ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΗ΄!!
ΑΛΕΞΑΝΔΡΟΣ, ΑΛΦΕΙΟΣ & ΖΩΣΙΜΟΣ
ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἄνευ δοξολογίας)
(Εὐσταθίου
Θεσσαλονίκης)
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους γ΄, καὶ ψάλλομεν γ΄ τῆς Ὀκτωήχου, καὶ γ΄ τῶν Ἁγίων. Ἦχος γ΄. Τὸν νοερὸν
ἀδάμαντα.
Τοὺς
σεβασμίους Μάρτυρας τῆς ἀληθείας οἱ πιστοὶ μελῳδικῶς ἀνυμνήσωμεν· Ἀλέξανδρον,
Ἀλφειὸν καὶ τὸν Ζώσιμον, οὓς ὑπὲρ Χριστοῦ ἀθλήσαντας ἐθαύμασαν Ἄγγελοι, καὶ
εὐφήμησαν ἄνθρωποι, καὶ Θεὸς ἐν Ὑψίστοις κατέστεψε, πᾶσι τοῖς κάτω
προσπτύσαντας. Ἐστοίχουν γὰρ τοῖς ἄνω καὶ μόνοις· διὸ καὶ πᾶσαν ἔφεσιν τῆς
ψυχῆς ἀπησχόλουν πρὸς τὸν ποθούμενον Χριστὸν τὸν Θεόν, τὸν Σωτῆρα τῶν ψυχῶν
ἡμῶν.
Τὴν
καρτερίαν Δέσποτα τῶν ἀθλησάντων ὑπὲρ Σοῦ τριῶν δικαίων γεραίρομεν, μνημόνευμα
ἐγκωμίοις ἑνώσαντες, ὧν τὴν ἀνδρικὴν στεῤῥότητα οὐ φόβος ἐμάλαξεν, οὐδὲ πεῖρα
κολάσεως, οὐδὲ πᾶσα τοῦ Μάγνου κακόνοια, θνήσκειν αὐτοὺς ἀνακράζουσα. Δυνάμει
ἠνδρίζοντο θείᾳ, διὰ θανάτου τρέχοντες εἰς ζωήν, προκειμένην τοῖς ἀγαπῶσί Σε,
τὸν μόνον Θεὸν καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Καθηλωθέντες
Μάρτυρες οἱ τρῖς ἐν λίθοις, ψαλμικὸν μέλι ἐκ πέτρας θηλάζετε, γλυκύτητα τὴν
θεόθεν καρπούμενοι. Πῦρ δὲ τὸ συμφλέξαν στέξαντες, οὐράνιοι ἤρθητε ὡς πυρίνου
ἐφ’ ἅρματος, Ἠλιοὺ τὴν πορείαν μιμούμενοι· πᾶσα δὲ βλάβη κακώσεως τρυφᾶς ὑμῖν
τὰς θείας ἐδίδου. Τοιούτους γὰρ ἀμείβεται ὁ Σωτὴρ τοὺς Αὐτοῦ χάριν πάσχοντας,
τοῦ μόνου Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον. Μεγάλη τοῦ Σταυροῦ Σου
Μεγάλης διὰ σοῦ,
εὐεργεσίας Ἄχραντε, τυχόντες σὺν Ἀγγέλοις, γεραίρομεν τὸν τόκον σου, τὸν
καταξιώσαντα ἐκ μήτρας σου τεχθῆναι, δι' ἄκραν εὐσπλαγχνίαν, καὶ ἀναπλάσαντα,
τῶν ἀνθρώπων τὸ γένος.
Ἢ
Σταυροθεοτοκίον ὅμοιον
Ῥομφαία τὴν καρδίαν
σου, διῆλθε Πάναγνε, ἡνίκα τὸν Υἱόν σου, ἐπὶ σταυροῦ προσέβλεψας, καὶ ἐβόας· Μὴ
ἄτεκνόν με δείξῃς, Υἱέ μου καὶ Θεέ μου, ὁ συντηρήσας μετὰ τόκον παρθένον.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Ἀνήμερος
ὑμᾶς δικαστής, πιστεύσαντας εἰς Κύριον, ὑποβάλλει βαρυτάτοις αἰκισμοῖς, χαλάσαι
δὲ τὸν τόνον ὑμῖν, ὅλως οὐκ ἔσχε, συντεταγμένοις πρὸς τὰ κρείττονα.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς
τῆς δεήσεώς μου.
Τὸ
στόμα γέμειν ὕμνων Θεοῦ, αἰσθόμενος ὁ τύραννος, τοῖς χαλκεῦσιν χώνην θεὶς περὶ
αὐτό, μόλυβδον μὲν ἐγχέει, πυρὶ σφοδρῷ τακέντα, τοὺς ὕμνους παῦσαι δὲ οὐκ
ἴσχυσεν.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ὠφέλει
μὲν εἰς βίον τὸ πῦρ, τοὺς Μάρτυρας Χριστοῦ ἀδελφούς, χρησιμεῦον εἰς ζωὴν ταύτην
φθαρτήν· ἐν δὲ τῷ Μαρτυρίῳ, χρηστότατον εὑρέθη, μεταβιβάσαν εἰς τὰ ἄφθαρτα.
Δόξα.
Εὐήμερος
αἰθρία ὑμᾶς, ἐκεῖσε περιέλαμψεν, ὡς φυγόντας σκότος πλάνης ἀφεγγές. Φωτίσατε
γοῦν πάντας ἡμᾶς, ὦ Ἀθλοφόροι, καὶ ζόφον λύπης ἀπελάσατε.
Καὶ
νῦν ... Θεοτοκίον ὅμοιον
Μεγίστων
δωρημάτων ἡμῖν, ὁ τόκος ὁ ἀλόχευτος, τῆς Παρθένου, πᾶσι γέγονε σαφῶς· Θεὸς γὰρ
τὴν φθαρεῖσαν, καινίζει πάλιν φύσιν, καὶ ἀναπλάττει τὸ ἀνθρώπινον.
Ἢ Σταυροθεοτοκίον. Τριήμερος ἀνέστης Χριστὲ
Ὁρῶσά
σε ἡ Πάναγνος, ἐν ξύλῳ καθηλούμενον, ἀνεβόα· Ὦ Υἱέ μου καὶ Θεέ, τί τὸ παράδοξόν
σου, καὶ ἄκουσμα τὸ ξένον, ὃ ὑπομένεις διὰ οἶκτον πολύν;
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Ἐλπὶς τοῦ κόσμου.
Τριάδος
θείας λατρευταί, τρισμακάριον γένος, εἰς ἓν κραθέντες ἀκριβῶς εὐψυχίᾳ καὶ
πίστει καὶ φύσεως γνησιωτάτῳ δεσμῷ, ἑνώθητε καὶ εἰς βοήθειαν ἡμῶν, ῥυόμενοι
θερμῶς ἡμᾶς παντοίων πειρασμῶν, ὅσους ὁ βίος φέρει.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τῶν Ἁγίων.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰδοὺ
δὴ τί κάλλιον ἢ τερπνόν, ἀλλ’ ἢ τὸ κατοικίζειν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; ὡς τοὺς
μεγαλάθλους ὁ παντάναξ, καὶ ἀδελφοὺς ἐν Ἐδὲμ συγκατώκισεν.
Γεννήσεως
μέν ἐστι φυσικῆς, τὸ κατ’ ἀδελφότητα γνήσιον καὶ συμφυές· οἱ δὲ καὶ ἀθλήσει
ἡνώμενοι ὑπερφυές, τὸ καλὸν ἐκληρώσαντο.
Ὁ
εἷς τῆς Τριάδος παμβασιλεύς, εὑρὼν τὴν τριάδα τὴν γενναίαν τῶν Ἀθλητῶν, Ἀλφειοῦ
Ζωσίμου Ἀλεξάνδρου, στρατολογήσας αὐτοὺς ᾠκειώσατο.
Θεοτοκίον.
Ὑγρὰν
διοδεύων βιωτικῶς, τῆς πολυκυμάντου πολιτείας διαγωγήν, μὴ ταῖς τρικυμίαις
βυθισθείην, Θεοκυῆτορ καὶ σωτηρία Δέσποινα.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψίδος.
Ἐπὶ
πέτρας ἀῤῥήκτου οἱ στερεοὶ Μάρτυρες, θεμελιωθέντες τῇ πίστει τῇ εἰς τὸν Κύριον,
πόνων ὑπέσχον ποινήν, καθηλωθέντες ἐν πέτρᾳ, καὶ ἡμᾶς νῦν παύουσι τῶν ἀλγημάτων
ἡμῖν.
Ὀφειλέται
χαρίτων οἱ τοῦ Θεοῦ Μάρτυρες, Μάρκῳ τῷ Ἁγίῳ ποίμνια ἀπετελέσθησαν, οὗπερ εἰς
βλάβην δεινήν, δεσμὰ συγκόπτειν ταχθέντες, εἰς Θεοῦ ἀγάπησιν αὐτοὶ ἐδέθησαν.
Ἡ
μὲν βία τοῦ Μάγνου φρενοβλαβῶς ἤθελε, Μάρκον τὸν θαυμάσιον κλεῖσαι σιδήρῳ
δήσαντος, οὗ φλογουμένου σφοδρῶς, τῶν ἀδελφῶν τῇ τριάδι, ὁ Θεὸς ἐπύρωσεν αὐτοὺς
εἰς ἄθλησιν.
Θεοτοκίον.
Οὐρανίας
ἁψῖδος οὐκ ἐκλιπὼν Κύριος, θεῖον οὐρανὸν εὑρηκώς Σε ἐν Σοὶ ἐσκήνωσε, καὶ σὰρξ
Αὐτὸς γεγονώς, γῆθεν ἡμᾶς ὑπεξῆρε. Δόξα Σοι πανάμωμε τῇ ἀνυψώσει ἡμῶν.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Προσηλούμενοι
Μάρτυρες, ἥλους τῷ τυράννῳ πήγνυτε θλίψεων· τῇ δὲ πέτρᾳ τῆς ἡλώσεως, ἐκλιθοῦτα
θάμβει τὸν ἀτέραμνον, χαλκότυπον ἐν Πνεύματι.
Βέλη
χαλκευσάμενοι ἐπαφίετε, δι’ ὧν βάλλοντα ἐχθροὶ τοῦ Θεοῦ, καὶ ῥιπτοῦνται πτῶσιν
τὴν ἀνέργετον.
Εἰ
καὶ σίδηρος ἔῤῥεν, ὕδωρ τι καθάπερ σφυρηλατούμενος, ἀλλ’ ὑμεῖς ἐστερεώθητε,
εὐπαγῶς τῇ πίστει τῇ εἰς Κύριον.
Θεοτοκίον.
Εἰσακήκοα
πάναγνε, μᾶλλον δὲ πεπείραμαι τῶν θαυμάτων Σου, κατενόησα τὸ κράτος Σου, καὶ
ζητῶνφρουρεῖσθαι τῇ δυνάμει Σου.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ποίμνης
μὲν πολλῆς, προεστάτης Μάρκε Ἅγιε· ἡ δὲ Θεῷ τυθεῖσα ὡς διὰ σέ, τριττὴ θυσία
ὑπερῆρεν ἅπαν ποίμνιον.
Ἔργον
τοῦτο σῆς, εὐχῆς Μάρκε παμμακάριστε, τοὺς τῶν δεσμῶν σου χαλκευτὰς ἀδελφούς,
χαλκουργηθῆναι εἰς σκέυη Θεοῦ πανίερα.
Χεῖρες
μὲν ὑμῖν, ὦ μακάριοι ἐνήρκεσαν, σφυρηλατοῦσαι τὰ τοῦ Μάρκου δεσμά, φωνὴ δὲ θεία
ὑψόθεν αὐχεῖν ἐπτέρωσεν.
Θεοτοκίον.
Φώτιζε
ἡμᾶς, νυκτὸς Ἡλίου Μῆτερ ἁγνή, καὶ πᾶσαν σκότωσιν δεινῶν πειρασμῶν, ἀπαγαγοῦσα
τὴν αἰθρίαν ἡμῖν βράβευε.
ᾨδὴ
στ΄. Τὴν δέησιν.
Ὁ
πάλαι, τοὺς ἁλιεῖς τῶν ἰχθύων ἁλιεῖς ἀποτελέσας ἀνθρώπων, οὗτος ὑμᾶς, Ἀθλοφόροι
Κυρίου, ἐκ τοῦ χαλκεύειν δεσμὰ τοῖς ποθοῦσιν Αὐτόν, μετήγαγε βελοποιεῖν κατὰ
τῶν παλαιμναίων ἐχθρῶν τοῦ Θεοῦ.
Ὢ
χαλκέως, μὲν ἐπειράθη ὁ Παῦλος, παγκακίστου καὶ ἀξίου κατάρας· ὁ δὲ καλὸς
ὀρεσίτροφος Μάρκος, τρεῖς ἀδελφοὺς χαλκευτὰς ὑπηγάγετο, χαλκεύοντας μὲν κατ’
αὐτοῦ, δι’ αὐτοῦ δὲ Θεῷ προσχωρήσαντας.
Ἀντέστρεφον,
τῶν τυράννων τὴν δόσιν ἡ πανόλβιος τριάς, τὴν δοθεῖσαν ὑπὲρ μισθοῦ τῶν δεσμῶν
τῶν τοῦ Μάρκου· ὁ δὲ Θεὸς ἐταμίευε κρείττονα, καὶ δέδωκεν εἰς δωρεὰν οὐρανῶν
Βασιλείας ἀπόλαυσιν.
Θεοτοκίον.
Τὴν
δέησιν, ἐκχέομεν πάναγνε, καὶ αἰτούμεθα ἐκ Σοῦ σωτηρίαν, ὅτι πολλοῖς,
πυργηρούμεθα λάκκοις, οὓς καθ’ ἡμῶν ὁ ἀρχέκακος ὤρυξεν· οὓς βοήθησον ὡς
πανσθενής, εἰς ἐκείνου τελείαν ἀπώλειαν.
Κοντάκιον.
Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν.
Ὁ
τὰ καθ’ ἡμᾶς ὡς ἄριστα διεξάγων, δημιουργικῇ σοφίᾳ παντοδυνάμῳ, ἐκ τῶν κάτω
κηλίδων ἐξάρας ἡμᾶς, φωσφορίαις ἐγκατέστησεν οὐρανίαις παμμακάριστος, ἡλιῶδες
ἀπαστράπτοντας. Καὶ ἰδού, ἀποδισκεύεται λαμπρὰν αἰθρίαν ἡμῖν, λυτικὴν
σκοτασμοῦ.
Συναξάριον.
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων
Μαρτύρων· Μάρκου τοῦ ποιμένος, Ἀλεξάνδρου, Ἀλφειοῦ καὶ Ζωσίμου τῶν αὐταδέλφων,
Νίκωνος, Νέωνος, Ἡλιοδώρου καὶ τῶν λοιπῶν Παρθένων καὶ Παίδων.
Ποιμὴν
ὁ Μᾶρκος, Μᾶρκος, ὃν κτείνει ξίφος,
Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ.
Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου,
Ἐκεῖθεν ἐκδύνουσιν εἰς θείαν δρόσον.
Ἡλιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων,
Χριστοῦ κατ' ἐχθρῶν ἐκ ξίφους νίκη νέα.
Τμηθέντα Παίδων καὶ Γυναικῶν μύρια,
Ὦ παῖ γυναικός, καὶ Θεέ, πλήθη δέχου.
Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ.
Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου,
Ἐκεῖθεν ἐκδύνουσιν εἰς θείαν δρόσον.
Ἡλιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων,
Χριστοῦ κατ' ἐχθρῶν ἐκ ξίφους νίκη νέα.
Τμηθέντα Παίδων καὶ Γυναικῶν μύρια,
Ὦ παῖ γυναικός, καὶ Θεέ, πλήθη δέχου.
Οὗτοι οἱ Ἅγιοι ὑπῆρχον ἐπὶ
Διοκλητιανοῦ βασιλέως, ἐν πόλει Πισσιδείας, Μάγνου ἡγεμονεύοντος.
Ὁ δὲ μακάριος Μάρκος ἦν
ποιμαίνων πρόβατα, λευκὴν ἔχων τὴν κόμην τῆς κεφαλῆς καὶ βαθείαν, μέχρι καὶ
πτέρνης αὐτῆς. Ἐπεὶ δὲ διεγνώσθη ὡς εἴη Χριστιανός, παραχρῆμα κρεμασθείς,
ξέεται. Εἶτα, παρεπέμφθη ἐν Κλαυδιουπόλει. Προσκληθέντων δὲ χαλκοτύπων,
κατασκευῆς ἕνεκα τῶν τοῦ Μάρτυρος δεσμῶν, προσήχθησαν τρεις ἀδελφοί·
Ἀλέξανδρος, Ἀλφειὸς καὶ Ζώσιμος, τὴν Κατάλυτον οἰκοῦντες κώμην, βάναυσοι τὴν
τέχνην, καὶ τῆς τοῦ σιδήρου ἐργασίας ἐπιστήμονες. Ἀρξαμένων δὲ τύπτειν,
καταῤῥέει ὁ σίδηρος ὡς ὕδωρ, καὶ αἱ χεῖρες αὐτῶν ἐνάρκουν. Οἱ δέ, τὸ συμβὰν
θαυμάσαντες, καὶ φωνῆς θείας ἐπακούσαντες, προτρεπούσης συναθλῆσαι αὐτοὺς τῷ
Μάρκῳ, οὐκ ἠμέλησαν, ἀλλὰ Χριστιανοὺς ἑαυτοὺς ὡμολόγησαν. Εὐθὺς δὲ στρέβλαις
ὑπεβλήθησαν, καὶ μόλυβδον ζέοντα διὰ τοῦ στόματος ἐδέξαντο, καὶ ἐν πέτρᾳ
προσηλώθησαν, καὶ τοῦ βίου ἐξῆλθον. Ὁ δὲ Μάρκος ὑποδυθεὶς κρηπῖδας, καὶ
μαστιχθεὶς ἱκανῶς, καὶ ὀβελίσκοις καταπαρείς, καὶ τὴν γλῶτταν τμηθείς, καὶ ἐν
πέτρᾳ καθηλωθείς, τὴν κεφαλὴν ἀπετμήθη.
Ὁμοίως δὲ καὶ Νίκων καὶ
Ἡλιόδωρος καὶ Νέων, κρατηθέντες μετὰ νηπίων καὶ παρθένων πολλῶν, ἐν τῷ λεγομένῳ
Μωρομιλίῳ, ὑπὸ ξίφους ἀνηρέθησαν.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Χαρίτωνος τοῦ Ὁμολογητοῦ
Τῆς
γῆς πατήσας τάς τρυφὰς ὁ Χαρίτων,
Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων.
Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων.
Οὗτος ὑπῆρχεν ἐπὶ
Αὐρηλιανοῦ τοῦ βασιλέως, καὶ ἐκ πόλεως Ἰκονίου τῆς Λυκαόνων ἐπαρχίας. Ὃς
προσαχθεὶς τῷ Ὑπαττικῷ καὶ παῤῥησίᾳ τὸν Χριστὸν Θεὸν ὁμολογήσας, τύπτεται ἐκ
τεσσάρων, καὶ πυρὶ καταφλέγεται. Μετὰ δὲ τὴν καταστροφὴν Αὐρηλιανοῦ, ἀπολυθείς,
καὶ ἐν τῇ ἐρήμῳ λησταῖς περιπεσών, καὶ δεσμευθείς, λυτροῦται τούτων τρόπῳ
τοιῷδε: Εἰς τὸ κεράμιον, ἐν ᾧ εἶχον τὸν οἶνον οἱ λησταί, ἔχις προσερπύσασα, τὸν
ἰὸν ἐξέχεεν, οὗ ἐμφορηθέντες ἐξέψυξαν. Αὐτὸς δὲ τὸ σπήλαιον ἐκκλησίαν ποιήσας,
καὶ πλῆθος μοναχῶν συναγαγών, εἰς Μονὴν ἀποκατέστησεν, ἐξ ἀκροτόμου πέτρας ὕδωρ
ἐξενεγκών, καὶ ἰατὴρ παντοίων νοσημάτων φανείς, ἐν γήρᾳ βαθεῖ τὸν βίον
κατέλυσε.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Βαρούχ
Bαροὺχ Προφήτης Ἱερεμίου φίλος,
Xριστοῦ Προφήταις συγχορεύει ἐν πόλῳ.
Xριστοῦ Προφήταις συγχορεύει ἐν πόλῳ.
Ἡ τῶν Προφητῶν ἀκριβὴς
διόπτρα, ἡ τοῦ Ἱερεμίου πνοὴ καὶ ἀνάπαυλα, ὁ θεῖος Βαρούχ, ἐφεπόμενος ἧν τῷ
διδασκάλῳ Ἱερεμίᾳ, ὅτε ὡς αἰχμάλωτος οὗτος εἰς Αἴγυπτον κατήγετο, θρηνῶν τὴν
ἅλωσιν τῆς Ἱερουσαλήμ. Καὶ ὡς ἐν δυσὶ σώμασι, μία ψυχὴ ἐν ἀμφοτέροις ἐγνωρίζετο
τοῖς Προφήταις. Ἐπεὶ ἕνα ταξίαρχον εἶχον, τὸ Θεῖον Πνεῦμα ἀμφότεροι. Τρανοτέρως
μέντοι ὁ Βαροὺχ τὰ περὶ τῆς Χριστοῦ οἰκονομίας ἀνεκελάδησεν λέγων: Οὗτος ὁ
Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· καὶ τὰ ἑξῆς. εὕροι δ’ ἄντις
καὶ πλείονα, φιλοπόνως τὰς προφητικὰς βίβλους ἐπανακρίνων, τὸν Προφήτην Βαροὺχ
τὰ περὶ τοῦ Χριστοῦ καὶ τῆς Ἱερουσαλὴμ προαγγέλοντα. Οὗτος οὖν θεοφιλῶς
πολιτευσάμενος, πρὸς Κύριον ἐξεδήμησεν.
Τῇ αὐτῇ
ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Εὐστάθιος ὁ Ῥωμαίος καὶ Καλλίνικος ξίφει
τελειοῦνται.
Ῥωμαῖός
ἐστιν, ἀλλὰ καὶ ῥωμαλέος.
Ὁ Μάρτυς Εὐστάθιος, ἄθλων πρὸς ξίφος.
Ὁ Μάρτυς Εὐστάθιος, ἄθλων πρὸς ξίφος.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος
Μάρτυς Ἀλέξανδρος καὶ οἱ σὺν αὐτῷ Τριάκοντα Μάρτυρες ξίφει
τελειοῦνται.
Ἔξαρχον
Ἀλέξανδρον εἶχον τοῦ τέλους,
Τμηθέντες ἄνδρες, ὧν ἀριθμὸς τρισδέκα.
Τμηθέντες ἄνδρες, ὧν ἀριθμὸς τρισδέκα.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Αὐξεντίου τοῦ ἐν Κύπρῳ
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰσαὰκ τοῦ Σύρου
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Σπυρίδωνος καὶ Νικοδήμου τῶν ἐν τῷ σπηλαίῳ
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βιασεσλάβου, Πρίγκιπος τῆς Τσεχίας
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἠρωδίωνος τῆς Λίμνης Ἴλης, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς Εὑρέσεως τῶν
Λειψάνων τοῦ Ὁσίου Νεοφύτου τοῦ ἐν Κύπρῳ, τοῦ ἐγκλείστου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Εὐστοχίας.
Ἔρωτι
θείῳ τρωθεῖσα Εὐστοχία,
Χριστοῦ
παστάδι ᾤκησεν ἐπαξίως.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῇ
τοῦ Πνεύματος ζέσει πυρακτούμενοι Σῶτερ οἱ Ἀθλοφόροι Σου, ἐκ χειρώνακτος βίου,
καὶ καύσεως καμίνων Σοῖ προσέσχον καὶ ἔλαβον, ἀναψυχὴν καὶ πλοῦτον, καὶ δόξαν
αἰωνίαν.
Τυραννίδος
μὲν ἔργον, ἐκδιδόναι κολάσει τοὺς ἀγαπῶντας Θεόν, Θεοῦ δὲ αὖθις θαῦμα,
οἰκειοῦσθαι παντοίως τοὺς Αὐτοῦ χάριν πάσχοντας, ὧν τῆς μερίδος εἰσίν, οἱ τρεῖς
ἡμῶν προστάται.
Πυρακτούμενα
βέλη καθ’ ἡμῶν τοῦ βελίαρ σβέσατε νῦν, κραταιῶς οἱ τρεῖς οἱ τῆς μεγίστης
ἰσάριθμοι Τριάδος, καὶ ἀνάψυξιν ἔνδροσον δότε ἡμῖν, τοῖς θερμῶς Θεὸν
ὑμνολογοῦσιν.
Θεοτοκίον.
Οἱ
ἐκ τῆς Ἰουδαίας τρεῖς μακάριοι παῖδες ἐμβεβλημένοι πυρί, τὸν τόκον Σου
Παρθένον, εἰκονίζοντας ἧσαν, πῦρ γὰρ ἄϋλον ἔστεξας, οὗπερ καὶ βάτος ποτέ, τύπος
ἧν τοῦ Μωσέως.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Σεμνοποιοῦνται,
οἱ Πισιδεῖς ὡς πολίτας, τοὺς Ἁγίους τούτους εὐτυχοῦντες, Κλαυδίου τε πόλις,
ὅπου αὐτοῖς τὸ τέλος.
Ὀψιμαθεῖς
μέν, τοῦ ἀγαθοῦ γεγονότες, στερεῶς δὲ πίστει ἐντακέντες, νῦν δοξολογοῦνται,
καλῶς οἱ Ἀθλοφόροι.
Ἐν
τῇ χωνείᾳ, τῶν πειρασμῶν πυρωθέντες, ὡς χρυσὸς εὐροιζότατος ἄρτι, στίλβετε
Μαρτύρων, καλλονὴ καὶ λαμπρότης.
Θεοτοκίον.
Τὸν
Βασιλέα, τῶν οὐρανῶν παλατίῳ, Σῇ γαστρὶ Παρθένε χωρηθέντα, εὕρομεν ἁπάσης,
αἰχμαλωσίας ῥύστην.
ᾨδὴ
θ΄. Τὸν Βασιλέα.
Οὐκ
ἔστιν ἐν Κυρίῳ, γένους λαμπροῦ τόπος, ἐν εὐγενείᾳ ψυχῆς οὖν φανέντες φαιδροί,
οἱ Ἀθληταὶ ἀσωμάτων χοροῖς συντάττονται.
Ὦ
Μάρκε ὀρεινόμε, μέμνησο θρεμμάτων, τῶν λογικῶν οἳ τιμῶμεν τὴν μνήμην τὴν σήν·
καὶ νῦν ποιμάνας ἐνταῦθα, ἐκεῖ συνδόξασον.
Ὦ
τρεῖς Θεοῦ ὁπλῖται, οὓς νῦν εὐφημοῦμεν, κατὰ δεινῶν καὶ ἀγρίων βαρβάρων ἐθνῶν,
ἀνθοπλισθέντες ἐκ τούτων ἡμᾶς λυτρώσασθε.
Θεοτοκίον.
Κυρίως
Θεοτόκον, Μῆτερ ἀπειράνδρως, ἡ τῶν Παρθένων σεμνότης ἡ φύλαξ ἡμῶν, ἀγγελοΰμνητον
κλέος Σὲ μεγαλύνομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου