύμως μέλποντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἕτερος. Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ.
Ὢ ἀνδρείας ὢ καρτερᾶς, ἐνστάσεως ὢ γνώμης ἀκλινοῦς, ὢ πῶς τυπτόμενος σφοδρῶς, καὶ φλεγόμενος ἀνενδότως, ἀήττητος ὤφθη, Ἀθλοφόρος ὁ μέγας Ἀνίκητος, Ὃν ἀνευφημοῦμεν πιστοὶ εἰς τοὺς αἰῶνας.
Οἱ τὴν πέτραν τὴν ἀῤῥαγῆ, θέμενοι θεμέλιον Χριστόν, ὑπὸ τῶν λίθους δυσσεβῶς, προσκυνούντων λιθολευστοῦνται, καὶ πᾶσαν ἰδέαν, ἀλγεινῶν ὑποφέρουσι χαίροντες, καὶ ὑπερυψοῦντες Θεὸν τὸν ἐν Τριάδι.
Τοῖς σχονίοις διὰ παντός, τοῦ σώματος στρεβλούμενοι σοφοί, σχοίνισμα ὤφθητε Θεοῦ, τῷ πυρὶ δὲ παραδοθέντες, γενναῖοι ὁπλῖται, οὐδαμῶς κατεφλέχθητε λάμποντες, δόκιμον καθάπερ χρυσίον Ἀθλοφόροι.
Θεοτοκίον
Γῆ ἁγία θρόνος Θεοῦ, παλάτιον καὶ ῥάβδος Ἀαρών, θυμιατήριον χρυσοῦν, ἀλατόμητος ὄρος θεῖον, παρθένος καὶ μήτηρ, ἀπειράνδρως τεκοῦσα καὶ τρέφουσα, πάντων τὸν τροφέα Σὺ εἶ εὐλογημένη.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος
Ἰδοὺ ἡ φαιδρὰ καὶ φωσφόρος, καὶ πλήρης χάριτος ἡμέρα, ἔλαμψε Φωτίου τοῦ θείου, καὶ Ἀνικήτου πάντας φωτίζουσα, τοὺς ἐν αὐτῇ γεραίροντας, τὰ φωταυγῆ τούτων παθήματα.
Ὤφθητε ὡς ἄνθρακες πᾶσαν, ὕλην κακίας ἐμπιπρῶντες, ὤφθητε ὡς τίμιοι ἄρνες, ἐθελουσίως κατασφαττόμενοι, καὶ τῷ Ἀμνῷ τῷ αἴροντι, τὰς ἁμαρτίας προσαγόμενοι.
Στίγματα ὑμῶν Ἀθλοφόροι, καὶ τὰ παθήματα καὶ πόνους, καὶ τὴν ὑπὲρ νοῦν καρτερίαν, καὶ τοὺς ἀγῶνας, καὶ τὴν τελείωσιν, πανευκλεῶς δοξάζοντες, σήμερον πάντες εὐφραινόμεθα.
Ἤνθησαν κοιλάσιν ὁσίως, μαρτυρικαῖς καθάπερ ῥόδα, οἱ περικαλλεῖς, Ἀθλοφόροι, καὶ τὰς καρδίας εὐωδιάζουσι τῶν εὐσεβῶν ἐν πνεύματι, δυσώδη πλάνην ἐκμειώσαντες.
Θεοτοκίον
Φώτισον ἡμᾶς ἡ τεκοῦσα, φῶς τὸ ἀπρόσιτον Παρθένε, ἔμπλησον ἡμᾶς εὐφροσύνης, καὶ θυμηδίας καὶ θείας γνώσεως, τοὺς καθαρᾷ καρδίᾳ σε, εὐσεβοφρόνως μακαρίζοντας.
Ἕτερος. Ὅτι ἐποίησέ μοι.
Ἀνίκητος ὁ μέγας, πανδαισία πρόκειται, καὶ Φώτιος ὁ θεῖος σὺν αὐτῷ, καὶ προτρέπονται ἡμᾶς, κατατρυφῆσαι μυστικῶς, πιστοὶ συνδράμωμεν.
Τὰ νέφη τῶν βασάνων, οὐ κατέκρυψαν τῆς ὑμῶν, ἀθλήσεως τὸ φέγγος ἀληθῶς· ὑπὲρ ἥλιον καὶ γάρ, πᾶσι τοῖς πέρασιν ἀεί, Μάρτυρες λάμπετε.
Ἐκ θλίψεως βασάνων, πλατυσμὸν εὑράμενοι, τῆς ἄνω Βασιλείας καὶ ἡμᾶς, ἐκ στενώσεως παθῶν, καὶ ἐκ παντοίων πειρασμῶν, ῥύσασθε Μάρτυρες.
Θεοτοκίον
Ἐλπὶς καὶ προστασία, τῶν πιστῶν ὑπάρχουσα, διάσωζε ἡμᾶς ἐκ τῶν παθῶν, καὶ παντοίων πειρασμῶν, τοὺς Θεοτόκον Σε ἀεί, ὁμολογοῦντας ἁγνή.
Ἐξαποστειλάριον. Τῶν Μαρτύρων. Φῶς ἀναλλοίωτον Λόγε
Φῶς ἡ Φωτίου τοῖς ὄχλοις, ἐγένετο μαρτυρία, τοῦ Ἀνικήτου νικῶντος, ἐν ταῖς βασάνοις τὴν πλάνην, Χριστοῦ τὰς δύο γεννήσεις, θεολογούντων, οὓς εὐφημήσωμεν ἅμα.
Καὶ τῆς Ἑορτῆς
Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τὸν Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.
Αἶνοι. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τροπαιοφόρε δυάς, ἡ τὰς τυράννων ἀπειλὰς μυκτηρίσασα, καὶ τούτους καταβαλοῦσα, τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, παναλκεῖ ἰσχύϊ καὶ δυνάμει τε, ἡ πόνους ἐνέγκασα, καὶ ἐχθροὺς καταπλήξασα, τῇ καρτερίᾳ, καὶ δυνάμει τοῦ Πνεύματος, ὑφ’ οὗ ῥωσθέντες ἐν καμίνῳ ἐβλήθητε, καὶ παῖδας μιμούμενοι, τῷ Κυρίῳ ἐψάλλατε· αἰνεῖτε ἀναβοῶντες, πάντα τὰ ἔθνη τὸν Κύριον, Αὐτὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν βραβεῦσαι τὸ μέγα ἔλεος. (Δίς)
Χαίροις, ὁ στρατιώτης Χριστοῦ, ὁ τροπωσάμενος ἐχθροῦ τὴν παράταξιν, τῷ ὅπλῳ τῆς εὐσεβείας, ὁ καθαιρέτης σατάν, καὶ τῶν τυφλωττώντων ἡ ἀντίληψις, ὁ γῆθεν εὑράμενος, τὴν οὐράνιον ἄνοδον, καὶ παραδείσου, τὰς μονὰς κληρωσάμενος, ἐν αἷς χορεύων, παμμακάριστε Φώτιε, καὶ χάριν δεξάμενος, ἐκτενῶς καθικέτευσον, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἱεράν σου πανήγυριν, Κυρίου ὁπλῖτα, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Χάριν, τῶν ἰαμάτων λαβών, παρὰ Κυρίου Ἀθλοφόρε Ἀνίκητε, καὶ ταύτην ἔνδοξε Μάρτυς, σὺν τῷ Φωτίῳ ἡμῖν, δωρεὰς παρέχεις ἀνεξάντλητον, πηγὴ τῶν ἰάσεων, τὸν ναόν σου δωρούμενος, ἐνῷ ἑστῶτες, τὸν Σωτῆρα δοξάζομεν, Ὃν στεφηφόρε, ἐκτενῶς ἐκδυσώπησον, ὅπως ἵλεως γένηται, τοῖς θέλουσιν ἴασιν, καὶ προσκυνοῦσιν ἐν πίστει τὴν σεβασμίαν εἰκόνα σου, ἀφ’ ἧς χορηγείται, τοῖς νοσοῦσιν ἡ ὑγεία, καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε πιστοί, συνελθόντες, πνευματικὴν χορείαν συστησώμεθα, καὶ τοὺς τοῦ Χριστοῦ Ἀθλοφόρους ἐπαξίως ἐγκωμιάζοντες εἴπωμεν· χαίροις, δυὰς θεοσύλλεκτε· χαίροις ξυνωρὶς θεοδόξαστε· χαίροις, ζεῦγος Κυρίου ἱερὸν καὶ θεόστεπτον· χαίροις, ὁ περικαλλὴς καὶ ἀγαθὸς νεανίας πανθαύμαστε Φώτιε· χαίροις, ὁ τιμίᾳ καὶ σεβαστῇ πολιᾷ ἐγκοσμούμενος νικητὰ τροπαιοῦχε Ἀνίκητε, ὡς οὖν παῤῥησίαν μαρτυρικὴν κεκτημένοι ἰατροὶ παμμακάριστοι, ἐκτενῆ ἱκεσίαν τῇ Τριάδι ποιήσατε, εἰρηνεῦσαι τὸν κόσμον, θεραπεῦσαι τοὺς νοσοῦντας καὶ σῶσαι τοὺς ὑμᾶς μακαρίζοντας.
Καὶ νῦν.
Πέτρῳ καὶ Ἰακώβῳ καί, Ἰωάννῃ, τοῖς προκρίτοις μαθηταῖς σου Κύριε, σήμερον ὑπέδειξας ἐν τῷ ὄρει τῷ Θαβώρ, τὴν δόξαν τῆς θεϊκῆς σου μορφῆς· ἔβλεπον γὰρ τὰ ἱμάτιά σου, ἀστράψαντα ὡς τὸ φῶς καὶ τὸ πρόσωπόν σου ὑπὲρ τὸν ἥλιον καὶ μὴ φέροντες ὁρᾶν τὸ ἄστεκτον τῆς σῆς ἐλλάμψεως, εἰς γῆν κατέπιπτον, μηδόλως ἀτενίσαι ἰσχύοντες. Φωνῆς γὰρ ἤκουον μαρτυρούσης ἄνωθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ὁ ἐλθὼν εἰς τὸν κόσμον σῶσαι τὸν ἄνθρωπον.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου