ΙΟΥΛΙΟΣ ΚΖ’!!
ΠΑΝΤΕΛΕΗΜΩΝ ΑΝΑΡΓΥΡΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν
οὐρανίων ταγμάτων.
Ἀπεριτρέπτῳ
καρδίᾳ Χριστοῦ τὸ ὄνομα, κηρύξας τοῖς ἀνόμοις, μαρτυρίου τοῖς ἄθλοις, στεφάνους
δὲ ἐδέξω ἐξ οὐρανοῦ, καὶ λαμπρῶς σοι δεδόξασαι· Παντελεήμων Ἀνάργυρε θαυμαστέ,
Ἐκκλησίας τὸ ἀγλάϊσμα.
Ἀποτμηθεὶς
τὸν αὐχένα Μάρτυς πανένδοξε, ὑπὲρ Χριστοῦ τοῦ Κτίστου, Ὅνπερ σφόδρα ἐπόθεις,
ἀνῆλθες παμμάκαρ πρὸς τὴν ζωήν, καὶ χαρὰν τὴν ἀΐδιον· Παντελεήμων Ἀνάργυρε
θαυμαστέ, Ὀρθοδόξων ἀγαλλίμαμα.
Τοὺς
ἐτησίως τὴν μνήμην σου ἑορτάζοντας, Παντελεήμων μάκαρ, καὶ πιστῶς εὐφημοῦντας,
ἀγῶνας καὶ κόπους οὓς καρτερῶς, ἐναθλῶν καθυπέμεινας· ὑπὲρ Χριστοῦ τῆς ἀγάπης
τοῦ δι’ ἡμᾶς, καθ’ ἡμᾶς ἐνανθρωπήσαντος.
Νῦν
ἡ σεβάσμιος μνήμη τῆς σῆς ἀθλήσεως, ἡμᾶς συναναγοῦσα, εὐφημῆσαι προτρέπει, τὰ
τρόπαια τοὺς ἄθλους καὶ τὰς λαμπράς, ἀριστείας ἐν ᾄσμασι· Παντελεήμων θεόφρον
Μάρτυς Χριστοῦ, ἀξιάγαστε Ἀνάργυρε.
Δόξα.
Ἦχος α’.
Δεῦτε
τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν συγκροτήσωμεν, καὶ τὸν Ἀθλοφόρον τοῦ
Χριστοῦ, ἐν ὕμνοις τιμήσωμεν, Ἀνάργυρον τὸν ἔνδοξον. Σήμερον γὰρ ὡς ἑωσφόρος
ἀνέτειλε, Παντελεήμων ὁ μέγιστος, καταυγάζων τοὺς ἐν πίστει καὶ πόθῳ
ἐπιτελούντων, τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.
Καὶ
νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν
τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ
ἁγνῶν λαγόνων Σου σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. β’. Τριήμερος ἀνέστης Χριστέ.
Δεξάμενος
Παντελεήμων, τὴν χάριν ἐκ τοῦ Κτίστου σου, ἐνήθλησας γενναίως ἐν σταδίῳ· διὸ
σοῦ ἀνυμνοῦμεν, Ἀνάργυρε θεόφρον, τὴν μνήμην καὶ τοὺς ἄθλους σου.
Στ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Μαρτύριον
ἐδέξω στεῤῥῶς, Παντελεήμων πάνσοφε, καὶ τὸν Χριστὸν ἐν κόσμῳ ἐδόξασας· διὸ Αὐτῷ
πρεσβεύεις, δοθῆναι πᾶσι λύσιν, καὶ πταισμάτων τὴν συγχώρησιν.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἀνάργυρε
ἐδέξω Χριστόν, ἐν τῇ καρδίᾳ σου σοφέ, καὶ ἐνήθλησας ὡς Μάρτυς ἀληθῶς· διὸ
Παντελεήμων, Αὐτὸν καθικετεύων, πιστοῖς δοθῆναι τὰ ἐλέη σου.
Δόξα.
Ἦχος δ’.
Τίς
μὴ μακαρίσει Σε, Παντελεήμων Ἀνάργυρε, ὅτι γενναίως τὸν Χριστόν, μέσον τῶν
τυράννων, ἀξίως τὸ στέφος παρ’ Αὐτοῦ δεξάμενος. Αὐτὸν καθικετεύων, ὑπὲρ τῶν
τιμώντων σε.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ'
Ἀθλοφόρε
ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων
ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐσκόρπισας
ἔδωκας πλοῦτον τοῖς πένησι· τὸν δρόμον τετέλεκας τοῦ μαρτυρίου φαιδρῶς, τὴν
πίστιν τετήρηκας· ὅθεν δικαιοσύνης, ἀνεδέξω στεφάνους, Μάρτυς Παντελεήμων, πρὸς
Χριστοῦ τοῦ Σωτῆρος. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ
ψάλλομεν Στιχηρὰ προσόμοια τοῦ Ἁγίου. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὁ
ἐπαξίως κληθεὶς Παντελεήμων, ὅτε τὸ φιλάνθρωπον πᾶσιν ἐφήπλωσας, τὴν τῶν ψυχῶν
ἐπιμέλειαν, καὶ τῶν σωμάτων, τὴν θεραπείαν ἐπιδεικνύμενος, τότε τὴν φερώνυμον
κλῆσιν ἐπλούτησας, τῆς ἀρετῆς τὴν ἀντίδοσιν, καὶ εὐσεβείας, ἀντιμισθίαν Μάρτυς
εὑράμενος, στεφανηφόρος καὶ ἀήττητος, στρατιώτης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, Ὃν
ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ
ἰαμάτων τὴν χάριν δεδεγμένος, ὅτε τὴν εὐσέβειαν πάντων προέκρινας, τῆς μητρικῆς
ἀντεχόμενος, θεοσεβείας, καὶ πατρικὴν μισήσας δυσσέβειαν, τότε σου τήν ἔνθεον
αἴγλην δεδώρηται, τῶν φωτισμάτων ἡ ἄβυσσος, ὁ φωτοδότης, τοῦ Θεοῦ Λόγος ὁ
μεγαλόδωρος, θείᾳ προγνώσει προειδώς σου, Παντελεῆμον σοφὲ τὴν λαμπρότητα, ἣν
ὑπέδειξας πᾶσιν, εὐσεβῶς πολιτευσάμενος.
Ὁ
ἐξ αΰλων πηγῶν τοῦ σωτηρίου, τῶν θείων ἰάσεων ἀεὶ τὴν χάριν ἀντλῶν, καὶ δαψιλῶς
ἀρυόμενος, καὶ διανέμων, τοῖς προσιοῦσί σοι παμμακάριστε, πάντας τούς τὴν
ἔνδοξον σοῦ καὶ πανίερον, καὶ φωτοφόρον πανήγυριν, πιστῶς τελοῦντας, χάριτι
θείᾳ τούτους καταύγασον, θεομιμήτῳ κεχρημένος, προσωνυμίᾳ σαφῶς καὶ χρηστότητι,
ἣν δυσώπησον πᾶσι, δωρηθῆναι τοῖς ὑμνοῦσί σε.
Ἕτερα.
Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Παντελεήμονος
μνήμην τοῦ ἐλεήμονος, μέτ’ ἐγκωμίων ἄγειν, φιλομάρτυσι χρέος· οὗτος γὰρ τὸν
μόνον ἐν οἰκτιρμοῖς, καὶ ἐλέει ἀνείκαστον, τῇ συμπαθείᾳ ζηλώσας τὴν παρ' αὐτοῦ,
θείαν χάριν ἐκομίσατο.
Τὴν
κατὰ γνώμην σὺ χάριν ἐφιλοσόφησας, ἐμμελετῶν τῇ πράξει, ἣν ἐπίβασιν εὗρες,
μάκαρ θεωρίας τῆς ἀληθοῦς, εὐεργέτης γενόμενος, τῶν κακουμένων ἐν νόσοις
παντοδαπαῖς, Χριστὸν ἔχων θεῖον φάρμακον.
Τὶς
ἂν ἀξίως τοὺς ἄθλους ἐκδιηγήσατο, Παντελεῆμον Μάρτυς, οὓς ἀνέτλης γενναίως,
ἅπασαν ἰδέαν τιμωριῶν, ἀπελέγξας ἀνίσχυρον, πρὸς τὸν ἑνόντα σοι πόθον ὑπέρ
Χριστοῦ, τοῦ σὲ νῦν ἀντιδοξάζοντος.
Δόξα.
Ἦχος πλ. β'. Βυζαντίου
Ἐξέλαμψε
σήμερον, ἡ σεβάσμιος μνήμη τοῦ Ἀναργύρου, τοὺς πιστοὺς συγκαλοῦσα πρὸς εὐωχίαν
μυστικήν, καὶ πρὸς πανήγυριν ἑόρτιον ἄγουσα, τῶν φιλεόρτων τὰ συστήματα. Ἐπέστη
γὰρ ἡμῖν θαυματουργὸς ἰατρός, τὰς νόσους πάντων ἰώμενος, Παντελεήμων ὁ στεῤῥὸς
ἀθλητής, καὶ πρεσβεύει ἐκτενῶς τῷ Κυρίῳ, εἰς τὸ σωθῆναι τὰς ψυχάς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον. Ἦχος πλ. β'. Βυζαντίου
Τὶς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ
γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς
προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος
δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως
γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 43, 9-14)
Τάδε
λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.
Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν;
Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ
μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα
γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος
Θεός, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων.
Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ
μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν
χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ
Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία
σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται,
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς
αἰῶνας, οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν
κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται
κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας,
πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ
σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει
κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή.
Ἦχος α', Βυζαντίου
Ἀγῶνα
καλὸν ἠγωνίσω, καὶ δρόμον τετέλεκας τοῦ μαρτυρίου σου, Μάρτυς Παντελεῆμον· διὸ
ἐν ὑψίστοις μέτ' Ἀγγέλων χορεύεις, ἀντάξια τῶν πόνων σου, εἰληφὼς τὰ ἄνω
βασίλεια. Ἀλλὰ πρέσβευε, Ἰατρὲ παμμακάριστε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος
β'. Ἀνατολίου
Ἀναργύρως
τὴν χάριν παρέχεις τοῖς ἀνθρώποις, Παντελεῆμον Μάρτυς ἔνδοξε, καὶ πνεύματα
διώκεις, τῇ ἐπικλήσει Χριστοῦ, καὶ τυφλοῖς ἀναβλέπειν δεδώρησαι, ὡς αὐτοῦ
θεράπων γνήσιος. Ἀλλὰ πρέσβευε Ἰατρέ, παμμακάριστε, τοῦ δωρηθῆναι τῷ κόσμῳ,
εἰρήνην σταθηράν, καὶ τοῖς σὲ ποθοῦσι μέγα ἔλεος.
Ὁ
αὐτός. Τοῦ αὐτοῦ
Ἀπεσείσω
τὴν πλάνην τοῦ πατρὸς πανένδοξε, καὶ τοὺς λόγους τῆς μητρὸς ἐμφρόνως δεξάμενος,
ὑπὲρ χρυσίον ἐκαρποφόρησας, κατὰ τὴν τοῦ Κυρίου φωνήν, καὶ Ἰατρός ἄριστος
ἐδείχθης, Παντελεῆμον Μάρτυς ἔνδοξε. Βαίνων δὲ ἐν χάριτι ἐν τῇ ὁδῷ, εὗρες
κείμενον χαμερπὲς νήπιον, ὑπὸ ἐχίδνης δηχθέν, καὶ πρὸς Θεὸν εὐξάμενος, καὶ
ἐκτενῶς δυσωπήσας, εὐθὺς τὸν παῖδα ἀνέστησας, καὶ τὸ θηρίον διεσπάραξας. Διὸ
μνημόνευε καὶ ἡμῶν, τῶν ἐν πίστει σου τελούντων τὸ μνημόσυνον.
Ὁ
αὐτός. Τοῦ αὐτοῦ
Μητρὸς
εὐσεβοῦς ἐπιποθήσας πίστιν, τοῦ πατρὸς διωρθώσω τὴν ἀσέβειαν· ταῖς γὰρ Ἑρμολάου
στηριχθεὶς διδασκαλίαις, ἐν τούτῳ καὶ τὸ Βάπτισμα ἐτέλεσας, Παντελεῆμον Μάρτυς
ἔνδοξε, τοῦ ἐλεήμονος Θεοῦ, τῶν νοσούντων θεραπευτά, καὶ τῶν παθῶν διώκτα.
Πρέσβευε λυτρωθῆναι ἐκ περιστάσεως, τοὺς ἐν πίστει τελοῦντας, τὴν ἀεισέβαστον
Μνήμην σου.
Ἦχος
πλ. α’. Γερμανοῦ
Ἡ
παμφαὴς τοῦ Μάρτυρος μνήμη, λάμπει ὡς ἥλιος τοῖς πέρασι, καὶ ἀπαύστως δᾳδουχεῖ
τοῖς πιστοῖς τὰ ἰάματα, νόσους ἀποσοβοῦσα, καὶ πάθη θεραπεύουσα· ἱκετεύει γὰρ
ἀεὶ Παντελεήμων τῷ Χριστῷ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα...
Ἦχος πλ. Α'. Βυζαντίου
Δεῦτε
φιλομάρτυρες, ὁμοφρόνως ἅπαντες εὐφημήσωμεν, τὸν τοῦ Χριστοῦ, Ἀθλοφόρον, τὸν
ὑπὲρ τῆς εὐσεβείας καλῶς ἀγωνισάμενον, καὶ τὸ βραβεῖον τῆς νίκης ἀναδησάμενον,
τὸν φωστῆρα τῆς οἰκουμένης, καὶ ἀειλαμπῆ ἀστέρα τῆς Ἐκκλησίας· διὸ καὶ πρὸς
αὐτὸν βοῶντες εἴπωμεν· Παντελεῆμον Μάρτυς ἔνδοξε, γενοῦ ἡμῶν ψυχῶν τε καὶ
σωμάτων σωτηρία, καὶ σκέπη ἀσάλευτος, πρεσβεύων πρὸς Κύριον ὑπὲρ ἡμῶν ἀδιαλείπτως,
εἰς τὸ σωθῆναι ἡμᾶς.
Καὶ
νῦν... Θεοτοκίον
Μακαρίζομέν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις,
Μεγαλομάρτυς Χριστοῦ, ὁ τοῦ Σωτῆρος τὸ σωτήριον ὄνομα, ἐνώπιον δυσσεβούντων,
ὁμολογήσας καλῶς, πολλῇ παῤῥησίᾳ καὶ στεῤῥότητι, τυράννων ὠμότητα, καὶ σαρκὸς
τὰ ἐπίπονα, μὴ δειλιάσας, καὶ θανάτου ἀπόφασιν, προσδεξάμενος, ὡς χαρᾶς
εὐαγγέλια· ὅθεν πρὸς τὴν ἀθάνατον, ζωὴν μεταβέβηκας, Παντελεήμων τῆς δόξης, τῆς
οὐρανίου ἠξίωσαι, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις,
Νικομηδείας φωστήρ, περιαυγάζων Ἐκκλησίας στερέωμα, φωτίζων ἐλλάμψει θείᾳ, τὰς
διανοίας πιστῶν, καὶ ἰάσεις νέμων τοῖς προστρέχουσι· ἀχλὺν ἐξηφάνισας, τῶν
εἰδώλων πανάριστε, καὶ συγχορεύεις, τῶν Ἀγγέλων ταῖς τάξεσι, Παντελεήμων εἰς
παστάδα οὐράνιον· ὅθεν ἀνευφημοῦμέν σε, ὡς ἔνθεον Μάρτυρα, ἀγωνισθέντα νομίμως,
ἐν σταδίῳ στεῤῥότατα, Χριστὸν ἐκδυσώπει, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα
ἔλεος.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Χαίροις,
Παντελεήμων σοφέ, ὁ τῶν Μαρτύρων τὸ φαιδρὸν ἀγαλλίαμα, ῥομφαία ἡ ὀξυτάτη, ὁ
διαυγὴς ὀφθαλμός, τῆς Νικομηδείας μέγας ἥλιος, λαμπρῶς ἀπαστράψας, ἐν θείοις
μάκαρ χαρίσμασι, καθωραΐσας, τὴν ψυχὴν σὺν τῷ σώματι, τῶν σῶν ἄθλων παμμάκαρ, ἃ
καθυπέμεινας· χαίροις στῦλε τῆς πίστεως, καὶ τεῖχος ἀκράδαντον, κῆρυξ Τριάδος
τῆς θείας, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος· ᾗ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ'. Βυζαντίου
Μητρικὴν
ἀγαπήσας εὐσέβειαν, τὴν τοῦ πατρὸς διωρθώσω ἀσέβειαν, τῷ ἰατρῷ τῶν ψυχῶν
στρατευσάμενος, ἰατρικῶς σεαυτὸν ἐξεπαίδευσας, καὶ θείᾳ χάριτι ἐν ἀμφοτέροις
εὐδοκιμῶν, τῶν παθῶν ὀλοθρευτής, καὶ τῶν ψυχῶν θεραπευτὴς ἀναδέδειξαι. Ἀλλ' ὡς
ἐν ἄθλοις τὸ εὔτονον, καὶ ἐν πρεσβείαις τὸ ἔμμονον κεκτημένος, Παντελεῆμον
Μάρτυς τοῦ Χριστοῦ, ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Τὰ
οὐράνια ὑμνεῖ Σε, Κεχαριτωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν
ἀνεξιχνίαστόν Σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ'
Ἀθλοφόρε
ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων
ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐσκόρπισας
ἔδωκας πλοῦτον τοῖς πένησι· τὸν δρόμον τετέλεκας τοῦ μαρτυρίου φαιδρῶς, τὴν
πίστιν τετήρηκας· ὅθεν δικαιοσύνης, ἀνεδέξω στεφάνους, Μάρτυς Παντελεήμων, πρὸς
Χριστοῦ τοῦ Σωτῆρος. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Εἰς τοὺς Αἴνους, τὰ τρία τοῦ Μηναίου καὶ τὸ ἑξῆς,
ὅμοιον.
Πάθος, θεόφρον μιμούμενος, τὸ
ζωηφόρον Χριστοῦ, παρ’ Αὐτοῦ τὴν ἐνέργειαν, τῶν θαυμάτων εἴληφας, ὦ Μάρτυς
Παντελεήμων, καὶ διασώζεις τοὺς σοὶ προστρέχοντας, πολλῶν κινδύνων πάντας ῥυόμενος,
ἔχων εὐάρεστον, παῤῥησίαν ἔνδοξε πρὸς τὸν Θεόν. ᾯ καὶ νῦν παρίστασαι, δόξης
πληρούμενος.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός
ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ
τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι,
ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ
κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα
Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις
με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου
ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν
μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ
ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι
Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν
τῷ Σταυρῷ.
Τῷ Ἀθλοφόρῳ οἱ πιστοὶ νῦν προσδράμωμεν, ἐκδυσωποῦντες
ἐκτενῶς ὡς ἡμέτερον, θερμὸν προστάτην ἄγρυπνον φρουρὸν καὶ ἰατρόν, Ἅγιε
Ἀνάργυρε, πρὸς αὐτὸν ἐκβοῶντες· πρόφθασον καὶ λύτρωσαι, ἀναγκῶν καὶ κινδύνων,
Παντελεῆμον πάνσοφε ἡμᾶς, τοὺς μετὰ πόθου, ψυχῆς προσιόντας σοι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε
Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός,
κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου
ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν
ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν
ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με
ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς
μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό
πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν
καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς
ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ
στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν.
Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου
τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ
τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ
εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί
τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν
Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,
ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ
Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενοις
πειρασμοῖς, σὲ παρακαλοῦμεν, ἐκζητοῦντες ἀπαλλαγήν, Χριστοῦ Ἀθλητὰ Παντελεῆμον,
τῶν δυσχερῶν καὶ δεινῶν ἡμᾶς λύτρωσαι.
Παθῶν ἡμᾶς θλίβουσι
προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαι ἡμῶν ψυχάς, ἐκδίωξον ταύτην Ἀθλοφόρε, ὁ
ταχινὸς ἀντιλήπτωρ τῆς ποίμνης σου.
Σωτῆρά σε ἔχοντες καὶ
φρουρόν, δυσωποῦμεν μάκαρ, λυτρωθῆναι τῶν δυσχερῶν, νοσημάτων πάντων Ἀθλοφόρε,
Παντελεῆμον σοφὲ συμπαθέστατε.
Θεοτοκίον.
Νοσοῦντα τὸ σῶμα καὶ
τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ Σοῦ, ἀξίωσον μόνη Θεομῆτορ,
ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰατρόν σε καὶ ῥύστην παθῶν ἡμῶν ἔχομεν, ὦ Παντελεῆμον
παμμάκαρ, τούτων ἐκλύτρωσε, πάντα ἰώμενος, τῶν νοσημάτων τὰ ἄλγη, τῆς ψυχῆς καὶ
σώματος, θεῖε Ἀνάργυρε.
Ἱκετεύομεν μάκαρ τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας
τὴν ζάλην διασκεδάσασθαι, σὲ γὰρ πανάγιε, γαληνιαῖον λιμένα, ἔχοντες
προσφεύγομεν, οἱ χειμαζόμενοι.
Εὐεργέτην καὶ σώστην σὲ ἐπιγραφώμεθα, ὡς εὐεργεσίας
ποιοῦντα πᾶσι τῆς χρήζουσι, πάντας γὰρ Ἅγιε, Παντελεῆμον τοὺς πίστει, ἐλεεῖς
καλοῦντάς σου, τὸ θεῖον ὄνομα.
Θεοτοκίον.
Χαλεπαῖς ἀῤῥωστίαις καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ
Παρθένε Σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ Σὲ γινώσκω, θησαυρὸν
πανάμωμε, τὸν ἀδαπάνητον.
Διάσωσον, ἀπὸ κινδύνων τὴν ποίμνην σου Ἀθλοφόρε, ὅτι
πάντες ἐν συμφοραῖς εἰς σὲ καταφεύγομεν, ὡς ἄγρυπνον φύλακά τε καὶ ῥύστην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ
μέγαν ἀντιλήπτορα, παμμάκαρ ἀεὶ ἐν πάσαις περιστάσεσιν, Ἀθλητὰ σὲ ἔχομεν, τὴν
σὴν ποίμνην τάχος ἐκλύτρωσαι, παντοίων θλίψεων καὶ ἀναγκῶν, τὸν σὲ καὶ μόνον,
προστάτην ἔχουσαν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων Ἀνάργυρε,
πλησθέντων ἡμῶν νῦν τάχος ἐξάλειψον, διπλῆν ἴασιν δωρούμενος, τῆς ψυχῆς
παμμάκαρ καὶ τοῦ σώματος.
Εὐσπλαγχνίᾳ ἐπίβλεψον,
ὦ Παντελεήμων Μάρτυς τῇ ποίμνῃ σου, ταύτην πάντων ἐκλυτρούμενος, τῶν δεινῶν
παντοίων τε κακώσεων.
Ἐπὶ κλίνης ὀδύνης τε,
καὶ τῆς ἀῤῥωστίας κατακείμενοις νῦν, ὡς φιλέλεος βοήθησον, τοῖς σοῖς δούλοις
Μάρτυς ἀξιάγαστε.
Θεοτοκίον.
Οἱ ἐλπίδα καὶ
στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι Σε πανύμνητε,
δυσχερείας πάσης ἐκλυτρούμεθα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον σοφέ,
εὐφροσύνης τὴν ζωὴν ἡμῶν, τὸ σὸν νῦν ἔλεος ἀφθόνως διδούς, Παντελεῆμον ἡμῖν
ἅπασι τοῖς δούλοις σου.
Λύτρωσαι ἡμᾶς, ἐκ
κινδύνων Ἀθλοφόρε Χριστοῦ, καὶ αἰωνίας τυχεῖν λυτρώσεως, καὶ Βασιλείας τῷ
Χριστῷ πρέσβευε.
Ἴασαι ἡμῶν, τὴν κατ’
ἄμφω νῦν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιούμενος, καὶ τὴν ὑγείαν, σαῖς πρεσβείαις
ἡμῖν δώρησαι.
Θεοτοκίον.
Λύσον τὴν ἀχλύν, τῶν
πταισμάτων μου Θεόνυμφε, τῷ φωτισμῷ τῆς Σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ
θεῖον καὶ προαιώνιον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Προστάτην σε, ἀληθῶς
γινώσκομεν, καὶ φρουρὸν Παντελεῆμον παμμάκαρ, τῶν πειρασμῶν, διαλύοντα ὄχλον,
καὶ ἐπηρείας δαιμόνων ἐλαύνοντα, δεόμεθά σου οὖν ἀεί, ἐκ πασῶν ἀναγκῶν ἡμᾶς
λύτρωσαι.
Ὡς τεῖχος, καταφυγῆς
κεκτήμεθα, καὶ πασῶν σε ἰατρὸν άλγηδόνων, καὶ πλατυσμόν, ἐν ταῖς θλίψεσι μάκαρ,
τῇ προστασίᾳ τῇ σῇ ἀγαλλόμενοι, ὦ Ἅγιε καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων
διάσωσον.
Ἐπίκουρον, σὲ ἐν
θλίψεσι πάσαις, καὶ τῶν νόσων ἰατρὸν Ἀθλοφόρε, Παντελεῆμον παμμάκαρ σπουδαῖον,
καὶ ποταμὸν δωρεῶν σὲ γινώσκομεν, καὶ πάντων τῶν ἐν συμφοραῖς, ταχινὸν καὶ ὀξὺν
ἀντιλήπτορα.
Θεοτοκίον.
Ἐν κλίνῃ, νῦν ἀσθενῶν
κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεός, καὶ Σωτῆρα τοῦ
κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, Σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς
νοσημάτων ἀνάστησον.
Διάσωσον, ἀπὸ κινδύνων τὴν ποίμνην σου Ἀθλοφόρε, ὅτι
πάντες ἐν συμφοραῖς εἰς σὲ καταφεύγομεν, ὡς ἄγρυπνον φύλακά τε καὶ ῥύστην.
Ἄχραντε, ἡ διὰ λόγου
τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν
Χριστιανῶν.
Μιμητὴς ὢν παμμάκαρ
τοῦ ἐλεήμονος, καὶ τὴν χάριν λαβὼν παρ’ Αὐτοῦ τῶν ἰάσεων, μὴ παρίδῃς τοὺς ἐν
πολλαῖς κακώσεσιν ἡμᾶς, ἀλλὰ πρόφθασον ὡς συμπαθής, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν
πιστῶς κραυγαζόντων σοι· φεῖσαι Παντελεῆμον, καὶ σπεῦσον εἰς θεραπείαν, ὁ
προστατεύων σὺ ἀεί, Ἀθλοφόρε τῶν τιμώντων σε.
Προκείμενον: Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτεύμενοι ἐν
τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἐξανθήσουσιν.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Μὴ παρίδῃς δέησιν, τῶν
ἀναξίων σῶν δούλων, Ἀθλοφόρε ἔνδοξε, ἀλλὰ δέξαι τάχιστα καὶ βοήθησον, θλίψει
ὀδύνη τε, πλείστῃ παλαίουσι, καὶ δαιμόνων ἐπιθέσεσι, σκέπην σε ἔχουσιν, ἡμῖν
καὶ σοὶ πίστει προσφεύγουσι· λύτρωσον οὖν τὴν ποίμνην σου, πάσης καὶ παντοίας
κακώσεως, ἴασιν ἀφθόνως, ψυχῶν τε καὶ σωμάτων δωρεάν, ταχὺ παρέχων Ἀνάργυρε,
πᾶσι τοῖς οἰκέταις σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θελητὴν τοῦ ἐλέους·
δι’ ὃν ἤθλησας μάκαρ στεῤῥῶς δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε
μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωμάτων μαλακίας καὶ
ψυχῶν ἀῤῥωστίας θεῖε Ἀνάργυρε, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ,
θεραπεύειν ἀξίωσον, ὁ ἰαμάτων λαβών, παρὰ Χριστοῦ τὴν χάριν.
Θησαυρόν σε χαρίτων
καὶ πηγὴν ἰαμάτων Ἅγιε ἔχομεν, πολεμίων τε πᾶσιν, ἐχθροῖς τοῖς ἀοράτοις,
ὁρατοῖς τε μὴ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τὴν ἡμῶν σωτηρίαν ὡς
ἠθέλησας Σῶτερ οἰκονομίσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατώκησας τῷ κόσμῳ, ἣν
προστάτην ἀνέδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς βοηθείας, τῆς
παρὰ σοῦ δεομένους, μὴ παρίδῃς ὦ Μάρτυς ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, Χριστὸν
εἰς τοὺς αἰῶνας.
Τὰς ἀσθενείας, τὰς τῆς
ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς Ἀθλοφόρε τὰ ἄλγη, τῶν ὑμνολογούντων, Χριστὸν εἰς
τοὺς αἰῶνας.
Τῶν ἰαμάτων, τὸ
δαψιλὲς ἐπιχέεις, τοῖς πιστῶς καλοῦσί Σε θεοφόρον, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς
τοὺς αἰῶνας.
Θεοτοκίον.
Τῶν πειρασμῶν Σύ, τὰς
προσβολᾶς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν Σε ὑμνοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χαρᾶς ἡμῶν καρδίας,
πλήρωσον ὦ Μάρτυς, τῶν νοσημάτων τὰ ἄλγη ἰώμενος, Παντελεῆμον προστάτα ἡμῶν
θερμότατε.
Πρεσβείαις σου
παμμάκαρ, Κύριον δυσώπει, ἐν τῇ ἡμέρᾳ τῆς δίκης εὐΐλατον, ἡμῖν γενέσθαι τοῖς
πίστει σοι προστρέχουσι.
Κακώσεως ἐν τόπῳ, τῷ
τῆς ἀσθενείας, ταπεινωθέντας παμμάκαρ θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν
μεταποιούμενοι.
Θεοτοκίον.
Φωτός Σου ταῖς ἀκτῖσι,
λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον Σὲ
καταγγέλλοντας.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Την υψηλοτέραν των ουρανών, και καθαρωτέραν λαμπηδόνων
ηλιακών, την λυτρωσαμένην, ημάς εκ της κατάρας, την Δέσποιναν του κόσμου,
ύμνοις τιμήσωμεν.
Από των πολλών μου αμαρτιών, ασθενεί το σώμα, ασθενεί
μου και η ψυχή, προς σε καταφεύγω την Κεχαριτωμένην, ελπίς απηλπισμένων, συ μοι
βοήθησον.
Δέσποινα και μήτηρ του Λυτρωτού, δέξαι παρακλήσεις,
αναξίων σων ικετών, ίνα μεσιτεύσης προς τον εκ σου τεχθέντα. Ώ Δέσποινα, του
κόσμου γενού μεσίτρια.
Ψάλλομεν προθύμως σοι την ωδήν, νυν τη πανυμνήτω,
Θεοτόκω χαρμονικώς, μετά του Προδρόμου, και πάντων των Αγίων, δυσώπει, Θεοτόκε,
του οικτειρήσαι ημάς.
Άλαλα τα χείλη των ασεβών, των μη προσκυνούντων, την
εικόνα σου την σεπτήν, την ιστορηθείσαν, υπό του αποστόλου, Λουκά ιερωτάτου,
την Οδηγήτριαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον
ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, ἐλεεῖς ὡς
ἀληθῶς, τοὺς προσκαλουμένους σε πίστει, ἐν ταῖς ἀνάγκαις αὐτῶν, ἕτοιμος
γενόμενος, προστάτης καὶ λυτρωτής, ἐν κινδύνοις καὶ θλίψεσι, τὴν ἐπωνυμίαν,
ἔχων ἀληθεύουσαν, Παντελεῆμον σοφέ, θεῖε, τοῦ Χριστοῦ Ἀθλοφόρε· ὅθεν καὶ ἡμᾶς
δεομένους, πίστει πάσης θλίψεως ἐκλύτρωσαι.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου
εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μαρτύρων ἀγλάϊσμα
Παντελεῆμον σοφέ, ἐδείχθης μακάριε ἰατρὸς ἄμισθος, τοῖς πίστει προστρέχουσιν,
πόθῳ ἐν τῷ πανσέπτῳ, καὶ ἁγίῳ ναῷ σου, ἴασιν νοσημάτων, καὶ παντοίων κινδύνων,
παρέχων ἀενάως Ἀθλητὰ ταῖς ἱκεσίαις σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου