Παρασκευή 22 Ιουνίου 2018

ΑΥΓΟΥΣΤΟΣ 29. ΟΣΙΟΣ ΙΩΣΗΦ ΣΑΜΑΚΟΣ ΚΡΗΤΗΣ ΚΑΤΑΘΕΣΙΣ ΛΕΙΨΑΝΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΑΥΓΟΥΣΤΟΣ ΚΘ΄!!
ΙΩΣΗΦ ΟΣΙΟΥ ΚΡΗΤΗΣ
ΚΑΤΑΘΕΣΙΣ ΛΕΙΨΑΝΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Ἡ Ἀκολουθία αὕτη, συμψάλλεται μετὰ τῆς Ἀποτομῆς τοῦ Τιμίου Προδρόμου, ὁρίζει ἡ φυλλάδα. Ἐπειδὴ ὅπως φρονοῦμε ἐμεῖς, δόκιμο δὲν εἶναι αὐτό, παραθέτουμε ἁπλῶς τὴν Ἀκολουθία τοῦ Ὁσίου, χωρὶς τὰ συγκεκριμένα τροπάρια τῆς Ἑορτῆς, ὥστε νὰ ψάλλεται ὡς ἂν βούλει ὁ Προεστώς· προτείνουμε τὴν ΚΗ΄ ἢ τὴν Λ΄ τοῦ αὐτοῦ Μηνός, ἐπὶ τὸ δοκιμότερον)

ΕΣΠΕΡΙΝΟΣ


Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ζακυνθίων συστήματα, συνελθόντες ὑμνήσωμεν, τῶν Κρητῶν τὸν ἔνθεον γόνον ᾄσμασι· τὸν φωταυγῆ τε καὶ ἄδυτον, ἀστέρα τὸν λάμψαντα, τὸν ὁρίζοντα ἡμῶν, τῶν θαυμάτων ταῖς λάμψεσιν, ὃν ὁ πρύτανης, ἐθαυμάστωσεν ὄντως ζῶντα, μετὰ πότμον δ’ ἀφθαρτίσας, αὐτοῦ τὸ σκῆνος ἐδόξασε.

Θεία ψῆφος ἀνάγει σε, Ἰωσὴφ παναοίδιμε, εἰς βαθμὸν τὸν μέγιστον καὶ ὑπέρτατον, ἱερωσύνης ᾗ στίλψασα, σεμνὴ πολιτεία σου, οἷα ἄγγελος σοφέ, καθαρῶς τῷ Δεσπότῃ σου, τὴν ἀναίμακτον, ἐπετέλεις θυσίαν ὑπὲρ κόσμου, σωτηρίας ὃς σὸν σκῆνος, κρήνην θαυμάτων εἰργάσατο.

Τερπομένη ἡ Ζάκυνθος, ἐν τῇ μνήμῃ σου σήμερον, ἑορτὴν εὐφρόσυνον ἑορτάζει σοι· καὶ τὸ πανσέβαστον λείψανον, πιστῶς κατασπάζεται, καὶ τρυγᾷ ῥῶσιν ψυχῆς, ἐξ αὐτοῦ καὶ τοῦ σώματος, ἥνπερ φύλαττε, ἐξ ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων, ἀναφαίρετον εἰρήνην, αὐτῇ παρέχων πρεσβείαις σου.

Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε τῶν πιστῶν ἡ ὁμήγυρις σήμερον, τῷ πανσέπτῳ ναῷ τοῦ ἡγιασμένου Πατρὸς ἡμῶν Ἰωσὴφ προσέλθωμεν, καὶ τὸ θαυματόβρυτον αὐτοῦ σκῆνος, εὐλαβῶς κατασπαζόμενοι προσείπωμεν· χαίροις, ὁ τοῦ Κυρίου σταυρὸν ἐπ’ ὤμων ἀράμενος, καὶ νεκρώσας τὰ πάθη, ἀκλινῶς τὴν ὁδὸν τῆς ἀρετῆς ὥδευσας, ἐν ᾧ καὶ τὴν κάραν τοῦ βελίαρ συνθλάσας, τὸ τρόπαιον κατὰ τῶν ψυχοφθόρων παθῶν ἤγειρας· χαίροις, ὁ τὰ ὑλώδη τοῖς ἀΰλοις μεταλλαξάμενος, οἷά τις νουνεχὴς ἔμπορος καὶ ἐξ αὐτῶν τὸν πολύτιμον πριάμενος μαργαρίτην, ἐντρυφᾷς νῦν αὐτῷ παμμακάριστε· ὃν μὴ παύσῃ πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει ἐκτελούντων, τὴν πανένδοξον μνήμην σου, Πάτερ ἱερώτατε.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  






Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, τῶν Ἀγγέλων οἱ χοροί, ἔφερον σκιρτῶντες σὸν πνεῦμα, πρὸς τὸν ποθούμενον, τότε σοῦ τὸ ἅγιον, σκῆνος ἀκήρατον, εἰς αἰῶνας τετήρηκεν, ἰαμάτων χέον, πίστει τοῖς προστρέχουσιν, ἐν τῷ τεμένει τῷ σῷ· οἶδε γὰρ ἀῤῥήτως ὁ Κτίστης, πάντας συνδοξάζειν τοὺς πόθῳ, τοῦτον ἐπὶ γῆς ἀντιδοξάζοντας.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθῆσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Κάλλος, ἐννοήσας τῆς ψυχῆς, σῶμα καθυπέταξας ταύτῃ, ὦ ἱερὲ Ἰωσήφ, ἔσπευσας δ’ ἀῤῥύπωτον διατηρήσαι Θεοῦ, τὸ ὁμοίωμα ἔνθεν σοι, ἀπέπτης πρὸς ὕψος, θείαις ἀναβάσεσι πρὸς τὸ πρωτότυπον· ᾧπερ ἐντυγχάνων ἀμέσως, μέμνησο τῶν πίστει τιμώντων, μνήμην σου τὴν θείαν παναοίδιμε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Δεῦτε, ὦ φιλέορτοι σεπτῶς, ἐπὶ τῷ τεμένει τῷ θείῳ, τοῦ θεοφόρου Πατρός, ὕμνοις ἀνυμνήσωμεν ἐνθέως κράζοντες· Ἰωσὴφ ἀξιάγαστε, τοὺς πόθῳ ἁπλέτῳ, τὸ σεπτόν σου λείψανον ἀσπαζομένους θερμῶς, τήρει ἐκ παντοίων κινδύνων, ἀβλαβεῖς καὶ δόξης τῆς θεία,ς ποίησον μετόχους δυσωποῦμέν σε.



Δόξα. Ἦχος πλ. δ΄.
Καταυγασθεὶς τῇ αἴγλῃ τοῦ παναγίου Πνεύμτος, καὶ τῷ θείῳ ἁλοὺς ἔρωτι, πᾶσι τοῖς ἐν κόσμῳ τερπνοῖς, τὸ χαίρειν θεόληπτε εἴρηκας· ἐν νηστείαις δὲ καὶ δάκρυσι, τὸ θεῖον ἐξευμενίζων, ἐλίπανας τὴν κεφαλὴν ἐλαίῳ τῶν πόνων σου, καὶ σὺν Ἀγγέλοις νῦν τῷ Θεῷ παριστάμενος, τὸ θαυματόβρυτόν σου σῶμα, θησαυρὸν ἄσυλον τοῖς ἀρυπώτοις χείλεσι, καὶ ἁγνῇ τῇ ψυχῇ κατασπαζομένοις ἐδωρήσω· φρούρησον οὖν Ἅγιε, τὴν σὲ γεραίρουσαν Ζάκυνθον, ἐκ πάσης περιστάσεως, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ὦ Ἰωσὴφ παναοίδιμε.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Δεῦτε πάντων Ζακυνθίων φιλεόρτων συστήματα, ὕμνοις καὶ ᾠδαῖς ἐγκωμίων καταστέψωμεν σήμερον, κατάθεσιν λειψάνου τὴν σεπτήν, Ἰωσὴφ τοῦ ἐκ τῆς Κρήτης, πρὸς ἡμᾶς ἀναλάμψαντος, οἷάπερ ἀστέρος φαεινοῦ, οὗ τῇ λάμψει διανοῖαι, τῶν πιστῶν καταυγάζονται· δόξα τῷ ἁγιάσαντι αὐτόν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ αὐτοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.










ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Λατρεύσαντα πιστῶς, τῇ Ἁγίᾳ Τριάδι, ἐν κόσμῳ σε λαμπρῶς, ὑπερύψωσεν αὕτη, το σκῆνός σου τὸ ἅγιον, θαυματόβρυτον δείξασα, ὅπερ πόθῳ τε κατασπαζόμενοι ῥῶσιν, κομιζόμενοι, ψυχῆς καὶ σώματος ὕμνοις, ἀπαύστοις γεραίρομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τρυφῆς τῆς θεϊκῆς, ἐρασθεὶς θεοφόρε, χλιδῇ τῇ κοσμικῇ, χαίρειν εἴρηκας· ὅθεν, σταυρὸν τὸν τοῦ Κυρίου σου, ὤμοις ᾖρας καὶ ὥδευσας, τὴν στενὴν ὁδόν, καὶ τεθλιμμένην ἣ θύτα, σὲ ὡδήγησε, πρὸς πλατυσμὸν Παραδείσου, Ἰωσὴφ ἱερώτατε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, σὺ ἐξάρπασον, κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ζακυνθίων ἡ πληθύς, ἑορτάσωμεν φαιδρῶς, τοῦ πανσόφου Ἰωσήφ, μνήμην τὴν ἔνδοξον ἐν ᾗ, ἡτοίμασε ἡμῖν πᾶσι θείαν ἑστίαν, τὰ θαύματα αὐτοῦ ὡς ἀμβροσίαν· διό, τρυφῶντες οἱ πιστοί, τῷ θείῳ νέκταρι, ἐν εὐφροσύνῃ ἅπαντες καὶ φόβῳ, τῷ παντεπόπτῃ βοήσωμεν· Αὐτοῦ πρεσβείαις, ἀμπλακημάτων, δοῦναι πᾶσι τὴν ἄφεσιν.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.







Εἶτα, ὁ Κανὼν τοῦ Ὁσίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Πόθῳ τῷ θείῳ πυρωθεὶς ἐτέφρωσας σατὰν τὴν ἔφοδον, καὶ καθαρθεὶς πάσης, ἐμπαθοῦς ὁρέξεως, γενναίως προσεχώρησας, πρὸς τὴν τρίπλοκον πάλην, ἣν ἐκνίκησας στεῤῥότατα, εἴληφας τῆς νίκης τὸν στέφανον.
Ἀνεπτερώθης τῷ νοΐ πανένδοξε πρὸς τὸν ποθούμενον, καὶ συγκραθεὶς τούτῳ, ὤφθης ἐνδίαιτημα τῆς τριλαμποῦς Θεότητος· ᾗ λατρεύσασα ἀμέμπτως, ἡγιασμένον εἰργάσατο, σκῆνός σου τὸ θεῖον θεσπέσιε.
Ῥῆσιν τὴν θείαν ἐνωτισθὴς λέγουσαν εἴ τις ποθεῖ τὸν Χριστόν, τὰ ἑαυτοῦ πάντα, ὑποτάξαι πένησι, σὸν πλοῦτον διεσκόρπισας, καὶ σταυρόν σου ἐπ’ ὤμων, ἀναλαβὼν ἠκολούθησας, τῷ πεποιηκότι σε Ὅσιε.
Θεοτοκίον.
Ἱερωτέρα νορεῶν Δυνάμεων χαῖρε θεόνυμφε, κτιστῆς πάσης, ἀνωτέρα φύσεως, χαῖρε Θεοῦ παλάτιον, χαῖρε πύρινε θρόνε, χαῖρε λυχνία πολύφωτε, χαῖρε μυριώνυμε Δέσποινα.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Τετηλαυγῶς μαρμαρυγαῖς, τοῦ Παρακλήτου τρισμάκαρ, Ἰωσὴφ ἡγιασμένε οὐδ’ ὅλως, ἡ ἀχλὺς ἡ νοητή, Αἰγύπτου, σὲ κατέλαβε, Χριστῷ γὰρ ἔζης θύτα, Χριστὸς δὲ σοὶ ἀληθέστατα.
Τὸ κατ’ εἰκόνα προφανῶς, τετήρηκας χριστοφόρε, καὶ τὴν πάλαι καθ’ ὁμοίωσιν ἥνπερ, ὁ γενάρχης ἐν Ἐδέμ, ἀμέλει ἀμφιέννυτε· διό σε αἰωνίῳ, δόξῃ Κύριος ἐκοσμήσατο.
Ὑπὸ τὴν γῆν ἔδυς σοφέ, ὡς ἥλιος ἀφ’ ἧς αὖθις, ἀνατέταλκε σὸν ἄφθαρτον σῶμα, πελαγίζον ταῖς αὐγαῖς, θαυμάτων τοὺς προστρέχοντας, σοῦ τῷ σεπτῷ τεμένει, ὦ Ἰωσὴφ ἱερώτατε.
 Θεοτοκίον.
Θυμιατήριον χρυσοῦν, ὦ Δέσποινα πάντως πέλεις, τοῦ ἀΰλου ἄνθρακος ᾧπερ, τὸ χειρόγραφον Ἀδάμ, ἐκκαύθη καὶ ἠφάνισται· ὅθεν Σὲ Παναγία, ἀπαύστως πάντες δοξάζομεν.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἡ Ζάκυνθος σοφέ, Ἰωσὴφ δειμαμένη, ναὸν περικαλλῆ, σὲ ἐν τούτῳ ἀπαύστως, ὑμνεῖ τὸν πλουτίσαντα, ἑαυτὴν τῇ τοῦ σκήνους σου, κτήσει ταύτην δέ, τήρει ἐκ βλάβης παντοίας, ἀνενόχλητον, καὶ κοινωνὸν Παραδείσου, εὐχαῖς σου ἀνάδειξον.







ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Τοῦ Ἰωσήφ, σὺ μιμητὴς γεγένησαι τοῦ συνωνύμου σοι, σωφροσύνῃ, καὶ γὰρ ἐνδιέπρεψας καὶ προμηθείᾳ πρὸς ἐνδεείς, πένης χρηματίσας, διὰ τὸν οἴκτῳ γινόμενον, βροτὸν ᾧπερ προθύμως, θανατώσας τὰ πάθη, ἀκορέστῳ στοργῇ ἠκολούθησας.
Δῆμος πιστῶν, πόθῳ κυκλεῖ τὴν σὴν λάρνακα, ἔνθα κεῖται, σκῆνος θαυματόβρυτον, ἁγιασμὸν πάντοτε ψυχῆς, καὶ τὴν εὐρωστίαν, τοῦ σώματος ἐκλαμβάνουσι, κοινὸν γὰρ ἰατρεῖον, ἀσθενοῦσιν ὑπάρχει, Ἰωσὴφ ὁ ναός σου ὁ ἅγιος.
Νεανικῶς, τοῦ δυσμενοῦς κατέβαλες, πᾶσαν τὴν δύναμιν, πανοπλίαν, ἐνδυθεὶς τοῦ Πνεύματος, καὶ ἐπὶ ὄφεων διελθών, ἥκιστα ἐκ τούτων, οὐκ ἠδικήθης θεόσοφε, ἡ χάρις γὰρ ἡ θεία, ἐνίσχυσέ σε θύτα, μοναζόντων κανὼν ἱερώτατε.
Θεοτοκίον.
Νεοθαλῆς, ἀθανασίας Παραδείσος, Παναγία, ὤφθης ὑπερύμνητε, ξύλον ζωῆς ἐν Σοὶ φυτευθέν, θεαρχικωτάτως, κυοφοροῦσα καὶ τίκτουσα, ὃ πᾶσιν ἀποστάζει, ζωὴν τὴν μακαρίαν, τοῖς πιστῶς προσκυνοῦσί Σε Δέσποινα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Φωταυγῆς καὶ φωσφόρος, μνήμη σου ἡ ἔνδοξος ὤφθη μακάριε, καὶ γὰρ Ἐκκλησίας, κατελάμπρυνε πάσης τὸ πλήρωμα· ἣ φωναῖς ἀλήκτοις, ὑμνεῖ σε μύστα γηθοσύνως, ἣν λιταῖς ἱεραῖς σου περίσωζε.
Τῆς ἡμέρας βαστάσας, βάρος καὶ τὸν καύσωνα Χριστοῦ τὴν ἄμπελον, καὶ καλλιεργήσας, ἐμμεθόδως τρισμάκαρ ἀπέλαβες, ἐκ χειρὸς Κυρίου, περιχαρῶς τῶν σῶν καμάτων, τὸν μισθὸν Ἰωσὴφ πολυπλάσιον.
Πυρετοῦ τὰς ὁρμᾶς τε, καὶ ῥιγῶν τοὺς βρυγμοὺς ἱερώτατε, θαυμαστῶς ἰᾶται, τὸ πανσέβαστον σκῆνός σου Ἅγιε, ἐκ τῶν μετὰ πόθου προσερχομένων τῷ ναῷ σου, ἳ πιστῶς εὐφημοῦσί σε ἔνδοξε.
Θεοτοκίον.
Τῶν πιστῶν ἡ προστάτις, τεῖχος ἀκατάλυτον τῶν ὑμνούντων Σε, ἡ παντὶ τῷ γένει, τῶν ἀνθρώπων φανεῖσα σωτήριος, ὡς Θεὸς τεκοῦσα, σωματικῶς ἡμῖν φανέντα, τὴν ψυχήν μου διάσωσον Δέσποινα.










ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Παράδεισος εὐθαλής, ἐφάνης μύστα καὶ εὔκαρπος, δακρύων τοῖς ὀχετοῖς, ἐν οἷς ἀρδευόμενος, καρποὺς προσενήνοχας, τῷ Θεῷ εὐώδεις, Ἰωσὴφ ἀειμακάριστε.
Ἡ Ζάκυνθος πανδημεί, ἐπιτελεῖ σοι πανήγυριν, ἣν φύλαττε δυσωπῶ, ἐκ πάσης κακώσεως, λοιμοῦ τοῦ πανώλους τε, μάχης ἐμφυλίου, ὦ Ἰωσήφ, Ὁσίων ἔρεισμα.
Ὢ θαύματος τοῦ καινοῦ, ἤργησαν νόμοι τῆς φύσεως, καὶ γὰρ σὸν σκῆνος σοφέ, οὐκ οἶδε τὸ σύνολον, φθορὰν ἀλλ’ ὁ Κύριος, θαυμαστώσας πλήρη, φρικτῶν θαυμάτων ἐναπέδειξε.
Θεοτοκίον.
Σωτῆρα καὶ Λυτρωτήν, Θεὸν τῶν ὅλων Μητρόθεε, τεκοῦσα διὰ σαρκός, ἡμῖν ὁμιλήσαντα, διάσωσον πάναγνε, τοὺς προσκαλουμένους, ἐκ κινδύνων Σὲ τὴν Δέσποιναν.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῶν Ζακυνθίων ἡ πληθὺς χαρμοσύνως, ἐπὶ τῇ μνήμῃ Ἰωσὴφ τοῦ ἐκ Κρήτης, πανηγυρίζοντες ἐν ὕμνοις μεγαλύνομεν· καὶ τὸ πανακήρατον καὶ πανσέβαστον σκῆνος, τούτου ἀσπασώμεθα, ἵνα λάβωμεν πάντες, οἱ εὐλαβῶς τυγχάνοντες αὐτό, ῥῶσιν σωμάτων, ψυχῶν καὶ τὴν ἄφεσιν.
Ὁ Οἶκος.
Τῶν Κρητῶν ἱερώτατον βλάστημα, Ζακυνθίων φρουρόν τε καὶ πρόμαχον, Ἰωσὴφ τὸν ἡγιασμένον καὶ δίκαιον, τὸν νεκρώσαντα πάθη τοῦ σώματος, καὶ τηρήσαντα τὸ κατ’ εἰκόνα ἀλώβητον· συνελθῶντες ἅπαντες, πιστῶς ἀνυμνήσωμεν, καὶ τὸ πανσέβαστον αὐτοῦ σκῆνος, ἀρυπώτοις χείλεσι, καὶ ἁγνῇ τῇ καρδίᾳ πόθῳ κατασπασώμεθα· ἵνα λάβωμεν ἐξ αὐτοῦ, ῥῶσιν σωμάτων, ψυχῶν καὶ τὴν ἄφεσιν.

Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς Καταθέσεως τοῦ Λείψανου τοῦ Ἁγίου Ἰωσὴφ τοῦ ἡγιασμένου τοῦ ἐκ Κρήτης ἐν Ζακύνθῳ.
Ἀφεὶς ῥέοντα ὡς ἐχέφρων Ἰωσήφ,
ἀΐδια τε νῦν, Ὀλύμπῳ εὗρες.
Εἰκάδι ἀμφ’ ἐννάτῃ, Δῖόν τε Ἰωσὴφ τίω.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.







ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἤρθης εἰς ὕψος ἀπαθείας, κουφιζόμενος πτεροῖς θείων σου ἔργων, καὶ τῶν δὴ ὁρεκτῶν, ἀκρότατον τρισμάκαρ, ἐπιποθῶν κατείληφας, ἀκορέστῳ θυμηδίᾳ.
Ἄλλος Δαβὶδ ὤφθης τρισμάκαρ, τὴν πρᾳότητα μεμίμησαι ἐκείνου, Ἰακὼβ τ’ ἀληθῶς, τὸ ἄπλαστον καὶ σῶφρον, τοῦ Ἰωσὴφ καὶ ψάλλεις νῦν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Νόες οἱ θεῖοι χαρμοσύνως, τὸ πανάσπιλον παρέλαβόν σου πνεῦμα, πρὸς μονὰς οὐρανοῦ, ἔνθα περιχορεύων, ἀνακραυγάζεις πάντοτε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νόμους Παρθένε ὑπερβάσα, τοὺς τῆς φύσεως τῇ θείᾳ Σου συλλήψει, ἔτεκες γὰρ Θεόν, ἀῤῥήτως ἐκβοῶσα· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Ἀπαθείᾳ κοσμήσας σου τὸν βίον, καλλονή τε ἐδείχθης ἱερέων, καὶ κανὼν μοναστῶν, καὶ ὄρος Ὀρθοδόξων, ὦ Ἰωσὴφ καὶ καύχημα, Ζακυνθίων θεοφόρε.
Τοῦ Κυρίου τὸ τάλαντον τρισμάκαρ, φιλοπόνως ὡς πολλαπλασιάσας, τῆς αἰωνίου δόξης κατηξίωσαι, ἐντρυφῶν τοῦ κάλλους, ἀμέσως εἰς αἰῶνας.
Ὡς ἀστέρα κατέπηξέ σε πόλῳ, ὁ οὐράνιος Θεὸς φωταγωγοῦντα, τὴν οἰκουμένην ἀκτῖσι τῶν θαυμάτων σου, ἃ χέεις ἀφθόνως τοῖς πᾶσιν ὀσημέραι.
Θεοτοκίον.
Τῆς ψυχῆς μου ἐνίσχυσον τὸν τόνον, ὃν εἰς τέλος ἐνέκρωσεν ἀθλίως, ἡ ἁμαρτία Δέσποινα πανύμνητε, ἵνα θεαρέστως, διάγω μέχρι τέλους.















ᾨδὴ θ΄. Ἐξέστη ἐπί τούτῳ.
Ἀπέπτης εἰς τὸ ὕψος τῶν οὐρανῶν, ἀετὸς χρυσοπτέρυξ ὡς πάνσοφε, τὴν καλιάν, πήξας πρὸς αὐτὸν ἱεροπρεπῶς, ἐν ᾧ τρυφῶν ἀλήκτως τε, οἷς περ σοὶ ἡτοίμασεν ὁ Χριστός, ἐκεῖθεν ἐποτεύειν, μὴ παύσῃ δυσωποῦμεν, ἡμᾶς τοὺς πόθῳ σὲ γεραίροντας.
Νεκρώσας μύστα μέλη τὰ τῆς σαρκός, Βασιλεῖ οὐρανίῳ ἐστράτευσας σθένει παντί, οὗ τῇ πανοπλίᾳ καθοπλισθείς, τὰς τοῦ βελίαρ φάλαγγας, ἄρδην κατηδάφισας κραταιῶς, καὶ νίκης τοὺς στεφάνους, ἐκ τῆς χειρὸς Κυρίου, εἷλες ἀμέλει ἱερώτατε.
Ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, Ἰωσὴφ ἱερέων ἀγλάϊσμα, ἐκδυσωπῶ, αἴτει ἀενάως ὑπὲρ ἡμῶν, καὶ τοῦτό μου τὸ πόνημα, δέξαι ὡς ἐδέξατο ὁ Χριστός, λεπτὰ τὰ δύο χήρας, συγγνώμην μοι παρέχων, ὧνπερ ἐν βίῳ ἐπλημμέλησα.
Θεοτοκίον.
Ἁγνὴ δεδοξασμένη Μῆτερ Θεοῦ, τοὺς ὑμνοῦντάς Σε πόθῳ περίσωζε, τῶν πειρασμῶν, νέφος διαλύουσα συμπαθῶς· ὡς γὰρ Χριστὸν γεννήσασα, πάντα ὅσα θέλεις ἐπιτελεῖς, ἀνύεις ἀκωλύτως, καὶ δύνασαι Παρθένε· ὅθεν Σὲ πάντες μεγαλύνομεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Κρητῶν τὸ θεῖον βλάστημα, Ζακύνθου ἐγκαλλώπισμα, καὶ Ἐκκλησίας τὸ κῦδος, φιλέορτοι μετὰ πόθου, ὑμνήσωμεν κραυγάζοντες· ῥῦσαι δεινῶν καὶ θλίψεων, ἡμᾶς τοὺς ἀνυμνοῦντάς σου, τὸ σὸν πανάγιον σκῆνος, ὦ Ἰωσὴφ ἀγγελόφρον.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν Ζακυνθίων τὰ στίφη δεῦτε πελάσωμεν, ἐν τῷ σεπτῷ τεμένει, Ἰωσὴφ τοῦ ἐκ Κρήτης, πίστει ἀσπασθῶμεν σκῆνος αὐτοῦ, ἀῤῥυπώτοις ἐν χείλεσι· καὶ γὰρ ἀφθόνως παρέχει πᾶσιν ἡμῖν, νοσημάτων ἀπολύτρωσιν.

Ἡ τῶν Κρητῶν πολιτεία ἐγκαυχωμένη βοᾷ, ἐμὸς ὑπάρχει οὗτος, ὁ λαμπρότατος μύστης, ἡ Ζάκυνθος δὲ πάλιν γήθεται νῦν, πλουτισθεῖσα τὸ ἅγιον, καὶ πανσεβάσμιο σκῆνος ὃ πλημμυρεῖ, ἀεννάως τὰ ἰάματα.

Τὸν Ἰωσὴφ ἐμιμήσω τὸν τῆς Αἰγύπτου τροφόν, καὶ γὰρ ἡγιασμένε, Ἰωσὴφ τῶν πενήτων, ὤφθης χορηγία χέων αὐτοῖς, ἀφειδῶς τὸν σὸν ἔλεος· καὶ βιοτεύσας σωφρόνως ἐπὶ τῆς γῆς, δόξαν ἔλαβες τὴν ἄῤῥητον.

Οἱ ὀρφανοὶ τῷ τεκόντι οἱ ἀσθενεῖς ἰατρῷ, πεινῶντες τῷ τροφέϊ, ἱερεῖς τῷ κατόπτρῳ, οἱ πάντες τῷ προφθάνοντι πανταχοῦ, εὐχαριστοῦντες προσείπωμεν· ὦ Ἰωσὴφ παναοίδιμε τῶν πιστῶν, χαίροις δόξα καὶ ἀγλάϊσμα.

Δόξα. Ἦχος πλ. α΄.
Ὁσίων τὸ ἀκροθίνιον, ἡγιασμένε Ἰωσήφ, τὴν φωνὴν τοῦ Εὐαγγελίου ἐνωτισθείς, τὸν κόσμον κατέλιπες, καὶ τὸν σταυρὸν ἐπώμιον ἀράμενος, ἀκλινῶς τῷ Σωτῆρι Θεῷ ἠκολούθησας· καὶ νεκρώσας τῇ ἐγκρατείᾳ τὰ πάθη, τοῖς Ἀγγέλοις ὤφθης παρεμφερής· ὅθεν, ὁ μισθοποδότης, σὸν σκῆνος ἀφθαρτίσας, κρήνην ἰαμάτων ἀνέδειξε τοῦτο, τοῖς μετὰ πίστεως σὲ ἐπικαλουμένοις· ὃν μὴ παύσῃ ἱκετεύειν ἀδιαλείπτως μέν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, ἐξόχως δέ, ὑπὲρ τῆς νήσου Ζακύνθου, ἥτις σὲ ἑορτάζει λαμπρῶς.

Καὶ νῦν. Θεοτοκίον ὴ τὸ τῆς Ἑορτῆς.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου