ΑΥΓΟΥΣΤΟΣ ΙΣΤ΄!!
ΣΤΑΜΑΤΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΒΟΛΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς. Ἦχος β'. Ποίοις εὐφημιῶν.
Ποίοις
οἱ γηγενεῖς ὄμμασιν ἐποψόμεθά σου τὴν εἰκόνα; ἣν τὰ τῶν Ἀγγέλων στρατεύματα,
βλέπειν ἀδεῶς, οὐ δεδύνηνται, θεϊκῷ φωτὶ ἀστραπτομένην· ἀπαίρει γάρ ἀπὸ γῆς
ἀπίστων σήμερον, καὶ πόλιν πρὸς Βασιλίδα καὶ λαὸν εὐσεβῆ, ἐπιδημεῖ θείᾳ νεύσει,
ἧς περ τῇ εἰσόδῳ, ἐπευφραίνονται Βασιλεῖς, προσπίπτοντες ταύτῃ, μετὰ φόβου
Χριστὲ καὶ πίστεως.
Ποίαις
οἱ χοϊκοὶ ψαύσομεν, τῆς Εἰκόνος σου Λόγε παλάμαις; οἱ ῥερυπωμένοι τοῖς πταίσμασι,
τοῦ ἀναμαρτήτου Θεοῦ ἡμῶν; οἱ ἐν μολυσμοῖς, τοῦ ἀπροσίτου; Καλύπτει τὰ Χερουβὶμ
τὰς ὄψεις τρέμοντα, οὐ φέρει τὰ Σεραφὶμ ὁρᾶν τὴν δόξαν σου, φόβῳ δουλεύει σοι
κτίσις. Μὴ οὖν κατακρίνῃς ἀναξίως σου τὴν μορφήν, Χριστὲ τὴν φρικτήν,
ἀσπαζομένους ἡμᾶς ἐκ πίστεως.
Πάλιν
Δεσποτικῆς πάρεστι, πανηγύρεως θεία ἡμέρα· ὁ γὰρ ἐν ὑψίστοις καθήμενος, νῦν ἡμᾶς
σαφῶς ἐπεσκέψατο, διὰ τῆς σεπτῆς αὐτοῦ Εἰκόνος, ὁ ἄνω τοῖς Χερουβίμ ὢν
ἀθεώρητος, ὁρᾶται διὰ γραφῆς οἷς περ ὡμοίωται. Πατρὸς ἀχράντῳ δακτύλῳ,
μορφωθεὶς ἀῤῥήτως, καθ' ὁμοίωσιν τὴν αὐτοῦ· ἣν πίστει καὶ πόθῳ, προσκυνοῦντες
ἁγιαζόμεθα.
Καὶ
γ’ τοῦ Ἁγίου. Ὅμοια.
Ποίοις,
εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν Σταμάτιον τὸν μέγαν, τὸν τῆς εὐσεβείας
ὑπέρμαχον, καὶ τῆς ἀσεβείας ἀντίπαλον, τὸν ἐν παῤῥησίᾳ ἀπτοήτῳ, τὴν πλάνην, τῶν
ἐκ τῆς Ἄγαρ στηλιτεύσαντα, τὴν πίστιν, ἡμῶν τὴν θείαν ἀνυψώσαντα, καὶ ὑπὲρ
αὐτῆς σφαγιασθέντα, καὶ δὴ προσαχθέντα ὥσπερ σφάγιον λογικόν, Χριστῷ τῷ Θεῷ
ἡμῶν, τῷ ἔχοντι τὸ μέγα ἔλεος.
Ποίοις,
ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν τὸν θεῖον Σταμάτιον, τὸν Χριστοῦ ὁπλίτην
στεῤῥότατον, καὶ Ἁγίου Γεωργίου τὸ βλάστημα, τὸ τῶν νεοάθλων μέγα κλέος, τὸ
πάντων, τῶν εὐσεβούντων ἀγαλλίαμα, καὶ λύπην, τῶν ἀσεβούντων ἀθεράπευτον, τὸν
θαυμασίοις ποικίλοις, δοξασθέντα παρὰ Θεοῦ, Ὃν ἐκήρυξε λαμπρῶς, καὶ ἀθλῶν
ἐδόξασε, τὸν ὄντως ὑπερένδοξον.
Δεῦτε,
τῶν πιστῶν ἡ ὁμήγυρις, δεῦτε συγκροτήσωμεν χορείαν, ἡλικία πᾶσα συνδράμωμεν,
νέοι σὺν πρεσβύταις συνέλθωμεν, καὶ δοξάσωμεν ἐν θείοις ὕμνοις, τὸν Σταμάτιον,
Νεομαρτύρων τὸ ἀγλάϊσμα, τῶν πάλαι, ἐναθλησάντων τὸν ἰσότιμον, τὸν τοῦ ἐχθροῦ
καθαιρέτην, τὸν σοφὸν τῆς πλάνης, τὸν ἐξ Ἄγαρ στηλιτευτήν, καὶ τῆς ἀκραιφνοῦς
ἡμῶν εὐσεβείας, θεῖον κήρυκα.
Δόξα.
Ἦχος πλ. β΄.
Τὴν
τῶν Μαρτύρων καλλονή, καὶ ἱερὰν προσθήκην, Ἁγίου Γεωργίου τὸ θεῖον βλάστημα,
καὶ Ὀρθοδόξων προστάτην, ἐν ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν πιστοί· χαίροις, αὐτῷ
ἀναβοῶντες, στρατιῶτα τοῦ οὐρανίου Βασιλέως, ὁ κατ’ ἐχθρῶν αἰσθητῶν καὶ νοητῶν,
νίκης ἀράμενος τρόπαια λαμπρά· χαίροις, ὁ τὸν Χριστὸν δοξάσας θεοπρεπῶς, καὶ
τὸν τῆς κρατούσης πλάνης ὑφηγητὴν καταισχύνας, τῇ θεοσεβείᾳ τῶν λόγων σου·
χαίροις, ὁ στεῤῥὸς Ἀθλητής, καὶ γενναῖος τῆς εὐσεβείας ἀγωνιστής, Σταμάτιε
παναοίδιμε, ὁ τὴν ἀσύγκριτον ἀγάπην, πρὸς Χριστὸν ἐνδειξάμενος· Ὃν καθικέτευε
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορτάσωμεν·
σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος, καὶ
πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς συγκαλοῦσι τοῦ βοᾶν ἀσιγήτῳ φωνῇ· Χαῖρε, ἡ
μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα· Χαίροις ἡ τῶν Μαθητῶν
τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα· Χαίροις ἡ ἐλπὶς καὶ προστασία
ἡμῶν· Σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μακαρίζομεν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ὡς
μέγας, ὡς πολύς σου ὁ πόθος, Σταμάτιε πανθαύμαστε, τὸ σὸν αἷμα διεκχέεται ὑπὲρ
Χριστοῦ· δι’ ὃ τοῦ πόθου τυχεῖν ἐφιέμενος, πρὸς τοὺς μαρτυρικοὺς ἀγῶνας
ηὐτομόλησας, οὓς ἀνδρικῶς διανύσας ἔνδοξε, καὶ τὴν κάραν ἐκτμηθείς, ἔστης νῦν
τοῦ πόθου, ἀπολαβὼν τὸν σὸν ἔρωτα, ᾧ πρεσβεύων μὴ διαλείπῃς, ὑπὲρ τῶν πίστει
καὶ πόθῳ τελούντων τὴν μνήμην σου.
Ὁ
αὐτός.
Ὡς
θῦμα καθαρόν, καὶ ἄμωμον ὁλοκάρπημα, τῷ Θεῷ τῶν ὅλων, προσηνέχθης Μάρτυς
Σταμάτιε· δι’ ὃ παῤῥησίαν ἔχων πρὸς Αὐτόν, ἵλεον ἡμῖν τοῖς ὑμνηταῖς σου
ἀπεργάσας, ταῖς αὐτοῦ εὐπροσδέκτοις δεήσεσι,
Ἦχος
δ΄.
Ὅτε
ἐξεδήμησες πρὸς τὸν σὸν ποθούμενον Χριστὸν τὸν Θεόν, Νεομάρτυς Σταμάτιε, τότε
οἱ θεῖοι νόες, τὴν ἱεράν σου ψυχὴν ἀναλαβόντες, ἐν ταῖς τῶν Μαρτύρων κατέταξον
σκηναῖς, ὧν τὸν ζῆλον ἐκτήσω, καὶ τοὺς ἀγῶνας διήνυσας· ὃν δυσώπει σὺν αὐτοῖς,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἦχος β΄.
Πεποιθὼς
ἐπὶ τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ, ἀνδρειοφρόνως ἔστης πρὸ τῶν ἀνόμων
δικαστῶν, καὶ τὸν Χριστὸν Θεὸν εἶναι τοῦ σύμπαντος ἀνεκήρυξε, βασάνους ἤνεγκας,
καὶ τέθνηκας χαίρων τῷ πνεύματι· δι’ ὃ παῤῥησίαν ἔχων πρὸς ὃν ἐπόθησας,
πρέσβευε ὑπὲρ ἡμῶν, Ἀθλητὰ Σταμάτιε
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα,
καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας
δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται
ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα
ἔλεος.
Εἰς
τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν
οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, καὶ τῷ Χριστῷ συνεῖναι, μετ’ ἁγίων Ἀγγέλων,
παντοίας τὰς βασάνους ὑπέστης στεῤῥός, καὶ τυράννων ὠμότητα, καὶ μαρτυρήσας
γενναίως ὑπὲρ Χριστοῦ, συνευφραίνει τοῖς Μαρτύρων χοροῖς.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Μαρμαρυγαῖς
ἀκράτοις καταστραπτόμενος, τοῦ νοητοῦ Ἡλίου, ὦ Σταμάτιε Μάρτυς· ὁλόφωτος
ἐδείχθης ὅλος θεῷ, κατὰ χάριν πανένδοξε· δι’ ὃ Χριστῷ συνυπάρχων ἐν οὐρανοῖς,
ὑπὲρ κόσμου παντὸς πρέσβευε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τίς
οὖν ἀξίως ἄθλους ἐκδιηγήσεται, Σταμάτιε τρισμάκαρ, οὓς ἀνέτλης γενναίως, ἅπασαν
ἰδέαν τιμωριῶν, ἀπελέγξας ἀνίσχυρον, πρὸς τὸν ἑνόντα σοι πόθον ὑπὲρ Χριστοῦ,
τοῦ σὲ νῦν ἀντιδοξάσαντος.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
ἐξέλαμψεν ὡς ἀστὴρ νεοφανής, ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι, τοῦ Νεομάρτυρος
Σταματίου ἡ σεβάσμιος πανήγυρις, τῶν φιλεόρτων τὰ συστήματα καταυγάζουσα· δεῦτε
οὖν πνευματικῶς προσείπωμεν λέγοντες· χαίροις, ὁ ἐν ἐσχάτοις καιροῖς ὑπὲρ
Χριστοῦ μαρτυρήσας στεῤῥότατα· χαίροις, τῆς εὐσεβοῦς πίστεως ἡ ἀνύψωσις, καὶ
τῆς πλάνης τῶν Ἀγαρηνῶν ἡ κατάπτωσις· χαίροις, τῶν Ὀρθοδόξων ἁπάντων τὸ
ἀγαλλίαμα, καὶ Ἁγίου Γεωργίου τὸ ἐξαίρετον καύχημα· καὶ νῦν ἐν οὐρανοῖς τῷ
θρόνῳ τοῦ Δεσπότου Χριστοῦ παριστάμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς
Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους
παρέστησαν τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ
Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος
μετὰ σοῦ. Μεθ' ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἁγίου Γεωργίου
τὸν γόνον Μαγνησίας τὸ καύχημα, καὶ Νεομαρτύρων τὸ κλέος, Σταμάτιον τιμήσωμεν,
ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τὴν μνήμην ἐκτελοῦντες τὴν αὐτοῦ, ἵνα λάβωμεν
πλουσίαν τὴν ἀμοιβήν, παρὰ Θεοῦ κραυγάζοντες· Δόξα τῷ Σὲ δοξάσαντι Χριστῷ,
αἶνος τῷ σὲ μεγαλύναντι, κλέος τῷ σὲ ἀναδείξαντι λαμπρῶς, τύπον τῆς ἁγιότητος
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον
οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ
ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Βασάνων
ἀλγεινῶν, ἀνδρικῶς ὑπομείνας, τὴν ἄπονον ζωήν, ἐκομίσω παμμάκαρ, Σταμάτιε
ἔνδοξε, Ἀθλητῶν ἐγκαλλώπισμα· ὅθεν σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἑορτάζουσα,
τὴν σὴν πανίερον μνήμην, ἐνθέως ἀγάλλεται.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ
κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν,
καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει
ἑορτάζομεν.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Σταματίου
τοὺς πόνους ἀνευφημήσωμεν, ἱερῶς ἀθροισθέντες ἐν τῷ πανσέπτῳ ναῷ, τοῦ Ἀθλοφόρου
ψαλμικῶς ὦ φιλέορτοι, μακαρίσωμεν πιστῶς, καὶ ἐκβοήσωμεν αὐτῷ· ὁπλῖτα τῆς
εὐσεβείας, μὴ διαλείπῃς πρεσβεύων, ἡμῖν δοθῆναι εἰρήνην καὶ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῶν Ἀγγέλων τὰ πλήθη δοξολογοῦσί σε, τῶν ἀνθρώπων τὸ γένος πιστῶς
ὑμνοῦμέν σε, ὅτι μετέστης ἀπὸ γῆς πρὸς οὐράνια, καὶ πρεσβεύεις ἐκτενῶς, τῷ Υἱῷ
σου καὶ Θεῷ, ῥυσθῆναι ἐκ τῶν κινδύνων, τοὺς πίστει ἀνευφημοῦντας, τὴν σὴν
Παρθένε Μετάστασιν.
Μετὰ
τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν
αἱμάτων τὴν χύσιν καὶ τὴν τομήν, τῆς ἰδίας σου κάρας ὦ Ἀθλητά, Κυρίῳ
προσήγαγες, ὠς συνάλλαγμα πρόσφορον· ἀντ’ αὐτῶν δὲ ἀπήλειφας θαυμάτων καὶ ζωὴν
τὴν αἰώνιον, τῇ Τριάδι ἱστάμενος· ὅθεν καὶ ὑπῆρξας, ἐν ἐσχάτοις τοῖς χρόνοις,
ἀγλάϊσμα ἔνθεον, καὶ πιστοῖς παραμύθιον, Νεομάρτυς Σταμάτιε, πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην
σου.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν
νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων
Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς
ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε. Πρέσβευε
τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν
πίστει, τὴν θείαν σου Κοίμησιν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς
φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, εἰς Ἱεράρχην.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. δ΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Σήμερον,
ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτίσι, καὶ ἡ τοῦ Χριστοῦ
Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Σταμάτιε βοᾷ σοι· θεράπων Χριστοῦ, καὶ
προστάτα θερμότατε, μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν πρεσβεύων πρὸς Κύριον.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Παράσχου
μοι Κύριε, τοῦ Παναγίου Σου Πνεύματος, σταγόνα χαρίσματος, λόγον τοῦ μέλψαιμε,
τὸν παλαίσαντα, καὶ ἆθλα τοῦ γενναίου, Σταματίου ὃν Σὺ ἐδόξασας.
ᾈσμάτων
τὴν σάλπιγγα, ᾀσματικῶς ἀναλάβωμεν, κροτοῦντες ἐν ᾄσμασι, τὴν ἱερὰν τελετήν,
τοῦ τρισμάκαρος, νεοάθλου γενναίου· ὅθεν σήμερον στέφοντες.
Νοός
μου τὴν ζόφωσιν, αὔγασον θείαις πρεσβείαις σου, νεόαθλε ἔνδοξε, τοῦ ἀνυμνῆσαί
σου, τὰ παλαίσματα, στεῤῥὲ Σταμάτιε, καὶ τὰ ὑπὲρ πίστεως, ἀνδραγαθήματα.
Θεοτοκίον.
Λυχνία
χρυσήλατος, ἐδείχθης μόνη πανάμωμε, ἑπτὰ λύχνους ἔχουσα, χάριτας Πνεύματος, καὶ
λαμπάδων Χριστὸν φέρουσα μέσον, καὶ ἓξ καλαμίσκους δέ, τὴν τελειότητα.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἐξέλαμψε
σήμερον ἡμέρα, θαυμάτων ἀστράπτουσα βολάς, ὥσπερ αἰθὴρ κατάστερος, τοὺς ἱεροὺς
ἀγώνας σου, Σταμάτιε ἔνδοξε, τοὺς σὲ ὑμνοῦντας αὐγάζουσα.
Ἐξέπληξας
Μάρτυς τοὺς τυράννους, κηρύξας τὴν δύναμιν Χριστοῦ, καὶ τὴν αὐτῶν ἀσέβειαν,
ἐλέγξας τρανώτατα· ὅθεν τὴν θείαν σου μνήμην, χαρμοσύνως γεραίρομεν.
Ἐδόθης
Σταμάτιε δῶρον τῷ ὄντι τρισόλβιον, ἐν τῇ πατρίδι σου· δι’ ὃ τὸ χαῖρε βοᾷ σοι
ἀπολαμβάνουσα, σὲ τὸν μέγαν ἀεὶ προστάτην, καὶ ἐν ἐσχάτοις Νεομάρτυρα.
Θεοτοκίον.
Ἀσπόρως
συνέλαβες Παρθένε, ἀκόπως ἐβάστασας ἁγνή, ἀφθόρως δὲ ἐγέννησας, τὸν ὑπερούσιον,
ὦ τέρατα παράδοξα, τίς νους βροτῶν οὐκ ἐξίσταται;
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐξ
οἰκείων αἱμάτων ὁ Ἀθλητής, ἑαυτῷ πορφυρίδα βάψαι καλῶς, ὡραῖος τοῖς μίγμασι, τῷ
Χριστῷ προσενήνεκται, τρισηλίου δόξης φωτὶ λαμπρυνόμενος, καὶ ἡμᾶς φωτίζων
αὐτὸν μακαρίζοντες· ὅθεν τὴν φωσφόρον, καὶ σεπτὴν αὐτοῦ μνήμην, τελοῦντες
λαμβάνομεν, ἰαμάτων χαρίσματα, ᾧ ἐν πίστει βοήσωμεν, Ἀθλοφόρε Σταμάτιε· πρέσβευε
Χριστῷ τῷ Θεῷ, ὑπὲρ πάντων τῶν πόθῳ τελούντων, τὴν φωσφόρον καὶ εὔσημον μνήμην
σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν
νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων
Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς
ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε. Πρέσβευε
τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν
πίστει, τὴν θείαν σου Κοίμησιν.
ᾨδὴ
δ΄. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.
Μνήμη
σου ἡ εὔσημος πάντας ἡμᾶς, συνεκάλεσε Μάρτυς σήμερον, τοῦ εὐφημῆσαί σου, τοὺς
ἀγῶνας τοὺς σεπτούς, καὶ τὰς ἀνδραγαθίας, ἃς ὑπὲρ τῆς πίστεως ἥνυσας.
Οὕτως
τῆς Τριάδος πιστὸς γεωργός, Μάρτυς ἐχρημάτισας ἄριστος, καὶ γὰρ προθύμως, τὴν
σὴν ψυχὴν ὑπὲρ αὐτῆς, Σταμάτιε ἔθυσας, καὶ πολύχουν στάχυν ἐθέρισας.
Ἄνω
τῆς θεϊκῆς λαμπρότητος κατηξιώθης, Ἀθλοφόρε Σταμάτιε, διαφυλάττων ἀτρώτους,
τοὺς ἐπιτελοῦντας τὴν μνήμην σου, καὶ πόθῳ προσκυνοῦντας, τὴν σεβάσμιον εἰκόνα
σου.
Θεοτοκίον.
Σὺ
Παρθένε μόνη κλῆσιν, Θεοτόκου ἐπλούτισας, ὥσπερ ὁ Υἱός Σου, τὸ Ἰεχωβᾶ
τετραγράμματον, τὸ ἀκοινώνητον κτίσει φρικτὸν ὄνομα· καὶ γὰρ τέτοκας, Θεὸν
κυρίως πανάχραντε.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νικήσας
τοὺς ἄφρονας, ἐν πίστει τῇ γεννήσει σου, Μάρτυς ἐν σταδίῳ τὸν Σωτήρα, στεῤῥῶς
κηρύξας καὶ πρὸς εὐσέβειαν, πολλοὺς ἐστερέωσας σοφέ· ὅθεν τελοῦμέν σου, τὴν
σεπτὴν μνήμην σήμεορν.
Ἄνω
ὑπερύψωσας πάντα νοῦν, σὺ Νεομάρτυς πανθαύμαστε· δι’ ὃ οὐδέν σε, τῆς ἀγάπης τοῦ
Χριστοῦ, τῆς θείας ἀπεχώρισεν, οὐ πληγαὶ οὐκ ἄλλη τις βάσανος.
Σάλπιγξ
οὐράνιος ἀνεδείχθη, ἡ εὔλαλος γλῶσσά σου ἀνακηρύττουσα, ἐν μέσῳ συνεδρίῳ
ἀνόμων, Χριστὸν τὸν Θεὸν Σταμάτιε, καὶ ἀσεβῶν τὴν πλάνην αὐτὼν ἐλέγχουσα.
Θεοτοκίον.
Ἡ
Τριὰς οὐκ ἔλαβε προσθήκην ὅλως πάναγνε, μετὰ τὸ φρικώδη τοκετόν Σου, ὁ γὰρ Υἱός
Σου διέμεινε, καὶ μετὰ τὴν σάρκωσιν Θεοῦ, ἐν δυσὶ ταῖς φύσεσι, μίαν φέρων
ὑπόστασιν.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Νοῆσαι
νοῦς οὐδὲ δύναται, καὶ γλῶσσα ἐξειπεῖν ἣν ἀπείληφας, δόξαν ἀοίδιμε,
συγκληρονόμος γὰρ γέγονας, Χριστοῦ καὶ κληρονόμος, Θεοῦ ὡς γέγραπται.
Λαμπρὸς
ὑπάρχων ὁ βίος σου, λαμπρά σου ἡ ἄθλησις γέγονε, λαμπρὰ ἐστὶ καὶ ἡ μνήμη σου,
Νεομάρτυς Σταμάτιε· δι’ ὃ καὶ ἡμεῖς ταύτην λαμπρῶς γεραίρομεν.
Γλυκύ
μου πρᾶγμα καὶ ὄνομα, ὑπάρχεις ὦ Σταμάτιε ἔνδοξε, γλώσσης ἐντρύφημα, τερπνὸν
καρδίας μελέτημα, καὶ τοῦ νοός μου ἥδιστον ἀγαλλίαμα.
Θεοτοκίον.
Τοῦ
πάντα κόσμον νοήσαντος, τὸν μέγαν ἐν καιρῷ κόσμῳ ἅπαντες, ἀνευφημήσωμεν, τὴν
Θεοτόκον ἐν ᾄσμασιν, τὸν θαυμαστὸν ἐν πόλει καὶ γῇ τεράστιον.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τὴν λαμπράν σου
ἄθλησιν, πανευφημοῦμεν ἐκ πόθου, ἐν ᾠδαῖς καὶ ἄσμασιν, Μεγαλομάρτυς Κυρίου,
ἤλεγξας, καὶ γὰρ τὴν πλάνην τῶν ἐκ τῆς Ἄγαρ, ἔστησας, Σταμάτιε γενναῖε τρόπαια νίκης, κατ’ ἐχθρῶν τῶν ἀοράτων, δι’ ὃ
ἐστέφθης ἀξίως παρὰ Χριστοῦ.
Ὁ
Οἶκος.
Σοῦ
τὴν πυρφόραν καὶ πυρίκαυστον γλῶσσαν,, καλλίνικε τοῦ Χριστοῦ Ἀθλητά, τὴν ὡς
μάχαιραν τῷ πυρὶ στομωθεῖσαν, καὶ ὡς θιγάνῃ τῇ τοῦ Ἁγίου Πνεύματος χάριτι
τεθιγμένην ἀφθεῖσαν, καὶ τὰς τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν φάλαγγας διατεμοῦσαν
τῆς σῆς φημὶ γλώττης, ἔδει τὴν χάριν παρεῖναί μοι, ἵνα μὴ τὸ λαμπρὸν τῶν σῶν
ἀμαυρώσω ἀγώνων, καὶ τὸ μεγαλεῖον τῶν σῶν μειώσω ἀριστειῶν, ἀλλὰ κατ’ ἀξίαν
παραστήσω, τῆς σῆς ψυχῆς τὸ ἔντονόν τε καὶ ἀνένδοτον ἐν τοῖς δριμυτάτοις
βασάνοις· ἀλλ’ ἐπὶ οὐκ ἔδει ταύτην δοθῆναι τῇ ἐμῇ ἀναξιότητι, τοῦτό σοι μόνον
μεθ’ ἱερᾶς εὐλαβείας καὶ πόθῳ ἀναβοῶ· χαῖρε, ἔνδοξε Μάρτυς, ὁ στεφθεὶς ἀξίως
παρὰ Χριστοῦ.
Συναξάριον.
Τῇ ΙΣΤ΄ Αὐγούστου, ὁ Ἅγιος Νεομάρτυς Σταμάτιος, ὁ ἐκ Βόλου καὶ ἐν Κωνσταντινουπόλει
μαρτυρήσας ἐν ἔτει 1680 ξίφει τελειοῦται.
Ὁ
Σταμάτιος εὗρε τῶν κάτω στάσιν,
ἀεικίνητον δ’ εὗρε τῶν ἄνω δρόμον.
ἀεικίνητον δ’ εὗρε τῶν ἄνω δρόμον.
Οὗτος ὁ εὐλογημένος
Σταμάτιος ἦτο ἀπὸ ἕν χωρίον τοῦ Βόλου, λεγόμενον Ἅγιος Γεώργιος, τῆς ἐπαρχίας
Δημητριάδος. Συνέβη δὲ κατ’ ἐκεῖνον τὸν καιρόν, καὶ ἤλθεν εἰς τὴν χώραν του ἀπὸ
τὴν βασιλείαν ἕνας Ἀγᾶς, διὰ νὰ συνάξῃ τὰ βασιλικὰ δοσίματα, ἤτοι τοὺς φόρους,
ὁ ὁποῖος ἔκαμνε πολλὰς ἀδικίας, καὶ καταδυνάστευε τοὺς χριστιανούς, ὡς τὸν
παλαιὸν καιρὸν ὁ Φαραὼ τὸ γένος τῶν Ἑβραίων εἰς τὴν Αἴγυπτον καὶ ἦτο τὸ κακὸν
ὑπὲρ τὴν δύναμίν των, ὅθεν μὴ δυνάμενοι νὰ δώσουν οἱ χριστιανοί, ὑπῆγαν εἰς τὴν
Κωνσταντινούπολιν, θαῤῥοῦντες νὰ εὕρουν κρίσιν, καὶ δικαιοσύνην. Παρουσιάσθησαν
λοιπὸν καὶ εἰςτὴν Ὑψηλὴ Πύλην ἐνώπιον τοῦ Βεζίρου τοῦ ἐπιτρόπου τοῦ Βασιλέως,
καὶ ἔκλαιον τὴν ἀδικίαν των. Ὁ δὲ ὡς ἤκουσε, θέλων νὰ κάμῃ χάριν εἰς τὸν
ἀδικητὴν ἐκεῖνον Ἀγᾶν (ἐπειδὴ καὶ ἦτο φίλος του) ἐπρόσταξε νὰ τοὺς διώξουν.
Δέροντες λοιπὸν τοὺς χριστιανοὺς καὶ σπρώχνοντες αὐτοὺς οἱ ἄνθρωποί του, τοὺς
ἔβγαλαν ἔξω, ἀπὸ τοὺς ὁποίους ἦτον εἷς καὶ ὁ μακάριος οὗτος Σταμάτιος. Τινὲς δὲ
Ἀγαρηνοὶ φίλοι τοῦ ἀδικητοῦ ἐκείνου, ἰδόντες αὐτὸν ὅπου ἐφώναζε διὰ τὸν
ἀδικητήν, περισσότερον ἀπὸ τοὺς ἄλλους, τὸν ἐπῆραν καὶ τὸν ὑπῆγαν εἰς τὸν
Βεζίριν, λέγοντες, ὅτι αὐτὸς ἔγινε Τοῦρκος, καὶ τώρα εἰναι χριστιανός,
καταμαρτυρούντες οἱ κατάρατοι, καὶ συκοφατοῦντες τὸν μάρτυρα. Ὁ δὲ Μάρτυς
ἠρνεῖτο λέγων, ὅτι οὐδὲν τοιοῦτον ἐποίησε. Τὸν ἔπεμψε λοιπὸν ὁ Βεζίρης εἰς τὸν
Κριτὴν ὅπου κρίνει τὰς τοιαύτας ὑποθέσεις. Ὅθεν ἠρώτησεν αὐτὸν ὁ Κριτὴς, ἄν
ἀληθῶς ἔγινε Τοῦρκος. Ὁ δὲ Μάρτυς πάλιν ἠρνεῖτο, ὅτι ἀδίκως τὸν συκοφαντοῦν.
Ἐγὼ λέγει τοιοῦτον πράγμα δὲν ἔκανα, ἀλλὰ οὐδὲ ἦλθε ποτὲ εἰς τὸν νοῦν μου
τοιοῦτος λογισμός. Ὁ Κριτὴς τοῦ λέγει, καὶ ἄν δὲν ἔγινες γένου τώρα, καὶ ἔλα
εἰς τὴν ἰδικήν μας πίστιν. Ὁ δὲ Μάρτυς γεγωνυίᾳ τῇ φωνῇ ἀνέκραξε, μή μοι
γένοιτο νὰ ἔλθω εἰς τόσην ἀγνωσίαν, ὦ Κριτα! Καὶ νὰ ἀρνηθῶ τὸν Χριστόν μου·
κάλλιον μοι εἶναι νὰ ἀποθάνων, καὶ νὰ εἶμαι μὲ τὸν Χριστόν μου, πάρεξ νὰ ζῶ εἰς
τοῦτον τὸν κόσμον μὲ μυρίας ἀναπαύσεις, καὶ δόξας βιωτικάς. Ὁ δὲ Κριτής, ἰδῶν
τὸ στεῤῥὸν τοῦ Μάρτυρος, τὸν ἔπεμψε κατεπειγόντως εἰς τὸν Βεζίρην, καὶ τοῦ
ἐμήνυσε τὴν πολλὴν σταθερότητα ὅπου ἔχει εἰς τὴν πίστιν τοῦ Χριστοῦ. Ὁ δὲ
Βεζίρης ἔπασχε μὲ πολλοὺς τρόπους, καὶ κολακείας, ἴσως νὰ τὸν μεταστρέψῃ ἀπὸ
τὴν πίστιν τοῦ Χριστοῦ, καὶ τοῦ ἔλεγε· ἄν γένῃς Τοῦρκος θὰ σὲ κάμω πρῶτον τοῦ
παλατίου μου, καὶ θὰ σοῦ δώσω πλοῦτον πολύν, καὶ δόξαν καὶ τιμήν. Ὁ δὲ Μάρτυς
λαμπρᾷ τῇ φωνῇ ἐνόησεν· Ἐγώ, πλοῦτον, καὶ δόξαν, καὶ τιμὴν ἔχω τὸν Χριστόν μου,
ὅστις μοῦ ἔχει κατοικίαν ἐπάνω εἰς τοὺς οὐρανούς, δόξαν ἀμάραντον, καὶ ζωὴν
αἰώνιον· αἱ δὲ ἰδικαί σου τιμαὶ καὶ δόξαι, εἶναι φθαρταί, καὶ μάταιαι, καὶ
ταχέως ἀπολοῦνται ὁμοῦ μὲ ἐκείνους ὅπου τὰς ζητοῦν. Ταῦτα ἀκούσας ὁ Βεζίρης,
τὸν ἔπεμψεν εἰς τὴν φυλακήν, καὶ ἐπρόσταξε νὰ τὸν τιμωροῦν, καὶ μεθ’ ἡμέρας
τινὰς τὸν ἔβγαλαν ἀπὸ τὴν φυλακήν, καὶ τὸν ἔστησαν ἔμπροσθεν τοῦ βήματός του,
καὶ ὑπέσχετο πάλιν τὰ αὐτά. Καὶ ἰδών, ὅτι δὲν πείθεται εἰς τὸ θέλημά του, τὸν
ἠπείλησεν, ὅτι θὰ τοῦ κάμῃ μεγάλας, καὶ φρικτὰς τιμωρίας. Ὁ δὲ Μάρτυς ὡς
παιγνία ταῦτα λογιζόμενος ἔλεγεν· ἄν καὶ μυρίους θανάτους μοὶ δώσῃς ἐγὼ τὸν
Χριστόν μου δὲν ἀρνοῦμαι, ἀλλ’ εἶμαι ἔτοιμος νὰ βασανίζωμαι διὰ τὸ ὄνομά του,
εἰς ὅλην μου τὴν ζωήν. Ταῦτα ἀκούσας ὁ Βεζίρης, καὶ ὁργῆς μεγάλης ἐμπλησθείς,
τῷ παρέδωκε τῷ ἐπάρχῳ νὰ τὸν ἀποκεφαλίσῃ. Ὅστις, λαβὼν τὸν μακάριον τοῦτον
Σταμάτιον καὶ φέρων αὐτὸν ἔμπροσθεν τοῦ βασιλικοὺ παλατίου, εἰς τὴν Ἁγίαν
Σοφίαν, ἀπέτεμε τὴν ἁγίαν αὐτοῦ κεφαλήν. Καὶ οὕτως ἠξιώθη ὁ μακάριος νὰ
συμβασιλεύῃ μὲ τὸν Χριστόν, δι’ ὅν καὶ ἐτιμήθη· οὗ ταῖς πρεσβείαις τύχοιμεν
ἅπαντες τῶν οὐρανίων ἀγαθῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
γίνεται τῆς καὶ μετὰ οἰκτιρμῶν ἐπενεχθείσης ἡμῖν ἐν
τοῖς καιροῖς ἐκείνοις φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, οὗ παρ' ἐλπίδα ἐλυτρώσατο
ἡμᾶς ὁ φιλάνθρωπος Θεός.
Στῆσον
φόβῳ σῷ ἡμῶν τὰς διανοίας,
Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.
Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μάρτυρος Διομήδους.
Ἠθλησε
καὶ ζῶν, καὶ θανὼν Διομήδης,
Προαιρέσει
ζῶν, καὶ νεκρὸς τομῇ κάρας.
Εἶχεν οὗτος πατρίδα τὴν
Ταρσὸν τῆς Κιλικίας, γεννηθεὶς μὲν ὑπὸ ἀγαθῶν καὶ περιφανῶν γονέων, γενόμενος
δὲ αὐτὸς κατὰ προαίρεσιν ἀγαθώτερος καὶ ἐναρετώτερος. Ἐξήσκει δὲ τὸ ἰατρικὸν
ἐπάγγελμα, διὰ τοῦ ὁποίου μὲν ἰάτρευε τὰ σώματα πάντων τῶν εἰς αὐτὸν
προστρεχόντων, τὰς δὲ ψυχὰς τούτων ἰάτρευε διὰ τὴς εὐσεβείας καὶ θεογνωσίας.
Κατὰ δὲ τοὺς χρόνους τοῦ βασιλέως Διοκλητιανοῦ ἐν ἔτει 288 ἀφήσας τὴν πατρίδα
του Ταρσόν, ὑπῆγεν εἰς τὴν Νίκαιαν τῆς Βιθυνίας, ἔνθα εὐηργέτει ποικιλοτρόπως
τοὺς προσερχομένους ἀυτῷ, καὶ ὡς ἰατρός, καὶ ὡς διδάσκαλος τῆς πίστεως. Ὅθεν
διεβλήθη πρὸς τὸν βασιλέα, καὶ ἔνεκεν τούτου ἀπεστάλησαν ἄνθρωποι ἵνα τὸν
φέρωσι ἔμπροσθεν αὐτοῦ· ἀλλ’ ἐπειδὴ ἀπῆλθε πρὸς Κύριον ὁ Ἅγιος, οἱ
ἀπεσταλμένοι, εὑρόντες αὐτὸν νεκρόν, ἔκοψαν τὴν ἁγίαν του κεφαλὴν ἵνα φέρωσι
αὐτὴν εἰς τὸν βασιλέα, διὰ τὴν ἀσπλαγχνίαν των ὅμως ταύτην εὐθὺς οἱ δήμιοι
ἐτυφλώθησαν. Ἰδὼν δὲ τὴν κεφαλὴν τοῦ Ἁγίου ὁ βασιλεύς, προσέταξε νὰ τὴν
ἐπαναφέρωσι καὶ ν’ ἀποθέσωσιν εἰς τὸν φυσικόν της τόπον, συναρμόζοντες αὐτὴν μὲ
τὸ λοιπὸν σῶμα· ἅμα δὲ συνήρμοσαν τὴν κεφαλὴν τοῦ Μάρτυρος μὲ τὸ σῶμά του,
εὐθὺς ἔλαβον καὶ τὴν ὀπτικὴν ἐνέργειαν καὶ τὸ φῶς τῶν ὀφθαλμῶν των. Τελεῖται ἡ
αὐτοῦ σύναξις καὶ ἑορτὴ εἰς τὸ μαρτυρικὸν αὐτοῦ ναόν, ὁ ὁποῖος εὑρίσκεται ἐντὸς
τοῦ σεβασμίου οἴκου τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, παρὰ τῇ Χρυσῇ Πύλῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Χαιρήμων ἐν εἰρήνῃ τελειοῦται.
Λήξει
βίου σου χαῖρε, Χαιρήμων μάκαρ.
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.
Οὗτος ὁ Ὅσιος Χαιρήμων ἴσως
εἶναι ὁ ἀναφερόμενος ἐν τῷ Λαυσαϊκῷ, ὅστις ἐν ᾧ καθήμενος εἰργάζετο εὐθὺς
ἐξέψυξεν. Εἰς δὲ τὸν Παράδεισον τῶν Πατέρων γράφεται περὶ τοῦ Χαιρήμονος
τούτου, ὅτι τὸ σπήλαιον αὐτοῦ ἀπεῖχε μὲν τῆς Ἐκκλησίας μίλια τεσσαράκοντα,
ἀπεῖχε δὲ τοῦ ὕδατους μίλια δώδεκα, καὶ μ’ ὅλον τοῦτο ἡσύχαζε, φέρων δύο ὑδρίας
ὕδατος, τὴν μὲν τὴν μίαν ἡμέραν, τὴν δὲ τὴν ἄλλην.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλκιβιάδης, πυρὶ τελειοῦται.
Ἀλκιβιάδου
σάρκα πῦρ κατεσθίει
Μωσῆς
ἄν εἶπε θεῖος ὡσεὶ καλάμην.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Ἀκακίου, ἐπισκόπου Λητῆς καὶ Ῥεντίνης
Ἴσος ὤφθης, φωστὴρ λαμπρός, Πατράσι,
τοῖς παλαιοῖς, ἐν χρόνοις ἐκλάμψας
νεωτέροις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων τριακοντατριῶν μαρτύρων τῶν ἐκ Παλαιστίνης,
ξίφει τελειωθέντων.
Στερρὸς
στρατός τε καὶ συνασπισμὸς μέγας,
Ξίφει
πεσών, στράτευμα δαιμόνων πρέπει.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις
τῆς εἰσόδου τῆς ἀχειροτεύκτου Μορφῆς τοῦ Κυρίου καὶ
Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς Ἐδεσσηνῶν πόλεως, εἰς ταύτην τήν
θεοφύλακτον καὶ Βασιλίδα τῶν πόλεων ἀνακομισθείσης.
Ἐν
σινδόνι ζῶν ἐξεμάξω σὴν θέαν,
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Φέρει
κέραμος παντοτεῦκτα Χριστέ μου.
Ἤκουσταί μοι τὰ περὶ σοῦ
καὶ τῶν σῶν ἰαμάτων, τῶν ἄνευ φαρμάκων ὑπὸ σοῦ γινομένων· ὡς γὰρ λόγος, τυφλοὺς
ἀναβλέπειν ποιεῖς, χωλοὺς περιπατεῖν κατασκευάζεις, λεπροὺς καθαρίζεις, καὶ
ἀκάθαρτα πνεύματα καὶ δαίμονας ἐλαύνεις, καί τους ἐν μακρονοσίᾳ βασανιζομένους
θεραπεύεις, καὶ νεκροὺς ἐγείρεις, καὶ ταῦτα πάντα ἀκούσας περὶ σοῦ, κατὰ νοῦν
ἐθέμην τὸ ἕτερον τῶν δύο, ἢ ὅτι Θεοῦ Υἱὸς εἶ, ποιῶν ταῦτα, ἢ Θεός. Διὰ τοῦτο
τοίνυν γράψας ἐδεήθην σου σκυλῆναι καὶ ἐλθεῖν πρός με, ἵνα καὶ τὸ πάθος, ὃ ἔχω
θεραπεύσῃς, καὶ μετ' ἐμοῦ ἐνταῦθα συνέσῃ· καὶ γὰρ ἤκουσα, ὅτι καὶ οἱ Ἰουδαῖοι
καταγογγύζουσί σου, καὶ βούλονται κακῶσαί σε. Πόλις δὲ σμικροτάτη μοι ἐστὶ καὶ
σεμνή, ἥτις ἀρκέσει ἀμφοτέροις ἡμῖν τοῦ κατοικεῖν ἐν εἰρήνῃ. Μακάριος εἶ,
Αὔγαρε, πιστεύσας ἐν ἐμοὶ καὶ μὴ ἑωρακώς με· γέγραπται γὰρ περὶ ἐμοῦ, τοὺς
ἑωρακότας μὴ πιστεύειν ἐν ἐμοί, ἵνα οἱ μὴ ἑωρακότες με, αὐτοὶ πιστεύσωσι καὶ
ζήσωνται. Περὶ δὲ οὗ ἔγραψὰς μοι ἐλθεῖν πρὸς σέ, δέον ἐστὶ πάντα δι' ἃ
ἀπεστάλην, πληρῶσαί με, καὶ μετὰ τὸ πληρῶσαι, ἀναληφθῆναι πρὸς τὸν ἀποστείλαντά
με Πατέρα, καὶ ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοι ἕνα τῶν Μαθητῶν μου, ὀνόματι
Θαδδαῖον, ὅστις καὶ τὸ πάθος σου θεραπευσει, καὶ ζωὴν αἰώνιον, σοί τε καὶ τοῖς
σὺν σοί, καὶ εἰρήνην παρέξει, καὶ ποιήσει τῇ πόλει σου τὸ ἱκανόν, πρὸς τὸ
μηδένα τῶν ἐχθρῶν κατισχῦσαι αὐτῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν
ποιούμεθα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ μεγίστης καὶ
ἀνυπερβλήτου φιλανθρωπίας, ἣν ἐδείξατο τότε ἀποστρέψας μέτ' αἰσχύνης τοὺς
ἀθέους Ἀγαρηνούς, μεσιτείᾳ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ
ἀειπαρθένου Μαρίας.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἡ
μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ νέου
ἀσκητοῦ, καὶ προστάτου Κεφαλληνίας.
Γέρα
πρέπουσι Γερασίμῳ τῷ Νέῳ.
Τῷ
τοῖς γέρασι τῶν παλαιῶν στεφθέντι.
Ἧν ὁ Ὅσιος Πατὴρ Γεράσιμος,
ἐκ τῆς Πελοποννήσου ὁρμώμενος, ἐκ χώρας λεγομένης Τρίκκης, ἤ Τρίκκαλα, κατὰ τὴν
κοινὴν συνήθειαν. Ἔτυχε γονέων οὐχ ἦττον τὴν εὐσέβεια εὐγενῶν, ἤ τὸ γένος, καὶ
πλουσίων ἀρκούντως. Ἀφ’ οὗ ἦλθεν εἰς ἡλικίαν, περιῆλθεν καὶ Ἑλλάδα, καὶ
Θετταλίαν, καὶ Θράκην, ζητῶν πανταχοῦ τὴν ψυχικὴν τελειότητα. Διέτριψεν ἱκανὸν
καιρὸν μονάσας ἐν τῷ ἁγιωνύμῳ ὄρει τοῦ Ἄθω, ἐν ᾧ τοῖς τῆς ἀρετῆς καλλίστοις
ἄνθεσιν, αὕτα παρὰ τοῖς ἐκεῖσε ἀσκουμένοις μοναχοῖς ἔγνω, ἑαυτὸν καθωράϊσε.
Μετὰ δὲ ταῦτα εἰς τοὺς σεβασμίους τόπους τῆς Ἱερουσαλὴμ μετέβη, χάριν
προσκυνήσεως, ὅπου διαμείνας ἱκανὸν καιρόν, εἰς τὸν τῆς ἱερωσύνης βαθμὸν
κανονικῶς ἀνεβιβάσθη παρὰ τοῦ Μακαριωτάτου Πατριάρχου Γερμανοῦ, παρ’ οὗ καὶ
συγχώρησιν λαβών, μετέβη εἰς τὰ περίχωρα τοῦ Ἰορδάνου, ὅπου καὶ
τεσσαρακονθήμερον νῆστις διετέλεσε, κατὰ μίμησιν τοῦ Δεσπότου, καὶ πολλοὺς
περιελθὼν τόπους, καὶ νήσους, τελευταίον καὶ τὴν ἡμετέραν νῆσον κατέλαβεν, ἔνθα
πολλοὺς διετέλεσε χρόνους, τοὺς πιστοὺς παραινῶν καθ’ ἑκάστην εἰς τὸ κατὰ
Χριστὸν καὶ θεαρέστως ζῇν. Εἰς γηραλαίαν δὲ ἤδη ἐληλακὼς ἡλικίαν, καθ’ ἑαυτὸν
μονάσαι ἠθέλησε. Διὸ εὑρὼν τινὰ ναὸν πεπαλαιωμένον ἔν τινι τόπῳ Ὁμαλᾶ
καλουμένῳ, ἀνήγειρε τοῦτον, καὶ ἐκ βάθρων ἀνεκαίνισε, καὶ εἰς διαγωγὴν ἰδίαν
ἀνῳκοδόμησεν. Ἀλλ’ οἱ ἐν ταύτῃ τῇ νήσῳ προέχοντες τὴν τοῦ ἀνδρὸς ἀρετὴν
ἐπιγνόντες, ἠνάγκασαν αὐτὸν ἀποδεχθῆναι τὰς ἐκείνων θυγατέρας, ὅσαι δηλαδὴ τὴν
μοναχικὴν πολιτείαν ἠσπάζοντο, καὶ θεαρέστως βίον προείλοντο. Ἐδέχθη δὲ τὸ
τοιοῦτον βάρος διὰ ψυχικὴν ὠφέλειαν ὁ Πατήρ, καὶ συνήχθησαν τὸ πρῶτον τινές, ἅς
καὶ διετέλεσε διδάσκων τὴν ἀγγελικὴν καὶ μοναδικὴν πολιτείαν χρόνους οὐκ
ὀλίγους. Οὗτος ὁ Ἅγιος Πατὴρ διέτριψε χρόνους τριάκοντα καὶ ἐν τῇ οἰκοδομηθείσῃ
παρ’ αὐτοῦ μονῇ καὶ ἐν ἄλλῳ τόπῳ, ἄρτου τὸ σύνολον μὴ γευσάμενος, ἀλλὰ διέζῃ
ὀσπρίοις μόνον ὀλίγῳ ὕδατι βεβρεγμένοις, καὶ συνεχῶς δακρύοις καὶ προσευχαῖς,
καὶ ἀγρυπνίαις ἑαυτὸν καθήγνιζε. Καὶ ποτε τῆς νήσου ὑπ’ ἀνομβρίας πασχούσης,
διὰ προσευχῆς ὑετὸν καταταγών, ἐθεράπευσεν. Οὐ μὴν δὲ ἄλλα καὶ πολλοὺς
ἀσθενεῖς, καὶ δαιμονῶντας ἰάσατο, ὧν τὰ πάθη καὶ τὰ ὀνόματα μακρὸν ἄν εἴη
λέγειν. Πιστεύεται βεβαίως παρὰ πᾶσι τοῖς ἐνταῦθα χριστιανοῖς διαφυλαχθῆναι τὴν
νῆσον ταύτην ἀναιχμαλώτιστον, ἐν τῷ καιρῷ τῆς τῶν Ἀγαρηνῶν μάχης, διὰ προσευχῆς
τοῦ αὐτοῦ Πατρός. Τῶν δὲ μετὰ τὸν θάνατον αὐτοῦ θαυμάτων, εἰ ἔστι τις ἐκ τῆς
νήσου ταύτης, ἤ καὶ τῶν ἐκείνου συγγενῶν, ὅς μὴ μετέλαβεν ἐκ τούτων, γέγονεν
ὅμως θεατὴς πολλῶν. Γυνή τις δαιμονιζομένη ἤχθη εἰς τὴν τοῦ Ἁγίου Μονὴν
θεραπείας χάριν, ἥτις εὐκαιρίας λαχοῦσα, καὶ ὑπὸ σατανικῆς ἐνεργείας κινουμένη,
κατέπεσεν εἰς φρέαρ βαθύτατον· ἀλλ’ ἐπιφανέντος τοῦ Ἁγίου, οὐ μόνον διεσώθη τοῦ
πνιγμοῦ, ἀλλὰ καὶ τοῦ ἐνοχλοῦντος αὐτὴν δαίμονος ἠλευθερώθη. Ἐκοιμήθη δὲ οὗτος
ὁ Ὅσιος ἐν ἔτει τῆς ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ 1579,
Αὐγούστου 15. Ἐπειδὴ δὲ ἦν ἀδύνατον κρύπτεσθαι, ἡ τοῦ Ἁγίου ἀρετή, διὰ τοῦτο
μετὰ τὸ αὐτοῦ θάνατον ἡ βουληθήσαν ποιῆσαι ἀνακομιδὴν τοῦ Λειψάνου, ἥτις καὶ
γέγονε παρὰ τοῦ Ἐξάρχου τοῦ τότε τὸν θρόνον τῆς βασιλευούσης πόλεως Ἱερεμίου
κανονικῶς, καὶ νομίμως κατέχοντος, ἐν ἔτει 1581. Ἀλλ’ ἐπειδὴ πολλοὶ τῶν
ἐναντίων πρὸς κατηγορίαν τῆς Ἐκκλησίας ἡμῶν κινούμενοι, ἐλάλουν ἀσέβειαν,
ἠναγκάσθημεν, προσταγῇ τοῦ μακαρίτου Φιλαδελφίας Κυρίου Γαβριήλ, αὖθις
ἐνταφιάσαι, ὅ καὶ γέγονεν. Ἐάσαντες δὲ τὸ ἱερὸν ἐκείνο λείψανον ἐν τῇ γῇ μέχρι
τῆς τοῦ Φιλαδελφίας διορίας, καὶ πάλιν δευτέραν ποιήσαντες ἀνακομιδήν, εὕρομεν
τὸ αὐτὸ λείψανον ἀκέραιον, πᾶσαν εὐωδίαν ἐκπέμπον, καὶ ἰάματα. Ἔμεινε δὲ ἐν τῇ
γη τὸ τοῦ Ἁγίου λείψανον καὶ πρῶτον, καὶ ὕστερον χρόνους δύω καὶ μήνας ὀκτώ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Ἐπισκόπου Μακαρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἐν τῷ ναῷ τῆς Ζωοδόχου
Πηγῆς ἐξάντλησις τοῦ ἁγιάσματος, καὶ αὖθις ἀνάδοσις.
Πηγὴ
κενοῦται θαυματουργῶν ὑδάτων,
Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.
Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νεῖλος ὁ Ἐρικούσιος, ἀνακαινιστὴς τῆς μονῆς τοῦ
Γηρομερίου ἐν Θεσπρωτίᾳ τῆς Ἠπείρου, ἐν ἐιρήνῃ τελειοῦται.
Οὗτος ἐγεννήθη ἐν
Κωνσταντινουπόλει τὸ 1190 ἔτος υἱὸς Ἰωάννου τοῦ Λασκαρέως ἀδελφοῦ τοῦ
αὐτοκράτορος Θεοδώρου τοῦ Λασκαρέως ὅς ἐβασίλευσεν ἐν Νικαίᾳ τῷ 1204. Ὁ Ὁσιος
Νεῖλος, ἀπὸ τὸν διωγμὸν τῶν Λατίνων ἀνεχώρησεν ἀπὸ τὰ βασίλεια καὶ ἤλθε εἰς τὴν
ἐν τῇ παραλίᾳ τοῦ Πόντου μονὴν τῶν Ἀκοιμήτων ἡγουμενεύοντος τοῦ Ὁσίου Μαρκέλλου
(28 Δεκεμβρίου)· ὅστις ἀπὸ Νῖκον ὠνόμασε Νεῖλον τὸν Ἅγιον, χειροτονήσας αὐτὸν
μοναχόν, καὶ ἔμεινεν ἐν τῇ μονῇ ἕως τὸ 1264 ὅτε ὁ θρόνος ἀπὸ τὴν Νίκαιαν
ἐπανῆλθεν εἰς Κωνσταντινούπολιν. Τότε ὁ Νεῖλος, λαβὼν χρήματα ἐκ τῆς μητρός του
ὑπῆγεν εἰς Ἱεροσόλυμα καὶ ἔμεινεν 6 ἔτη. Ἔπειτα, ἐπανήλθεν εἰς τὴν
Κωνσταντινούπολιν μετά τινος θεοφιλοῦς γέροντος, μεθ’ οὗ ἐλέγξαντες τὸν
Λατινόφρονα αὐτοκράτορα Μιχαὴλ τὸν Α’ τὸν Παλαιολόγον, ἐξωρίσθησαν εἰς πλοῖον
ἄνευ πηδαλίου καὶ ἄνευ πλοιάρχου, ἀλλὰ μετὰ τεσσαρακονθήμερον πάλην κυμάτων καὶ
τρικυμιῶν ἐλιμενίσθησαν εἰς τὸν Ἄθωνα, μονὴν τῶν Ἰβήρων, καὶ ἔμειναν 10 ἔτη καὶ
ὁ μὲν γέρος ἀπεβίωσε, ὁ δὲ Νεῖλος ἔμεινε θυρωρὸς τῆς αὐτῆς μονῆς, ὁπόθεν
ἀνεκλήθη ἀπὸ τὸν Αὐτοκράτορα Ἀνδρόνικο τὸν Παλαιολόγον, φανεὶς εἰς αὐτὸν καὶ
εἰς πάντας τοὺς αὐλικοὺς αἰδέσιμος, καὶ λαβὼν χρήματα ἐξ αὐτοῦ καὶ τῆς ἀδελφῆς
του, ἐταξίδευσε τὸ δεύτερον εἰς Ἱεροσόλυμα τὸ ἔτο 1300 περιελθὼν ἅπασαν τὴν
Παλαιστίνην Γαλιλαίαν, Συρίαν , καὶ τὰς νήσους Ῥόδον, Κύπρον, Κρήτην,
Πελοπόννησον καὶ Ἑπτάνησον. Ἐκ δὲ τῆς Κερκύρας ἐπέρασεν εἰς τὴν νῆσον Ἐρικοῦσαν
ἔρημον οὗσαν, ἐκεῖ ἔκτισε Μονὴν ἐξ οὗ ἔλαβε τὴν ἐπωνυμίαν Ἐρικούσιος, μονάσας
ἐπὶ 10 ἔτη παλαίων μόνος καθ’ ὅλων τῶν στοιχείων διωχθεὶς δὲ ἐκεῖθεν ἐκ
πειρατῶν, ἔπλευσε εἰς Κάνινα τοῦ Αὐλῶνος καὶ διελθὼν ὅλην τὴν παραλίαν Ἤπειρον,
ἔφθασεν εἰς τὸ Φαρμακοβοῦνι τῆς Θεσπρωτίας εἰς θέσιν Γούβα πήξας μοναστήριον τὸ
ὁποῖον μέχρι σήμερον σῴζεται, καὶ ἐκεῖ μετὰ τῶν δύων συνασκητῶν του Ἱερομονάχου
Καλλινίκου καὶ τοῦ μοναχοῦ Γερασίμου, ἔκτισαν ἔκκλησίαν ἔνδον τοῦ Σπηλαίου ὅτε
εἶδον ἐν μιᾷ νυκτὶ ἄνω τοῦ Σπηλαίου φῶς ἐξαίσιον, καὶ τὴν πρῳίαν μεταβάντες εἰς
τὸ δάσος δὲν ἠδύνατο νὰ διακρίνωσι τὸ μέρος ὅπου ἦτο τὸ φῶς, διότι τὸ δάσος ἦτο
πυκνόν, θέσαντες δὲ σταυρὸν μέγαν ἐκ δύο ξύλων μακρῶν τὴν ἄλλην νύκτα εἶδαν τὸ
φῶς ἐπὶ τοῦ Σταυροῦ, καὶ ἐκεῖ ὡδηγήθησαν καὶ εὗρον τὴν εἰκόνα τῆς Θεοτόκου
Ὁδηγήτριαν ἐπονομαζομένην, κεκρυμμένην ἀπὸ τὸ 840, ὅτε οἱ εἰκονομάχοι ἔκαυσαν
πολλὰς ἐκκλησίας καὶ μονάς. Ἐκεῖ ἔκτισαν τὴν νῦν μονὴν τοῦ Γηρομερίου κτίσμα
Ἡρακλείου τοῦ Αὐτοκράτορος ἀπὸ τὸ 630. Πυρποληθεῖσαν τὸ 840 καὶ ἀνακαινισθεῖσαν
τὸ 1310. Εἰς τὴν ὁποίαν μονὴν ἀφιέρωσεν ὁ πλούσιος Ἰωαννίτης Ἰωάννης Ἀψαρᾶς
πολλὰ κτήματα πρὸς διατροφὴν τῶν μοναχῶν. Τοῦτον ἐμιμήθησαν καὶ πολλοὶ ἄλλοι
πλούσιο καὶ ἀφιέρωσαν πολλὰ καὶ ηὔξησεν ὁ ἀριθμὸς τῶν Μοναχῶν. Ὁ δὲ Ὅσιος,
φθάσας εἰς γήρας βαθύ, ἐχειροτόνησεν ἡγούμενον τὸν Ἡσαΐαν καὶ αὐτὸς ἐκλείσθην
εἰς τὴν Σκήτην ἔξωθεν τῆς Μονῆς ἥτις σῴζεται ἕως σήμερον, μόνος μόνῳ Θεῷ
προσευχόμενος, ἐκεῖ ἔγραψε καὶ τὴν διαθήκην του, ἀφιερώσας εἰς τὴν μονὴν τὸ
ἰδιόχειρον Τετραυάγγελον καὶ τὰ ἅγια λείψανα, τὰ ὁποῖα σῴζονται κειμήλια τῆς
μονῆς ἕως σήμερον, θαύματα ποιοῦντα εἰς τοὺς ἀσθενεῖς, κατόπιν ἀναθεμάτισεν
τοὺς αἱρετικούς, εἶτα διέταξε τοὺς μοναχοὺς νὰ σέβωνται τὸν ἡγούμενον καῖ νὰ
εἶναι ἀκοίμητοι εἰς δοξολογίαν Θεοῦ καὶ διδάξας αὐτοὺς πολλὰς ὁδηγίας ἐκ τῶν
Γραφῶν, παρέδωκε τὸ πνεῦμά του.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Τιμοθέου, ἐπισκόπου Εὐρίπου, καὶ κτίτορος τῆς Ἱ. Μ.
Πεντέλης.
Τιμήσας Τιμόθεος Θεὸν ὁσίως,
θεόθεν τετίμηται τοῖς θαυμασίοις.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ
ἡμῶν Τιμόθεος ἐγεννήθη περὶ τὸ ἔτος 1510 ἐν Καλάμῳ Ἀττικῆς. Χειροτονηθεὶς
Ἐπίσκοπος Ὠρεῶν καὶ κατασταθεὶς εἶτα Μητροπολίτης Εὐρίπου διέλαμψε ταῖς
ποιμαντικαῖς αὐτοῦ ἀρεταῖς καὶ τρόποις. Παῤῥησίᾳ ἐλέγξας τοὺς ἀπίστους Ἄγαρ
ἐκγόνους διὰ τὴν μετατροπὴν ναῶν χριστιανικῶν εἰς τεμένη τῶν μισοχρίστων καὶ
πρὸς ἀποφυγὴν τῆς θηριώδους αὐτῶν μανίας κατέφυγεν εἰς Ἀττικὴν ἔνθα μετ᾿ ὀλίγον
ἐδόμησε Μονὴν πάνσεπτον ἐν τῷ ὄρει τῶν Ἀμώμων ἐπ᾿ ὀνόματι τῆς Κυρίας Θεοτόκου.
Ἡσυχίαν φιλῶν κατῴκησεν ἐν τῷ γειτονικῷ Γαργηττῷ σχολάζων ἐν προσευχαῖς καὶ
νηστείαις. Εἶτα χάριν περισσοτέρας ἡσυχίας ἀπεσύρθη ἐν τῇ ἀπομακρῷ σκήτῃ τοῦ
τροπαιοφόρου Γεωργίου ἐν Βραυρῶνι, ἔνθα εὐρῶν σμικρὸν ὑπόγειον σπήλαιον ᾤκησεν
ἐν αὐτῷ. Εἰς τοσοῦσον ὕψος ἀρετῆς ἀνῆλθεν ὁ μακάριος, ὥστε καί χάριν θαυματουργίας
ἔλαβεν ἔτι ζῶν. Οὕτω διέσωσε δι’ εὐχῆς αὐτοῦ τὸν παῖδα γαιοκτήμονος Ὀθωμανίδος
ἐκ τῶν χειρῶν πειρατῶν ἀδίκων. Φθονηθεὶς ὅμως ὑπό τινων χωρικῶν κατακαυσάντων
τὴν σμικρὰν αὐτοῦ ἀλιευτικὴν λέμβον οὐκ ἐπτοήθη, ἀλλὰ συγχωρήσας αὐτοῖς τὴν
ἀδικίαν καὶ μακροθυμήσας ἐπ’ αὐτοὺς τὸ ἀσκητικὸν αὐτοῦ τριβώνιον λέμβον ἐποίησε
καὶ ἐπιβιβασθεὶς αὐτῆς ἐλιμενίσθη εἰς τὴν νῆσον τῆς Κέας. Ἐνταῦθα θεοφιλῶς καὶ
θεαρέστως τὸν ἀγῶνα τελέσας μετέστη πρὸς οὐρανίους σκηνώσεις, ἵνα ἀπολάβῃ παρὰ
τοῦ δωρεοδότου Κυρίου τὸν στέφανον τῆς ἀλήκτου μακαριότητος, ἐν ἔτει 1590. Ἡ
μνήμη αὐτοῦ πρεπόντως τιμᾶται καὶ παρὰ τῆς ἀρτισύστατου Μητροπόλεως Μεσογαίας
ψαλμοῖς καὶ ᾄσμασι καὶ ᾠδαῖς πνευματικαῖς.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δανιήλ, ὁ ἐκ Τσιοτίου (Φαρκαδόνα) καταγόμενος, καὶ
ἐν τῇ Μονῇ τοῦ Μεγάλου Μετεώρου ἀσκήσαντος, ἐν εἰρήνῃ τελειοῦται.
Ἐκ
Τσιοτίου ἀπῆλθες θεοφόρε,
Καὶ
ἐν τῷ βράχῳ ἀνῆλθες θεηγόρε,
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Νέου Ὁσιομάρτυρος Νικοδήμου τοῦ ἐκ Μετεώρων,
μαρτυρήσαντος ἐν ἔτει 1551.
Τί
δαί συ Νικόδημε; Εἰπέ σον πάθος.
Τεθανάτωμαι δι’ ἀγάπην Κυρίου
Τεθανάτωμαι δι’ ἀγάπην Κυρίου
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μάρτυρος Ἀποστόλου τοῦ νέου, τοῦ ἐκ τῆς
κωμοπόλεως Ἁγίου Λαυρεντίου καὶ ἐν Κωνσταντινουπόλει ἀθλήσαντος, ἐν ἔτει 1686.
Ἀπῆρας
ὄντως εἰς μονὰς τῶν Ἀγγέλων,
Πτεροῖς ἀγώνων φαίδιμος λίαν μάκαρ.
Πτεροῖς ἀγώνων φαίδιμος λίαν μάκαρ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις
τῆς εὑρέσεως τῶν τιμίων λειψάνων τῶν Ἁγίων Μαρτύρων
ἐν Μεγάροις, Σεραφείμ, Δωροθέου, Ἰακώβου, Δημητρίου, Βασιλείου, καὶ Σαράντου.
Θησαυροὶ ὑπὸ γῆς κεκρυμμένοι τῆς Χριστοῦ πίστεως δρῶντες,
ῥαγεισάσης τῆς γῆς Μεγαρέων λάρνακι ἰαμάτων πληρῶσαι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥαφαὴλ τοῦ Βανάτου.
Τῇ αὐτῇ ἡμέρα, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τοῦ Θεοδώρου τοῦ ἐν Ῥωσίᾳ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστὲ ὁ
Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Στεφανίτην
τὸν ὑπέρλαμπρον ἐν ᾄσμασι δεῦτε θεόφρονες, ἀνευφημήσωμεν νῦν, σοφίας τοῦ
πνεύματος, οἶκον τὸν πάγχρυσον, καὶ βοήσωμεν· φυλάττεις Σταμάτιε, τοὺς
τελοῦντας τὴν μνήμην σου.
Δῶρον
ἔνθεον καὶ κέρας ἀκένωτον, καὶ πᾶν ἀγαθὸν καὶ καλόν, ἐχαρίσατο Χριστὸς τοῖς
συμπολίταις σου, Νεομάρτυς Χριστοῦ Σταμάτιε.
Ἀπεφάνθη
σου ἡ γλῶσσα γενναιότατε, γλῶσσα πυρίπνοος, μελισταγὴς καὶ τερπνή, Τριάδα
κηρύττουσα, τὴν ὁμοούσιον, κατ’ ἐνώπιον, τῶν τυραννούντων ἔνδοξε, μετὰ πάσης
παῤῥησίας,
Θεοτοκίον.
Σοῦ
πανύμνητε τῆς μεσιτείας ἄνωθεν, οὐδεὶς ἀνθρώπων ποτέ, ἔχει ἐλθεῖν πρὸς Θεόν· Σὺ
γὰρ μόνη γέγονας κοινὸν μεθόριον, κτιστῆς φύσεως, καὶ τῆς ἀκτίστου πάναγνε, ὦ
πραγμάτων παραδόξων.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Λαμπρύνεται
σήμερον ἡ πατρὶς ἡμῶν, Μάρτυς ἐν τῇ μνήμῃ σου, συγκαλοῦσα ἅπασαν, πόλιν χώραν
μέλψαι σου, Σταμάτιε ἔνδοξε, τὰ σὰ θαυμάσια, ἃ πᾶσιν ἑκάστοτε παρέχεις· δι’ ὃ
ἐδοξάσθη Χριστὸς εἰς τοὺς αἰῶνας.
Ἔνθεος
ἐγένου Χριστοῦ φίλος, πανεύφημε Σταμάτιε τῇ ἀθλήσει σου· ὅθεν καὶ ὡς φίλον σε
ἔλυσεν, ὃ βλέποντες οἱ γονοὶ οἱ τῆς Ἄγαρ, ἠλάλαζον φόβῳ καὶ θάμβει συσχεθέντες.
Ὥσπερ
ἑωσφόρος Νεομάρτυς, ἡ μνήμη σου ἡ πανίερος ἀνέτειλε, λαμπρὰ καὶ ἐπίφωτος, πᾶσι
τοῖς τιμῶσί σε, τοῖς ποιηταῖς τῶν ἄθλων σου, αἴγλαις φωτίζουσα, τοὺς ψάλλοντας·
πάντα τὰ ἔργα ὑμνεῖται, καὶ ὑπερυψοῦνται, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Λάμπων
Γαβριὴλ ὁ θεῖος νόος, λαμπρότητι ἀρχαγγελικῇ Θεόνυμφε, Σοῦ τὴν ὑπὲρ ἄγγελον,
ἁγνείας λαμπρότητι, ἀντελλαμφεὶς νενίκηται, Σὲ ἀσπαζόμενος, καὶ γέγονε, βραχὺ
ὥσπερ ἄστρον κρυβὲν τῇ ἐλλάμψει, ἐνίσχοντος ἡλίου.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Πᾶσι
τοῖς πιστοῖς, τὴν μνήμην τελοῦσί σε καὶ εὐφημοῦσί σε, Νεομάρτυς ἔνδοξε, φρουρὰ
καὶ σκέπη οὖσα οὐράνιος, ὡς ἀετὸς χρυσόπτερος, ἐπισκιάζων ἀεί, καὶ ἐκ πάσης,
βλάβης τοῦ ἀλάστορος, διασώζων αὐτοὺς ταῖς πρεσβείαις σου.
Νῦν
ἐν οὐρανοῖς, χαρά σοι δεδώρηται, ἡ ἀνεκλάλητος, καὶ ἡ ἀτελεύτητος, τῆς
Βασιλείας τρυφή σοι πρόκειται, ἐντρύφα τοίνυν Ἅγιε, σκίρτα καὶ χόρευε, μακαρίας
ἀπολαύων λήξεως, καὶ ἡμῶν τῶν τιμώντων σε μέμνησο.
Ὅλος
παμφαής, ὅλος ἡλιόμορφος, ὅλος ὑπέρλαμπρος, παρίστασαι Ἅγιε, πρὸ προσώπου,
Χριστοῦ Σταμάτιε, καὶ καθορᾷς πρὸς πρόσωπον τοῦτον τρανότατα· δι’ ὃ πρέσβευε
ὑπὲρ τοὺς τιμῶντάς σε, Παραδείσου γενέσθαι οἰκήτορας.
Θεοτοκίον.
Ὕμνοις
Σε ἁγνή, ὑμνῶ τὴν πανύμνητον, ἣν ἡ ἐγκόσμιος, καὶ ἡ ὑπερκόσμιος, γλῶσσα καὶ
πᾶσα πνοὴ γεραίρουσιν, ὡς τὸν Θεὸν γεννήσασαν τὸν ὑπερύμνητον, Ὃν ὑμνοῦσι,
χιλιάδες χίλιαι, μυριάδες τε μύριαι Ἄγγελοι.
Ἐξαποστειλάριον.
Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν,
Τοῦ
Ἀθλοφόρου σήμερον, Σταματίου τὴν μνήμην, πάντες πιστοὶ τιμήσωμεν, ἐν ᾠδαῖς τε
καὶ ὕμνοις, βοῶντες αὐτῷ ἐκ πόθου· Σταμάτιε γενναιόφρον, ἱκέτευε Ὃν ἔστερξας,
καὶ ἐκήρυξας λόγον, δοῦναι ἡμῶν τὼν πταισμάτων ἄφεσιν, καὶ ῥυσθῆναι κολάσεως
μελλούσης τε, καὶ τυχεῖν Βασιλείας.
Καὶ
τὸ τῆς Ἑορτῆς.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ,
κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Αἶνοι.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ
Σταμάτιε Χριστόν, ἐκ ψυχῆς ἠγάπησας, καὶ δι’ αὐτὸν τὴν ευπάθειαν, σαρκὸς
ἐμίσησας, νεότητα κάλλος, καὶ τρυφὴν τὴν ῥέουσαν, καὶ χαίρων τὸ σὸν αἷμα
ἐξέχεας· δι’ ὃ τὴν μνήμην σου, τὴν ἐτήσιον γεραίρομεν, τὸν Σωτῆρα Χριστὸν
μεγαλύνοντες. (Δίς)
Ὡς
λαμπρὸς ὡς θεῖος ἀριστεύς, Νεομάρτυς ἔνδοξε, καὶ Ἀθλητὴς γενναιότατος,
ἀγωνισάμενος, τῶν ἐχθρῶν καθεῖλες, τὴν ὀφρὺν πανθαύμαστε, καὶ στέφει οὐρανίῶ
κατέστεψαι· δι’ ὃ ὑμνοῦμέν σε, καὶ τὴν μνήμην ἐκτελοῦντές σου, ἐτησίως πόθῳ τὴν
πανσέβαστον.
Ὕμνοις
ἐτησίοις καὶ ᾠδαῖς, Ἀθλητὰ Σταμάτιε,
ἀσμάτων θείων γηθόμενοι, ἀνευφημοῦμέν σοι, τοὺς σεπτοὺς ἀγῶνας, οὓς
στεῤῥῶς ἐπήνεγκας, Χριστῷ τῷ θείῳ πόθῳ φλεγόμενος, Ὃν καθικέτευε, δωρηθῆναι
ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. α΄.
Σαλπίσωμεν
ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν τῷ πνεύματι, καὶ κροτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ
πανδήμῳ πανηγύρει τοῦ Ἀθλοφόρου Χριστοῦ, ἱερεῖς καὶ ἅπαντες νῦν συνέλθωμεν, εἰς
τὸν τῶν θαυμάτων δοξάζομεν, τὴν χάριν καὶ ταῦτα τοῖς χρήζουσιν ἐκβλύζοντες
ποταμηδόν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν· οἱ πένητες τὸν βοηθόν, οἱ
δαιμονῶντες τὸν ῥύστην, οἱ ἐν συμφοραῖς τὸν σωτῆρα, οἱ νοσοῦντες τὸν ἰατρόν, οἱ
ἁμαρτωλοὶ τὸν προστάτην, οἱ πάντες τὸν πάντα πᾶσι γενόμενον, γενναῖον
Ἀθλοφόρον, ἐγκωμιάζοντες ἀνακράζομεν· Μεγαλομάρτυς Σταμάτιε, μεσίτευσον ὑπὲρ
ἡμῶν, πρὸς τὸν Θεὸν καὶ Δεσπότην, καὶ ῥῦσαι κολάσεως ταῖς ἱκεσίαις σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε
καταστέψωμεν ᾄσμασι τὴν Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον
γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐν πᾶσι μὴ
χωρούμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ
εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σὺν Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες ἐκ ζωῆς
εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν
αὐτήν δεόμενοι, συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων,
τὴν παναγίαν σου Κοίμησιν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Τὸν
Νεομάρτυρα τοῦ Χριστοῦ, καὶ ντὸν τῆς Γεωργίου ἀπροσμάχητον βοηθόν, φύλακα καὶ
ῥύστην, τῶν ἐπικαλούμενων, Σταμάτιον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.
Ἐκτενῶς
ἱκέτευε πρὸς Θεόν, ὑπὲρ τῆς σῆς πατρίδος, εἰρηναίαν ταύτην τηρεῖν, καὶ
λυτροῦσθαι πάντων, δεινῶν τε καὶ κινδύνων, Μαρτύρων νέων δόξα, Μάρτυς Σταμάτιε.
Τοὺς
τρεῖς Νεομάρτυρας τοῦ Χριστοῦ, καὶ τῆς Δημητριάδος, ἀντιλήπτορας καὶ φρουρούς,
Σταμάτιον τὸν θεῖον, Ἀπόστολον τὸν πάνυ, συνάμα Γεδεών δέ, ὕμνοις τιμήσωμεν.
Δόξῃ
Ἀθλοφόρε μαρτυρικῇ, καὶ στέφει ἀφθάρτῳ, παριστάμενος τῷ Χριστῷ, Σταμάτιε θεῖε,
μετὰ τοῦ Ἀποστόλου, καὶ Γεδεὼν τῶν νέων Ἀθλοφόρων, ἡμῶν μνημόνευε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου