ΑΥΓΟΥΣΤΟΣ 5!!
ΕΥΘΥΜΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ &
ΠΡΟΕΟΡΤΙΑ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
ΕΙΣ ΤΟΝ
ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια
προεόρτια γ'. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Δεῦτε συνανέλθωμεν, τῷ
Ἰησοῦ ἀναβαίνοντι, εἰς τὸ ὄρος τὸ ἅγιον, κἀκεῖ ἀκουσώμεθα, φωνῆς Θεοῦ ζῶντος,
Πατρὸς προανάρχου, διὰ νεφέλης φωτεινῆς, προσμαρτυρούσης ἐν θείῳ Πνεύματι,
αὐτοῦ τὴν γνησιότητα, τῆς ἀϊδίου Υἱότητος, καὶ τὸν νοῦν φωτιζόμενοι, ἐν φωτὶ
φῶς ὀψώμεθα.
Δεῦτε προχορεύσωμεν, καὶ
ἑαυτοὺς ἐκκαθάρωμεν, καὶ πιστῶς ἑτοιμάσωμεν, πρὸς θείαν ἀνάβασιν, τῆς
ὑψηλοτάτης, Θεοῦ πολιτείας, ὅπως ἐπόπται τῆς αὐτοῦ, μεγαλειότητος ἐποφθείημεν,
καὶ δόξης ἐπιτύχοιμεν, ἣν κατιδεῖν ἠξιώθησαν Ἀποστόλων οἱ πρόκριτοι, μυστικῶς
ἐν τῷ ὄρει Θαβώρ.
Δεῦτε νῦν τὴν κρείττονα,
ἀλλοιωθέντες ἀλλοίωσιν ἐαυτούς εἰς τὴν αὔριον, καλῶς εὐτρεπίσωμεν, ἐν ὄρει
προσβῆναι, Θεοῦ τῷ ἁγίῳ, τὴν ἀναλλοίωτον Χριστοῦ, δόξαν ἀστράπτουσαν
κατοπτεύσοντες, λαμπρῶς ὑπὲρ τὸν ἥλιον, καὶ τὸ τρισσὸν αὐγαζόμενοι, φῶς ἐν
τούτῳ δοξάσωμεν, τὴν αὐτοῦ συγκατάβασιν.
Ἕτερα. Τοῦ Ἁγίου. Ἦχος πλ. δ΄.
Χαίροις, ἱερέων καύχημα,
τῶν μοναζόντων φωστήρ, ὁ τοῦ γένους διάκοσμος, ὁ πολὺς τὴν σύνεσιν, καὶ τὸν
ζῆλον θερμότατος, τῆς ἡσυχίας στῦλος ὁλόφωτος, τῆς ἀκριβείας, γνώμων εὐθύτατος,
πράξεως ἔρεισμα, θεωρίας ἄβυσσος πάντων ὁμοῦ, τῶν καλῶν ἀρχέτυπον, Πάτερ Εὐθύμιε.
Ὡς ἐξ οὐρανοῦ διήχησεν, ἐπὶ
τῆς γῆς ἡ φωνή, τῆς βροντῆς σου ἀοίδιμε, ἐν τροχῷ ὡς γέγραπται, τῷ τοῦ κόσμου
πληρώματι, αἱ ἀστραπαὶ δὲ τῆς πολιτείας σου, τῇ οἰκουμένῃ πάσῃ ἐπέφαναν, ὡς γὰρ
ὑπόπτερος, πανταχοῦ διέδραμεν ἡ περὶ σοῦ, φήμη διαγγέλουσα, τὰ σὰ θαυμάσια.
Τὸ τῶν ἀρετῶν κειμήλιον, ὁ
τῆς σοφίας κρατήρ, τῶν χαρίτων τὸ τέμενος, ἡ πηγὴ ἡ βρύουσα, νεκταρώδη
διδάγματα, πνεύματι θείῳ ἀναστομούμενα, γαληνοτάταις, ῥοαῖς ἐπάρδοντα, γῆς τὰ
πληρώματα, ὁ λαμπρὸς Εὐθύμιος ἱεραρχῶν,
κλέος τὸ περίφημον, ἀνευφημείσθω πιστῶς.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος
Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν καὶ θεασώμεθα τὴν δόξαν τῆς
Μεταμορφώσεως αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, φωτὶ προσλάβωμεν φῶς, καὶ
μετάρσιοι γενόμενοι τῷ πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.
Φέγγει τῶν ἀρετῶν,
ἐκλάμποντες προσβῶμεν, ἐν ὄρει τῷ ἁγίῳ, ὀψόμενοι τὴν θείαν, Κυρίου
Μεταμόρφωσιν.
Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.
Σῆμα θεοπρεπές, Θεότητος
δεικνύει, πρὸ τοῦ Σταυροῦ τοῖς μύσταις, ὡς ἥλιος ἐκλάμψας, Χριστὸς ἐν ὄρει
σήμερον.
Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
Φύσιν τὴν ἐξ Ἀδάμ, Χριστὸς
ἀμεῖψαι θέλων; ἐν ὄρει νῦν ἀπαίρει, Θαβὼρ παραγυμνώσων, τοῖς μύσταις τὴν
Θεότητα.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ
μεταμορφωθεὶς ἐν δόξῃ Χριστὲ ὁ Θεός, καὶ ὑποδείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν
τῆς σῆς Θεότητος, καταύγασον καὶ ἡμᾶς, τῷ φωτὶ τῆς σῆς ἐπιγνώσεως, καὶ ὁδήγησον
ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Ἀπολυτίκιον Ἦχος δ'
Χριστοῦ τὴν Μεταμόρφωσιν
προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν· Ἤγγικεν
ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης, ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς
Θεότητος αὐτοῦ ἀπαστράψαι τὴν ὡραιότητα.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Κανὼν
Προεόρτιος, οὗ Ἀκροστιχὶς ἡ Ἀλφάβητος.
ᾨδὴ α'. Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου
Ἀστράφθητι κάτωθεν, φῶς οὐρανοῦ ὑπὲρ ἥλιον, καὶ γῆ
ἀκουτίσθητι, ῥήματα ζῶντος Θεοῦ· τὴν Υἱότητα, τῷ μεταμορφουμένῳ, Πατὴρ
μαρτυρήσει γάρ, ἐπὶ τοῦ ὄρους Θαβώρ.
Βροτὸς τὸ ὁρώμενον, ἀλλὰ Θεὸς τὸ κρυπτόμενον, ἐπὶ τὸ
Θαβώριον, Χριστὸς ἀνέρχεται, τῆς Θεότητος, αὐγὴν παραγυμνῶσαι, ταῖς ὑπὲρ τὸν
ἥλιον, δόξης λαμπρότησι.
Γνωστῶς νῦν προέρχεται, ἐμφανισθῆναι Μωσῇ Χριστός, καὶ
δόξαν τὴν ἄῤῥητον, δεῖξαι ἓν ὄρει Θαβώρ, τῇ πρὸς πρόσωπον, ἀμέσως ὁμιλίᾳ.
Γηθόμενοι σήμερον προεορτάσωμεν.
Κανὼν τοῦ
Ἁγίου. Ἡ ἀκροστιχίς, ἄνευ Θεοτοκίων: Τῷ
Πατρὶ ἀρχή, δουλικῶς προσφθέγγομαι.
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραώ.
Τῶν ἐγκωμίων ἡ μεγίστη θάλασσα, τῶν προσηκόντων τῷ σῷ,
περιφανεῖ βίῳ, Πάτερ ἱερώτατε, κορυφουμένη πάντοθεν, ἀπωθεῖται τὸ σκάφος, τῆς
εὐτελοῦς διανοίας μου, ὅμως ταῖς εὐχαῖς σου τολμήσω θαῤῥῶν.
Ὥσπερ ἀστὴρ ἐωθινὸς ἀνέτειλας, ἐν τοῖς ἐσχάτοις
καιροῖς, ὅτε ἡ νὺξ αὕτη τοῦ βίου προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε, πρὸς τὸ φῶς
διεγείρων, τῆς τοῦ Κριτοῦ ἐπιλάμψεως, τοὺς ἐν ἁμαρτίαις καθεύδοντος.
Πρέμνος ἐκ ῥίζης εὐγενοῦς ἀνέδραμες, φύλλοις ὡραίοις
κομῶν, τοῖς φυσικοῖς δώροις, οἷς θεόθεν εἴληφας, ταῖς ἀρεταῖς δὲ κύκλωθεν, ὡς
ἐλαία ἐν οἴκῳ, Θεοῦ κατάκαρπος Ὅσιε, Πάτερ Ἱεράρχα Εὐθύμιε.
Ἀπὸ νεότητος ζυγὸν ἀράμενος, τὸν ἐλαφρότατον, ὑπεριδὼν
πλούτου καὶ τρυφῆς ἀοίδιμε, καὶ τοῦ κενοῦ φυσήματος, κατελέγης τῷ θείῳ τῶν
μοναζόντων συστήματι, λάμπων ἀρεταῖς ὑπὲρ ἥλιον.
Θεοτοκίον
Μεγαλυνέσθω θεοπλόκοις
ᾄσμασιν, ἡ πολυΰμνητος, Λόγου Θεοῦ Μήτηρ, τῶν Ἀγγέλων καύχημα, τῶν Ἀθλητῶν τὸ
στήριγμα, τῶν Ὁσίων ἡ δόξα, πατριαρχῶν ἐγκαλλώπισμα, ὧν σφραγὶς ὁ μέγας Εὐθύμιος.
Εἴθ' οὕτω τὸ
Τριῴδιον
ᾨδὴ α. Ἦχος δ'. ᾌσομαί σοι Κύριε ὁ Θεός μου
Ταύτην προεόρτιον τὴν
ἡμέραν, ἐπιτελοῦντες οἱ πιστοί, τῆς Μεταμορφώσεως, Χριστοῦ τοῦ Λυτρωτοῦ ἡμῶν,
κροτήσωμεν ἐν ᾄσμασι.
Τὴν εἴσοδον φθάσαντες τῆς
Ἁγίας, Μεταμορφώσεως Χριστοῦ, καὶ ἡμεῖς ἀστράψωμεν, ταῖς θείαις ἀλλοιώσεσιν,
αὐτὴν κατασπαζόμενοι.
Ὄρος ὑψηλότατον τὴν
καρδίαν, κεκαθαρμένην ἐκ παθῶν, ἔχοντες ὀψόμεθα, Χριστοῦ τὴν Μεταμόρφωσιν,
φωτίζουσαν τὸν νοῦν ἡμῶν.
Δόξα...
Τριάδα προσώπων τῇ
διαιρέσει, Μονάδα φύσιν θεϊκήν, πάντες προσκυνήσωμεν, Πατέρα, τὸν ἄναρχον, Υἱὸν
καὶ Πνεῦμα Ἅγιον.
Καὶ νῦν... Θεοτοκίον
Τὴν ἄμωμον Κόρην ἐξ ἧς
προῆλθε, μετὰ σαρκὸς ἄνευ τροπῆς, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὑμνήσωμεν ἅπαντες, ὡς
ὄντως Θεοτόκον πιστοί.
Προεόρτιος.
ᾨδὴ γ'. Τους σοὺς ὑμνολόγους.
Δεσπόζων τῆς κτίσεως
ἁπάσης, ὡράθης μορφὴν δούλου λαβών, ἐν ᾗ τὸ τῆς Θεότητος, ἀπρόσιτον ἀπαύγασμα,
τοῖς Μαθηταῖς παρέδειξας, καθὼς ἐχώρουν θεάσασθαι.
Ἐν ὄρει ἐπείγεται ἀστράψαι,
τῆς δόξης ὁ ἥλιος Χριστός, καὶ τὸν ἐξ ὕψους λάμποντα, φωστῆρα ἀμαυρῶσαι φωτί,
οὗ ταῖς αὐγαῖς λαμπόμενοι, προερτάσωμεν σήμερον.
Ζωῆς αἰωνίου ἐκπληρώσων, τὰ
ῥήματα πάρεστι Χριστός, ἅπερ δεικνύων πράγματα, τοῖς φίλοις ἐπιγνώσεσθαι, ἐν
ἑαυτῷ ηὐδόκησε, τὴν πατρικὴν δόξαν ἀστράπτουσαν.
Τοῦ Ἁγίου. Ὁ στερεώσας κατ’ ἀρχάς.
Τοῖς βουλομένοις τὰ λαμπρά, τῶν ἐπὶ γῆς τιμωμένων,
ἀποῤῥίψας νουνεχῶς ἀντὶ πάντων, ἓν ἐτήρησας σαυτῷ, τὴν περὶ λόγους δύναμιν,
ὅθεν ἡ οἰκουμένη, μέγαν πλουτεῖ σε διδάσκαλον.
Ῥητορικὴ μὲν ἡ πυρός, πνείουσα μένος εἰς ἄκρον,
ἐκπεπόνητο συντόνῳ μελέτῃ, τὸ δὲ ἤθος σοι σοφέ, μηδὲν προσῆκον ῥήτορσι,
φιλοσοφίαν ὄντως, ὑψηλὴν ἐμνηστεύσατο.
Ἵνα συλλέξῃς τὸ γλυκύ, καὶ νεκταρῶδες κηρίον, ὡς ἡ
μέλιττα σοφὲ τοὺς λειμῶνας, περιΐπτασο παντός, λόγου συλῶν τὸ χρήσιμον, καὶ
διανοίας σίμβλοις, φιλοπονῶν ἐθησαύριζες.
Ἀπὸ τῆς δύσεως φανείς, ὡς ἥλιος τὴν πορείαν, ἐναντίαν
τῷ παντὶ σὺν ὀλίγοις, ἐν τῇ σπάνει τοῦ καλοῦ, περιφανῶς ἐβάδισας, ὅθεν τὴν
Ἐκκλησίαν, ὑψόθεν πᾶσαν κατέλαμψας.
Θεοτοκίον
Ἀδυνατοῦσι προφανῶς, οἱ
δυνατοὶ περὶ λόγους, τὰς ἀπείρους ἀφορμὰς ἐξαντλῆσαι, τῶν ἐπαίνων τῶν εἰς Σέ,
διὸ κἀγὼ πανύμνητε, τὸν ἱεράρχην ᾄδων, καὶ Σοὶ τῶν ὕμνων ἀπάρχομαι.
Κάθισμα τοῦ Ἁγίου. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πόλιν, Βασιλίδα νεύματι,
θείῳ διέπειν λαχών, τὸ βασίλειον ἔδειξας, τῆς ψυχῆς σου μέγεθος, ἐν καιροῖς
ἀντιβαίνουσι, κοσμῶν παντοίως τὴν Ἐκκλησίαν Χριστοῦ, πτωχοῖς ἀφθόνῳ, χειρὶ
δωρούμενος, ζῆλον τὸν ἔνθεον, ὑπὲρ ἀξιώματος τοῦ ἱεροῦ, καὶ δώρου τοῦ
κρείττονος, ἐπιδεικνύμενος.
Δόξα... Καὶ νῦν... Προεόρτιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον
Ἐπεφάνη ἤστραψε, τοῖς ἐν τῷ
σκότει, ὁ τῆς δόξης Ἥλιος, τὰς τῆς Θεότητος αὐγάς, ἐν τῷ Θαβὼρ ἀνερχόμενος, οὗ
τὴν φωσφόρον, τιμήσωμεν ἔλευσιν.
Προεόρτιος. ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ
Ἡ οὐράνιος χορεία, τοῖς
γηΐνοις συγγέγηθε, καὶ προεορτάζει, τὴν τοῦ Φωτοδότου ἐπίλαμψιν, ἣν ἀσυγκρίτως
ἀστράψει ἀμειβόμενος, τὴν βροτείαν μορφήν, ἐν Θαβώρ ὡς ηὐδόκησε.
Θεανθρώπῳ παρουσίᾳ τοῖς
ἀνθρώποις ὡμίλησας, καὶ θαυμάτων πλήθει, κόσμον μυστικῶς κατεφώτισας,
ἐξαστραπτούσῃ δὲ δόξᾳ τῆς Θεότητος, ὑπερέλαμψας ἐν τῷ Θαβώρ ἀπροσίτῳ φωτί.
Ἰησοῦς Ναυῆ ὁ γόνος, πρὶν
τὸν ἥλιον ἔστησε, προτυπῶν ἡμέραν, τὴν τοῦ θείου Πάθους, σὺ δὲ Σωτήρ, πρὸ τοῦ
Τιμίου Σταυροῦ σου, σέλας ἔκρυψας τοῦ ἡλίου, αὐγῇ τοῦ προσώπου σου Κύριε.
Τοῦ Ἁγίου. Σύ μου ἰσχὺς Κύριε.
Ῥεῦμα χωροῦν, κατὰ πρανοῦς ἐπιστάμενος, τὸ τοῦ κόσμου,
μάταιον δοξάριον, οὐ παρεσύρης τὸν λογισμόν, ὅθεν ὁ τῆς δόξης, Θεός σε
ἐπισκεψάμενος, εἰς δόξαν ὑπερτάτην, ἀπὸ δόξης ἀνάγει, καὶ δυνάμεως Πάτερ εἰς
δύναμιν.
Χρίσμα σεπτόν, ἱερωσύνης δεξάμενος, ἐκ τῆς θείας, ψήφου
ἱερώτατε, καὶ λογικῆς μάνδρας προστατεῖν, κατηξιωμένος, τῇ Βασιλίδι τῶν πόλεων,
ἐπέστης ὡρισμένος, ἄνωθεν τῇ προνοίᾳ, ταύτης θεῖος ποιμὴν καὶ διδάσκαλος.
Ἡ ἀρετή, καὶ βασιλεῦσιν αἰδέσιμον, ἡ σοφία, φοβερόν σε
ἔδειξεν, τοῖς περὶ λόγου διηνεκῶς, κατατριβομένοις, ἡ ἐν τοῖς πράγμασι σύνεσις,
ἐξαίρετον ἐν πᾶσι, νομοθέτην καὶ στάθμην, τὰ πρακτέα καὶ μὴ δοκιμάζουσα.
Δουλαγωγῶν, τὸ τῆς σαρκὸς χεῖρον φρόνημα, καὶ παιδεύων,
ἔπεσθαι τῷ πνεύματι, καὶ καθυπείκειν δουλοπρεπῶς, νηστείαις συντόνοις, καὶ
ἀγρυπνίαις ἐκέχρησο, καὶ πόνοις ἀνενδότοις, τὴν ἰλὺν ἐκκαθαίρων, καὶ τὸ πάχος
λεπτύνων θεόπνευστε.
Θεοτοκίον
Νέον ἡμῖν, Θεὸν παιδίον
ἐγέννησας, πρὸ αἰώνων, τὸν συγκαθεζόμενον, τῷ προανάρχῳ Αὐτοῦ Πατρί, καὶ τῷ
παναγίῳ, συνδοξαζόμενον Πνεύματι, Μαρία Θεοτόκε, διὰ σπλάγχνα ἐλέους,
χρηματίσαι Υἱόν Σου θελήσαντα.
Προεόρτιος. ᾨδὴ ε'. Ἐξέστη τὰ σύμπαντα
Κυρίῳ γηθόμενοι, πιστῶς
ἀκολουθήσωμεν· ἰδοὺ γὰρ ἀνέρχεται πρὸς ὄρος, μύστας προκρίτους συνεπαγόμενος
οἷς ἐν ἀπροσίτῳ καλλονῇ, λάμψας ὑπὲρ ἥλιον, ὑποδείξει τὴν δόξαν αὐτοῦ.
Λαμπρύνθητι σήμερον, ὁ
οὐρανὸς φαιδρότερον· ἄνεισιν ἰδοὺ γὰρ πρὸς τὸ ὄρος· ὅθεν ἀστράψει Χριστὸς
ἀπλέτῳ φωτί, τὰς ἡλιακὰς μαρμαρυγάς, δόξῃ τῆς Θεότητος, ἀμαυρῶν ὡς φωτὸς
χορηγός.
Μυστήριον δείκνυσι, Χριστὸς
τοῖς Μαθηταῖς ἐν Θαβώρ, λάμψας ὑπὲρ αἴγλην τῷ προσώπῳ, τῷ στολισμῷ δὲ τῶν
ἱματίων αὐτοῦ, λευκανθεὶς φαιδρῶς ὥσπερ χιών, ὁ ἀναβαλλόμενος, ὡς ἱμάτιον φῶς
ψαλμικῶς.
Τοῦ Ἁγίου. Ἵνα τί με ἀπώσω.
Ὀρθοδόξως στοιχήσας, δόγματι πανόλβιε τῆς Ἐκκλησίας
Χριστοῦ, τοὺς πολυκινδύνους, Ἀκινδύνου τοῦ λήρου κακόφρονας, θιασώτας ἤλεγχες
ἰσχυραῖς ἀντιλογίαις, καὶ σοφαῖς ἀποδείξεσι χρώμενος.
Ὑπὲρ δόξης ματαίας, τοὺς ἀποσκιρτήσαντας πατρώου
δόγματος, καὶ περιπεσόντας, τῷ κρημνῷ τοῦ Λατίνων φρυάγματος, νουθετῶν ἐλέγχων
ἀδιαλείπτως οὐ κατώκνεις, κἂν εἰς τέλος ἀσύνετοι ἔμειναν.
Λάμπων βίῳ καὶ λόγῳ, πρὸς τοὺς Ἰταλοὺς ἐξαπεστάλης
ἥλιος, τῶν ἀντιβλεπόντων, ἀμαυρώσας τὰς ὄψεις καὶ θαύματος, τὰς ψυχὰς πληρώσας
τῶν συνιέντων τοῦ μεγέθους, τῆς ψυχῆς σου θεόφρον Εὐθύμιε.
Ἱερᾶς ποίμνης Πάτερ, οἴακας ἐδέξω μοναστῶν ἡγούμενος,
τῶν ἐνασκουμένων, τῇ μεγίστῃ ποτὲ τῶν Στουδίου Μονῇ, τὴν τροφὴν εὐκαίρως
ἐπιμετρῶν ὡς οἰκονόμος, καὶ ψυχῶν καὶ σωμάτων πιστότατος.
Θεοτοκίον
Ὁ τὸ πᾶν οὐσιώσας, Λόγος ὑπερούσιος καὶ ὁμοούσιος, τῷ
Πατρὶ δι’ οἶκτον, οὐσιοῦται ἐν μήτρᾳ Σου Δέσποινα, καὶ ἀρχὴν λαμβάνει ὁ
χρονικῆς ἀρχῆς ἁπάσης, ἀπειράκις ἀπείρως ἐπέκεινα.
Προεόρτιος. ᾨδὴ ς'. Τὴν θείαν ταύτην
Νυμφῶνα δόξης μελλούσης
χαράς, τοῖς φίλοις εὐτρεπίζων ἀνέρχεται, ἐπὶ τὸ ὄρος Χριστός, πρὸς πολιτείαν
μετάρσιον, ἐκ βίου χαμαιζήλου, ἀνακομίζων αὐτούς.
Ξενίζων φρένας Χριστὸς
Μαθητῶν, οὐράνιον ἐν γῇ σέλας ἤστραψε, νόμου καὶ Προφητῶν, δουλοπρεπῶς παριστῶν
ἀρχηγούς, ὑφ' ὧν νεκρῶν καὶ ζώντων, προσμαρτυρεῖται Θεός.
Ὁ λύχνος φᾶναι νῦν ἄρχεται,
Χριστὸς ἐν αὐχμηρῷ τόπῳ φαύσεσι, τῆς θεϊκῆς ἀστραπῆς, οὗ πρὸς τὴν λάμψιν
ὁδεύσωμεν, ἐν αἴγλῃ τοῦ προσώπου, αὐτοῦ γηθόμενος.
Τοῦ Ἁγίου. Ἱλάσθητί μοι Σωτήρ.
Καθέδραν τὴν ὑψηλήν, προσαναβῆναι καλούμενος, τῷ πόθῳ
τῆς ἱερᾶς, ἡσυχίας Ὅσιε, προληφθεὶς ἀνένευες, τοὺς θορύβους πάντως, καὶ τὴν
δόξαν ἐκτρεπόμενος.
Ὡς λύχνος ἀειλαμπής, οὐκ ἔμελλες ὑπὸ μόδιον,
ἐναποκεῖσθαι ἀεί, διό σε ὁ Ὕψιστος, εἰς λυχνίαν τίθησι, τὴν ὑψηλοτάτην, καταυγάζοντα
τὰ πέρατα.
Σιγῶσα Πάτερ σοφέ, καὶ φθεγγομένη παραίνεσις, ἁγνείας
ὑπογραμμός, ἐλέους διδάσκαλος, ὁ σὸς βίος προὔκειτο, εὐτελείας τύπος, καὶ
λιτότητος ὑπόδειγμα.
Παρατιθεὶς λογικήν, καὶ ψυχοτρόφον ἑστίασιν, πολυτελῶς
τοὺς πιστούς, δαιτύμονας ἔτρεφες, ἄρτον χαριζόμενος, καὶ τροφὴν Ἀγγέλων,
οὐρανόθεν καταβαίνουσαν.
Θεοτοκίον.
Ὑπερφυῶς ἐπὶ Σοί, τὰ κατὰ
φύσιν μαχόμενα, συνῆλθε Μῆτερ ἁγνή, παρθενία γέννησις, ὦ φρικῶδες ἄκουσμα, τὸν
Θεὸν γὰρ τίκτεις, τὸν τὸ πᾶν ὑποστησάμενον.
Κοντάκιον Προεόρτιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον
Ἐν τῇ θείᾳ σήμερον
Μεταμορφώσει, ἡ βροτεία ἅπασα, φύσις προλάμπει θεϊκῶς, ἐν εὐφροσύνῃ
κραυγάζουσα· Μεταμορφοῦται Χριστός, σῴζων ἅπαντας.
Συναξάριον
Τῇ Ε´ τοῦ αὐτοῦ μηνός, προεόρτια τῆς Ἁγίας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ
Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Εὐθυμίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου
Μάρτυρος Εὐσιγνίου.
Εὐσίγνιον
τέμνουσι τὸν Χριστοῦ φίλον,
Τομῆς
μέχρι κράζοντα, Χριστὸς μοι σέβας.
Οὗτος ἦν τὸ γένος
Ἀντιοχεύς, στρατιώτης γεγονὼς ἐπὶ Κώνσταντος τοῦ Χλωροῦ, πατρὸς τοῦ Ἁγίου καὶ
Μεγάλου Κωνσταντίνου. Παρέτεινε δὲ ἐπὶ τῇ στρατείᾳ μέχρις Ἰουλιανοῦ τοῦ
παραβάτου, ἤδη 110 ἐτῶν γενόμενος, ἐν δὲ τῇ στρατείᾳ διαπρέψας ἔτη 67. Οὗτος
οὖν κατέστη τῷ Ἰουλιανῷ εἰς ἐξέτασιν, καὶ διελέγξας αὐτόν, ὡς τὴν πάτριον
παραβάντα εὐσέβειαν, καὶ τὴν τοῦ Θεοῦ τιμὴν μεταγαγόντα ἐπὶ τὰ εἴδωλα, καὶ
ἀναμνήσας αὐτὸν τῆς ἀρετῆς τοῦ Μεγάλου Κωνσταντίνου, καὶ ὅπως ἐκ θείας
ἐπιφανείας ἐπὶ τὴν πίστιν μετήχθη τὴν εἰς Χριστόν, τοῖς μὲν ἄλλοις συνετὸς
ἔδοξε, καὶ διὰ μακρῶν χρόνων πραγμάτων καὶ ἱστοριῶν ἔμπειρος, ὁ δὲ Ἰουλιανὸς
μυκτηρίσας αὐτόν, ξίφει τὴν κεφαλὴν αὐτοῦ τμηθῆναι προσέταξε. Καὶ οὗτος
ἐπληρώθη ἐν Χριστῷ αὐτοῦ ἡ μαρτυρία.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δύο Μάρτυρες καὶ αὐτάδελφοι, Καττίδιος καὶ Καττιδιανός,
λιθοβοληθέντες τελειοῦνται.
Βουνοὺς
λίθων ἔστησαν ὑψηλοὺς Λόγε,
Δι'
ὧν ἀνῆλθον πρὸς σὲ σύγγονοι δύο.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Νόννα, ἡ μήτηρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν
εἰρήνῃ τελειοῦται.
Νόννῃ
θανούσῃ τῇ καλῇ καλὸς γόνος,
Καλὸν
δίδωσιν ἐντάφιον τοὺς λόγους.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Σόλεβ ὁ Αἰγύπτιος, βέλει τοξευθείς, τελειοῦται.
Ἄν
συλλαβισθῇς ἐξόπισθεν ὦ Σόλεβ,
Βέλος
συνάξεις ὄργανον τοῦ σοῦ τέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Φάβιος, Ἀρχιεπίσκοπος Ῥώμης, ξίφει τελειοῦται.
Κεῖται
Φάβιος νεκρὸς ὁ Χριστοῦ θύτης,
Χριστῷ
προσαχθεὶς θῦμα καινὸν ἐκ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ὄσβαλντ, τοῦ Σκώτου.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Χρῆστος ὁ ἐκ Πρεβέζης, ἐν Κῷ,
ἐν ἔτει 1668, διὰ μαχαιρῶν καὶ πυρὸς τελειωθέντος.
Τῷ τοῦ Παρακλήτου πυρί, Χρῆστος πυρωθείς,
τοῦ φθαρτοῦ πυρὸς χαριτωθεὶς κατεφρόνησεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐγενίου τοῦ Αἰτωλοῦ.
Σοφίαν Εὐγένιε, τιμήσας πάλαι,
στέφανον δόξης παρὰ τοῦ Λόγου ἔχεις.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Προεόρτιος. ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν.
Πρὸς μετάρσιον ψυχῆς ὕψος
ἀνάγοντι, τῶν Μαθητῶν ἐκλογήν, ἀκολουθήσωμεν νῦν, Χριστῷ κατοπτεύσοντες ξένα
θεάματα, θαμβηθέντες δέ, σὺν αὐτοῖς ἐκβοήσωμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ῥυπωθεῖσαν ἐκκαθάρας φύσιν
βρότειον, ὕδατί τε καὶ πυρί, ἐν τῇ οἰκείᾳ σαρκί, τὴν ταύτης λαμπρότητα
ὑποδεικνύεις Σωτήρ, τῷ προσώπῳ σου, λάμψας ὑπὲρ τὸν ἥλιον, εἰς μελλούσης δόξης
τύπον.
Συνανέλθωμεν Χριστῷ εἰς
ὄρος ἅγιον, συναναφέροντι, τοὺς Ζεβεδαίου υἱούς, καὶ Πέτρον τὸν πρόκριτον, οὓς
ἐξελέξατο, δόξης μάρτυρας, τῆς ἑαυτοῦ κραυγάζοντας· ὁ Θεὸς εὐλογητὸς εἶ.
Τοῦ Ἁγίου. Θεοῦ συγκατάβασιν.
Ῥημάτων αἱ χάριτες, τῶν προϊόντων ἀπὸ τοῦ στόματος, τοῦ
τιμίου σου Πάτερ, ὑπὲρ σειρήνια μέλη θέλγουσαι, τῶν ἀκουόντων ψυχὰς
κατευφραίνουσι, καὶ λογισμοὺς θολεροὺς ἐξαποπλύνουσιν.
Ὀρθίως τῷ βήματι, ἐστηλωμένος τὰς ὑπὲρ πάντων εὐχάς, τῷ
Δεσπότῃ προσῆγες, εἰρηνικάς τε θυσίας ἔθυες, τὰς ἀναιμάκτους καὶ λαὸν
ἀφήγνιζες, ταῖς μυστικαῖς τελεταῖς καὶ σωτηρίοις σοφέ.
Σαλπίσας ἐκάλεσας, ἐν ὑψηλῷ καὶ θείῳ κηρύγματι, τῆς
ἐλεημοσύνης, πτωχῶν ἀγέλας ὑπὲρ τοὺς μύρμηκας, οὓς διατρέφων ἀφθόνως οὐκ
ἔληγες, τὸν σιτοδότην σαφῶς ὑπερβαλὼν Ἰωσήφ.
Φωνῆς σου ἐπήκουε, καὶ σιωπῶντος ὡς τοῦ Μωσέως ποτέ, ὁ
Δεσπότης τῶν ὅλων, ὅτε τὰς χείρας εἰς προσευχὴν ἐπηρκώς, ἔνθεος ὅλος ἐφαίνου
μετάρσιος, καὶ ἐκδημῶν πρὸς αὐτὸν τῇ ἀνατάσει τοῦ νοῦ.
Θεοτοκίον
Ἡ ὄντως ἀλήθεια, γῆς τῆς
ἁγίας Σου ἐξανέτειλεν, ἀπὸ τοῦ οὐρανοῦ δὲ δικαιοσύνη σαφῶς διέκυψεν, ὁ τῶν
ἁπάντων Θεὸς ὑπεράμωμε, ὁ ἐπὶ γῆς οὐρανόν Σε δείξας ἔμψυχον.
Προεόρτιος. ᾨδὴ η'. Παῖδας εὐαγεῖς
Τὶς μὴ ἐκπλαγῇ παντάναξ
Λόγε, τὴν μεγαλοπρέπειαν, τῆς δόξης σου; ἣν μεταμορφούμενος, ἔδειξας τοῖς
φίλοις σου, ταῖς θεϊκαῖς λαμπρότησι, περιαστράψας αὐτούς, μεθ' ὧν
προεορτάζοντας πίστει, λάμπρυνον φωτί σου, ἡμᾶς τοὺς σὲ ὑμνοῦντας.
Ὕψος οὐρανίου πολιτείας,
καὶ δόξης τῆς ἀϊδίου θείαν ἔλλαμψιν, δώρησαι τοῖς δούλοις σου, νῦν
προεορτάζουσι, τῆς σῆς Μεταμορφώσεως λαμπρὰν πανήγυριν, ἐν ᾗ φῶς ἀπαστράπτων
φαιδρύνεις, τοὺς σὲ ἀνυμνοῦντας, Χριστὸν τὸν φωτοδότην.
Φωτὸς χορηγὸς καὶ φῶς
ὑπάρχων, ἀπρόσιτον καὶ ἀΐδιον προάναρχε, ὁ ἀναβαλλόμενος, φῶς ὥσπερ ἱμάτιον,
φῶς ἐν τῷ κόσμῳ ἔλαμψας, μετὰ σαρκὸς προελθών, καὶ φῶς ἐπὶ τοῦ ὄρους
ἀστράπτεις, δόξης τῆς πατρῴας, δεικνὺς τὸν χαρακτῆρα.
Τοῦ Ἁγίου. Ἑπταπλασίως κάμινον.
Θεοειδὴς γενόμενος, καὶ λαμπρὸς τὴν διάνοιαν, τὰς
ἱεραρχίας τῶν ἀΰλων τάξεων, ἀΰλως κατώπτευσας, καθηγεμόνι τῷ ἱερῷ, Μάρτυρι
Χριστοῦ Διονυσίῳ κατ’ ἴχνος, ἑπόμενος καὶ μέλπων· τῶν Ἀγγέλων οἱ δῆμοι τὸν
Κύριον ὑμνεῖτε, φωνῇ τῇ τρισαγίᾳ.
Ἐπιτιμῶν τοῖς πταίουσι, κατὰ λόγον ἀοίδιμε, κέντρῳ τῆς
μελίσσης φειδομένως ἔπληττες, οὐ ξίφει καὶ δόρατι, ἀλλ’ ὡς πατὴρ φιλόστοργος,
τέκνα τοῦ καλοῦ παρὰ μικρὸν ἐκτραπέντα, παιδεύων ἐνουθέτεις, ἐπιστρέφων
εὐτέχνως, καὶ πάλιν ἐπανάγων εἰς τὸ προσῆκον Πάτερ.
Γήρᾳ καὶ νόσῳ σώματος, καὶ καμάτοις τρυχόμενος, τοῖς ἐξ
ἀρετῆς τῶν ἱερῶν συνάξεων, οὐδόλως ἡμέλησας, ἀλλ’ ἐν αὐταῖς ἑκάστοτε, μάκαρ
παραβάλλων προθυμίας ἐπλήρους, τοὺς ψάλλοντας τῷ Κτίστῃ· Ἱερεῖς εὐλογεῖτε, λαὸς
ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Γενναιοτάτῃ χρώμενος, τῇ ἐνστάσει θεόληπτε, πρὸς τὴν
καινοτόμον τοῦ φρικτοῦ χαρίσματος, κηλίδα ἀνέκπλυτον, ἐν τοῖς ἀγῶσι μέσοις
ἀρθείς, εἰς τὴν μακαρίαν ἐξεδήμησας λῆξιν, λυθέντος τοῦ συνδέσμου, καὶ τοῦ
βάρους ἀσμένως, τῇ γῇ καταλειφθέντος ἐξ ἧς καὶ διεπλάσθη.
Θεοτοκίον
Λόγων ἐμῶν τὰ πίονα, καὶ
πρωτότοκα θρέμματα, ἐστεατωμένα πιμελῇ τῆς πίστεως, ἐκ πόθου προσάγω Σοι,
πενιχρὰν ὁλοκαύτωσιν, εὐεργεσιῶν ἀντὶ πολλῶν καὶ μεγάλων, ὧν πάλαι νηπιόθεν,
παραπήλαυσα Κόρη, ἐκ Σοῦ Θεογεννῆτορ τῆς Κεχαριτωμένης.
Τοῦ Τριῳδίου. Εἱρμὸς ἄλλος. Τὸν Βασιλέα Χριστὸν
Τῆς τοῦ Κυρίου λαμπράς,
Μεταμορφώσεως ἡ παροῦσα ἡμέρα, τῷ κόσμῳ προαυγάσασα, προτρέπεται, βοᾶν· Πάντα
τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῇ διανοίᾳ πιστοί, δεῦτε
ἀπίωμεν πρὸς τὸ ἅγιον ὄρος, ἰδεῖν τὴν Μεταμόρφωσιν, Χριστοῦ τὴν παμφαῆ· πάντας
γὰρ φωτίζει, τοὺς δοξολογοῦντας αὐτὴν εἰς τοὺς αἰῶνας.
Σήμερον τῆς τοῦ Χριστοῦ,
Μεταμορφώσεως καθαρᾷ τῇ καρδίᾳ, προϋπαντὴν ποιήσωμεν, καὶ κράξωμεν αὐτῷ· Πάντα
τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.
Δόξα...
Τὴν ἐν προσώποις τρισί,
μίαν Θεότητα συνθεολογουμένην, Πατέρα Υἱὸν καὶ Πνεῦμα τὸ πανάγιον ὁμοῦ, πάντα
τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Ὢ τεραστίου φρικτοῦ! πῶς
παρθενεύουσα μητράζεις Θεόπαις, τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην τίκτουσα Θεόν, ὃν
πάντα τὰ ἔργα ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
Τὸν Βασιλέα Χριστόν, ὃν
ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ
ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Προεόρτιος. ᾨδὴ θ'. Ἅπας γηγενής.
Χαίρει οὐρανός, ἐκ γῆς
ἀνατέλλοντα νῦν προαισθόμενος, Ἥλιον τὸν ἄδυτον, καὶ θείᾳ δόξῃ ἀμβλῦναι
μέλλοντα ἡλιακὰς φαιδρότητας, γῆ δὲ χορεύει φαιδρῶς, οὐρανίῳ αἴγλῃ καὶ
λαμπρότητι, λαμπομένη καὶ φῶς χρηματίζουσα.
Ψάλλων ὁ Δαυΐδ, τὴν σὴν
Μεταμόρφωσιν προανεφώνησε· Τὶς ὁμοιωθήσεται, σοὶ τῷ Κυρίῳ, λέγων υἱοῖς ἐν Θεοῦ;
σὺ γὰρ ἐνδοξαζόμενος ἐν ταῖς Ἁγίων βουλαῖς, μέγας ὤφθης ἐν τοῖς περικύκλῳ σου,
φοβερὸς ἐν τῇ δόξῃ τῆς θείας μορφῆς.
Ὦ Λόγε Θεοῦ, σοφία καὶ
δύναμις, καὶ χαρακτὴρ τοῦ Πατρός, ὦ Θεὲ νοούμενε, πιστοῖς καὶ ἄνθρωπε
γνωριζόμενε, τῆς σῆς Μεταμορφώσεως ἡμᾶς ἀξίωσον, ἐκτελέσαι, τὴν φαιδρὰν
πανήγυριν, ἐν φωτὶ καλῶν ἔργων ἐκλάμποντας.
Τοῦ Ἁγίου. Ἐξέστη ἐπὶ τούτῳ.
Ὁ μέγας τὴν σοφίαν τὴν καθ’ ἡμᾶς, καὶ τὴν ἔξω ποιμένων ὁ
κράτιστος ὁ ὑψηλός, πράξει τε καὶ λόγῳ περιφανής, ὁ ἱερὸς Εὐθύμιος, ἄνθεσιν ἐπαίνων χρεωστικοῖς, στεφάνοις
ἐγκωμίων τιμάσθω ἐπαξίως, ὡς Ἱεράρχης ἐνθεώτατος.
Μετέχων ἀκηράτου μαρμαρυγῆς, καὶ ἀΰλου φωτὸς
ἐμφορούμενος ὁ τριλαμπές, ἄκτιστον ἐκήρυξας εὐσεβῶς, τοὺς ἐπὶ γῆς τιμῶντάς σε,
ἄνωθεν φωτίζεις ἡλιακῶς, ἰθύνων πρὸς τὸ κρεῖττον τὴν νύκτα διαλύων, τῶν
δυσχερῶν θεομακάριστε.
Ἀξίως εὐφημῆσαί σε ἀτονῶν, τὴν ᾠδὴν κατὰ δύναμιν ἔπλεξα
σὺ δὲ σκοπῶν, τὸ τῆς προαιρέσεως ὑγιές, καὶ τῆς ψυχῆς τὸ πρόθυμον, ἄφθονον
ἀντίδος τὴν ἀμοιβήν, λεαίνων μοι τὴν τρίβον τοῦ βίου καὶ τὰ νέφη, τῶν πειρασμῶν
ἀποκρουόμενος.
Ἰδού σοι νῦν προσπίπτω ἱκετικῶς, ἣν ἐπέθηκας χεῖρά μοι
ἱεροτελεστικήν, ταύτην ἀναπέτασον πρὸς Θεόν, εἰρηνικὴν αἰτούμενος, καὶ
γαληνιῶσάν μοι τὴν ζωήν, συγχώρησιν πταισμάτων καὶ δόξης μετουσίας, τῆς σῆς κἂν
μέγα τὸ ζητούμενον.
Εὐθύμιε τὸ κλέος πατριαρχῶν, ὑπὲρ τέκνων τῶν σῶν καθικέτευε
μετὰ πολλῆς, Θεῷ παριστάμενος τῆς τιμῆς, ὑφαιρεθέντος Ἅγιε, μέσου προκαλύμματος
ὑλικοῦ, ἰδέας τῆς ἀΰλου ἀμέσως ἐκφανείσης, ὡς καθαρῷ σοι ἱερώτατε
Θεοτοκίον
Ἀγγέλων εὐφημοῦσιν αἱ
στρατιαί, πυριμόρφοις ἀΰλοις ἐν χείλεσι τὸ κατά Σε, μυστήριον Κόρη τὸ φοβερόν,
αὐτοῖς καὶ ἀθεώρητον, ἡμεῖς τε συμφώνως οἱ διὰ Σοῦ, σωθέντες ὥσπερ δῶρον τὸν
ὕμνον ἐπαξίως, νέμομέν σοι θεοχαρίτωτε.
Τοῦ Τριῳδίου. Εἱρμὸς ἄλλος. Σὲ τὴν ἀπειρόγαμον
Ταύτην προεισόδιον τὴν
ἡμέραν, τῆς σῆς Κύριε τελοῦντες πανενδόξου, καὶ παμφαοῦς Μεταμορφώσεως, ὕμνοις
σε μεγαλύνομεν.
Τὴν καλὴν ἀλλοίωσιν
ἀλλοιωθέντες, τῇ Χριστοῦ Μεταμορφώσει, εὑρεθῶμεν φωτοφανεῖς, ταῖς εὐπραγίαις
ἡμῶν, ταύτην μεγαλύνοντες.
Προθύροις ἱστάμενοι τῆς
ἐνδόξου, Μεταμορφώσεως Κυρίου, αὐγασθῶμεν πνευματικῶς τὰς διανοίας ἡμῶν, ταύτην
μεγαλύνοντες.
Δόξα...
Σὲ τὴν Τριάδι καὶ Μονάδι,
παντεξουσίαρχον οὐσίαν, τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα Ἅγιον, ὕμνοις
μεγαλύνομεν.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν ὑπεραγίαν Θεοτόκον,
τὴν ἀνωτέραν τῶν ἄνω τάξεων, μόνη Ἁγνή, καὶ πάσης κτίσεως, ὕμνοις μεγαλύνομεν.
Ὁ Εἱρμὸς
Σὲ τὴν ἀπειρόγαμον
Θεοτόκον, τὴν οὐράνιον παστάδα, τὴν τεκοῦσαν τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, ἐν
ὕμνοις μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Προεόρτιον
Οἱ δόξης ἐφιέμενοι, ὁλικῶς
τῆς ἐνθέου, τὸ νέφος διακόψωμεν, τοῦ γεώδους σαρκίου, μετάρσιοι πρὸς τὸ ὄρος,
τὸ Θαβὼρ ἀνελθόντες, καὶ Μωϋσεῖ Ἠλίᾳ τε, Μαθητῶν τοῖς πρωτάρχαις συμμετασχεῖν,
θεϊκῆς ἐλλάμψεως ἀπροσίτου, ἀξιωθῆναι σπεύσωμεν, φῶς φωτὶ προσλαβόντες.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς ἑορτῆς. Ἦχος α'. Τῶν
οὐρανίων ταγμάτων
Τῆς παναγίας ἐνδόξου
Μεταμορφώσεως, προϋπαντὴν ποιοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, Χριστὸν δοξολογοῦμεν τὸν
τὴν ἡμῶν, τῷ πυρὶ τῆς Θεότητος, ἀναμορφώσαντα φύσιν, καὶ ὡς τὸ πρίν, ἀφθαρσίαν
ἀπαστράψαντα.
Στίχ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη
κατεφίλησαν.
Ἐπὶ τὸ ἅγιον ὄρος δεῦτε
ἀπίωμεν, καὶ τὴν παμφαεστάτην, Μεταμόρφωσιν πίστει, κατίδωμεν Κυρίου, τοῦτον
πιστῶς, προσκυνοῦντες καὶ λέγοντες· Σὺ εἶ Θεὸς ἡμῶν μόνος, ὁ σαρκωθείς, καὶ
θεώσας τὸ ἀνθρώπινον.
Στίχ. Κύριε,
ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται.
Αὕτη ἐστὶν ἡ ἡμέρα, ἡ
προεόρτιος, μεθ' ἣν μεταμορφοῦται, ὁ Χριστὸς συμπαρόντων, Μωσέως καὶ Ἠλία, καὶ
τῶν αὐτοῦ Μαθητῶν ἐν τῷ ὄρει Θαβώρ, φωνῆς δὲ θείας λαλούσης· Οὗτός ἐστιν,
ἀληθῶς ὁ ἐκλεκτός μου Υἱός.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Νόμου καὶ Προφητῶν σε
Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ
θεόπτης, καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς
Μεταμορφώσεώς σου, μεθ’ ὧν καὶ ἡμᾶς τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σὲ
εἰς τοὺς αἰῶνας.
Καὶ Ἀπόλυσις
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου