ΟΚΤΩΒΡΙΟΥ 11!!
ΙΩΝΑ ΟΣΙΟΥ ΤΟΥ ΕΝ ΠΕΡΓΑΜΩ
ΑΚΟΛΟΥΘΙΑ
ΕΣΠΕΡΙΝΟΣ
Ὁ Προοιμιακός, τὸ Μακάριος ἀνήρ, εἰς τὸ Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρά. Ἦχος πλ.
δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ
Ἰωνᾶ θεσπέσιε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐπ’ ὤμων ἀράμενος τῶ Σταυρῷ, τὴν
ἔπαρσιν τοῦ σατὰν καταβέβληκας, καὶ τὰς ἐρήμους πόλεις ἀνέδειξας, διὰ τοῦ
τρόπου τῆς πολιτείας σου, ὦ παμμακάριστε, ἀσκητῶν τὸ καύχημα, διὸ Χριστόν,
ἀπαύστως ἱκέτευε εἰς τὸ σωθῆναι ἡμᾶς.
Πάτερ
Ἰωνᾶ θαυμάσιε, διὰ παντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῶ λάρυγγι, τὰς ὑψώσεις ἔφερες
μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα λόγια πάνσοφε, καὶ τὴν ἐκεῖθεν
ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονὼς μακάριος τῶν ἀσεβῶν, πάντων τὰ
βουλεύματα καταστρεψάμενος.
Πάτερ
Ἰωνᾶ μακάριε, ταῖς τῶν δακρύων πηγαῖς, τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις
στάσεσι, τὸν Θεὸν ἱλασκόμενος, ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν, τὴν τούτου μάκαρ
καὶ ὡραιότητα, ἧς ἐπαξίως νῦν, ἀπολαύεις ἄληκτα θεοπρεπῶς, πάντας κατεκόσμησας,
μακαριώτατε.
Πάτερ
Ἰωνᾶ θεόπνευστε, ἀνεπτερώθης τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς
συγχύσεως, ἐβδελύξω τὸ ἄστατον. Καὶ τὸν Σταυρόν σου ἀναλαβόμενος, τῶ παντεπόπτῃ
κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως τῷ λογισμῷ, σθένει δουλωσάμενος
τοῦ θείου πνεύματος.
Πάτερ
Ἰωνᾶ θεσπέσιε, τοὺ Ἀβραὰμ μιμητής, ἀψευδῶς ἐχρημάτισας, θεραπεύων πάντοτε τοὺς
πρὸς σὲ καταφεύγοντας, Ἰὼβ ἐκτήσω τὸν ἐν τοῖς πόνοις στεῤῥόν, Δαβὶδ τὸ πρᾷον
ὄντως ἐζήλωσας, βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας τῶν ὀρεκτῶν, ἔφθασας τὸ
ἔσχατον, ὑπὲρ ἡμῶν δυσωπῶν.
Πάτερ
Ἰωνᾶ θεόπνευστε, ὁ ἐν Περγάμοις λαός, πρὸς παντοίαν ἐπήρειαν, ἐπικαλουμένων σε,
μετὰ πόθου καὶ πίστεως, καὶ λυτρουμένων πάσης κακώσεως, καὶ τοῖς νοσοῦσιν ἴασιν
δώρησαι, ὦ θείας Ὅσιε, καὶ θερμῆς πρεσβείας σου, δι’ ἧς ἡμᾶς, φρούρησον
πανόσιε, τοὺς σὲ τιμῶντας πιστῶς.
Δόξα.
Ἦχος πλ. β΄.
Τὸ
κατ’ εἰκόνα τηρήσας ἀλώβητον, νοῦν ἡγεμόνα κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς
ἐνστησάμενος, εἰς τὸ καθ’ ὁμοίωσιν ὡς δυνατὸν ἀνελήλυθας. Ἀνδρικῶς γὰρ τὴν
φύσιν ἐκβιασάμενος, ἔσπευσας τὸ χεῖρον καθυποτάξαι τῷ κρείττονι, καὶ τὴν σάρκα
δουλῶσαι τῶ πνεύματι. Ὅθεν μοναζόντων ἀνεδείχθης ἀκρότης, πολιστὴς τῆς ἐρήμου,
εὐδρομούντων ἀλήπτης, κανὼν ἀρετῆς ἀκριβέστατος. Καὶ νῦν ἐν οὐρανοῖς, τῶν
ἐσόπτρων λυθέντων, Ἰωνᾶ Πατὴρ ἡμῶν Ὅσιε, καθαρῶς ἐποπτεύεις, τὴν Ἁγίαν Τριάδα,
ἐντυγχάνων ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς
μὴ μακαρίσει σε...
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτὴν ψάλλομεν. Ἦχος α΄.
Σὺν
θείας πράξεσι τὸ σῶμα, σὺν τῆ ψυχῇ νομίμως καθηραμένος, τῶ τῆς ἀσκήσεως ὄρει
προέβης, τὰ θεῖα μυσταγωγούμενος, θεοφάντορ Ἰωνᾶ Πατὴρ ἡμῶν, καὶ τὸν τῆς
ἀσκήσεως δρόμον ὐπελθών, τὴν τῶν θαυμάτων ἐπλούτηκας δύναμιν, καὶ παῤῥησίας
τελείας λαβὼν παρὰ Χριστοῦ, πρεσβεύεις τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ
αὐτός.
Τῶν
Κυπρίων οἱ δήμοι πόθῳ ἀθροίσθητε σήμερον ἐν τῷ πανσέπτῳ τεμένει Ἰωνᾶ τοῦ
θαυματουργοῦ ἀκέστορος. Νέμει γὰρ ἀφθόνως πᾶσι τὰ ἰάματα, τοῖς προσερχομένοις
ἐν πίστει καὶ παρέχει τῶν ψυχῶν καὶ τῶν σωμάτων τελείαν τὴν συγχώρησιν, παρὰ
Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἔχοντος τὸ μέγα ἔλεος.
Ὁ
αὐτός.
Ἀπὸ
νεότητος Πάτερ, τὸν κόσμον κατέλιπες καὶ Χριστῷ ἠκολούθησας, τὰ πάντα εἰς οὐδὲν
λογισάμενος, τὴν ἀληθινὴν ζωὴν ἠγάπησας, ἐν τῇ ἐρήμῳ οἰκήσας, καὶ τὴν ψυχὴν ἠλευθέρωσας,
ἐκ τῶν τοῦ κόσμου παγίδων, καὶ τῶ Θεῷ ἑαυτὸν ἀφιέρωσας, τοῦ πρεσβεύειν ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ὁ
αὐτός.
Ἀπαρνησάμενος
κόσμον, καὶ ἐν τὰ ἐν κόσμῳ Ὅσιε, τῆς τοῦ Κυρίου στοργῆς, τὸν γὰρ Σταυρὸν Αὐτοῦ
ἐπ’ ὤμου ἀράμενος, εὐαγγελικῶς Χριστῶ ἠκολούθησας, ὡς ἐν παραδείσῳ μυστικῶς τῶ
σπηλαίῳ διαιτώμενος, καὶ νῦν ἐν οὐρανοῖς αὐλιζόμενος, Ἰωνᾶ Πατὴρ ἡμῶν Ὅσιε, τοῦ
πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
πλ. β΄.
Δεῦτε
ἅπαντες πιστοί, ἀξίως ἐπαινέσωμεν, Ἰωνᾶν τὸν θαυμάσιον. Νέμει γὰρ ἰάματα, τοῖς
πιστῶς προσκυνοῦσιν αὐτόν. Οὗτος γὰρ τῷ ὅπλῳ τοῦ Σταυροῦ, τοῦ βελίαρ τὰ βέλη
κατέαξε, τὰς μηχανὰς δὲ αὐτοῦ καὶ τὰ τοξεύματα εἰς οὐδὲν λογισάμενος. Διὸ καὶ
τὴν οὐράνιον τρίβον εὐκόλως διήνυσε, καὶ σὺν Ἀγγέλοις εὐφραίνεται, τρανῶς τὸν
Χριστὸν ἐνοπτριζόμενος, καὶ πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τὴν
ἁγίαν μνήμην τιμώντων αὐτοῦ
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον κατέλιπες, τὸν
πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενος, ὅθεν πᾶσιν ἐβόας· ἀγαπήσατε τὸν
Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον, μηδὲν προτιμήσητε τῆς ἀγάπης Αὐτοῦ, ἵνα ὅταν
ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, εὑρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων, ὧν ταῖς
ἱκεσίαις Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
σε...
Εἰς
τὸν στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἰωνᾶ
πανεύφημε καλῶς, τῆς σαρκὸς τὸ φρόνημα, καθυποτάξας τῷ πνεύματι, οὐρανοδρόμῳ
τε, ἐπιβὰς τεθρίππῳ, ἀρετῶν ὀχήματι, ἀνέπτης πρὸς τὸ κάλλος τὸ ἄῤῥητον. Οὗ
ἐμφορούμενος νῦν βραβεύεις ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου...
Ἡ
Κύπρος τὰ θαύματα τὰ σά, νῦν κηρύττει πράγματα, ὦ Ἰωνᾶ παναοίδιμε.
Θαυματουργίαις γάρ ἀμοιβῶν, διό σε ὁ Χριστὸς ἐκόσμησε, τὴν σάρκα δι’ αὐτὸν
ἀπενέκρωσας, καὶ μετὰ θάνατον, τῶν θαυμάτων κατηξίωσεν, εὐδοξίας καὶ μακαριότητος.
Στ.: Μακάριος ἀνήρ...
Ἰωνᾶ
σὺ Ὅσιε, πυκναῖς ἀῤῥώστιαις σώματος, καὶ ἀσθενείαις μακάριε, ψυχῶν ἰώμενος, τῶν
πταισμάτων λύσιν τῶν δεσμῶν τοῦ ὄφεως, τῇ θείᾳ δυναστείᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν,
καὶ νῦν ἀνάστασιν, τῶν πταισμάτων καταπτώσεων, τοὺς ἐν πίστει τιμῶντας τὴν
μνήμην σου.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον,
τῶν ὀρθοδόξων τὰ συστήματα, τῆ σορῷ τοῦ Ὁσίου Ἰωνᾶ μετὰ πόθου προστρέχουσι, ἵνα
λάβωσιν ἰάματα ψυχῶν τε καὶ σωμάτων. Παρέχει γὰρ πλουσίως τοῖς νοσοῦσιν ἴασιν,
διὸ καὶ ἡμεῖς μετὰ πόθου σοι κράζομεν· Χαίροις Ὅσίων ἐγκαλλώπισμα, Ἰωνᾶ
παμμακάριστε, τῆς ἐρήμου τὸ θρέμμα, ὁ τὸν Χριστὸν κληρωσάμενος, καὶ τὰ τερπνὰ
τοῦ κόσμου εἰς οὐδὲν λογισάμενος, ἵνα ἀπαύστως τὴν ὄντως ζωὴν παρὰ Χριστοῦ
λάβῃς Ὅσιε, τοῦ πρεσβεύειν ἀπαύστως εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Θεοτόκε,
σὺ εἶ ἡ ἄμπελος...
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀλαμανίας
τὸ θρέμμα καὶ Κυπρίων τὸ καύχημα, τὸν τοῦ Περγάμου πολιοῦχον Ἰωνᾶ, οἰκιστὴς
ἀνεδείχθης ἀοίδιμε. Καὶ ἔλαμψας ἀστὴρ ἀυγερινός, εὐφραίνεις τὰς καρδίας τῶν
πιστῶν, καὶ ἤρθης ἀκλινῶς, ἡρπάγης δι’ Ἀγγέλου ἐκ Θεοῦ, εἰς Κενδέα τὴν σκηνήν,
διὰ τοῦτο ὅν ἐπόθεις. Δόξα τῶ σὲ δοξάσαντι σοφέ, δόξα τῷ σὲ στεφανώσαντι, χάρις
τοῖς προσκυνοῦσιν ἐν πίστει, ἐν τάχει λαμβάνουσι τὴν ἴασιν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
ΟΡΘΡΟΣ
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν.
Τῶν
παθῶν τῆς ἀχλύος ἐκκαθαρθείς, τῶν Χριστοῦ προσταγμάτων ὡς ἀληθῶς, τὸ φῶς
εἰσδεξάμενος ἐν ἀσκήσει διέλαμψας, καὶ νεκρωθεῖς τῶ σώμματι, τῷ πνεύματι
ἔζησας, τοῦ ἐχθροῦ τὰς παγίδας πατήσας μακάριε, ὅθεν καὶ τῶν ἄνω ἀσωμάτων
Ἀγγέλων, συμμέτοχος γέγονας, τῇ τοῦ πνεύματος χάριτι, Ἰωνᾶ παμμακάριστε,
πρέσβευε Χριστῶ τῶ Θεῶ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ
τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί...
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον.
Τὸν
ἀσκητὴν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντα πάσας τὰς προσβολὰς τῶν
παθῶν, δι’ ἐγκρατείας καὶ στεῤῥᾶς ὑπομονῆς ὡς ἀληθῶς, καὶ καταισχύναντα σφοδρῶς,
τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τούτου ἐπάρσεις, καὶ νῦν πρεσβεύει τῷ Κυρίῳ,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε
πύλη Κυρίου ἡ ἀδιόδευτος...
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῷ
φωτὶ λαμπόμενος, τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν ταῖς ἐρήμοις διδαχαῖς,
καταφωτίζων μακάριε, τοὺς ἀδιστάκτω, ψυχῇ προσιόντας σοι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐπελεύσει
Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον καὶ ὁμοούσιον υἱόν, φωνῇ
Ἀγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
Οἱ ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου...
Στ.: Τί ἀνταποδώσωμεν...
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν. Παρασκευῆ τῆς β΄ἑβδομάδος: Τῷ καιρῶ
ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Ὁ Ν΄.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ
νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅσιε
Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, διὸ ἐν τοῖς
οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου. τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν
Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας, παῤῥησίαν ἔχων πρὸς
Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Ὁ
Κανὼν τοῦ Ὁσίου. Ποίημα Λουκᾶ Προμονάχου.
ᾨδὴ
α΄. Ἦχος β΄. Ἐν βυθῷ.
Τὸν
φωσφόρον καὶ φωτοειδῆ βίον σου μακάριε, ἀνευφημῶν, ἐκ καρδίας κραυγάζω σοι,
φωτισμόν μοι δώρησαι καὶ ἀέναον, ἀναβλύζουσαν εὔκλειαν, ὅπως κατὰ χρέος μέλπω
σοι, παμμάκαρ τὸ μνημόσυνον.
Νουνεχῶς
τὸ ὄμμα πρὸς Θεόν, πάνσοφε ἀνέτεινας, ἐκμελετῶν τὸν οὐράνιον ἔρωτα, καὶ τὴν
ἁλωνίζουσαν σωφροσύνην καὶ αἴνεσιν, τὴν μετὰ Ἀγγέλων Ὅσιε, χορείαν
εὐφραινόμενος.
Θεοτοκίον.
Κιβωτὸν
καὶ τράπεζαν σεμνή, πύλην τε σωτήριον, ὄρος Θεοῦ τὸ κατάσκιον ἄχραντε,
μανναδόχον στάμνον τε, οἱ προφῆται προεκήρυξαν πόῤῥωθεν, ἡμεῖς δὲ Θεοτόκον
ἅπαντες, συμφώνως σὲ κηρύττομεν.
Ἕτερος
τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πατέρων
προέξαρχε Ἰωνᾶ, καὶ τῶν ἀσθενούντων καὶ νοσούντων ὁ ἰατήρ, τὴν ἐζοφωμένην μου
καρδίαν, ἐκ πάσης ἀχλύος φωταγώγησον.
Ἀπέλαβες
Ἅγιε ἀμοιβάς, τῶν πόνων καὶ γέρα, τῶν ἀγώνων σου τῶν σεπτῶν, τὴν μετὰ Ἀγγέλων
χαρμοσύνην καὶ κληρουχίαν τὴν σωτήριον.
Μακάριος
γέγονας ἀληθῶς, καὶ τῶν μακαρίων ἐκληρώσω τὴν ἀγωγήν, Ἰωνᾶ τρισμάκαρ καὶ
δικαίως, εἴληφας τὴν χάριν τῶν ἰάσεων.
Θεοτοκίον.
Λύτρωσαι
γεένης καὶ τῆς φλογός, τῆς αἰωνιζούσης Παναγία ἡ τὸν Θεόν, ἀσπόρως γαστρὶ
συλλαβοῦσα, ὅνπερ δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ
γ΄. Ἐξήνθησεν ἡ ἔρημος.
Ἡ
μνήμη σου τρισόλβιε, ἰατρεῖον γέγονε, τοῖς καθαρᾷ καρδίᾳ τε, τῶ ναῶ σου καὶ τῶν
λειψάνων ἀφῇ, παραδόξως τοῖς πᾶσι παρέχεις τὰ ἰάματα.
Νόμῳ
θείῳ πειθόμενος, τῆς σαρκὸς τὴν πρόνοιαν, καὶ πᾶσαν ἡδυπάθειαν ἐβδελύξω τῆ ἐγκρατείᾳ
τε, ἐν ᾗ καὶ ἠξιώθης οὐρανίου ἀπολαύσεως.
Λιμένα
σε σωτήριον, οἱ νοσοῦντες εὕραντο, καὶ κραταιὰν βοήθειαν, ἀσφαλῆ τε καὶ
ἀπροσμάχητον, Ἰωνᾶ θεοφόρε, διό σε μακαρίζομεν.
Θεοτοκίον.
Ὁ
λόγος τοῦ γεννήτορος, προελθὼν σεσάρκωται ἐκ τῶν ἁγνῶν αἱμάτων σου Παναγία
θεοχαρίτωτε, τοῦτον καθικέτευε, τοῦ σωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Ἕτερος
τοῦ Ὁσίου. Οὐρανίας ἀψίδος.
Μετριώτατος
ὤφθης, πρᾷος εὐθὺς, ἀκακος, ἁπλοῦς τε καὶ σώφρων, Ἰωνᾶ τρισμάκαρ, ἐκδυσωποῦμέν
σε ἐκ παντοίας ἀνάγκης ῥῦσαι τοὺς ἱκέτας σου.
Μαθητὰ
τοῦ Σωτῆρος καὶ τῶν αὐτοῦ πράξεων, Ἀγγέλου μιμητής, ἐγένου τρόπων χρηστότητι.
Ὅθεν μετάρσιος, εἰς οὐρανοὺς ἀνεδείχθης, καὶ Ἀγγέλων γέγονας σύσκηνος.
Ἀπὸ
πάσης ἀνάγκης φθοροποιοῦ Ἅγιε, νόσου καὶ δεινῆς ἀῤῥωστίας πρόφθασον σῶσόν με.
Θαύματα βρύεις γάρ, ὡς ἰατρὸς ἀσθενούντων, τοὺς προσερχομένους σοι ἰᾶσθαι
ἅπαντας.
Θεοτοκίον.
Οὐρανῶν
πλατυτέρα καὶ Χερουβὶμ ἄχραντε, καὶ ἐνδοξοτέρα τῶν ἄνω πασῶν δυνάμεων, χαῖρε
Πανάμωμε, σεσαρκωμένον τὸν Λόγον, ἐν κοιλίᾳ φέρουσα Χριστὸν τὸν Κύριον, μόνη
Πανύμνητε.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τὸν
Σταυρὸν τοῦ Κυρίου ἄρας σοφέ, καὶ Αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ
ὑπέστρεψας ἐν τῷ κόσμῳ θεόσοφε, ἐγκρατείας καὶ πόνοις τὰ πάθη ἐνέκρωσας, καὶ
ναὸν ἡτοίμασας σαυτὸν τῷ Κυρίῳ σου, ὅθεν χαρισμάτων, ἀμοιβῆν ἐκομίσω, τοῦ
ἰᾶσθαι νοσήματα καὶ διώκειν τὰ πνεύματα, θεοφόρε Πατὴρ ἡμῶν, Ἰωνᾶ παμμακάριστε,
πρέσβευε Χριστῶ τῶ Θεῶ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ
τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαίρε
θρόνε πυρίμορφε τοῦ Θεοῦ...
ᾨδὴ
δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Νενόησαι
τῆς προσκαίρου ζωῆς τὸ ἐπίκαιρον, σωφρόνως παρέδραμες τῶν ὀρεκτῶν τὸ ἀκρότατον
ἔφθασας τρισόλβιε, Ἰωνᾶ θεοφόρε, Ὁσίων ἐγκαλλώπισμα.
Ἀνόθευτον
τῆς ψυχῆς σου τηρήσας τὸ φρόνημα, ὅλος ἐκ νεότητος πρὸς τοὺς ἀγῶνας ἐχώρησας,
ὅθεν ὡς ἐπόθησας, εἴληφας παμμάκαρ, τῆς νίκης τὸ στέφος κλεϊζόμενος.
Κατευνάσας
τῆς σαρκός σου τὰ πάθη τὰ δύσμορφα, πόνοις τῆς ἀσκήσεως, ὦ Ἰωνᾶ πρὸς τὴν ἄπονον
λῆξιν κατεσκήνωσας, διὸ καὶ ἀπαύστως τὴν μνήμην σου γεραίρομεν.
Θεοτοκίον.
Ἐλήλυθεν
ἐπὶ σοὶ ὁ Δεσπότης τῆς κτίσεως, Παρθένε Πανάμωμε, ὡς ὑετὸς ὡς προέφησε πάλαι ὁ
θαυμαστὸς Ἀββακούμ, Θεοτόκε, διὰ τοῦτο σὲ πάντες ἀπαύστως μακαρίζομεν.
Ἕτερος
τοῦ Ὁσίου. Εἰσακήκοα Κύριε.
Κατανύξεως
πέφυκε, ὁ χορός καὶ τὸ σπήλαιον ἐν ᾧ ᾤκησας, τὰς ἰάσεις γὰρ ἑκάστοτε,
ἐπιδαψιλεύεις παμμακάριστε.
Ἀπὸ
πᾶσης μὲ λύτρωσαι, βλάβης τοῦ ἀλάστορος, ὦ τρισόλβιε, Ἰωνᾶ θεομακάριστε, καὶ
παντὸς κινδύνου μὲ διάσωσον.
Ῥωμαλέων
ἱμάτιον, ἔσχες θεοφόρε καὶ ἀνυπόδητος, διεπάτησας τοὺς ἄνθρακας, βίου τοῦ
γεώδους τὸ δοξάριον.
Θεοτοκίον.
Ὑπὲρ
φύσιν ἐκύησας, Ἄχραντε Παρθένε τὸν ὑπερούσιον, Θεὸν Λόγον τὸν προάναρχον, ὅν
δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ
ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Σὺ
τὰς ἀΰλους μονὰς κατετρύφησας νοερῶς Ὅσιε, καὶ διδαχῶν τὸν κόσμον φωτίζεις,
ταῖς θείαις ἀστραπαῖς τῶν ἔργων σου Πάτερ, Ἀγγέλων ἰσοστάσιε.
Τὸ
ὀπτικὸν τῆς ψυχῆς ἀνακαθάρας παντελῶς, Ὅσιε, καὶ νουνεχῶς τὰ θεῖα σχολάζων,
ἀμέμπτῳ προσευχῇ πρὸς τούτοις βοῶ σοι, τοῦ σκότους ἀπάλλαξον.
Οὐκ
ἐσαλεύθη τὸν νοῦν, ταῖς μηχαναῖς τοῦ πονηροῦ δράκοντος, τοῦ ἱεροῦ ἀκήκοας
Παύλου, ταὶς θείαις διδαχαῖς, καὶ τούτου κατ’ ἴχνος ὁσίως ἠκολούθησας.
Θεοτοκίον.
Ῥῦσαι
φθορᾶς καὶ σεισμοῦ, τοὺς πεποιθότας ἐπὶ σὲ ἄχραντε, κἀμὲ Ἁγνὴ κρημνοῦ
βαθυτάτου, καὶ ζάλης λογισμῶν, τὸν ἐν πίστει καὶ πόθῳ μετὰ ψυχῆς προσπίπτοντα.
Ἕτερος.
Ἵνα τί με ἀπώσω.
Ἴασαί
μου τὰ πάθη, τὰ παρενοχλοῦντά με ἐξ ἀφροσύνης μου, ἅ ἐσκότασέ μου ἡδοναῖς ὁ
βελίαρ καὶ πέπτωκα. Ἀλλὰ ἀνάστησόν με καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ
Κυρίου κατεύθυνον δέομαι.
Ὤ
καινῶν ἀκουσμάτων, ὧνπερ ἀκηκόαμεν ἐπὶ τῇ μνήμῃ σου, Ἰωνᾶ τρισμάκαρ, τῶν
θαυμάτων τὰ πλήθη τὰ ἅπειρα, ἰατρεύεις πάντας περιχαρῶς, τοὺς πενομένους καὶ
παρέχεις ἀφθόνως ἰάματα.
Νοσηλεύομαι,
ὅλως καὶ κατακαπτόμενος, βάρει τῶν θλίψεων, τῶν ἁμαρτιῶν μου τῇ κακῇ προαιρέσει
συνέχομαι, ἐξανάστησόν με, τῆς χαλεπῆς καὶ κακοτέχνου, Ἰωνᾶ θεοφόρε πρεσβείαις
σου.
Θεοτοκίον.
Κατὰ
χρέος σε πάντες, Δέσποινα κηρύττομεν καὶ μακαρίζομεν, γενεαί σε πᾶσαι, τῶν
ἀνθρώπων δοξάζουσιν Ἄχραντε. Σὺ γὰρ μόνη πέλεις, χριστιανῶν ἡ προστασία,
Θεοτόκε Παρθένε Πανάχραντε.
ᾨδὴ
στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἀπό
πάσης ἀθρόας με λύτρωσαι νόσου, καὶ κακώσεως καὶ μαλακίας τε, τῶν τῆς ψυχῆς καὶ
σώματος, Ἰωνᾶ θεοφόρε, τὸν δοῦλόν σου.
Ἰωνᾶ
θεοφόρε Πατὴρ ἡμῶν, πρέσβευε δεόμεθα ἐπιτυχεῖν ἡμᾶς, χειρῶν ποδῶν τὴν ἴασιν,
ψυχῆς εὐρωστίαν ἀνόθευτον.
Τῆς
φωνῆς τοῦ Χριστοῦ σου ἀκήκοας, ἔξελθε τοῦ οἴκου σου καὶ τὰ ὑπάρχοντα τὰ σὰ
σκορπίσας πένησι, τὴν οὐράνιον εὗρες ἀπόλαυσιν.
Θεοτοκίον.
Νοσημάτων
παντοίων ἀλέξιμα, καὶ ἁμαρτανόντων ψυχῶν ἱλαστήριον, ἡ σὴ πρεσβεία πέφυκε,
Παναγία Παρθένε ἀμόλυντε.
Ἕτερος.
Ἱλάσθητί μοι Σωτήρ.
Ἀπόθετον
τῷ Χριστῷ, ὡράθης σκεῦος τίμιον, ταῖς ἀρεταῖς δαδουχῶν, τοῦ κόσμου τὰ πέρατα,
παμμάκαρ θεόληπτε, Ἰωνᾶ θεόφρον, μὴ ἐλλείπῃς τοὺς τιμῶντάς σε.
Θεμέλιον
ἀῤῥαγὲς, ἀπέθου ἐν τῇ καρδίᾳ σου, τὴν ἄμετρον προσευχήν, καὶ τὴν μετριότητα,
άγρυπνίαν σύντονον, περιφραγμένος διὰ βίου περαιούμενος.
Ἐν
τῷ σπηλαίῳ σοφέ, τὸν βίον διεπέρασας, δακρύων καὶ στεναγμῶν, τοὺς ἄνθρακας
ἔσβεσας, τοὺς τῆς ματαιότητος, καὶ τὴν τῶν πραέων ἐκληρώσω γῆν ὡς εἴρηται.
Θεοτοκίον.
Ἁγίασμα
νοητόν, καὶ ἄθραυστον ἱλαστήριον, καὶ κιβωτὸν ἀληθῶς, καὶ στάμνον καὶ τράπεζαν,
καὶ λυχνίαν πάγχρυσον, καὶ σκηνὴν καὶ πόκον, Θεοτόκε ὀνομάζομεν.
Κοντάκιον.
Ἦχος β΄. Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας.
Τὸν
ἀσκητὴν τῆς ἀληθείας ἅπαντες, ἀνευφημήσωμεν πιστοί, ὡς ἀναλάμψαντα ἰαμάτων
ἀκτῖνας, καὶ φωτίζοντα τοὺς ἐν πίστει προσιόντας τῇ σορῷ αὐτοῦ. Διὰ τοῦτο
συμφώνως ἐκβοήσωμεν, Ἰωνᾶ Πατὴρ ἡμῶν Ὅσιε, μὴ παύσῃ πρεσβεύων ἀεὶ ὑπὲρ πάντων
ἡμῶν.
Ὁ
Οἶκος.
Τὴν
τοῦ κόσμου σαφῶς ματαιότητα, έννοῶν Ἰωνᾶς ὁ θαυμάσιος, καὶ τὸν κόσμον ἐκ
καρδίας μεμίσηκε, καὶ τὰ πάθη δεινῶς ἐχαλίνωσε, τὸν Σταυρὸν τοῦ Κυρίου
ἀράμενος, καὶ τὴν σάρκα δουλώσας τῶ πνεύματι, ἔξω σαρκὸς καὶ τοῦ κόσμου
γενόμενος, εἰς οὺρανοὺς ἀνέδραμεν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος,
καὶ ᾠδὴ καὶ χαρὰ ἀνεκλάλητος, σὺν Ἀγγέλοις χορεύων καὶ ἀγαλλόμενος. Διὸ Πάτερ
συμπαθέστατε, καὶ ἡμεῖς σὺν πόθῳ καρδίας βοῶμέν σοι· μὴ παύσῃ πρεσβεύων ἀεὶ
ὑπὲρ πάντων ἡμῶν.
Σ
υ ν α ξ ά ρ ι ο ν
Τῇ
ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου
Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων.
Ὧν περ
διηκόνησας ἐν γῇ πραγμάτων,
Ἐν οὐρανοῖς
Φίλιππε μισθὸν λαμβάνεις.
Λειτουργὸς
λάβε μισθὸν ἐν ἑνδεκάτῃ γε Φίλιππος.
Οὗτος,
ἦτον ἀπὸ τὴν Καισάρειαν τῆς Παλαιστίνης, τέσσαρας θυγατέρας ἔχων προφητευούσας,
καθὼς περὶ τούτου ἀναφέρει ὁ θεῖος Λουκᾶς εἰς διάφορα μέρη τῶν Πράξεων, καὶ
Εὐαγγελιστὴν αὐτὸν ὀνομάζει λέγων· Τὴν ἐπαύριον ἐξελθόντες οἱ περὶ τὸν Παῦλον,
ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ Εὐαγγελιστοῦ
(τοῦ ὄντος ἐκ τῶν ἑπτά), ἐμείναμεν παρ’ αὐτῷ. Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι
τέσσαρες προφητεύουσαι (Πράξεις κα΄, 8). Μαρτυρεῖ δὲ ὁ αὐτός, καὶ ὅτι ὁ
Ἀπόστολος οὗτος κατεστάθη διάκονος ὑπὸ τῶν Ἀποστόλων, ἐπὶ τὰς χρείας καὶ
τραπέζας τῶν πτωχῶν καὶ χηρῶν, ὁμοῦ μὲ τὸν Στέφανον καὶ τοὺς ἄλλους πέντε
(Πράξεις στ΄). Οὗτος, ἐνέπλησε τὴν Σαμάρειαν ἀπὸ τὸ κήργμα τοῦ Εὐαγγελίου τῷ 35
ἔτει, καὶ τὸν Σίμωνα μάγον ἐβάπτισεν, ὑποκριθέντα ὅτι ἐδέχθη τὴν πίστιν τοῦ
Χριστοῦ. Ἁρπαγεὶς δὲ ἀπὸ Ἄγγελον Κυρίου, ἔφθασεν εἰς τὸν δρόμον τὸν εὐνοῦχον
τῆς βασιλίσσης Κανδάκης, καὶ κατηχήσας αὐτόν, ἐβάπτισε. Ἔπειτα πάλιν, ἐφέρθη
ἀπὸ τὸν Ἄγγελον εἰς τὴν Ἄζωτον, καὶ ἐφώτισεν αὐτὴν μὲ τὴν διδασκαλία τοῦ
Εὐαγγελίου. Μετὰ ταῦτα, ὑπῆγεν εἰς τὴν Τράλλην, τὴν εὑρισκομένην ἐν τῇ Μικρᾷ
Ἀσίᾳ, καὶ διὰ τῆς διδασκαλίας του, ἔπεισεν ὅλους τοὺς ἐκεῖ εὑρισκομένους νὰ
πιστεύσωσιν εἰς τὸν Χριστόν. Εἰς αὐτὴν δὲ τὴν πόλιν, κτίσας καὶ Ἐκκλησίαν, πρὸς
Κύριον ἐξεδήμησε.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωνᾶ τοῦ θαυματουργοῦ,
τοῦ ἐν χωρίῳ Περγάμῳ.
Εἰ καὶ
μετέστης πρὸς τὸν πόλον ,
Ἰωνᾶ θαυμάσιε
πρὸς τὴν ἀγήρω.
Ἔκθανεν Ἰωνᾶς
Ὀκτωβρίου δέκα πρὸς μίαν.
Ἅγιοι
τριακόσιοι, ἐκ διαφόρων τόπων, ἦλθον εἰς τὴν Ἁγίαν Ἱερουσαλὴμ διὰ χάριν
προσκυνήσεως. Καὶ εἰσερχόμενοι μὲ τὸ πλοῖον εἰς τὴν Κύπρον, εἰς τὸ μέρος τῆς
Πάφου, ἀπὸ ἐνάντιον ἄνεμον ἔσπασεν τὸ πλοῖον, Θεοῦ συνεργοῦντος ἐβγῆκαν οἱ
Ἅγιοι καλὰ γεροί, καὶ διεσκορπίσθησαν εἰς ὅλον τὸ νησὶ τῆς Κύπρου. Ὁ δὲ Ἅγιος
Ἰωνᾶς, ἦλθεν εἰς τὰ μέρη τῆς Τραχιάδος, εἰς χωρίον λεγόμενον Πέργαμον, ἔμεινεν
ἐκεῖ, δὲν ἔχοντας οὔτε σπήλαιον, οὔτε σκηνήν, οὔτε καλύβην νὰ ἠμπορῇ μὲ τοῦτο
νὰ ἀποκρίνῃ τὰς ἀνάγκας τῆς φύσεως. Διατί, κάποιαν φορὰν ἔξαφνα νὰ τοῦ ἔλθῃ μία
ἀῤῥώστια κοιλιακή, μετὰ βίας τὸν ἐκατάπεισε νὰ ἀφήσῃ ἐκείνους ὅπου ἐπηγαίνασιν
πρὸς αὐτὸν νὰ στραφοῦσιν εἰς τὴν κατοικίαν αὐτῶν, διδάσκοντάς τους τὸν περὶ εὐσεβείας
λόγον. Μάλιστα, μισεύοντας καὶ ἐκεῖνοι, ἐβασάνιζον τὸν ἑαυτόν τους,
παρακινώντας τοὺς καὶ ἡ φύσις ὥστι ὅπου ἔφθασεν ἡ ἑσπέρα. Οὗτος καθὼς
εἴπομεν,ἔχοντας στέγασιν τὸν οὐρανόν, τόσον ἦτον ὑπομονητικὸς εἰς ὅλα τὰ
πράγματα, εἰς τὸ κείμενον, ὡσὰν νὰ ἤθελεν ἀγωνίζεται εἰς ξένον κορμίν. Ἐβάρυνε
δὲ τὸ κορμί του μὲ σίδηρα ἀπὸ μέσα, μὲ τριψίας ὅπου εἴχασι δύο τερτζέλια καὶ
δύο ζώματα ἀπ’ ἐμπρὸς καὶ ἀπὸ πίσω καὶ δὶς τοὺς βραχίονας ἕνα καθένα. Τροφὴν
δὲν εἶχε κάθε βράδυ φακῆν ζεστήν. Καὶ ἀπὸ τούτους τοὺς κόπους ἐπῆρε τὰ θεῖα
χαρίσματα, διότι ἔτυχεν νὰ ποθάνῃ ἕν παιδίον, καὶ νὰ κλαίῃ ὁ πατέρας του, καὶ
νὰ λέγῃ πρὸς τὸν Ἅγιον· Ἠξεύρω δοῦλε τοῦ Θεοῦ, ὅτι δύνασαι νὰ ἐπικαλεσθῇς εἰς
τὸν Θεόν, καὶ ἀναστήσῃς τὸν υἱόν μου. Βλέπων ὁ Ἅγιος τὴν πίστιν ὅπου εἶχεν, καὶ
κλίνας τὰ γόνατα ἐπικαλούμενος τὸν Θεόν, ἀνέστησεν τὸ παιδίον καὶ τὸ παρέδωκεν
ὑγιῆ εἰς τὸν πατέραν του.
Εἶναι
δὲ πολλὰ τὰ τοῦ Ἁγίου ἀνδραγαθήματα, ἀλλὰ διὰ τὸ πλῆθος ἀφήοντες τὰ πολλά, ἄς
εἴπωμεν τοῦτο· Ὁ Ἅγιος, πειρασθεῖς πολλὰ ὑπὸ τοῦ δαίμονος, τὸν ἐδίωξεν μὲ τὴν
προσευχήν καὶ τὸν ἀπομάκρυνεν. Κάποιος δέ, φέρνων τοῦ Ἁγίου νερὸν ἀπὸ μακρόθεν
ἑκάστη ἑβδομάδα, ἐζήλευσεν ὁ διάβολος καὶ ἤθελεν νὰ ὐστερήσῃ τὸ νερόν.
Μετεμορφώθη ὡσὰν ὁ Ἅγιος, καὶ ἐπήγαινεν κάθε μέρα ἐμπρὸς τοῦ ἀνθρώπου καὶ τοῦ
ἔπαιρνε τὸ νερόν. Ἰδὼν δὲ ὀ δαίμων, ὅτι δὲν κατόρθωσεν τὸν Ἅγιον νὰ τὸν φέρῃ
εἰς τὰ νερά του, ἔφυγεν ἄπρακτος. Εἰς καιρόν, ὁ ὑπηρέτης φέρων νερὸν πάλιν εἰς
τὸν Ἅγιον, τοῦ ἀπεκρίθη οὗτος λέγων· Ὦ τέκνον, ἐπέρασεν πολὺ καιρὸς ποῦ δὲν
ἦλθες νὰ φέρῃς νερόν, καὶ ἦλθον εἰς μεγάλον θυμὸν ἕνεκα τῆς δίψας. Ἐκεῖνος δὲ
ἀπεκρίθη καὶ εἶπεν· Ὦ Πάτερ, ἔφερνον τὸ νερόν κατὰ τὴν ὁρισμένην ὥραν καὶ
ἡμέραν καὶ ἐρχόσουν ἐμπρός μου, πότε ἐδῶ καὶ πότε ἐκεῖ, καὶ δὲν τὸν ἄφηνες νὰ
ἔλθω εἰς τὴν κατοικίαν σου, νὰ φέρω τὸ νερόν. Ἐννοήσας ὁ Ἅγιος τὸ γενόμενον
λέγει εἰς τὸν ἄνθρωπον· Ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς ἐὰν μὲ δῇς καὶ χίλιες φορὲς
εἰς τὸν δρόμον σου, οὐδέποτε νὰ μου δώσῃς τὸ πρᾶγμα δίχως νὰ ἔλθῃς εἰς τὴν
κατοικίαν μου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ
Θεοφάνους, ἀδελφοῦ τοῦ Ἁγίου Θεοδώρου τοῦ Γραπτοῦ.
Ὁ Γραπτὸς ἐν
γῇ τὴν θέαν Θεοφάνης,
Καὶ κλῆσίν
ἐστιν ἐκθανὼν Γραπτὸς πόλῳ.
Οὗτοι,
γονέων εὐσεβὼν ὑπάρχοντες, τὴν Παλαιστίνην οἰκούντων, καὶ τὴν φιλοξενίαν
ἐπιμελουμένων, τῇ τῶν γονέων σπουδῇ πᾶσαν φιλοσοφίαν ἐξεπαίδευθησαν, τήν τε
ἱερὰν καὶ τῆν τῶν Ἑλλήνων, καὶ τὸν μοναστὴν ὑπῆλθον βίον, εἶθ’ οὗτω
χειροτονοῦνται πρεσβύτεροι. Θεοφίλου δὲ τοῦ δυσσεβοῦς κατὰ τῶν Ἁγίων Εἰκόνων
λυττήσαντος καὶ κωλύοντος ταύτας προσκυνεῖν, ἀποστέλλονται οὗτοι οἱ πάνσοφοι
παρὰ τοῦ τηνικαῦτα πατριαρχοῦντος τῆς Ἁγίας Πόλεως πρὸς τὸν μισόχριστον βασιλέα
μετὰ Λιβέλλου. Οὗ, κατὰ πρόσωπον στάντες, καὶ θεόμαχον αὐτὸν ἀπελέγξαντες,
ἐγκλείονται ἀμφότεροι ἐν τῇ εἱρκτῇ ἐπὶ πολὺν χρόνον. Εἶτα, τὸν μακάριον
Θεόδωρον ἐκ τοῦ δεσμωτηρίου ὁ ἀνόσιος ἐφ’ ἑαυτὸν καλέσας καὶ τύψας σφοδρῶς καὶ
ταῖς ὄψεσιν αὐτοῦ ἐγκολάψας στίχους ἰάμβους, πάλιν τῆ φρουρᾷ παραπέμπει.
Θεοφάνην
δὲ τὸν Ἅγιον, τὰ αὐτὰ τῶ ἀδελφῶ πεπονθότα, εἰς Θεσσαλονίκην ὑπερορίζει· ὅς,
μετὰ τὴν καταστροφὴν τοῦ δυσσεβοῦς Θεοφίλου, ἀνακληθεὶς ὑπὸ Μιχαὴλ καὶ Θεοδώρας
τῶν εὐσεβῶν βασιλέων, προβάλλεται Μητροπολίτης τῆς κατὰ Νίκαιαν Ἐκκλησίας παρὰ
Μεθοδίου Πατριάρχου, τοῦ τὴν χριστιανομάχον αἵρεσιν καταλύσαντος. Καὶ οὕτω
θεοφιλῶς τὴν Ἐκκλησίαν καὶ τὸ ποίμνιον κυβερνήσας, τῆς παρούσης ζωῆς
ὑπεξίσταται.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηναΐδος καὶ
Φιλονίλλας τῶν αὐταδέλφων.
Εἰρηνικῶς
ὕπνωσαν εἰρήνης φίλαι,
Ἡ Φιλονίλλα
Ζηναΐς τε αἱ δύο.
Αὕται
αἰ Ἅγιαι γυναῖκες, ἦσαν ἀπὸ τὴν Ταρσὸν τῆς Κιλικίας, συγγενεῖς Παύλου τοῦ
Ἀποστόλου. Ἀφήσασαι δὲ τὴν πατρίδα των, καὶ ἀρνηθεῖσαι τὰ ὑπάρχοντά των
μετεχειρίζοντο κατὰ μὲν τὸ φαινόμενον τὴν ἰατρικὴν τέχνην, κατὰ δὲ τὸ πρᾶγμα
καὶ τὴν ἀλήθειαν, ἐποίουν ἔργον ἀποστολικὸν κηρύττουσαι τὸν Χριστόν. Ὑπῆγαν
λοιπὸν εἰς τὴν πόλιν Δημητριάδα καλουμένην, καὶ ἐισελθοῦσαι ἐντὸς σπηλαίου,
ἐνήστευον καὶ ἡγρύπνουν, καὶ ἰάτρευον πᾶσαν ἀσθένειαν πολυχρόνιον καὶ πᾶσαν
μαλακίαν, ἦτοι ἀῤῤώστιαν ὀλιγοχρόνιον. Ἐνήργουν δὲ καὶ ἄλλα διάφορα θαύματα,
ὅθεν διαλάμψασαι μὲ ζωὴν ἐνάρετον, μὲ λόγον εὐαγγελικὸν καὶ μὲ θαύματα, καὶ
πολλοὺς ἀπίστους ἐπιστρέψασαι εἰς τὴν πίστιν τοῦ Χριστοῦ, ἐν εἰρήνῃ πρὸς Κύριον
ἐξεδήμησαν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πατριαρχῶν
Κωνσταντινουπόλεως, Νεκταρίου, Ἀρσακίου καὶ Σισινίου.
Ὁ Νεκτάριος
οὐ τὸ τοῦ μύθου Λόγε,
Ἀληθινὸν δέ, σῆς τρυφῆς νέκταρ πίνει.
Τὸν Χριστὸν ἐν γῇ Ἀρσάκιος δοξάσας,
Πρὸς αὐτόν ἐλθών, ἀντεδοξάσθη πλέον.
Ἀσινὲς ἦραν πνεῦμα τὸ Σισινίου,
Οὐ συνιασθὲν μηχαναῖς τῶν δαιμόνων.
Ἀληθινὸν δέ, σῆς τρυφῆς νέκταρ πίνει.
Τὸν Χριστὸν ἐν γῇ Ἀρσάκιος δοξάσας,
Πρὸς αὐτόν ἐλθών, ἀντεδοξάσθη πλέον.
Ἀσινὲς ἦραν πνεῦμα τὸ Σισινίου,
Οὐ συνιασθὲν μηχαναῖς τῶν δαιμόνων.
Ὁ
ἐν Ἁγίοις Πατὴρ ἠμῶν Νεκτάριος, πατρίδα μὲν εἶχε τὴν ἐν Κιλικίᾳ Ταρσόν,
Συγκλητικὸς δὲ τὸ γένος, καὶ ἐπιεικὴς τὸν τρόπον, ὥστε παρ’ ὅλων ἐθαυμάζετο,
εἶχε δὲ καὶ τὸ τοῦ Πραίτορος ἀξίωμα, καὶ ἀδελφὸς κατὰ σαρκὰ ἧν τοῦ Ἀρσακίου,
τοῦ μετὰ τὸν Ἅγιον Ἰωάννην τὸν Χρυσόστομον πατριαρχεύσαντος. Τὸν καιρόν, καθ’
ὅν ὁ Ἅγιος Γρηγόριος ὁ Θεολόγος διὰ τὸ σκάνδαλον τινῶν ἀρχιερέων, (Αἰγυπτίων ὡς
ἐπὶ τὸ πλεῖστον), παρητήθη τοῦ πατριαρχικοῦ θρόνου τῆς Κωνσταντινουπόλεως, καὶ
σκέψις ἐγένετο περὶ ἐκλογῆς νέου, τότε ὁ θεῖος Νεκτάριος ἔτυχε διατρίβων ἐν
Κωνσταντινουπόλει. Καὶ ἐτοιμασθεὶς ἴνα ἐπιστρέψῃ εἰς τὴν ἑαυτοῦ πατρίδα, ὑπῆγε
πρὸς τὸν Διόδωρον, τὸν ἐπίσκοπον τῆς Ταρσοῦ, καὶ ἠρώτησεν αὐτόν, ἐὰν ἔχῃ
ἐπιστολὰς ἀποστεῖλαι εἰς τὴν πατρίδα, διότι βούλεται ἐκεῖ ἀπελθεῖν. Ὁ δὲ
Διόδωρος, ἔτυχε τότε διανοούμενος καθ’ ἑαυτὸν περὶ τῆς ἐκλογῆς πατριάρχου, καὶ
τίνα χρὴ προβάλλεσθαι εἰς τὴν σπουδαζομένην χειροτονίαν. Ὤς δὲ εἶδε τὸν
Νεκτάριον, εὐθὺς ἔκρινε καὶ ἀπεφάσισεν εἰς ἑαυτόν, ὅτι αὐτὸς εἶναι ἄξιος διὰ
πατριάρχης, εἰδὼς τὴν πολιὰν τοῦ ἀνδρός, καὶ τὸ ἱεροπρεπὲς εἶδος, καὶ τὸ
προσηνὲς τῶν τρόπων. Ὅθεν, λαβὼν αὐτόν, ἔφερε πρὸς τὸν πατριάρχην τῆς
Ἀντιοχείας Ἅγιον Μελέτιον, ὄντα τότε καὶ αὐτὸν ἐκεῖσε, καὶ ἤρξατο ἐπαινῶν αὐτὸν
καὶ λέγων, ὅτι αὐτὸς εἶναι ἄξιος διὰ πατριάρχης. Ὁ δὲ θεῖος Μελέτιος ἀνάρμοστον
ἐνόμισε τούτο τὸ πρόβλημα, ἤ μᾶλλον γελοῖον, διότι ὁ Νεκτάριος οὐχὶ μόνον οὐκ
εἰσέτι κληρικός, ἀλλ’ οὐδὲ βεβαπτισμένος, καὶ ὅτι ὑπάρχουσι πολλοὶ ἕτεροι
κρείττονες αὐτοῦ, καὶ εἰς τὴν τοῦ κλήρου τάξιν ἐντεταγμένοι. Ὅμως, διὰ χάριν
τοῦ Διοδώρου, ἤ καὶ διὰ θείαν ἔμπνευσιν, καλέσας τὸν Νεκτάριον, ἐκέλευσεν αὐτὸν
περιμένειν βραχύ τινα χρόνον. Ὅταν δὲ ἦλθεν ὁ διορισμένος καιρὸς περὶ ἐκλογῆς
καὶ ψήφου τοῦ πατριάρχου, συνήθροισεν ὁ τότε βασιλεὺς Μέγας Θεοδόσιος ὅλους
τοὺς τότε ἐκεῖ εὑρισκομένους ἀρχιερεῖς, καὶ ἐπρόσταξεν ἵνα εἰς ὅν ἕκαστος
βούλεται δώσῃ τὴν ψήφον, ἑαυτὸν δὲ ἐφύλαξεν εἰς τὸ τέλος. Ὅθεν, οἱ άρχιερεῖς
ἔγραψαν ὁ καθεὶς ὅντινα ἐβούλετο. Ὁ δὲ τῆς Ἀντιοχείας πατριάρχης, ἔγραψε καὶ
αὐτός τινας οὕς ἠθέλησεν, ἔσχατον δὲ πάντων ἔθηκε καὶ τὸν Νεκτάριον, διὰ τὴν
πρὸς τὸν Διόδωρον χάριν. Τούτου γενομένου, λαβὼν ὁ βασιλεὺς τὸν κατάλογον
ἀνεγίνωσκεν. Ὅταν δὲ ἔφθασεν εἰς τὸν Νεκτάριον, ἐστάθη ἐκεῖ συλλογιζόμενος καθ’
ἑαυτόν, καὶ ἐπιθεὶς ἐκεῖ τὸν δάκτυλον, ἤρξατο πάλιν ἀπ’ ἀρχῆς ἀναγινώσκειν, καὶ
ὅταν ἔφθασε πάλιν ἐπὶ Νεκτάρι0ον ἐστάθη. Ὅθεν, καὶ εἰς θαυμασμὸν παρεκίνησε
τοῦτο τοὺς ἀρχιερεῖς, ἐρωτῶντος δὲ τοῦ βασιλέως, τίς ἐστιν οὗτος ὁ Νεκτάριος
καὶ πόθεν, καὶ ὁποῖος τὸ ἐπιτήδευμα, ἔμαθον ὅτι εὐγενὴς πάνυ έστιν, καὶ
Πραίτορος ἀξίωμα ἔχων, ἀβάπτιστος ὅμως εἰσέτι, διὸ καὶ περισσότερον ἐθαύμασαν,
μάλιστα δὲ καὶ αὐτὸς ὁ τῆς Ταρσοῦ Διόδωρος, διότι καὶ αὐτὸς οὐκ ἐγνώριζεν ὅτι ὁ
Νεκτάριος ἧν ἀβάπτιστος, εἰμὴ οὐκ ἔδιδεν εἰς τοῦτον τὴν ψῆφον. Τοῦτο τὸ
περίεργον ἐθεωρήθη ὡς θαῦμα, καὶ παρεκίνησε τὸν βασιλέα ἵνα ψηφίσῃ τὸν
Νεκτάριον, καὶ κατ’ ἀρχὰς μὲν ἀντέτεινον τινὲς ἀρχιερεῖς εἰς τοῦτο, ὕστερον δὲ
ὅλοι συνεφώνησαν. Ὅθεν, βαπτισθεὶς ὁ θεῖος Νεκτάριος, καὶ ἔτι τὰ τοῦ
βαπτίσματος λευκὰ ἐνδύματα φορῶν, κοινῇ ψήφῳ τῆς Συνόδου, Πατριάρχης Κωνσταντινουπόλεως
ἐχειροτονήθη. Μετὰ δὲ ταῦτα, συνελθόντες αὐτός τε ὁ θεῖος Νεκτάριος καὶ οἱ
ἄλλοι ἀρχιερεῖς, ἐψηφίσαντο τὰ τῆς ἐν Νικαίᾳ Οἰκουμενικῆς πρώτης Συνόδου,
πραχθέντα βέβαια καὶ ὀρθὰ εἶναι, καὶ τὴν τοῦ Ἀρείου καὶ Μακεδονίου καὶ πᾶσαν
ἄλλην αἵρεσιν ἀπεκήρυξαν καὶ ἀνεθεμάτισαν, καὶ τὸ Σύμβολον τῆς Πίστεως
ἀνεπλήρωσαν. Ἐδιώρισαν δὲ καὶ ἐνομοθέτησαν, ἵνα ὁ Πατριάρχης Κωνσταντινουπόλεως
Νεκτάριος καὶ οἱ μετὰ τοῦτον, τὰ ἴσα πρεσβείᾳ ἔχειν τῆς τιμῆς τοῦ τῆς παλαιᾶς
Ῥώμης ἀρχιεπισκόπου, διὰ τὸ εἶναι αὐτὴν νέαν Ῥώμην. Ὅμοίως, καὶ εἰς τοὺς ἄλλους
Πατριάρχας έθέσπισαν, τὸν Ἀντιοχείας λέγω, Ἀλεξανδρείας τε καὶ Ἱεροσολύμων, ἵνα
δηλαδὴ ἔχωσι καὶ αὐτοὶ εἰς τὰς ἑαυτῶν ἐπαρχίας, τὴν ἰδίαν τιμὴν καὶ ἰσχύν. Καὶ
ταῦτα μὲν οὕτως. Ὁ δὲ βασιλεὺς Μέγας Θεοδόσιος, ἔβαλε πᾶσαν σπουδὴν καὶ
ἐπιμέλειαν, ἵνα ὅλους τοὺς αἱρετικοὺς ἑνώσῃ μετὰ τῶν ὀρθοδόξων, ὅθεν,
ἐκοινολόγησε τὸν ἑαυτοῦ σκοπὸν πρὸς τὸν Πατριάρχην Νεκτάριον, καὶ παρήγγελεν
αὐτόν, ὅπως οἵῳ τρόπῳ καὶ μηχανῇ δυνηθείη ποιῆσαι τοῦτο, καὶ ἑνωθήσεται ἡ
Ἐκκλησία, καὶ παύσουσιν αἱ αἱρέσεις καὶ τὰ σχίσματα. Τούτου ἀκούσας ὁ θεῖος
Νεκτάριος, ἔμφροντις καὶ ἐναγωνίος διὰ θεῖον ζῆλον ἐγένετο. Ὅθεν, πρῶτος
προσεκάλεσε τὸν τῶν Ναυατιανῶν Πατριάρχην Ἀγέλιον καὶ τοὺς σὺν αὐτῷ, καὶ πολλὰ
εἰς αὐτοὺς ὡμίλησε περὶ τῆς Ὀρθοδόξου πίστεως. Μετὰ ταῦτα δέ, καὶ τοὺς τῶν
ἄλλων αἰρέσεων ἐπισκόπους προσεκάλεσε, Δημόφιλον δηλαδὴ τῶν Ἀρειανῶν, καὶ
Εὐνόμιον τὸν Εὐνομιανῶν, καὶ Ἐλεύσιον τῆς τῶν Μακεδονιανῶν, καὶ γενομένης
πολλῆς καὶ ἐκτεταμένης συνδιαλλέξεως, παρὼν ὁ εὐσεβὴς βασιλεὺς ἐκέλευσεν, ἴνα
ἕκαστος τούτων γράψῃ εἰς χάρτην τὸν ἑαυτοῦ ὅρον. Καὶ τούτου γενομένου, ἔλαβεν
αὐτοὺς εἰς χεῖρας ὁ βασιλεύς, καὶ ἀφ’ οὗ ἐκτενῶς ηὔξατο πρὸς τὸν Θεὸν εἰς τὸ
συνεργῆσαι αὐτῷ πρὸς τὴν τῆς ἀληθείας ἐπιλογήν, εἶτα, ἀναγνοὺς τούτους, τοὺς
μὲν τῶν αἱρετικῶν μεμψάμενος ἀπέῤῥιψε, ὡς χωρισμὸν τῆς Παναγίας Τριάδος
ποιοῦντας, τὸν δὲ τῆς Ὀρθοδόξου πίστεως ἐκράτησε, καὶ ἐπῄνεσε. Διὰ τούτου τοῦ
τρόπου, πολλοὶ τῶν αἱρετικῶν ἔγιναν ὀρθόδοξοι, ὅσοι δὲ μὴ στέρξαντες,
ἐξωρίσθησαν μακρὰν τῆς Πόλεως, ἡ δὲ Ὀρθόδοξος πίστις μετὰ ταῦτα ὁσήμεραι, καὶ
ἐκραταιοῦτο, τῆ συνεργείᾳ τοῦ εὐσεβοῦς βασιλέως Μεγάλου Θεοδοσίου, καὶ τοῦ ἁγιωτάτου
Πατριάρχου Νεκταρίου. Πατριαρχεύσας ὁ ἀοίδιμος Νεκτάριος χρόνους ἕξ, ἐτελεύτησεν
ἐν τῇ εἰκοστῇ ἑβδόμῃ τοῦ Σεπτεμβρίου μηνός. Διάδοχος αὐτοῦ ἐγένετο ὁ Ἅγιος
Ἰωάννης ὁ Χρυσόστομος.
Ὁ
Ἀρσάκιος δὲ οὗτος, ἦτο ἀδελφὸς τοῦ Ἁγίου Νεκτάριου, ἄνθρωπος γέρων, ὅστις ἐπατριάρχευσε
δύο μόνους χρόνους.
Ὁ
δὲ Σισίνιος, ἔγινε Πατριάρχης μετὰ τὸν Ἀττικόν , καὶ ἀφ’ οὗ ἐπατριάρχευσε
χρόνους δύο, ἔγινε Πατριάρχης ὁ κακόφρων Νεστόριος.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Φιλοθέου τοῦ κόκκινου,
πατριάρχου Κωνσταντινουπόλεως.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοφάνους, ἐπισκόπου
Σολέας Κύπρου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἠμῶν Εὐστρατίου,
Ἀρχιεπισκόπου Μηθύμνης, ἑνὸς τῶν 365 Πατέρων τῆς ἐν Νικαίᾳ ἑβδόμης Οἰκουμενικῆς
Συνόδου
Εἰκόνα τιμῶν
Εὐστράτιος καὶ λείψανα,
Τὸν κόσμον
λιπὼν εἰκόνι οὐ πορεύεται.
Ταῖς
τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ἡ κόνις χρυσός.
Ἁγίῳ
ναῷ οἱ προστρέχοντες τῇ σορῷ σου, κομίζονται καὶ παθημάτων ἀπολύονται, καὶ
νοσημάτων καθαίρονται, ἀνυμνολογοῦντες πόθῳ καὶ έκβοῶντες τρισόλβιε· Εὐλογητὸς
ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μακάριος
εἶ καὶ τὸ μνημόσυνόν σου μεμακάρισται, καὶ μακαρία ἡ μνήμη σου Πάτερ, εἰς τὸν
αἰῶνα μεμένηκε, καὶ τοὺς σὲ τιμῶντας ἐκ πόθου μακαρίους ἀπέργασαι, ὦ Ἰωνᾶ Πατὴρ
ἡμῶν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Εἰκόνι
ποτὲ οὐκ ἐνείμαντο φθαρτῆ τὸ σέβας Κόρη, οἱ τρεῖς σου Παῖδες, ἀλλ’ ἀκλόνητοι ἐν
τῇ καμίνῳ μετετέθησαν, ὅθεν τὸν σὸν τόκον ἐδήλου Θεοτόκε, καὶ ψάλλομεν· Εὐλογημένη
ἡ Θεὸν σαρκὶ κυήσασα.
Ἕτερος.
Παῖδες Ἑβραίων.
Ῥύστης
ἐγένου δεομένοις, τοῖς προστρέχουσι τῇ σκέπῃ σου θεόφρον, ἀπὸ βλάβης ἐχθρῶν καὶ
νόσων καὶ σκανδάλων, ὦ Ἰωνᾶ κραυγάζομεν· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἄμωμος
ὁ βίος, καθαρωτάτη σοφὲ ἡ μαρτυρία, καὶ σωτήριος πᾶσι, τοῖς πίστει προσιοῦσι τῇ
θήκῃ τῶν λειψάνων σου, Ἰωνᾶ θαυματοφόρε.
Πάθη
κατευνάσας σαρκός σου μετὰ σώματος, Ἀγγέλους ἐμιμεῖσο, Παραδείσου τρυφῆς
κληρονόμος, ἀναβοῶν μετάρσιος· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σὺ
μὲ διάσωσον Παρθένε, ἀπὸ θλίψεως καὶ ζάλης καὶ κινδύνων, καὶ δεινῆς συμφορᾶς
καὶ πάσης ἁμαρτίας, ἡ τὸν Θεὸν κυήσασα, ὅν ἀσπόρως συλλαβοῦσα.
ᾨδὴ
η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Λελαμπρυσμένος
τῷ φωτί τῶν ἀΰλων λειτουργῶν, μέμνησο Πάτερ τῆς καλῆς σου συνοδείας, τῆς ἐν τῷ
θείῳ ναῶ τῷ σῷ, οἱ νοσοῦντες καὶ κάμνοντες, καὶ τὴν ἰατρείαν χορήγησον ἐν
τάχει.
Πάσης
ἀνάγκης καὶ φλογός, ἐκλυτρούμενος ἀεί, τοὺς σὲ τιμῶντας ἱερώτατε Πάτερ,
θαυματουργὲ Ἰωνᾶ, ζάλης καὶ φθορᾶς κινδύνων τε, τὴν σὴν ποίμνην σκέπε, εἰς
πάντας τοὺς αἰῶνας.
Ὡς
ἀρωγὸν καὶ βοηθόν, τῇ σῇ σκέπῃ πεποιθὼς ὁ σὸς ἱκέτης, λύσιν ἐξαιτοῦμαι τῶν
πεπραγμένων δεινῶν, ὧν ἐξ ἀφροσύνης ἐνδέδυμαι, ἵνα σὲ μακαρίζομεν, εἰς πάντας
τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὡς
τὸν παναίτιον Θεόν, ὑπὲρ πᾶσαν ἀληθῶς Ἁγνὴ αἰτίαν, ἐν γαστρὶ συλλαβοῦσα, καὶ
δι’ ἡμᾶς ὀφθέντα Παρθένε Πανάμωμε, τοῦτον ἐκδυσώπει ὑπὲρ τῶν ὑμνούντων σε.
Ἕτερος.
Ἑπταπλασίως κάμινος.
Εὐσεβοφρόνως
ἔζησας Ἰωνᾶ παμμακάριστε, καὶ δικαιοσύνην καὶ ἀνδρείαν Ὅσιε, σὺν τούτοις τὴν
φρόνησιν, καὶ τὴν ἀγάπην καὶ προσευχήν, καὶ τὴν σωφροσύνην ἐξασκήσας θεόφρον
ἐγκράτειαν, καὶ πᾶσης ἀρετὴν τελειώσας εἰς οὐρανοὺς μετέστης καὶ ζῇς εἰς τοὺς
αἰῶνας.
Ὑπὸ
τὴν σκέπην Ἅγιε, σοῦ πρὸς σὲ καταφεύγοντες, πάντες οἱ νοσοῦντες καὶ δεινῶς
κολάζονται, φωνάζοντες, κράζοντες· Ὦ Ἰωνᾶ θεράπευσον πάθη, τὰ δεινῶς
κατακεντοῦντα τὸ σῶμα, καὶ καίουσι δὲ μᾶλλον τὴν ἀθλίαν ψυχήν μου, ἵνα σὲ μακαρίζω,
εἰς πάντας τοὺς αἰῶνας.
Σῶσαι
λαὸν τὸν κάμνοντα, νοσημάτων ἀνίατον τῶν προσερχομένων τῷ ναῷ Ἅγιε, σὺν πόθῳ
καὶ πίστει τε καὶ τῶν δακρύων ἐπιῤῥοῂ, τῇ τῶν μακαρίων καὶ σεπτῶν σου λειψάνων,
ἀφῇ τε καὶ προσψαύσει Ἰωνᾶ θεοφόρε, ἵνα σὲ εὐλογῶμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Παρθενομῆτορ
Ἄχραντε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὸν πόθον ἐξάλειψον,
νοσοῦντά με ἴασαι σὺν τῇ ψυχῇ καὶ τῷ σώματι, πάθει τε καὶ ζάλης καὶ κακώσεις
δαιμόνων ἐξαίρουσά με τάχει, δυσωπῶ σε Παρθένε, ἵνα σὲ μακαρίζω εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ θ΄. Ἀνάρχου γεννήτορος.
Λαλιᾷ
προτρεπόμενος τῶν σῶν θαυμάτων Ἅγιε, καὶ εἰς κόρον ἐλθεῖν με τούτων οὐ δύναμαι,
τὰ πεπορισμένα σιγῆσαι συναγαγὼν τὰ προσενεχθέντα, καὶ ταῦτα ἀρίθμηται ὑπὲρ
ἄμμον πληθυνθήσονται.
Ὁ
κόσμος πεπλήρωται τῶν σῶν ἰάσεων, Ἅγιε Ἰωνᾶ θεοφόρε, Πάτερ τρισόλβιε, καὶ βοᾷ
τὰ σὰ θαυμάσια, τᾶ τῶν ἀσθενούντων παμμάκαρ ἱερουργέ, καὶ σὲ ὡς ἀκέστροα τῶν
ἀνθρώπων μακαρίζομεν.
Ὑψώθης
ὡς φοίνιξ, καὶ ὡς ἡ πεύκη Ὅσιε, καὶ ὡς κέδρος Λιβάνου, ταῖς τοῦ Κυρίου αὐλαῖς
πολλαπλασιάσας ἀξίως, καὶ τῶν καρπὸν τῶν ἀρετῶν γλυκύτατε Πάτερ, καὶ τῶν
θαυμασίων τὴν πρᾶξιν κατάλληλον, τῶν Ἁγίων εὗρες Ὅσιε.
Θεοτοκίον.
Σοφία
καὶ σύνεσις, καὶ νοῦς Ἀγγέλων Ἄχραντε, ἑρμηνεῦσαι οὐ σθένει σε, τὸν ἀπόῤῥητον
τόκον τοῦ φρικτοῦ μυστηρίου σου, κατανοεῖ δέ σοι ἀπαύστως ψυχῇ καὶ καρδίᾳ τε,
σὲ ἐν ὕμνοις μεγαλύνομεν.
Ἕτερος.
Κυρίως Θεοτόκον.
Ὁ βίος
σου θεόφρων, πέφυκε δοχεῖον, τῆς τρισηλίου θεότητος Ἅγιε, ἐξ ἧς λαμβάνομεν
πάντες ταχεῖαν τὴν ἴασιν.
Νευρούμενος
ἀγάπῃ, τῇ πρὸς τὸν Δεσπότην, τὰς τῶν δαιμόνων ἐνέδρας κούφως ἐξέφυγες, καὶ
οὐρανῶν βασιλείας γέγονας μέτοχος.
Μεγάλως
ἠγωνίσω, Πάτερ θεοφόρε, καὶ δωρεῶν ἀπολαύσας μεγάλων τε, τοῦ ἰατρεύειν τὰς
νόσους τῶν προσιόντων σοι.
Θεοτοκίον.
Ἐξέφυγον
τὰ σπλάγχνα τὰ πεποθημένα, θεομακάριστε Κόρη καὶ Παναμώμητε, ἀλλὰ τῇ σῇ
μεσιτείᾳ πρόφθασον σῶσόν με.
Ἐξαποστειλάριον.
Ἐν Πνεύματι τῷ ἱερῶ.
Ἐν
σώματι διατελῶν, τῶν Ἀγγέλων τὸν βίον, ὑπῆλθες ὥσπερ ἄσαρκος, καὶ τῷ κόσμῳ
ἐδείχθης, φωστὴρ ἀειλαμπέστατος, καὶ τοῖς πᾶσιν ἔδειξας, ὦ Ἰωνᾶ θεοφόρε,
μοναζόντων τὸ κλέος, ἀσκητῶν ἠ καλλονή, καὶ τῶν πατέρων ἡ δόξα.
Θεοτοκίον.
Ἐλπὶς
τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν ἄμαχον Δέσποινα, προστασίαν αἰτοῦμεν
οἱ θλίψεσι συσχεθέντες, καὶ κλυδωνιζόμενοι, τοῦ βίου ταῖς τρικυμίαις, στῆσον
αὔρας τῶν παθῶν, καὶ λιμένας πρὸς Θεοῦ ἐμβίβασον θελημάτων.
Εἰς
τοὺς αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ
Παραδείσου τὰ κάλλη κατοπτριζόμενος, καῖ δαψιλῶς τρυφήσας ἀκηράτους λειμῶνας,
ἐξήνθησας τῷ κόσμῳ γνῶσιν Θεοῦ, ἧς μετέχοντες Ὅσιε, πνευματικῇ διαθέσει τῇ τῶν
ψυχῶν, ἀναθάλλομεν τῷ πνεύματι.
Ἡ
καθαρά σου καρδία Πάτερ ἀνέδραμεν, εἰς οὐρανίους νόας, σὺν αὐτοῖς τὸν Δεσπότην,
τῶ θρόνῳ γὰρ τῷ θείῳ παρεστηκώς, ὑπὲρ πάντων ἱκέτευε, τοῦ λυτρωθῆναι κινδύνων
καὶ πειρασμῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῆς
Ἀλαμάνης τὸ κλέος, ὁ τῶν Κυπρίων φωστήρ, τῶν θαυματουργημάτων ὁ λαπρὸς
ἑωσφόρος, Ἰωνᾶς γὰρ ὁ μέγας, πάντα ἡμᾶς, συγκαλεῖ ἐν τῇ μνήμῃ αὐτοῦ, τοῦ
ἰατρεῦσαι τὰ πάθη τὰ ψυχικά, καὶ τοῦ σώματος ὁ ἔνδοξος.
Τῇ
ἐγκρατείᾳ τὸ σῶμα περιφραξάμενος, τὰς τῶν παθῶν κινήσεις, ἀπενέκρωσας μάκαρ,
εὐχαῖς καὶ ἀγρυπνίαις ὅθεν ἐν σοί, ἡ τοῦ Πνεύματος δύναμις, ἐπισκιάσασα ἔδειξεν
ἀρετῶν, φαεσφόρον διαπρύσιον.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῶν
μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν Ἰωνᾶ Πατὴρ ἡμῶν Ὅσιε. σὺ γὰρ
φυγαδεύων τὴν ἔρημον ᾤκησας, τὴν σάρκα γὰρ σταυρώσας τῷ Χριστῷ ἠκολούθησας, καὶ
τὸν δόλιον ὄφιν, τοῖς τῶν δακρύων ὄμβροις Πάτερ ἀπέπνιξας, ἔξω γὰρ σαρκὸς καὶ
τοῦ κόσμου γενόμενος, τοῖς τῆς ἀσκήσεως ἄθλοις, χρυσίου λαμπρότερος ἀπήστραψας
Ὅσιε, καὶ καθαρὸν δοχεῖον ἐγένου τοῦ πνεύματος, Ἰωνᾶ παμμακάριστε. Διὸ πρέσβευε
τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι...
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου