Τρίτη 19 Ιουνίου 2018

ΑΥΓΟΥΣΤΟΣ 7. ΟΣΙΟΣ ΘΕΟΔΟΣΙΟΣ ΑΡΓΟΛΙΔΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΥΓΟΥΣΤΟΣ Ζ΄!!
ΘΕΟΔΟΣΙΟΣ ΟΣΙΟΣ ΑΡΓΟΛΙΔΟΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Πελοποννήσου οἱ παῖδες δεῦτε συνδράμωμεν, καὶ ἐν ψαλμοῖς καὶ ὕμνοις, συνδοξάσωμεν πάντες, τὸν νέον Θεοδόσιον καὶ αὐτῷ, ἐκβοήσωμεν λέγοντες· μὴ διαλλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν οἰκείων θεραπόντων σου.

Ἐπὶ τῇ θείᾳ σου μνήμῃ νῦν Θεοδόσιε, τὰ τῆς Πελοποννήσου, καὶ Ἀθηναίων συγχαίρει, συστήματα τρισμάκαρ τῶν εὐσεβῶν, φιλεόρτων ἐν πνεύματι, τὰ μὲν ὡς γνήσιον γόνον ἔχοντα σέ, τὰ δὲ ὡς καύχημα ἀσκήσεως.

Ὁ θαυμαστὸς ἐν Ὁσίοις ἡμᾶς καὶ ἔνδοξος, σήμερον συγκαλεῖται, τὴν σεπτὴν αὐτοῦ μνήμην, τελέσαι ἐτησίως· διὸ καὶ ἡμεῖς, συνελθόντες τιμήσωμεν, ὡς ἐραστὴν τοῦ Κυρίου καὶ ὡς φρουρόν, ἡμῶν πάντοτε καὶ πρόμαχον.

Ἐπὶ τῇ θείᾳ προνοίᾳ θεοπόθητος, στοιχειωθεὶς ἀνῆλθεν, εἰς αἰθέριον ὕψος, διὰ τῆς ἐργασίας τῶν ὑψηλῶν, ἀρετῶν ὁ θαυμάσιος, καὶ ἱκετεύει γνησίως ὑπὲρ ἡμῶν, σὺν Ἀγγέλοις πρὸς τὸν Κύριον.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε Ναυπλιέων τὰ πλήθη, συνδράμωμεν ἐπὶ τῷ ἱερῷ ναῷ τοῦ πολιούχου πατρὸς ἡμῶν Θεοδοσίου, καὶ ἐπὶ τῇ ἐτησίῳ μνήμῃ αὐτοῦ, δοξάσομεν τὸν ἐν Ἁγίοις ἐπαναπαυόμενον Θεόν, αἰτούμενοι δωρηθῆναι ἡμῖν, τῶν δεινῶν ἀπαλλαγὴν καὶ ζωὴν τὴν αἰώνιον.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ θεασώμεθα τὴν δόξαν τῆς Μεταμορφώσεως αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, φωτὶ προσλάβωμεν φῶς, καὶ μετάρσιοι γενόμενοι τῷ πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις τὸ ἱερόν, τῶν Ἀθηναίων κλέος, καὶ χαίροις τῶν Ἀργείων, φρουρὸς καὶ ἀντιλήπτωρ, τρισμάκαρ Θεοδόσιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Μὴ λίπῃς ἐκτενῶς, πρεσβεύειν τῷ Κυρίῳ, ὑπὲρ τῶν ἐκτελοῦντων, πιστῶς σὺν θείαν μνήμην, ὦ νέε Θεοδόσιε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Ἄξιον σὲ τιμᾶν, καὶ σὲ δοξάζειν ἅμα, τὸν λίαν τιμηθέντα, καὶ μάλα δοξασθέντα, παρὰ Θεοῦ τρισόλβιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὑπέρθεε Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τῆς Θεοτόκου, νῦν καὶ τοῦ Ὁσίου, οἰκτείρησον τοὺς δούλους Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς δόσιν θεόδεκτον τὴν καθαράν σου ζωήν, Θεῷ καθιέρωσας τῶν ἰαμάτων πηγήν, τὸν τάφον σου δείξαντι, σὺ γὰρ διὰ ἐγκρατείας, καθαρθεὶς τῶν προσύλων, ἔλαμψας ἐν τῷ κόσμῳ, δι' ἀσκήσεως πόνων διὸ σὲ Θεοδόσιε, ἐν ὕμνοις γεραίρομεν.
Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Τὸν ὁμώνυμον, Θεοδοσίου, καὶ ὁμότροπον, ἀναδειχθέντα, τὸν ἐν ἐσχάτοις τοῖς χρόνοις ἀναφανέντα, ἀστέρα τοῖς θαύμασιν ἄδυτον, θαυματουργὸν καὶ ἰαματικόν, νέον Θεοδόσιον, εὐσεβοφρόνως ὑμνήσωμεν λέγοντες· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος βαρύς.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Ἰδιόμελα γ’ τῆς Ἑορτῆς. Ἦχος δ΄.
Πρὸ τοῦ σοῦ Σταυροῦ Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο, νεφέλη ὡς σκηνὴ ἐφηπλοῦτο. Σοῦ μεταμορφουμένου, ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου, παρῆν ὁ Πέτρος σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ὡς μέλλοντες συνεῖναί σοι, καὶ ἐν τῷ καιρῷ τῆς παραδόσεώς σου, ἵνα θεωρήσαντες τὰ θαυμάσιά σου, μὴ δειλιάσωσι τὰ παθήματά σου, ἃ προσκυνῆσαι ἡμᾶς, ἐν εἰρήνῃ καταξίωσον, διὰ τὸ μέγα σου ἔλεος. 

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, παραλαβὼν τοὺς Μαθητὰς εἰς ὄρος ὑψηλόν, μετεμορφώθης ἔμπροσθεν αὐτῶν, ἀκτῖσι δυνάμεως καταυγάζων αὐτούς, ἔνθεν φιλανθρωπίᾳ, ἐκεῖθεν ἐξουσίᾳ, δεῖξαι βουλόμενος τῆς Ἀναστάσεως τὴν λαμπρότητα, ἧς καὶ ἡμᾶς ὁ Θεός, ἐν εἰρήνῃ καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος. 

Εἰς ὄρος ὑψηλὸν μεταμορφωθεὶς ὁ Σωτήρ, τοὺς κορυφαίους ἔχων τῶν Μαθητῶν, ἐνδόξως ἐξέλαμψας, δηλῶν, ὅτι οἱ τῷ ὕψει τῶν ἀρετῶν διαπρέψαντες, καὶ τῆς ἐνθέου δόξης ἀξιωθήσονται. Συλλαλοῦντες δὲ τῷ Χριστῷ, Μωϋσῆς καὶ Ἠλίας ἐδείκνυον, ὅτι ζώντων καὶ νεκρῶν κυριεύει, καὶ ὁ πάλαι διὰ νόμου, καὶ Προφητῶν λαλήσας ὑπῆρχε Θεός, ᾧ καὶ φωνὴ τοῦ Πατρός, ἐκ νεφέλης φωτεινῆς, ἐμαρτύρει λέγουσα· Αὐτοῦ ἀκούετε, τοῦ διὰ Σταυροῦ τόν, ᾍδην σκυλεύσαντος, καὶ νεκροῖς δωρουμένου, ζωήν τὴν αἰώνιον.

Καὶ τοῦ Ἁγίου, Στιχηρὰ Προσόμοια γ’. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις, εὐφημιῶν στέμμασι, στεφανώσομεν τὸν θεοφόρον; Τοῦ Χριστοῦ τὸν φίλον τὸν γνήσιον, καὶ πιστὸν Κυρίου θεράποντα; Τῶν χαρισμάτων τοῦ Πνεύματος δοχεῖον, τὸ μέγα τῶν θλιβομένων παραμύθιον, τῶν πάντων, τῶν Ναυπλιέων καταφύγιον, τῆς μετανοίας τὸν ὅρμον, τῆς Σιὼν τῆς ἄνω οἰκήτορα· τὸ τερπνὸν δι’ οὗ κομιζόμεθα πλουσίως, τὸ μέγα ἔλεος.

Ποίοις, ὑμνωδιῶν κάλλεσιν, ἐπαινέσωμεν τὸν θεοφόρον; Τὸ σεπτὸν Ἀθηνῶν βλάστημα, καὶ τερπνὸν Ἀργείων ἐντρύφημα, τὴν τῶν ἀσκητῶν θείαν κρηπίδα, τὴν στήλην, τῆς Ἐκκλησίας τὴν ὑπέρλαμπρον, τὴν κρήνην, τῶν ἰαμάτων τὴν ἀένναον, τὸν παιδευτὴν τῶν ἀφρόνων, τὸν θερμὸν προστάτην ἡμῶν, τῶν αἰτουμένων ἐκτενῶς δωρηθῆναι ἡμῖν, εἰρήνην καὶ μέγα ἔλεος.

Ποίοις, μελῳδιῶν ἄνθεσιν, ἀναδύσωμεν τὸν θεοφόρον; Τὸν τοῦ Θεοδοσίου ὁμότροπον, τὸν Κοινοβιάρχου, νέον Θεοδόσιον, τὸν ὀφθέντα χρόνοις ἐν ἐσχάτοις, τὸν στύλον, τῆς καρτερίας τὸν ἀκλόνητον, τὸν πῦργον, τῆς ἡσυχίας τὸν ἀσάλευτον, τὸν ποταμὸν τῶν θαυμάτων, τὸν βυθὸν τῆς χάριτος, δι’ οὗ ἡμεῖς πρὸς ζωὴν φαιδρῶς ὁδηγούμεθα, τὴν θείαν ὄντως καὶ ἄληκτον.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον συγκαλεῖται ἡμᾶς, τοῦ ἰαματικοῦ Θεοδοσίου ἡ ἐτήσιος πανήγυρις· δεῦτε οὖν φιλέορτοι, φαιδρῶς ἑορτάσωμεν τὴν μνήμην αὐτοῦ λέγοντες· χαίροις, ὁ τὰ σκιρτήματα τῆς σαρκὸς καταβαλών, διὰ τῆς ἀσκήσεως, τὴν ἀνδρείαν τοῦ πνεύματος σεαυτῷ περιθέμενος· χαίροις, ὁ θριαμβεύσας τῶν πονηρῶν δαιμόνων τοὺς δούλους, τῇ ἰσχύει τῇ δοθείσῃ σοι παρὰ τοῦ μόνου Θεοῦ· χαίροις, ὁ τοῦ μεγάλου Θεοδοσίου τοῖς ἔργοις ἐφάμιλλος, καὶ συγκληρονόμος τῆς Βασιλείας Χριστοῦ· Ὃν καθικέτευε, θαυματουργὲ Θεοδόσιε, λυτρωθῆναι ἡμᾶς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.












Λιτή. Ἦχος β΄.
Ἐπέστη ἡ ἐτήσιος μνήμη σου, Θεοδόσιε Πατὴρ ἡμῶν Ὅσιε, ὥσπερ φωσφόρος ἀστήρ, πάντων τὰς καρδίας καταγλαΐζουσα, καὶ χαρμονικῶς πρὸς αἶνον καὶ δόξαν Θεοῦ ἐγείρουσα, ᾧπερ νῦν παρεστὼς ἐκδυσώπει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.
Ἐκ νεότητός σου φέρον τελειότητος φρόνημα, ὑπέδου σαυτὸν θεοφόρε τῷ ζυγῷ τοῦ Χριστοῦ, καὶ τὸν βίον ζηλώσας, τοῦ θείου Θεοδοσίου, τοῖς ἴσοις μέτροις τῆς ἀρετῆς ἐκείνου ἀφοσιώσας, καὶ τὴν σάρκα σκιρτῶσαν δουλώσας τῷ πνεύματι, τὸν τῆς ἀσκήσεως ἐξετέλεσας δρόμον· ἀλλ’ ὦ μακαριώτατε Πάτερ, καὶ θαυματουργὲ Θεοδόσιε, τοῖς τιμῶσι τὴν μνήμην σου, αἴτησαι ἱλασμὸν καὶ μέγα ἔλεος.

Ἦχος γ΄.
Ἴσος ἔλαμψας ἐν τῇ ἀσκήσει τοῦ ὁμωνύμου σου Θεοδοσίου, ὡς τὴν ἰσάγγελον αὐτοῦ πολιτείαν ζηλώσας, ἴσην καὶ τὴν χάριν παρὰ Χριστῷ ἀπείληφας τοῦ ἰᾶσθαι τὰς νόσους, καὶ ἐκδιώκειν τὰ πνεύματα, ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Θεοδόσιε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Εὐφραίνεσθε πόλεις Ναύπλιον καὶ Ἄργος, πλουτίσασαι τοιοῦτον πολιοῦχον, καὶ πρέσβυν πρὸς Θεὸν ἀδιάλειπτον, Θεοδόσιον τὸν νέον· οὗτος γάρ, τῇ σοφίᾳ τοῦ Πνεύματος, καταγλαϊσθείς, πᾶσαν ἄρνησιν, τῇ ἐναρέτῳ αὐτοῦ πολιτείᾳ ὑπερηκόντισεν· αὐτὸν καὶ ἡμεῖς μεσίτην προσάγοντες, αἰτοῦμεν, δυσωπεῖν τὸν Χριστόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὸν γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ εἶ Θεὸς ἡμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων.










Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Μεταναστεύων ἐν ὄρεσιν ηὐχίσθης, φεύγων τὴν προσπάθειαν τῆς ματαιότητος, τῆς κοσμικῆς Πάτερ Ὅσιε, καὶ ἡσυχίας, μεταδιώκων τὴν ὡραιότητα· κάλλος γὰρ ἐπόθησας, μὴ μαραινόμενον, τῶν ὀρεκτῶν τὸ ἀκρότατον, ὡς προμνηστεῦον, τὴν Βασιλείαν σου τὴν οὐράνιον, οὗ ὡς ἠράσθη καὶ ἐπέτυχες· ο τυγχάνει Χριστὸς ὁ Θεός ἡμῶν, Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.


Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὁμονοήσας Θεοδοσίῳ θείῳ, τὸν τρόπον κατάλληλον, ὡς ὁμωνύμησας, ἐνδεδειγμένος Θεοδόσιε, τῆς Βασιλείας, συγκληρονόμος Θεοῦ γεγένησαι, θέσει τε θεούμενος, φῶς ἐχρημάτισας, τῇ μετουσίᾳ τῆς χάριτος, τοῦ Παρακλήτου, καταλαμπρύνων πιστῶν συστήματα, καὶ ἐκκαθαίρων ἀῤῥωστήματα, καὶ δοξάζων Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στάσεσι Πάτερ τοῦ σώματος παννύχοις, πάθη καθυπέταξας τῷ νοερῷ τῆς ψυχῆς, ἀπαθείαις ταῖς πτέρυξιν, ὡραϊσμένος, χάριν ἐδέξω ἰᾶσθαι Ὅσιε, ἀνθρώπων ἐν πνεύματι τὰ ἀῤῥωστήματα, καὶ ἀπελαύνειν τὰ πνεύματα, τῆς πονηρίας, καὶ διασώζειν τοὺς μετὰ πίστεως, προσερχομένους τῷ ναῷ σοφέ, καὶ τυχεῖν αἰτουμένους πρεσβείαις σου, ἐγκλημάτων τὴν λύσιν, καὶ ψυχῶν τὴν ἀποκάθαρσιν.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον συγκαλεῖται ἡμᾶς, τοῦ θεοφόρου καὶ ἰαματικοῦ Θεοδοσίου, ἡ ἐτήσιος πανήγυρις. Δεῦτε οὖν φιλέορτοι φαιδρῶς ἑορτάσωμεν τὴν μνήμην αὐτοῦ λέγοντες· χαίροις, ὁ τὰ σκιρτήματα τῆς σαρκὸς καταβαλὼν διὰ τῆς ἀσκήσεως, τὴν δὲ ἀνδρείαν τοῦ πνεύματος σεαυτῷ παραθέμενος· χαίροις, ὁ θριαμβεύσας τῶν πονηρῶν δαιμόνων τοὺς δόλους, τῇ ἰσχύϊ τῂ δοθείσῃ σοι παρὰ τοῦ μόνου Θεοῦ· χαίροις, τοῦ μεγάλου Θεοδοσίου τοῖς ἔργοις ἐφάμιλλος, καὶ συγκληρονόμος τῆς Βασιλείας Χριστοῦ· Ὃν ἱκέτευε, ἀσκητῶν ἐγκαλλώπισμα Θεοδόσιε, λυτρωθῆναι ἡμᾶς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Πέτρῳ καὶ Ἰακώβῳ καί, Ἰωάννῃ, τοῖς προκρίτοις μαθηταῖς σου Κύριε, σήμερον ὑπέδειξας ἐν τῷ ὄρει τῷ Θαβώρ, τὴν δόξαν τῆς θεϊκῆς σου μορφῆς· ἔβλεπον γὰρ τὰ ἱμάτιά σου, ἀστράψαντα ὡς τὸ φῶς καὶ τὸ πρόσωπόν σου ὑπὲρ τὸν ἥλιον καὶ μὴ φέροντες ὁρᾶν τὸ ἄστεκτον τῆς σῆς ἐλλάμψεως, εἰς γῆν κατέπιπτον, μηδόλως ἀτενίσαι ἰσχύοντες. Φωνῆς γὰρ ἤκουον μαρτυρούσης ἄνωθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ὁ ἐλθὼν εἰς τὸν κόσμον σῶσαι τὸν ἄνθρωπον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς δόσιν θεόδεκτον τὴν καθαράν σου ζωήν, Θεῷ καθιέρωσας τῶν ἰαμάτων πηγήν, τὸν τάφον σου δείξαντι, σὺ γὰρ διὰ ἐγκρατείας, καθαρθεὶς τῶν προσύλων, ἔλαμψας ἐν τῷ κόσμῳ, δι' ἀσκήσεως πόνων διὸ σὲ Θεοδόσιε, ἐν ὕμνοις γεραίρομεν.
Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Τὸν ὁμώνυμον, Θεοδοσίου, καὶ ὁμότροπον, ἀναδειχθέντα, τὸν ἐν ἐσχάτοις τοῖς χρόνοις ἀναφανέντα, ἀστέρα τοῖς θαύμασιν ἄδυτον, θαυματουργὸν καὶ ἰαματικόν, νέον Θεοδόσιον, εὐσεβοφρόνως ὑμνήσωμεν λέγοντες· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος βαρύς.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Ἀπόλυσις.





















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὰς φροντίδας τοῦ βίου ἀπαρνησάμενος, καὶ Ἀγγέλων τὸν βίον ἀναλαβόμενος, ἐγκρατείᾳ τὴν ψυχὴν κατελάμπρυνας, καὶ θαυμάτων ἐκ Θεοῦ χάριν ἐδέξω δαψιλῶς, Θεοδόσιε θεοφόρε, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν εὐσεβῶς ἀνευφημούντων σε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ ὁμότιμος Λόγος Πατρὶ καὶ Πνεύματι, σαρκωθεὶς ἐκ Παρθένου εἰς σωτηρίαν ἡμῶν, ἀνεστράφη τοῖς ἐν γῇ καθάπερ γέγραπται, καὶ ἀνελθὼν ἐν τῷ Θαβώρ, σὺν προκρίτοις μαθηταῖς, ἐνδόξως μετεμορφώθη· διὸ ἀνυμνοῦμεν αὐτοῦ τὴν θείαν, καὶ παναγίαν συγκατάβασιν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνη σήμερον.
Τῷ φωτὶ λαμπόμενος, τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν τῇ πανσέπτῳ σου μνήμῃ, καταφωτίζων Θεοδόσιε, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἑορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ, Χριστὸν ἐποψώμενοι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὴν τῶν θαυμάτων εἰληφὼς θείαν χάριν, παρὰ τοῦ πάντων χορηγοῦ καὶ Δεσπότου, πολλὰς ἰάσεις καθ’ ἑκάστην ἐκτελεῖς, τῶν ἐν εὐσεβείᾳ ἐν τῷ ναῷ, προσφοιτώντων σοι, καὶ ἐπικαλουμένων σε μετὰ πίστεως μάκαρ· διὸ προσφόρως καλῇ, θαυματουργὸς καὶ ἰαματικὸς Ὅσιε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ ἀνελθὼν σὺν Μαθηταῖς ἐν τῷ ὄρει, καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἀπαστράψας, σὺν Μωϋσῇ Ἠλίας σοι παρίστανται· Νόμος καὶ Προφῆται γὰρ ὡς Θεῷ λειτουργοῦσιν, ᾧ καὶ τὴν Υἱότητα τὴν φυσικὴν ὁ Γεννήτωρ, ὁμολογῶν ἐκάλεσεν Υἱόν, ὃν ἀνυμνοῦμεν σὺν σοὶ καὶ τῷ Πνεύματι.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου · δι’ ὃ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ Τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας· παῤῥησίαν οὖν ἔχων πρὸς Κύριον, εἰρήνην αἴτησαι τὰς ψυχὰς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· ὁ α’ τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Χριστοῦ ταῖς λαμπρότησι, καταυγαζόμενος Ὅσιε, τοὺς πίστει τὴν μνήμην σου πανηγυρίζοντας, καταλάμπρυνον, καὶ σκότους ἁμαρτίας, πρεσβείαις σου λύτρωσαι, σοφὲ Θεοδόσιε.
Ῥωννύμενος χάριτι, παντοδυνάμῳ τοῦ κτίσαντος, ἀνδρείαν ἀνέλαβες, γνώμην ἀοίδιμε, καὶ τὸν δράκοντα· τὸν σκολιὸν τὸν μέγαν, ποσὶ κατεπάτησας, καὶ κατηδάφισας.
Ὑψοῦσαν ταπείνωσιν, Πατὴρ ἡμῶν ἔσχηκας· δι’ ὃ σοῦ δεόμεθα, θεράπευσον Ὅσιε, τὰς ἀσθενείας ἡμῶν καὶ τὰς ὀδύνας, πάσας ἐπικούφισον, τῶν καρδιῶν ἡμῶν.
Θεοτοκίον.
Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον· σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἀδύτους φωτὸς τῇ φωταυγείᾳ, λαμπόμενος Πάτερ ἐμφανῶς, τοὺς σκότει τῶν κακώσεων, κεκαμωμένους λύτρωσαι, καὶ φωτισμὸν ἀνέσεως, τοῖς ἀνυμνοῦσί σε δώρησαι.
Νοὸς καθαρότητι καὶ τρόπον, ἐφάμιλλος γέγονας σοφέ, θείῳ Θεοδοσίῳ σαφῶς, οἷα αὐτῷ ὁμώνυμος· ὅθεν καὶ χάριν εἴληφας, τὴν τῶν θαυμάτων ἐνέργειαν.
Θλιβόμενος πάθεσι ποικίλοις, ἐν πίστει προστρέχομεν τῷ σῷ, τεμένει Θεοδόσιε, ἁγίαις μεσιτείαις σου, πάντας ἡμᾶς ἐπίσκεψαι, ἐκδυσωπῶν τὸν φιλάνθρωπον.
Θεοτοκίον.
Ὁ Κτίσης Σὲ κλίμακα Παρθένε, καθάπερ προθέμενος βροτοῖς, ἐκ τῶν γηΐνων θλίψεων, καὶ ἐκ φθορᾶς πρὸς ἄφθαρτον, ζωὴν τῇ μεσιτείᾳ Σου, ἀναβιβάζει τοὺς ὑμνοῦντάς Σε.






Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν ὡραιότατον, Χριστὸν ἐπόθησας, καὶ τὰ τοῦ σώματος, πάθη ἐνέκρωσας, ἀγγελικῶς ἐπὶ τῆς γῆς Θεοδόσιε βιοτεύσας· ὅθεν τὴν ἁγίαν σου, ἑορτάζομεν κοίμησιν, καὶ πιστῶς σοῦ δεόμεθα, Πάτερ τρισόλβιε, ἵνα πρεσβεύεις Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Θέλων ἐνδείξασθαι, Χριστὲ τὴν δόξαν Σου, καὶ τὴν συνάφειαν, πρὸς τὸν γεννήτορα, τρεῖς τῶν προκρίτων μαθητῶν, παρέλαβες καὶ τῷ ὄρει, τῷ Θαβὼρ φιλάνθρωπε, σὺν αὐτοῖς ἀναβέβηκας, ἔνθα σοι παρέστησαν, Μωσῆς καὶ Ἠλίας τε, ἐνώπιον δι’ αὐτῶν μετεμορφώθης, λάμψας τηλαυγέστερον.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Τοῦ σατὰν τὰς πανουργίας οὐδαμῶς ἐδειλίασας, ἐνοικοῦσαν ἔχων, χάριν τοῦ Ἁγίου Πνεύματος, φθονερῶν δι’ ἀνθρώπων τὴν κακόνοιαν, καθυπέμεινας, δυναμούμενος σθένει σοφὲ τῷ τοῦ Πνεύματος.
Ἴσχυσεν ὁ φθόνος πεῖσαι ἄνδρα ἀρετῇ διαπρέποντα, οἷος ἦτο ὁ σοφὸς Πέτρος καὶ ἁγιότατος, καὶ κατὰ νοῦν Πάτερ, ἄδικα ἐμελέτησεν· ἀλλ’ ἡ θεία χάρις τούτων, πάντων δ’ ἐῤῥύσατο.
Ὤφθης γὰρ ἐν τῷ ὀνείρῳ τῷ ῥηθέντι θεόφρονι, ἀρχιθύτῃ τότε ἐν Βασιλεούσῃ ὑπάρχοντι, καὶ προσεῖπας τούτῳ τοῦ παύσασθαι, τῆς κατὰ σοῦ ὀργῆς καὶ ἐξορίας πικρᾶς.
Θεοτοκίον.
Καταπλήττονται Ἀγγέλων στρατηγίαι πανύμνητε, ἀνυμνολογοῦσαι, μέγεθος τῆς θείας λοχείας Σου· μεθ’ ὧν δυσώπει Παρθένε, πάντας σώζεσθαι, τοὺς ἐν πίστει Σε, εἰλικρινεῖ μακαρίζοντας.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἐξέστη ὡς ἔπρεπεν ἐν τῇ παρουσίᾳ, ὁ ἀρχιερεὺς ὁ θεῖος, καὶ ἐπηρώτα, τί εἶ καὶ ῶς γέγονας, ὧδε μάκαρ, τί δὲ τὸ αἴτιον· δι’ ὃ ἐγκαλεῖ με τὸν Σωτῆρά μου.
Γενόμενος ἔξυπνος ὁ θεῖος Πέτρος ἐσκέπτετο, πάντα τὰ ἐν ὕπνῳ αὐτῷ ὀφθέντα, ἐνθέως· ὅθεν γνοὺς μετενόησε, ἐφ’ οἷς κατὰ νοῦν μακάριε, κατὰ σοῦ διαπράξας Θεοδόσιε.
Ὁμώνυμον ἔσχηκας ἐν οὐρανοῖς μακάριε, θεῖον Θεοδόσιον καὶ σύσκηνον· μεθ’ οὗ δυσώπει, ὑπὲρ ἐκτενῶς, ἵνα πάντες λυτρωθῶμεν πειρασμῶν, ἀδίκου ἀλάστορος, καὶ δεινοῦ πολεμήτορος.
Θεοτοκίον.
Ἀνάρχως ἐκλάμψαντι ἐκ τοῦ Πατρὸς Θεόνυμφε, ἀρχὴν ἐπηγάγω κατὰ σάρκα, καὶ ἀνεφάνης ἀρχὴ τῆς ὄντως ἀρχῆς, τῆς τεκτηνομένης ἀληθῶς, πᾶν τὸ δημιούργημα, ὁρατὸν καὶ ἀόρατον.


ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἰδοὺ αἱ πόλεις σου σήμερον, τὴν μνήμην σου σοφὲ ἑορτάζουσαι, χαίρουσι κράζουσαι· δεῦτε οἱ πάντες συνδράμετε, πρὸς τὸν θερμὸν προστάτην, καὶ πολιοῦχον ἡμῶν.
Ναῷ τῷ σῷ οἱ προστρέχοντες, ἀῤῥήτῳ χειρουργίᾳ καθαίρονται, καὶ ἀπελαύνεται, νόσος πᾶσα τῇ θείᾳ σου, ἐπιστασίᾳ μάκαρ ἀξιοθαύμαστε.
Ῥητόρων γλῶσσαι οὐ σθένουσι, τὴν μνήμην σου ὑμνῆσαι τρισόλβιε· διὸ καὶ χαίρουσι, οἱ ἐν Ναυπλίῳ καὶ οἱ ἐν Ἄργει, μάκαρ Χριστώνυμος.
Θεοτοκίον.
Σοφίαν λόγον κηρύττομεν, Υἱὸν τὸν τοῦ Πατρὸς προαιώνιον, ἐπισκιάσαντα, οὐσιωδῶς ἐν τῇ μήτρᾳ Σου, καὶ ἀρίστῃ πλάσει, ἡμᾶς θεώσαντα.

 Κοντάκιον. Ἦχος βαρύς. Αὐτόμελον.
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
Τοῦ Ἁγίου. Ἡ Παρθένος σήμερον.
Ἑορτάζουσι σήμερον, οἱ Ναυπλιεῖς καὶ Ἀργεῖοι, ἑορτὴν χαρμόσυνον, τῆς φωτοφόρου σου μνήμης, ἅπασαν, Πελοπόννησον προσκαλοῦσαι, χαίρουσι, γὰρ ὡς κεκτημέναι, τὸν πανέντιμόν σου τάφον, Θεοδόσιε θεόφρον Ὅσιε.
Ὁ Οἶκος.
Ἐνθεὶς γνῶσιν θεϊκήν, τὸν γνόφον ἐκ τῆς ἐμῆς καρδίας ἀπέλασον εὐχαῖς σου, ὅπως ὑμνήσω σου πιστῶς τὴν ἁγίαν μνήμην, ἐν ἧ Ἀγγέλων χοροί, μετὰ Ὁσίων σήμερον εὐφραίνονται ἐνθέως, καὶ ἄνθρωποι, ὕμνοις ἐγκωμίων σὲ καταστέφουσιν, ἀξίως αἰτούμενοι διὰ σοῦ λαβεῖν τῶν πταισμάτων ἀποχήν, καὶ τῶν κακῶν τοῦ βίου λύσιν, καὶ ἐχθρῶ ὁρατῶν καὶ ἀοράτων, ῥυσθῆναι ταῖς πρεσβείαις σου, Θεοδόσιε θεόφρον Ὅσιε.













Συναξάριον.
Τῇ Ζ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου του νέου τοῦ ἰαματικοῦ, τοῦ ἐν Ἀργολίδᾳ.
Nέος Θεοδόσιος πλὴν μόνου χρόνου,
ὑπῆρχεν ἶσος κατὰ πάντα τῷ πάλαι.
Ἑβδομάτῃ Θεοδόσιε πότμον ἀνέτλης.

Ὑπὲρ τὰ πάντα σοι συναθλεῖν ἐκ λίθων,
μύστας Πάτερ σούς, ἐξεπαίδευσας τάχα.
Οὗτος ἦν κατὰ τοὺς καιροὺς τοῦ μεγάλου Κωνσταντίνου, Πέρσης τὸ γένος. Κατηχηθεὶς δὲ ὑπὸ Ἀβάρου τινὸς Χριστιανοῦ, καὶ τὰ περὶ Χριστοῦ μυηθείς, καταλιπὼν μετὰ τῆς πατρικῆς ἀσεβείας καὶ πᾶσαν τὴν ἐκ συγγενείας προσπάθειαν, ἦθεν ἐν τοῖς μεθορίοις Ῥωμαίων τε καὶ Περσῶν, εἰς πόλιν λεγομένην Νίσιβιν· καὶ εἰσελθὼν ἐν τῷ Μοναστηρίῳ, καὶ τυχὼν τοῦ Ἁγίου Βαπτίσματος, τὸ τῶν μοναχῶν ἔνδυμα περιεβάλετο. Ἐπιδειξάμενος οὖν παντοίαν σπουδήν τε καὶ ἄσκησιν, φθόνον ἐξ ὑποθήκης τοῦ πονηροῦ δαίμονος, παρὰ τῶν ἐν τῇ Μονῇ μοναχῶν ἐπεσπάσατο. Ἀπέδρα τοίνυν ἐκεῖθεν, καὶ ἦλθεν εἰς τὸ Μοναστήριον Σεργίου καὶ Βάκχου τῶν Μαρτύρων, ἐν πόλει Θεοδοσίου, καὶ κατηκολούθει τῇ πολιτείᾳ τοῦ ἀρχιμανδρίτου Οὐρβέλ· ὃς λέγεται ἐπὶ ἑξήκοντα χρόνους ἐψητοῦ μὴ μεταλαβεῖν, μήτε ἀνακλιθῆναι, μήτε καθίσαι, ἀλλ’ ἐν βακτηρίᾳ στηριζόμενος, ἐκπληροῦν τὰς ἀνάγκας τῆς φύσεως. Παρ’ αὐτοῦ οὖν ψηφισθείς, χειροτονεῖται διάκονος καὶ μέλλοντος αὐτὸν τοῦ ἀρχιμανδρίτου ἐπὶ τὴν τοῦ πρεσβυτέρου ἀναβιβάσαι τιμήν, τοῦτο γνοὺς ὁ Ἅγιος Δομέτιος ἀνεχώρησε, καὶ ἐπί τινος ὄρους ἀνελθών, καύσωνι καὶ κρύει καὶ ταῖς ἐπιγινομένας τῶν ὡρῶν καρτερεῖ κακώσεσιν· εἶτα, ἐν ἄντρῳ χειροποιήτῳ εἰσελθών, καὶ ἐπί τινα χρόνον προσμείνας, θαυματουργίαις πλείστας, ἐν τῷ τοῦ Χριστοῦ ὀνόματι, τοὺς προσφοιτῶντας ἐδεξιοῦτο, καὶ ἐκ τῆς τῶν εἰδώλων πλάνης εἰς τὴν τοῦ Χριστοῦ πίστιν μετήγαγε. Ἐπεὶ δὲ τοῦτο ὁ παραβάτης Ἰουλιανὸς παραγενόμενος ἔμαθεν, ἐκέλευσεν αὐτὸν λίθοις βληθῆναι. Οἱ δὲ παραγενόμενοι, μετὰ τῶν δύο μαθητῶν αὐτοῦ ψάλλοντα αὐτὸν ἐν τρίτῃ ὥρᾳ ὑμνῳδίαν εὑρόντες, τῇ πυκνότητι τῶν βολῶν αὐτόν τε τὸν μακάριον Δομέτιον καὶ τοὺς σὺν αὐτῷ δύο κατέχωσαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ὤρ
Ἐκ γῆς ἀπελθών, Ὤρ ἐμὸς λέγει, Χάρις,
ὑπὲρ τὸν Ὤρ πέφυκε τὸν σόν, ὦ Νόμε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Μυρίων Ἀσκητῶν τῶν Θηβαίων
Γῆς ἐξελαύνεις, εἰς τὸ Δαυῒδ χρὴ λέγειν,
τὸ μυριοπλάσιον ἅρμα σου Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ὁσιομάρτυς Ποταμία ἡ Θαυματουργός, ξίφει τελειοῦται.
Ὑπὲρ Χριστοῦ κτανθεῖσα θαυμαστὴ ξίφει,
χέει ποταμοὺς θαυμάτων Ποταμία.




Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Νάρκισσος, Πατριάρχης Ἱεροσολύμων, ξίφει τελειοῦται.
Ἡδὺ πνέων, Νάρκισσε, ναρκίσσου πλέον,
εὐωδιάζεις τῆς Ἐδὲμ τὸ χωρίον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ἀστέριος ὁ θαυματουργός, ξίφει τελειοῦται.
Τράχηλον Ἀστέριος ἐκκοπεὶς ξίφει,
χοροῖς ἀθλητῶν, οἷον ἀστὴρ ἐμπρέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ὑπερεχίου
Ὑπερέχιος, κἂν τάφῳ κατεκρύβη,
πέφυκεν ἴσος τοῖς χοροῖς τῶν Ἀγγέλων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σώζων ὁ ἐκ Νικομήδειας, εἰς πῦρ βληθείς, καὶ ἀβλαβὴς ἐξελθῶν, ἐν εἰρήνῃ τελειοῦται.
Ὑπῆρχεν ἄλλη σαλαμάνδρα πρὸς φλόγα,
Σῴζων ὁ Μάρτυς, οὗ τέλος πυρὸς δίχα.

Κόσμον νικήσας, καὶ τὰ τούτου ἡδέα,
νίκην ἀρίστην ἦρας ὄντως Νικάνωρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δομετίου τοῦ σημειοφόρου, τοῦ ἀσκήσαντος ἐν τοῖς ὁρίοις τῆς Μονῆς Φιλοθέου τοῦ Ἁγίου Ὄρους.
Σημεῖα ποιεῖν ἠξιώθης παμμάκαρ,
Δομέτιε σύ, ὡς χάριτος ἑστία.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις βαρβαρικῆς ἐπιδρομῆHYPERLINK "http://www.saint.gr/757/saint.aspx"ς ἐν Κωνσταντινουπόλει.



Ζήσας Ἰωσήφ, ὡς ἄγγελος ἐν κόσμῳ,
τῶν θαυμάτων εἴληφε τὴν θείαν χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὉσίουHYPERLINK "http://www.saint.gr/750/saint.aspx" ΜίHYPERLINK "http://www.saint.gr/750/saint.aspx"καλλου τοῦ Ἀλαμάνου, τοῦ ἐν Κύπρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου ἈHYPERLINK "http://www.saint.gr/4194/saint.aspx"γάθωνος τῆς Ὑπάτης Φθιώτιδος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ποίμην ὁ ἐν τῷ σπηλαίῳ, ὁ πολυπαθῆς, ὁ Ῥώσσος, ἐν ἔτει 1110, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου ΠοιμέHYPERLINK "http://www.saint.gr/753/saint.aspx"νHYPERLINK "http://www.saint.gr/753/saint.aspx"οςHYPERLINK "http://www.saint.gr/753/saint.aspx" τοῦ νηστευτοῦ, τοῦ Ῥώσσου, τοῦ ἀσκήσαντος κατὰ τῷ ΙΔ΄ αἰῶνι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδώρας τῆς Σύχλας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Οὐκ ἐδίστασας ἐπὶ τῇ κακουχίᾳ σου, οὐκ ἐδειλίασας τὸ ἀσθενὲς τῆς σαρκός· ἀλλ’ ἔσπευσας Ὅσιε, κατὰ αὐτῆς πολεμῶν, πιεζόμενος, νηστείᾳ ὑπὲρ ἄνθρωπον, ἀγρυπνίᾳ τε καὶ νήψει.
Ἀντιστάσιον Ἀγγέλοις στάσιν εἴληφας θεομακάριστε, ἐν οὐρανοῖς ἐκ Θεοῦ, ὡς βίον ἰσάγγελον πολιτευσάμενος· διὸ κράζεις νῦν· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὡμωνυμήσας τὴν κλῆσιν κατ’ εὐδόκησιν, Θεοδοσίου σαφῶς· ὅθεν ἐπὶ τοῖς ἴχνεσιν αὐτοῦ βαδίζων, ἐφάμιλλος τοῖς ἔργοις γέγονας· διὸ κράζεις νῦν· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐκλεξάμενος Νυμφίος ὁ ὡραῖός Σε Παρθένε Δέσποινα, τῶν γηγενῶν ἐκ φυλῆς, λαμπρῶς προσετήσατο, ἐκ δεξιῶν Αὐτοῦ, δεῦρο νύμφη μου, ἀπὸ λιβάνου λέγων Σοι, δεῦρο Νύμφη μου καὶ Μήτερ.














ᾨδὴ η΄. Παῖδες εὐαγεῖς.
Ὤφθης εὐκατάνυκτος ἐν βίῳ, καὶ πρᾶος καὶ ταπεινόφρων καὶ ἡσύχιος, μάκαρ Θεοδόσιε, ὅσιος καὶ ἄκακος, καὶ ὡς ἀγάπης ἔμπλεως, τῆς πρὸς τὸν ἔγγιστα, τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἄπειρα θαύματα ἐτέλεις, πᾶσι τοῖς προσιοῦσί σοι πιστῶς, νόσους ψυχῆς καὶ σώματος, ἀποδιώκων Ὅσιε· διὸ ὑπέστρεφον οἴκοι δοξάζοντες, Χριστὸν τὸν Σωτῆρα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πολλοῖς συνεχόμενον κινδύνοις, καὶ σάλῳ τῆς ἁμαρτίας βυθιζόμενον, ὅρμον πρὸς ἀκύμαντον, τὸν μετανοοῦντά με, τῇ θείᾳ μεσιτείᾳ σου, νῦν καθοδήγησον, ἔχων ἐν οὐρανοῖς συμπολίτην, συλλήπτορα τὸν θεῖον, Θεοδόσιον τὸν μέγαν.
Θεοτοκίον.
Θεῖος θησαυρὸς πάσης ἁγνείας, ἐχθραινόντων ἡμῖν ὡς ἀγαθὴ ματαίωσον, καὶ ἐκ χειρὸς τῶν ἐχθρῶν, τοὺς Σοὺς δούλους, πάντας ἐλευθέρωσον, καὶ ποιμένα καὶ ποίμνην πανύμνητε.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Τεμένει τῷ σῷ, οἱ πόθῳ προστρέχοντες, καὶ ἀσπαζόμενοι, τὸν τάφον σου Ἅγιε, παντοίας νόσου λυτροῦνται ἅπαντες, καὶ τὸν Σωτῆρα Κύριον, μάκαρ δοξάζουσι, τὸν τὴν χάριν ταύτην τῷ τεμένει σου θεοφόρε, ἀεὶ παρεχόμενον.
Εὔδιος λιμήν, γενοῦ μοι ἀοίδιμε, ταῖς ἱκεσίαις σου, ταῖς πρὸς τὸν φιλάνθρωπον, πολλῷ τῷ σάλλῳ βυθιζομένῳ νοῦν, τῶν ῥυπαρῶν πράξεων, ἐν τῷ πελάγει δεινῶς, θεοφόρε, τῷ τῆς ἀπογνώσεως· ἀλλὰ τάχυ προφθάσας διάσωσον.
Ῥήματι ζωῆς, ἀλήκτου δεξάμενος, ἐν τῇ καρδίᾳ σου, σάρκα κατεμάρανας, τῷ κόσμῳ Πάτερ, καὶ ἐθανάτωσας, καὶ ζωηφόρον νέκρωσιν ἀμφιεσάμενος, νεκρωθέντα, τοῖς πάθεσιν ἔγειρον, καὶ ζωῆς με τῆς ἄνω ἀξίωσον.
Θεοτοκίον.
Σὲ τὴν ἀληθῆ, Μητέρα τοῦ Κτίσαντος, πάντα βουλήματι, πίστει ἱκετεύομεν, βουλὰς καὶ σκέψεις, τῶν ἐχθραινόντων ἡμῖν, ὡς ἀγαθὴ ματαίωσον, καὶ ἐκ χειρὸς τῶν ἐχθρῶν, τοὺς Σοὺς δούλους, πάντας ἐλευθέρωσον, καὶ ποιμένα καὶ ποίμνην πανύμνητε.








Ἐξαποστειλάριον τοῦ Ἁγίου. Γυναῖκες ἀκουτίσθητε.
Ἀγώνων ταῖς ἐνστάσεσι, τὰ πάθη ἀπενέκρωσας, καὶ τῆς Ἁγίας Τριάδος, τίμιον γέγονας σκεῦος, ᾗ καὶ νῦν παριστάμενος, ὑπὲρ ἡμῶν θεόσοφε, μὴ διαλλίπῃς πάντοτε, καθικετεύων ἐνθέρμως, ἁμαρτημάτων ῥυσθῆναι.
Καὶ τὸ τῆς Ἑορτῆς.
Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.

Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Πελοποννήσου καὶ Ἄργους καὶ Ναυπλίου οἰκήτορες ἅπαντες, καὶ οἱ μονάζοντες, τὴν σὴν δοξάζουσι κοίμησιν, σὺν Ἀθηναίοις, μνήμην ποιοῦντες τῶν θαυμασίων σου, καὶ τῆς οἰκειότητος καὶ συγγενείας σου, ἰαματικὲ Θεοδόσιε· διὸ καὶ χαίρει τῶν φιλεόρτων θεία συστήματα, καὶ συγκροτοῦσι ἐν τῇ μνήμῃ σου, θεοφόρε θεόφθεκτα ᾄσματα, εὐκλεῶς σε τιμῶντες, ὡς Χριστὸν νέον θεράποντα. (Δίς)

Δεσποτικῆς ἑορτῆς προτελεσθείσης, δουλικὴ πανήγυρις ἤδη ἐπέφανε, τοῖς Δανοῖς Ναυπλιεῦσί τε, Θεοδοσίου, τοῦ νέου καὶ οὐρανόφρονος· δεῦτε οὖν φιλέορτος τοῦτον δοξάσομεν, καὶ ὑμνῳδίαις καὶ ᾄσμασι, καὶ θείοις ἔργοις, δι’ ὧν ὁ μέγας Θεὸν ἐδόξασε, καὶ Ὃν πρεσβεύει τοῦ δωρήσασθαι, τὴν εἰρήνην τῷ κόσμῳ καὶ ἔλεος, καὶ ἡμῖν σωτηρίαν, τοῖς αὐτοῦ μνήμην σέβουσι.

Προκαθαρθεὶς ἐκ τῆς θύραθεν σοφίας, τὴν ἐξ ὕψους ὕστερον σοφίαν εἴληδας, διὰ συντόνου δεήσεως, δι’ ἐγκρατείας, δι’ ἀγρυπνίας καὶ μετριότητος· ὅθεν Θεοδόσιε, ὁ ἀθλοθέτης Χριστός, πηγὴν θαυμάτων σὲ ἀνέδειξε, καὶ ἰαμάτων, καὶ μετετέθης ὡς ἠθέλησας, εἰς σκηνὰς αἰωνίου μακάριε, εἰσαεὶ ἀπολαύων, ἀγαλλίασιν πανεύφημε.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸ πῦρ τῆς ἀγάπης πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον, ἀνάψας ἐν τῇ σῇ καρδίᾳ, ὁ ἐν Θαβὼρ τῷ ὄρει, μεταμορφώθεις Χριστὸς ὁ Θεός, ὅλον σου τὸν πόθον τῆς ψυχῆς καὶ τῆς καρδίας, πρὸς ἀγάπην Αὐτοῦ ἐφειλκήσατο. Διὸ σκορπίσας σου τὸν πλοῦτον καλῶς τοῖς δεομένοις, ἔσπευσας εἰς ἐρήμους καὶ ἡσυχίους τόπους, ἔνθα δὲ ἀγώνων ὑπερανθρώπων, στήσας τρόπαια κατὰ τῶν ἀοράτων ἐχθρῶν, ἐξενεύρισας αὐτῶν τὴν δύναμιν· οἵτινες μὴ φέροντες ὁρᾶν τὸ ὕψος τῆς πολιτείας σου, ἐχρήσαντο δόῳ, ὄργανα πρὸς συκοφαντίαν ἀνθρώπους κακοβούλους· καὶ παρ’ ὀλίγων ἔβλεπον ἂν τὸν δόλον τὸν ἐπιτυχόντα. Ἀλλὰ θείᾳ νεύσει γνωσθείσης τῆς θεοφιλοῦς πολιτείας σου, κατ’ ὄναρ τῷ θείῳ Πέτρῳ, οὗτος μὲν ἐδόξασε τὸν Σωτῆρα Χριστόν· τὸν ἀπαλλάξαντα αὐτὸν τῆς δεινῆς ἀπάτης, ἡ δὲ ἐπίνοια τοῦ σατάν, ὡς ἱστὸς ἀράχνης διελύθη, οἱ δὲ λαοί, οἱ καθ’ ἑκάστην παρὰ σοῦ ἰωμενοι, εὐλαβῶς τιμῶσιν τὴν ἐτήσιον μνήμην σου. Ἀλλ’ ὦ Πάτερ ἁγιόταατε, θαυματουργὲ Θεοδόσιε, μὴ ἐλλίπῃς πρεσβεύειν ὡς παρεστὼς τῷ θρόνῳ τῆς Ἁγίας Τριάδος, διαφυλλάττειν καὶ σώζειν ἀτρώτους, ἐκ τῶν βελῶν τοῦ πονηροῦ καὶ κακίας δυσσεβῶν καὶ κακοβούλων ἀνθρώπων, τοὺς ἐν πόθῳ ἐκτελούντας, τὴν ἐτήσιον μνήμην σου, καὶ ἀξιωθῆναι τῆς Βασιλείας τῶν οὐρανῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Παρέλαβεν ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ' αὐτοῦ συλλαλοῦντες, καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ, αὐτοῦ ἀκούετε.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου