ΑΥΓΟΥΣΤΟΣ Η΄!!
ΑΙΜΙΛΙΑΝΟΣ ΚΥΖΙΚΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια
τῆς Ἑορτῆς γ'. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Σήμερον ὑπέδειξας, τὴν σην
Θεότητα Κύριε, τοῖς σεπτοῖς Ἀποστόλοις σου, Μωσεῖ σὺν Ἠλίᾳ τε, ὡς Θεὸς τοῦ
νόμου, καὶ χάριτος πέλων, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τοῦ θανάτου νῦν τῆς
χειρώσεως, μεθ' ὧν σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ
παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Σήμερον ἐξέλαμψας,
φωτοειδὴς ὑπὲρ ἥλιον, τηλαυγῶς ἐν ὄρει Θαβώρ, δεικνύων τοῖς φίλοις σου, ὅτι σὺ
ὑπάρχεις, ἀπαύγασμα δόξης, ὁ τὴν οὐσίαν τῶν βροτῶν, δι' εὐσπλαγχνίαν φορέσας
Κύριε· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ
Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Σήμερον ἀγάλλονται, οἱ
ἐπουράνιοι Ἄγγελοι, σὺν βροτοῖς ἑορτάζοντες, Χριστέ σου τὴν ἔλλαμψιν, τὴν
φρικτὴν καὶ θείαν, τὴν ἐν Θαβωρίῳ ἐν ᾧ παρέστησας Μωσῆν, καὶ τὸν Ἠλίαν Σωτὴρ
φιλάνθρωπε, καὶ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην ὑμνοῦντάς σε, Ἰησοῦ
Παντοδύναμε, ὁ Σωτὴρ καὶ Θεὸς ἡμῶν.
Τοῦ ἁγίου Ἦχος ὁ αὐτὸς, Ὁ ἐξ ὑψίστου κληθεὶς
Ὁ τὴν Εἰκόνα Χριστοῦ σαφῶς
τιμήσας, ὅτε τὸ λεόντειον θράσος ἐμαίνετο, καὶ τοὺς λαοὺς διεκλόνησεν,
ἀνακαινίζον, τοῦ Κοπρωνύμου ἄθεον αἵρεσιν, τότε τοῦτο Πάνσοφε, σαφῶς διήλεγξας,
σῇ παρρησίᾳ χρησάμενος, συνηθροισμένης, Ἀρχιερέων τῆς συνελεύσεως· ὅθεν
ἐγνώσθης γενναιότατος, στρατιώτης Χριστοῦ παμμακάριστε, ὃν ἱκέτευε σῶσαι, καὶ
φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ οὐρανίαις μοναῖς ἐνῳκισμένος,
ὅτε τὴν ἀτίθασον γνώμην καὶ ἄθεον, ὁ δυσσεβὴς ἐνεδείξατο, ὑπερορίαις, καταδικάσας
τὴν σὴν στερρότητα, τότε τὸν Παράδεισον· ὅθεν πεπτώκαμεν μόνην πατρίδα θεσπέσιε,
σαφῶς γινώσκων, μέτ' εὐφροσύνης χαίρων ὑπέμεινας· ὅθεν δικαίως τὴν ἀκήρατον, ἠξιώθης
ζωὴν κατοπτεῦσαι Χριστόν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Πυρίνῃ γλώσσῃ πανσόφως κεχρημένος,
ὅτε μιξοβάρβαρον νόμον ἐθέσπισε, μὴ προσκυνεῖσθαι κελεύοντα, τὴν σεβασμίαν, Χριστοῦ
Εἰκόνα Λέων ὁ τύραννος, τότε σὺ τόν ἔνθεον νόμον ἀντέθηκας, ὡς διαβαίνει προσκύνησις,
ἡ τῆς εἰκόνος, ὣς πού τις ἔφη πρὸς τὸ ἀρχέτυπον, καὶ τῷ σῷ λόγῳ ὡς ἐμβρόντητος,
ἀπεφάνθη ὁ θὴρ ὁ δυσώνυμος, πανσεβάσμιε Πάτερ, θεορρῆμον ἱερώτατε.
Δόξα. Ἦχος πλ. β΄.
Βίον ἔνθεον ἀσκήσας, βῆμα ἄθεον οὐκ ἐπτοήθης, Αἰμιλιανὲ πατὴρ ἡμῶν Ὅσιε. τὸν Σταυρὸν γὰρ τοῦ Χριστοῦ ὁπλισάμενος, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ἀνδρείως ἠγωνίσω κατὰ τοῦ θηρὸς τοῦ ἀλάστορος, καὶ τῆς αἱρέσεως ἤλεγξας τὸ δυσσεβές. Διὸ καὶ ἀνεδείχθης Μαρτύρων ἰσοστάσιος, καὶ ὁμολογητὴς καρτερώτατος, ὡς ποιμὴν ἀληθινὸς προκινδυνεύων τῆς πίστεως, καὶ διδάσκαλος τῆς ἀληθείας. Καὶ νῦν ἐν παῤῥησίᾳ τῷ θρόνῳ τοῦ Χριστοῦ παριστάμενος, μὴ διαλίπῃς πρεσβεύων ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ τῆς ποίμνης σου ἔνδοξε.
Καὶ νῦν ... Ἦχος α'
Ὁ πάλαι τῷ Μωσεῖ συλλαλήσας, ἐπὶ τοῦ ὄρους Σινᾶ διὰ συμβόλων. Ἐγὼ εἰμι, λέγων ὁ Ὤν, σήμερον ἐπ' ὅρους Θαβώρ, μεταμορφωθεὶς ἐπὶ τῶν Μαθητῶν, ἔδειξε τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος, ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην ἀναλαβοῦσαν οὐσίαν, καὶ τῆς τοιαύτης χάριτος, μάρτυρας παραστησάμενος Μωϋσῆν καὶ Ἠλίαν, κοινωνοὺς ἐποιεῖτο τῆς εὐφροσύνης, προμηνύοντας τὴν ἔνδοξον διὰ Σταυροῦ, καὶ σωτήριον Ἀνάστασιν.
Εἴσοδος· Φῶς ἱλαρόν· Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα
ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας
αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ
μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ
συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ
ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου
ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ
ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿
αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις
καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ
σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι
ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, πόλις
τῆς Κυζίκου, ἀγάλλου καὶ χόρευε, πιστῶς λαμπροφοροῦσα· Ἀιμιλιανὸν τὸν πανένδοξον Ἱεράρχην, καὶ κήρυκα τῆς πίστεως,
ὡς θησαυρὸν ἐν κόλποις κατέχουσα. Ἀπόλαυε τῶν αὐτοῦ χαρίτων, τὰς ἰάσεις
καθορῶσα, εὐφήμησον τὸν τῆς πλάνης τῶν αἰρέσεων σοφῶς ἐλέγξαντα, καὶ εὐχαρίστως
τῷ Σωτῆρι βόησον· Κύριε δόξα σοι.
Ὁ αὐτός.
Τῇ τῶν ᾀσμάτων φαιδρότητι,
ἀδελφοί, τὴν παροῦσαν φαιδρύνωμεν ἠμέραν, καὶ ἐπιλαμπρύνωμεν αὐτὴν ταῖς τοῦ
βίου ἡμῶν ἐνθέοις πράξεσιν. Ἰδοὺ γὰρ παραγέγονε τῇ ἐτησίῳ μνήμῃ ὁ ἡμέτερος
πολιούχος, καὶ ἀντιλήπτωρ θερμότατος, Αἰμιλιανὸς ὁ
θαυμάσιος, παρέχων παρὰ Χριστοῦ τὴν χάριν κατὰ πνευμάτων ἀκαθάρτων, τοῖς πιστῶς
αἰτουμένοις· καὶ γὰρ ἔχει, ὡς ὑπὲρ Χριστοῦ παθῶν, τὸ εὐπαῤῥησίαστον, ὡς
Ἱεράρχης τὸ ἀξίωμα, τοῦ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ἀποστολικῶν παραδόσεων
ζηλωτής, καὶ τῆς πλάνης καθαιρέτης ἐφάνης, μακάριε. Ἰδοὺ γὰρ τὴν Χριστοῦ ἁγίαν
καὶ πάνσεπτον εἰκόνα, ὑπὸ χειρῶν ἀνόμων καθαιρουμένην, καὶ θείου ζήλου
ἐμφορηθείς, ἤλεγξας ἐμφρόνως τοῦς ἀσεβοῦντας, καὶ ἔθηκας τὴν ψυχήν σου ὑπὲρ τοὺ
τιμᾶσθαι τῆς δόξης τὸν Κύριον· ἡ γὰρ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον
διαβαίνει. Τοῦτον πρέσβευε ἀδιαλείπτως ὑπὲρ ἡμῶν, τῶν αἰτουμένων διὰ σοῦ
εἰρήνην καὶ μέγα ἔλεος.
Καὶ νῦν, τῆς ἑορτῆς.
Νόμου
καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ Μωσῆς
ὁ θεόπτης, καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης, καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς
Μεταμορφώσεώς σου. Μεθ' ὧν καὶ ἡμᾶς, τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σε
εἰς τοὺς αἰῶνας.
Εἰς τὸν στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες
πανηγυρίσωμεν, ἐπὶ τῇ μνήμῃ πάντες, Ἱεράρχου τοῦ θείου, αἰτούμενοι πταισμάτων
ἀπαλλαγήν, καὶ τοῦ βίου διόρθωσιν, παρὰ Χριστοῦ τοῦ Σωτήρος καὶ Λυτρωτοῦ, τῶν
ψυχῶν ἡμῶν πρεσβείαις αὐτοῦ.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν...
Τῶν οὐρανῶν αἰ δυνάμεις
φόβῳ παρίσταντο, ἡνίκα τὴν θυσίαν, τὴν ἁγνὴ ἐπετέλεις. Νῦν δὲ μετὰ τούτων,
Πάτερ συνών, τὸν Σωτῆρα ἱκέτευε, ὑπὲρ τῶν πόθῳ τελούντων σου τὴν σεπτήν, καὶ
σεβάσμιον πανήγυριν.
Στ.: Οἱ Ἱερεῖς σου Κύριε...
Ὁ τῶν Ἁγίων ταῖς μνείαις
ἐνδοξαζόμενος, αὐτῶν ταῖς ἱκεσίαις, ἐπικάμφθητι Σῶτερ, καὶ σῶσον ἐκ κινδύνων
καὶ πειρασμῶν, τοὺς τὴν μνήμην γεραίροντας, τοῦ σοῦ Ὁσίου Χριστὲ Αἰμιλιανοῦ,
τοῦ πρεσβεύοντος σωθῆναι ἡμᾶς.
Δόξα, ἦχος πλ. δ΄.
Τῆς θεότητός σου Χριστὲ τῷ
φωτί, λελαμπρυσμένος τὴν ψυχήν, Ἀιμιλιανὸς ὁ
θεῖος, εἰς ὄρος τῶν ἀρετῶν ἐπαρθείς, γενναίως ὑπερήθλησε· τυράννων οὐκ ἔπτηξεν
ἀπειλάς, οὐ θυμόν, οὐδὲ ὑπερορίας· ἀλλ’ ὡς ποιμὴν ἀληθινός, ἔδωκεν ἑαυτὸν ὑπὲρ
τῶν προβάτων σου. Διὸ σὺν αὐτῶ κοινωνοὺς ἡμᾶς ποίησον, τῆς σῆς δόξης εἰς τοὺς
αἰῶνας.
Καὶ νῦν, τῆς ἑορτῆς.
Τὸν γνόφον τὸν νομικόν, ἡ
φωτεινὴ τῆς Μεταμορφώσεως, διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ Ἠλίας γενόμενοι,
καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ ὁ εἶ Θεὸς ἡμῶν, Βασιλεὺς τῶν
αἰώνων.
Νῦν ἀπολύεις. Τρισάγιον.
Απολυτίκιον τοῦ Ἁγίου. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μαρτύρων ὁμότροπος,
Ἱεραρχῶν καλλονή, ὁσίων ἀγλάϊσμα, Ὀρθοδοξίας φωστήρ, Αἰμιλιανὲ πανσεβάσμιε· ἤλεγξας τοῦ τυράννου, τὴν ἀντίθεον
πλάνην, ἄνωθεν ἠξιώθης, τῶν στεφάνων τῆς νίκης, καὶ πρεσβεύεις ἀπαύστως ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος βαρὺς
Μετεμορθώθης ἐν τῷ ὄρει
Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον
καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου,
φωτοδότα δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ
Τὴν τῶν βροτῶν ἀπαλλαγὴν
ἀπὸ τῆς πλάνης τοῦ θήρος, κατορθωσάμενος σοφῶς, κατηξιώθης ἐκ Θεοῦ, τῆς ἀϊδίου
τρυφῆς, τῆς ἐν Παραδείσῳ· ταύτης καὶ ἡμᾶς ἀξιώσειεν, Αἰμιλιανὲ ὦ παναοίδιμε, ταῖς σαῖς θερμαῖς δεήσεσιν, ὁ
πάντων λυτρωτής τε καὶ Κύριος, τοὺς προσκυνοῦντας αυτοῦ τὴν θείαν ἐν εἰκόνι
ὁμοίωσιν.
Δόξα. Καὶ νῦν, τῆς ἑορτῆς.
Τὴν τῶν βροτῶν ἐναλλαγήν,
τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς,
ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς
τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου
ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα ὅμοιον
Ὑπὲρ τιμῆς τῆς τοῦ Χριστοῦ
θείας μορφῆς, καὶ τῶν αὐτῷ τετιμημένον αἰκισθείς, καὶ κατευνάσας εὐθαρσῶς τῆς
Ἐκκλησίας τὸν κλύδωνα καὶ τὸν σάλον, ἠξίωσας πολλῆς παῤῥησίας, σοφέ, αἰτεῖσθαι
παρ’ αὐτοῦ χάριν καὶ ἔλεος, καὶ τῶν πταισμάτων ἄφεσιν, θεόφρων, τοῖς μετὰ πόθου
τιμῶσί σε, καὶ τὴν εἰκόνα αὐτοῦ ἐν πίστει προσκυνοῦσι τὴν ἄχραντον.
Δόξα. Καὶ νῦν, τῆς ἑορτῆς.
Ἐν τῷ ὄρει τῷ Θαβώρ,
μεταμορφούμενος Σωτήρ, τοῖς προκρίτοις Μαθηταῖς, δείξας τὴν δόξαν σου Χριστέ,
τὸ ἀναλλοίωτον ἤστραψας τῆς Θεότητος. Νεφέλη δὲ φωτός, συνεκάλεσας, Ἠλίαν καὶ
Μωσῆν συλλαλοῦντάς σοι· διὸ καὶ Πέτρος ἔλεγεν· Οἰκτίρμον, καλὸν ἐστιν ὧδε εἶναι
σὺν σοί, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὸν Πολυέλεον, ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ ἀνελθὼν εἰς οὐρανοὺς μετὰ
πότμον, καὶ πρὸ τοῦ θρόνου τοῦ Χριστοῦ ἐντυγχάνων, σὺν τοῖς Ἀγγέλοις αἴτησαι
μακάριε, ἵνα τὴν ζωὴν ἡμῶν ἐκ παντοίων κινδύνων λυτρώσηται καὶ θλίψεως, ὡς
δεσπότης καὶ μόνος, τῶν ἐν ἀνάγκαις ῥύστης καὶ σωτήρ, ὅν σὺν Πατρὸς ἀνυμνοῦμεν
καὶ Πνεύματι.
Δόξα. Καὶ νῦν, τῆς ἑορτῆς.
Ὁ ἀνελθων σὺν Μαθηταῖς ἐν
τῷ ὄρει, καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἀπαστράψας, σὺν Μωϋσῇ Ἠλίας σοι παρίστανται·
Νόμος καὶ Προφῆται γὰρ ὡς Θεῷ λειτουργοῦσιν, ᾧ καὶ τὴν Υἱότητα τὴν φυσικὴν ὁ
Γεννήτωρ, ὁμολογῶν ἐκάλεσεν Υἱόν, ὃν ἀνυμνοῦμεν σὺν σοὶ καὶ τῷ Πνεύματι.
Οἱ Ἀναβαθμοί,
τὸ δ΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς σου Κύριε...
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Εὐαγγέλιον
κατὰ Λουκᾶν. Εἶπεν ὁ Κύριος
τοῖς ἑαὐτοῦ μαθηταῖς: Προσέχετε ἀπὸ τῶν ἀνθρώπων...
Εἶτα ὁ ν΄
ψαλμός.
Δόξα. Ταῖς τοῦ ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχός πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με
ὁ Θεός...
Ὅσιε τρισμάκαρ, ἁγιώτατε
πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ ἀρχιποίμενος Χριστοῦ μαθητῆς, ὁ τιθεὶς τὴν
ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν πανεύφημε, τῆς Κυζίκου ὁ πρόεδρος, αἴτησαι
πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Εἶτα εἷς
Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς: Τὸν μέγαν Αἰμιλιανὸν ἐν ᾄσμασιν ἔξοχα μέλπω.
Θεοφάνους.
ᾨδὴ α' Ἦχος α'. Σοῦ ἡ τροπαιοῦχος
Ταῖς ὑπερκοσμίαις συνοικῶν, ταξιαρχίαις θεόφρον
μακάριε, τοὺς ἐπιτελοῦντάς σου, χαρμονικῶς τὴν ποθητὴν πανήγυριν, Πάτερ
ἐποπτεύων, τῆς σωτηρίας ἀξίωσον.
Ὅλος τῷ Δεσπότῃ συγκραθείς, καὶ τοῖς ἐκεῖθεν ἀστράψας
πυρσεύμασι, πᾶσαν κατεφώτισας, σαῖς διδαχαῖς θεοσεβῆ πανήγυριν, ὡς ἱεροφάντωρ,
φανεὶς θεόφρον θεόληπττε.
Νοῦν καθηγεμόνα τῶν παθῶν, δι' ἀρετῆς Ἱεράρχα
κατέστησας, οἷα δικαιότατος, διαιτητὴς τῇ τε ψυχῇ καὶ τῷ σώματι, Πάτερ
διανέμων, τοῖς ἑκατέροις τὰ πρόσφορα.
Μύστης ἀκριβὴς τῶν ὑπὲρ νοῦν, τῆς Ἐκκλησίας σαφῶς
προϊστάμενος, ὤφθης παναοίδιμε, καὶ κραταιὸς τῆς ἀληθείας πρόμαχος, μύλας τῶν
λεόντων, συνθλῶν καὶ φράττων τὰ στόματα.
Θεοτοκίον
Ἕνα ἑκατέραις εὐσεβῶς, τὸν ἐκ γαστρός σου τεχθέντα
γινώσκομεν, φύσεσι Πανάμωμε, Θεὸν ὁμοῦ ὑπερφυῶς καὶ ἄνθρωπον, ἔχοντα τελείως
ἑκάστης τὰ ἰδιώματα.
ᾨδὴ γ'. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν
Ἱκέτην θεόφρονα Χριστοῦ, πιστοῖς σε προβαλλόμεθα, τὸν
δι' αὐτὸν λαμπρῶς ἀριστεύσαντα, καὶ τὴν εἰκόνα τούτου τιμήσαντα, τοῦ σεπτοῦ
κηρύγματος, καὶ τὴν ἄνωθεν πίστιν φυλάξαντα.
Μαρτύρων στερρότητα δεικνύς, θεόφρον ἀξιάγαστε, τὴν
δυσσεβῆ ὀφρὺν ἐξεφαύλισας, τῆς Ἐκκλησίας ἐκφανεὶς πρόβολος, ἀρραγὴς ἀκλόνητος,
καὶ μεσίτης ἔνθεος, καρτερῶς διελέγχων τοὺς ἄφρονας.
Ἰὸν τῆς αἱρέσεως πιών, εἰς κόρον ὁ παμπόνηρος,
διδακτικῷ σου λόγῳ διήλεγκται· φωτὶ γὰρ σκότος ἐξαφανίζεται, καὶ γυμνοῦται
πλάσματα, πονηροῦ βουλεύματος τῆς ἐνθέου σοφίας ταῖς λάμψεσι.
Θεοτοκίον
Λαμπρᾷ σε φωνῇ νῦν ἐκ ψυχῆς, κυρίως Θεομήτορα, τὴν τὸν
Θεὸν τεκοῦσαν κηρύττομεν, σεσαρκωμένον ἐκ σοῦ τὸν ἄσαρκον, ἐν ἡμῖν σκηνώσαντᾳ,
οὐ τροπὴν δεξάμενον, οὐ φυρμῷ συγχυθέντα Πανάμωμε.
Κάθισμα τοῦ Ἁγίου. Ἦχος γ' Θείας πίστεως
Θείῳ Πνεύματι πεφωτισμένος,
ἀνεκήρυξας ἐν παρρησίᾳ, ὀρθοδοξίας παμμάκαρ τὰ δόγματα, καὶ βασιλέα κατῄσχυνας
ἄνομον, ὑπερορίαις ἀδίκως στελλόμενος, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ἦχος γ' Τὴν ὡραιότητα
Τῆς θείας δόξης σου, ὄντως
ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς Μαθηταῖς σου ἐν Θαβώρ, ὄρει
μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές σε, μόνε
ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, καὶ πίστει σοι συμφώνως βοῶντες· Δόξα Χριστὲ τῇ
βασιλεία σου.
ᾨδὴ δ'. Ὄρος σε τῇ χάριτι
Ἴσχυσας ὀφρὺν καταβαλεῖν τοῦ ἀλάστορος, οἰκειωθεὶς δι'
ἀρετῆς, παμμάκαρ Αἰμιλιανέ, τῷ πάντα ἰσχύοντι, καὶ δυνατῷ ἐν τοῖς πολέμοις
πανόλβιε, καί νῦν κραυγάζεις· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἀνέτλης μακρᾶς ὑπερορίας στελλόμενος, καρτερικὸς
ἀναδειχθεὶς θεόφρον Αἰμιλιανέ, τὸ πρὶν προτερήμασιν, Ἀρχιερεύς, Ἱερομάρτυς δὲ
ὕστερον, ἀναδειχθεὶς θεοφόρε πανάριστε.
Νομίμως ἐφάνης ἐκ παιδὸς ἱερούμενος, ἀσκητικῶς
ἐκλαμπρυνθείς, τρισμάκαρ Αἰμιλιανέ, τῷ λόγῳ τῆς χάριτος, περιφραχθεὶς ἱερομύστα
θεσπέσιε, Θεῷ κραυγάζων· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Ὁ πάσης ἐπέκεινα νοούμενος κτίσεως, τῆς ὑπὲρ νοῦν
ζωαρχικῆς, θεοπλαστίας ἐπὶ γῆς, ἐκτελῶν μυστήριον, παρθενικαῖς ἠγλαϊσμένην
λαμπρότησι, τὴν σὴν γαστέρα κατῴκησεν, Ἄχραντε.
ᾨδὴ ε'. Θεὸς ὢν εἰρήνης
Νοήσας προγνώσει, τῇ θείᾳ Χριστός, τῆς μεγάλης ψυχῆς
σου τὴν πρόθεσιν, μεγάλοις προτερήμασιν, ἐκόσμησε σαφῶς στολαῖς Ἱερωσύνης,
αὐτὴν καταγλαΐσας, καὶ μαρτύρων ἐν ἄθλοις, Ἱερομύστα πανσεβάσμιε.
Ἑλκύσας τὴν χάριν, τοῦ Πνεύματος πρίν, ποταμοὺς
διδαγμάτων ἀνέβλυσας, Παμμάκαρ ἱερώτατε, τῇ ποίμνῃ τοῦ Χριστοῦ· ὅθεν καὶ τὴν
εἰκόνα, Χριστοῦ τιμᾶν μαθόντες, τῶν Ἁγίων τε πάντων, τοὺς θεομάχους
καταισχύνομεν.
Νεκρώσας σαρκός σου, τὸ φρόνημα πρίν, ἐν ἀσκήσεως
πόνοις πανόλβιε, τῇ αἴγλῃ τῇ τοῦ Πνεύματος ἐζώωσας τὸν νοῦν· ὅθεν δι'
ἀμφοτέρων, ἐκλάμψας Ἱεράρχα, Θεῷ εὐηρέστησας, Ἱερομάρτυς ἀξιάγαστε.
Θεοτοκίον
Ἁγίων Ἁγία, Παρθένε ἁγνή,
τῶν Ἁγίων τὸν Ἅγιον τέτοκας, τὸν πάντας ἁγιάζοντα, Χριστὸν τὸν λυτρωτήν· διὸ σε
Βασιλίδα, καὶ Δέσποιναν τοῦ κόσμου, ὡς τεκοῦσαν τὸν Κτίστην, τῶν ποιημάτων
μεγαλύνομεν.
ᾨδὴ ς'. Σπλάγχνων Ἰωνᾶν
Στῆσαι βουληθείς, νομὴν τῆς αἱρέσεως, προθύμως χωρεὶς
πρὸς τοὺς κινδύνους σοφέ, καὶ διήλεγξας παρρησίᾳ μεγάλῃ χρησάμενος, τὴν γνώμην
τοῦ κρατοῦντος σὺ τήν ἄθεον, πρῶτος τοῦ λαλεῖν ἀρξάμενος, ἠθροισμένης Συνόδου
θεόφρονος.
Μόνου τοῦ Χριστοῦ, θερμῶς ὀρεγόμενος, καὶ τούτου τυχεῖν
θείας ἐλλάμψεως, ἐφιέμενος, Ἱεράρχα Κυρίου θεόληπτε, μαρτύρων ἐνεδείξω τὴν
στερρότητα, λάμψας τὸ πρῴην δι' ἀσκήσεως, καὶ διπλοῦς τοὺς στεφάνους κομίζῃ
σαφῶς.
Ἄνω σου τὸν νοῦν, Θεῷ συγγινόμενον, καὶ θείαις αὐγαῖς,
μάκαρ λαμπόμενον, ἔχων Ὅσιε, κούφως βίον διέπλεις τὴν θάλασσαν, καὶ ὅρμοις
οὐρανίοις νῦν καθώρμισαι, αὔραις τοῦ Ἁγίου Πνεύματος, κυβερνώμενος σθένει τοῦ
Πνεύματος.
Θεοτοκίον
Σῶσαι τῶν βροτῶν, τὴν φύσιν ὡς εὔσπλαγχνος, φθαρεῖσαν
Ἁγνή, φθόνῳ τοῦ ὄφεως, ὁ ὑπέρθεος, εὐδοκήσας τὴν μήτραν σου ᾤκησε, καὶ σάρξ
ἀναλλοιώτως ἐχρημάτισε, μόνην καθαρὰν εὑράμενος, Θεοτόκε Παρθένε πανάχραντε.
Κοντάκιον. Ἡ Παρθένος σήμερον.
Ἐν Κυζίκῳ Ἅγιε, ἱερουργὸς ἀνεδείχθης, τοῦ Χριστοῦ τὸ
ποίμνιον, ἐν εὐσεβείᾳ ἐκθρέψας· τοῦτο γοῦν διαφυλάττων ἐκ τῶν κινδύνων, φρούρει
τε καὶ σκέπε πάντας τοὺς ἀνυμνοῦντας, εὐσεβῶς καὶ Ὀρθοδόξως, Τριάδα μίαν,
δημιουργὸν τοῦ παντός.
Ὁ Οἶκος.
Τὸ τῆς ἀσεβείας μένος κατ’ εἰκόνων καθορῶν Αἰμιλιανὸς ὁ θαυμάσιος, τῷ θείῳ ἀμφιέννυται ζήλῳ, καὶ ὡς
ἄλλος Μωϋσῆς Φαραὼ τὸν νέον εὐθαρσῶς ἐλέγξας, βασάνους τε ὑπέστη καὶ ὑπερορίας
μακράς· ἀλλ’ αὐτὸς ὥσπερ ἄκμων στεῤῥὸς ἀνήλατος διέμεινε, καὶ τὴν πλάνην ἐν
μέσῳ συνόδου Πατέρων κατήργησεν, ἀνακηρύξας τρανῶς τὸ σέβας τῆς Χριστοῦ
εἰκόνος, καὶ ὀρθοδόξως δογματίσας προσκυνεῖν προσώπων ἐν Τριάδι Θεὸν ἕνα,
δημιουργὸν τοῦ παντός.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Η' τοῦ αὐτοῦ μηνός,
μνήμη τοῦ Ὁσίου Αἰμιλιανοῦ, Ἐπισκόπου Κυζίκου, τοῦ
ὁμολογητοῦ.
Ψυχὴς
πολὺν θεὶς Αἰμιλιανὸς λόγον,
Τῆς
σαρκος ἠλόγησεν ἄχρι καὶ τέλους.
Ὀγδόῃ
Αἰμιλιανοῦ ὀστέα δέξατ' ἄρουρα.
Ὑπέμεινεν οὗτος ὁ Ἅγιος
πολλὰς κακοπαθείας καὶ ἐξορίας καὶ θλίψεις διὰ τὴν προσκύνησιν τῶν ἁγίων
εἰκόνων ὑπὸ τοῦ θηριωνύμου Λέοντος (ἴσως τοῦ Ἁρμενίου), ἐν ἔτει ωιγ΄ (813)
τελειώσας δὲ τὴν ζωήν του ἐν μέσῳ τῶν τοιούτων κακοπαθειῶν, ἔλαβε παρὰ Κυρίου
τὸν τῆς ὁμολογίας ἄφθαρτον στέφανον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μύρωνος, Ἐπισκόπου Κρήτης, τοῦ θαυματουργοῦ.
Μύρων
ὁ θεῖος ἀρετῆς μύρου πνέων,
Εὐωδίας
πρόσεισιν ὀσμὴ Κυρίῳ.
Ἐγεννήθη οὗτος ἐν τινι
πόλει τῆς Κρήτης Αὐρακίᾳ ὀνομαζομένῃ, πλησίον τῆς Κνωσσοῦ, στολίζων τὸ γένος
του μὲ τὴν κατὰ Θεὸν ἀσέβειαν. Ἐνῆλιξ συνεζεύχθη νομίμως, καὶ ἐκαλλιέργει τὴν
γῆν, διὰ δὲ τῆς καρποφορίας καὶ ἐσοδίας τῶν γεννημάτων του ἠλέει τοὺς πτωχούς,
καὶ ὅσον αὐτὸς ἠλέει, τόσον καὶ οἱ καρποὶ τῶν ἀγρῶν του ηὔξαναν. Ἡ συμπάθεια δὲ
καὶ εὐσπλαγχνία ἥν ὁ Ἄγιος ᾐσθάνετο ὑπὲρ τῶν πτωχῶν ἦτον ὑπὲρ ἀνθρωπον. Λέγουσι
π. χ. ὅτι οὗτος συνέλαβέ ποτε εἰς τὸ ἀλώνιόν του δέκα ἀνθρώπους κλέπτοντας
σῖτον καὶ οἱ ὁποῖοι ὡς ἐκ τῆς μεγάλης αὐτῶν πλεονεξίας ἐγέμισαν τοὺς σἀκκους
των οὕτως ὥστε δὲν ἠδύναντο ἕνεκα τοῦ βάρους νὰ τοὺς σηκώσωσιν, ἀλλ’ οὕτε
ἤθελον νὰ ἀδειάσωσιν ἐξ αὐτῶν ὁλίγον σῖτον ἵνα δυνηθῶσιν οὕτως ἐλαφροτέρους νὰ
τοὺς κινήσωσι. Τούτους λοιπὸν συλλαβὼν ὁ Ἅγιος ἐπ’ αὐτοφώρῳ, ἀντὶ νὰ τοὺς δείρῃ
καὶ τιμωρήσῃ διὰ τὴν κλοπήν, ἀπ’ ἐναντίας τοὺς ἐλυπήθη ὁ ἀοίδιμος, καὶ μὲ τὰς
ἰδίας του χεῖρας ἐβοήθησεν ἕκαστον αὐτῶν καὶ ἐφορτώθησαν τοὺς σάκκους εἰς τοὺς
ὤμους των. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ παρήγγειλεν εἰς αὐτοὺς νὰ μὴ φανερώσωσι
τὸ τοιοῦτον εἰς οὐδένα, ἵνα μὴ χάσῃ τὸν μισθὸν τῆς ἐλεημοσύνης καὶ τῆς
ἀνεξικακίας του. Διὰ τὰς ἀρετάς του λοιπὸν ταύτας ἐχειροτονήθη ἱερεὺς εἰς τὴν
Ἐκκλησίαν τοῦ Θεοῦ· ἀφ’ οὗ δὲ ἔπαυσεν ὁ κατὰ τῶν Χριστιανῶν διωγμός, ἀνέβη εἰς
τὸν θρόνον τῆς Ἐπισκοπῆς, γενόμενος ἀρχιερεὺς τῆς Κρήτης. Ὅθεν πολλὰς δυνάμεις
καὶ θαύματα ἐποίησε, διότι ἐδίωξε δράκοντα ὁ ὁποῖος ἔβλαπτε τὸν τόπον ὅπου
ἐνεφώλευεν, ἐμπόδισεν τὴν ῥοὴν ποταμοῦ, ὁ ὁποῖος ὠνομάζετο Τρίτων, ἐπειδὴ
ἐπλημμύρησεν ὅτε ἔμελλεν ὁ Ἅγιος νὰ διέλθῃ δι’ αὐτοῦ. Ὁ ποταμὸς δὲ οὗτος,
ἀναχαιτισθείσης τῆς ῥοῆς του κατὰ τὴν προσταγὴν τοῦ Ἁγίου, δὲν ἔτρεξεν πλέον,
καθὼς πρότερον, ἀλλ’ ἔμενεν οὗτω στάσιμος μέχρις οὗ ἐπέστρεψεν ὁ Ἅγιος καὶ
διῆλθε πάλιν δι’ αὐτοῦ. Ἀφ’ οὗ δὲ ἐπανῆλθεν ὁ Ἅγιος εἰς τὸν οἶκόν του, ἔστειλε
τὴν ῥάβδον του μὲ ἀνθρώπους τινάς, οἱ ὁποῖοι ταράξαντες τὸ ὕδωρ τοῦ ποταμοῦ μὲ
τὴν ῥάβδον τοῦ Ἁγίου, ἔκαμαν τὸν ποταμὸν νὰ ἐπαναλάβῃ τὴν φυσικήν του ῥοήν.
Ταῦτα καὶ ἄλλα περισσότερα θαύματα ποιήσας ὁ μακάριος Μύρων, καὶ τὸ ἐπίλοιπον
διάστημα τῆς ζωῆς του διελθὼν θεοφιλῶς καὶ ὁσίως, καὶ πανηγυρίσας λαμπρῶς εἰς
τὰς ἑορτὰς τῶν Ἁγίων Μαρτύρων, πρὸς Κύριον ἐξεδήμησεν, ἤδη γέρων ἑκατοντούτης.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Θεοδώρου Ἡγουμένου Ὀρόβων.
Θεοῦ
δόσις δέδειξαι μάκαρ τῷ βίῳ,
Τὴν
κλῆσιν εὑρὼν τοῖς τρόποις συνήγορον.
Οὗτος ὁ ἅγιος, ἐκ νεαρὰς
ἡλικίας ἔλαβεν ἐπὶ τῶν ὤμων του τὸν Σταυρὸν τοῦ Κυρίου, καὶ προέκρινε νὰ
κατοικῇ τὰ ὄρη, τὰ σπήλαια καὶ τοὺς δρυμῶνας. Διὸ τελειωθεὶς ἐν εἰρήνῃ,
προσεφέρθη εἰς τὸν Θεὸν ὡς πολύτιμον μύρον, καὶ ὡς θυμίαμα δεκτὸν καὶ
εὐωδέστατον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων μαρτύρων Ἐλευθερίου, Λεωνίδου, καὶ τῶν ἁγίων
νηπίων, διὰ πυρὸς τελειωθέντων.
Ἀμφοῖν
ἀθλητῶν, οὐ θυόντων τῇ πλάνῃ,
Ποινὴν
κατακρίνουσιν οἱ πλάνοι φλόγα.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δέκα ἀσκηταί, οἱ ἐξ Αἰγύπτου, ἐν εἰρήνῃ τελειοῦνται.
Βλαστήματα
θνῄσκουσιν Αἰγύπτου δέκα,
Πληγαῖς
ἐκείναις ἰσάριθμοι ταῖς δέκα.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύο Μάρτυρες οἱ ἐκ Τύρου, κατὰ γῆς συρόμενοι,
τελειοῦνται.
Ζεῦγος
τρίβει γῆν, οὗ ῥυμὸς Θεοῦ φόβος,
Ζεύγλη
δὲ πίστις, καὶ τροχοὶ προθυμία.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Στυράκιος, ξίφει τελειοῦται.
Ἀνῆκε
τμηθεὶς ὁ Στυράκιος ξίφει,
Ὁσμὴν
νοητὴν ὡς νοητός τις στύραξ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις
ὅτε ἐγένετο ἡ τοῦ ἡλίου ἔκλειψις ἀπὸ ἕκτης ὥρας ἕως
ἐννάτης, ὥστε καὶ τοὺς ἀστέρας φανῆναι, ἐν ἔτει ἀπὸ κτίσεως κόσμου
ἑξακισχιλιοστῷ τριακοσιοστῷ ἐννενηκοστῷ ἐννάτῳ, ἡλίου ἔχοντος κύκλους
πεντεκαίδεκα, καὶ σελήνης κύκλους τοὺς αὐτούς, Ἰνδικτίωνος ἐννάτης, ἐπὶ τῆς
βασιλείας Λέοντος τοῦ σοφοῦ καὶ Ἀλεξάνδρου τοῦ ἀδελφοῦ αὐτοῦ, τῶν εὐσεβῶν καὶ
φιλοχρίστων βασιλέων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος νεομάρτυς Ἀναστάσιος ὁ Βούλγαρης, ὁ ἐν Θεσσαλονίκῃ
μαρτυρήσας ἐν ἔτει 1794, βασάνους ὑποστὰς τελειοῦται.
Ἀναστάσιος
σῶμα δοὺς ταῖς βασάνοις,
Ἐφεῦρε
λῆξιν τὴν ἀνώδυνον πάνυ.
Οὗτος ὁ Μάρτυς τοῦ Χριστοῦ,
Σπάσος βουλγαριστὶ ὀνομαζόμενος, ἐλληνιστὶ δὲ Ἀναστάσιος ἦτον ἀπὸ τὰ μέρη τῆς
Βουλγαρίας ἀπὸ τὴν ἐπαρχίαν τῆς Στρούμιτσας, ἡ ὁποία τὸν παλαιὸν καιρὸν
ὠνομάζετο Τιβεριούπολις, ἀπὸ χώραν λεγομένην Ῥαδοβίσι· ἦτο δὲ νέος, ἕως ἐτῶν
εἴκοσι τὴν ἡλικίαν, καὶ ὡραῖος τὴν ὄψιν. Ἐλθὼν δὲ εἰς τὴν Θεσσαλονίκην, ὑπῆγεν
εἰς ἕνα ὁπλοποιὸν ὅπου ῆτο μάστοράς του, καὶ αὐτὸς ἐπειδὴ εἴχε φορέματα τινα
τούρκικα, ἐζήτει τρόπον νὰ τὰ ἐκβάλῃ ἔξω ἀπὸ τὸ κάστρον, χωρὶς νὰ πληρώσῃ
φόρον· ὅθεν παρακινεῖ ὁ μάστορας τὸν μαθητήν του νὰ ἐνδυθῇ μίαν στολήν, ἀπὸ τὰ
ἐνδύματα ἐκεῖνα, καὶ νὰ διέλθῃ ὡς Τοῦρκος.
Οὕτω πηγαίνει νὰ περάσῃ ἀπὸ τὴν θύραν, καὶ τὸν συλλαμβάνουν οἱ ἀνθρωποι τοῦ χαρατζῆ, λέγοντάς του νὰ κάμῃ σαλαβάτι καὶ νὰ ὁμολογήσει ὅτι εἶναι μουσουλμάνος. Ἐκεῖνος ἔμεινε ἄφωνος. Ὁδηγείται δὲ εἰς τὸν Ἀγὰ μὲ ἄγρια χτυπήματα. Ἐκεῖ, ὁ Ἀναστάσιος, παρὰ τὶς κολακείες τε καὶ ἀπειλές τοῦ Ἀγά, ἔμεινεν ἀκλόνητος εἰς τὴν χριστιανικὴν πίστιν. Κατόπιν ὁδηγήθηκε εἰς τὸν Κριτήν, καὶ ἔπειτα εἰς ἕτερον ἄρχοντα, ὅπου φυλακίστηκε καὶ βασανίστηκε ἀνελέητα. Ἀλλ’ἐπειδὴ καὶ πάλι ὁμολογοῦσε τὸν Χριστόν, τὸν καταδίκασαν εἰς θάνατον. Πορευόμενος εἰς τὸ σημεῖον ὅπου ἦτον ἡ ἀγχόνη, ὁ Ἀναστάσιος ὐπέκυψε στὰ τραύματά του καὶ παρέδωσε τὴν μακαρίαν ψυχήν του εἰς τὸν Θεόν, ἔξωθεν τῆς Θεσσαλονίκης, κοντὰ στὴν λεγομένην καινοῦρια πόρτα.
Οὕτω πηγαίνει νὰ περάσῃ ἀπὸ τὴν θύραν, καὶ τὸν συλλαμβάνουν οἱ ἀνθρωποι τοῦ χαρατζῆ, λέγοντάς του νὰ κάμῃ σαλαβάτι καὶ νὰ ὁμολογήσει ὅτι εἶναι μουσουλμάνος. Ἐκεῖνος ἔμεινε ἄφωνος. Ὁδηγείται δὲ εἰς τὸν Ἀγὰ μὲ ἄγρια χτυπήματα. Ἐκεῖ, ὁ Ἀναστάσιος, παρὰ τὶς κολακείες τε καὶ ἀπειλές τοῦ Ἀγά, ἔμεινεν ἀκλόνητος εἰς τὴν χριστιανικὴν πίστιν. Κατόπιν ὁδηγήθηκε εἰς τὸν Κριτήν, καὶ ἔπειτα εἰς ἕτερον ἄρχοντα, ὅπου φυλακίστηκε καὶ βασανίστηκε ἀνελέητα. Ἀλλ’ἐπειδὴ καὶ πάλι ὁμολογοῦσε τὸν Χριστόν, τὸν καταδίκασαν εἰς θάνατον. Πορευόμενος εἰς τὸ σημεῖον ὅπου ἦτον ἡ ἀγχόνη, ὁ Ἀναστάσιος ὐπέκυψε στὰ τραύματά του καὶ παρέδωσε τὴν μακαρίαν ψυχήν του εἰς τὸν Θεόν, ἔξωθεν τῆς Θεσσαλονίκης, κοντὰ στὴν λεγομένην καινοῦρια πόρτα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος νεομάρτυς Τριαντάφυλλος ὁ ἐκ Ζαγορᾶς, ἐν
Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ ἔτος ᾳχπ΄ (1680) τελειοῦται.
Τριαντάφυλλος
ὡράθη ῥόδον νέον,
Ἐρυθροβαφὲν
τῇ ῥοῇ τῶν αἱμάτων.
Κατὰ τὸ 1680 Αὐγούστου η΄
ἐμαρτύρησεν εἰς τὴν Κωνσταντινούπολιν Τριαντάφυλλος ναύτης ὁ ἀπὸ Ζαγορᾶς. Νέος
ὤν ἕως δεκαοκτὼ ἐτῶν, τοῦ ὁποίου μνείαν ποιεῖται ἐν ταῖς ἐφημερισιν αὐτοῦ ὁ
ἴδιος Καρυοφύλλης.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Γρηγορίου Ζωγράφου τοῦ ἐν τῷ σπηλαίῳ τοῦ Ῥώσσου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Σὲ νοητὴν Θεοτόκε κάμινον
Ἱεραρχῶν, εὐπρεπὲς ἀγλάϊσμα, Πάτερ ὑπῆρχες ἀληθῶς·
βασιλεύσας γὰρ τῶν παθῶν, πύργος ἀκαθαίρετος, ὤφθης ἀξιάγαστε, τῆς Ἐκκλησίας
καὶ πρόβολος, τὸν αἰνετόν ἀνυμνῶν Θεὸν τὸν ὑπερένδοξον.
Νέος Δαυΐδ, ἡμῖν ἀναδέδειξαι καὶ ἀλλοφύλους διδαχάς, τῇ
σφενδόνῃ καταβαλών, τῶν εὐστοχωτάτων σου, λόγων παναοίδιμε, καὶ διδαγμάτων
τοξεύμασι, τὸν αἰνετόν ἀνυμνῶν, Θεὸν καὶ ὑπερένδοξον.
Ἔστης λαμπρῶς, Πάτερ ἐπὶ βήματος, δικαστικοῦ διὰ
Χριστόν, καὶ τοὺς λόγους ὡς ἐκ πηγῆς θείας ἀνεβλύστανες· πᾶσι γὰρ ἐκήρυξας, τὴν
τῶν Εἰκόνων προσκύνησιν, σαφῶς εἰδὼς διαβαίνειν, αὐτὴν πρὸς τὸ πρωτότυπον.
Θεοτοκίον
Ξενοπρεπῶς, παρθενεύεις τίκτουσα, τὸν τῶν ἁπάντων
Ποιητήν, τὸν ἐν θρόνῳ χερουβικῷ, ἐπαναπαυόμενον, μόνη παμμακάριστε,
Παρθενομῆτορ πανύμνητε τὸν αἰνετόν τῶν Πατέρων, Θεὸν τὸν ὑπερένδοξον.
ᾨδὴ η'. Θαύματος ὑπερφυοῦς
Ὅλην νοητῷ πυρὶ τὴν φρυγανώδη, τῆς αἱρέσεως ἔφλεξας
ὕλην, ἐπικλήσει θείᾳ τε ὡς Ἠλίας, τοὺς ἱερεῖς, τῆς αἰσχύνης ξίφει Πνεύματος
κατέσφαξας, καὶ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν
Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Χάριτός τε καὶ δυνάμεως ἐνθέου, πεπλησμένος ὡράθης
Παμμάκαρ, σωφροσύνης κάλλει κεκοσμημένος, διαπρεπεῖ, εὐσεβείας ἀνενδότως
ἀντεχόμενος, μεθ' ἧς νῦν τῷ Δεσπότῃ παριστάμενος· Εὐλογείτω ἡ κτίσις κραυγάζεις
τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Ἄνωθεν τοὺς ὑμνητάς σου ἐποπτεύεις, ἱερώτατε Πάτερ
θεόφρον, εὐμαρίζων τρίβον ἡμῖν εὐθεῖαν, σαῖς προσευχαῖς, καὶ συντρίβων τῶν
αἱρέσεων φρυάγματα, ἵνα γεγηθότες ἀναμέλπωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν
Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Μῶμος ἐν τῷ κάλλει σου ὅλως οὐκ ἔστι· σὺ γὰρ μόνη
πανάχραντος ὤφθης, ἐξ αἰῶνος Πάναγνε, παρθενίας μαρμαρυγαῖς, καταυγάσασα τὸν
κόσμον καὶ ἁγνείας φωτί· διὸ ἀνυμνοῦντές σε κραυγάζομεν· Εὐλογείτω ἡ κτίσις
πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Τύπον τῆς ἁγνῆς λοχείας σου
Εὗρες τὰ τῶν πόνων ἔπαθλα, ἐν οὐρανίοις θεοφόρε
σκηνώμασιν, Αἰμιλιανέ, νῦν κατοικεῖν ἀξιούμενος, τῶν μαρτύρων σὺν θείοις
στρατεύμασιν, ὡς θεῖος Ἱεράρχης, Ἱερομάρτυς ὑπερθαύμαστος.
Λόγου καὶ σοφίας ἄριστε, κεκοσμημένος καθωράθης τοῖς
δόγμασιν, Αἰμιλιανέ· διὸ Χριστὸς ἐστεφάνωσε, τὴν τιμίαν σου κάραν πανόλβιε, καὶ
νῦν ἐκδυσωπεῖται, ὑπέρ ἡμῶν σοῦ ἱκετεύοντος.
Πύλας οὐρανίους Ὅσιε, ἀναπετάσας ὁ Δεσπότης ἐδέξατο, Αἰμιλιανέ,
τὴν σὴν ψυχὴν ἀναψύξεως, καταπαύσας ἐν τόποις ὡς δίκαιος, καὶ νῦν περιπολεύεις,
περὶ τόν θρόνον τοῦ Παντάνακτος.
Θεοτοκίον
Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! σὺ γὰρ Παρθένε μόνη
πάναγνε Δέσποινα, πᾶσι δέδωκας, κατανοεῖν τὸ καινότατον, θαῦμα πάναγνε τῆς σῆς
κυήσεως· διὸ ἀκαταπαύστως, σὲ Θεοτόκε μεγαλύνομεν.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὅτε ὁ θὴρ ἐφώρμησε, κατὰ
τῆς Ἐκκλησίας, Λέων ὁ μιξοβάρβαρος ὁ ἀκόρεστος ᾍδης, μὴ προσκυνεῖσθαι κελεύσας,
τὰς πανσέπτους Εἰκόνας, τότε στερρῶς διήλεγξας, μάκαρ Αἰμιλιανέ, τὴν βδελυράν,
θεόμαχον αἵρεσιν τοῦ τυράννου, ὑφ' οὗ πικρὰς ὑπήνεγκας, ἐξορίας καὶ θλίψεις.
Τῆς Ἑορτῆς, ὅμοιον
Πρὸ τοῦ Σταυροῦ σου Κύριε,
Μαθητῶν τοὺς προκρίτους, λαβὼν μετεμορφώθης νῦν , ἐν Θαβὼρ τῷ ἁγίῳ, ἐν ᾧ Μωσῆς
καὶ Ἠλίας, παρειστήκεισαν τρόμῳ, δουλοπρεπῶς σοι Δέσποτα, συλλαλοῦντες, μεθ' ὧν
σε, Χριστὲ Σωτήρ, σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν, τὸν ἐκ Παρθένου
λάμψαντα, εἰς βροτῶν σωτηρίαν.
Αἶνοι. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Λάμψας, ἐπὶ τοῦ ὄρους
Θαβώρ, τῆς θεϊκῆς Χριστὲ μορφῆς τὴν λαμπρότητα, παρέδειξας ὡς ἐχώρει, τοῖς
Μαθηταῖς σου ἰδεῖν, Πέτρῳ, Ἰακώβῳ, Ἰωάννῃ τε· Μωσῆς καὶ Ἠλίας δέ, Προφητῶν οἱ
ἀκρέμονες, παρεστηκότες, συνελάλουν σοι ἔνθεοι, καὶ ἐδόξαζον, τὴν πολλὴν
συγκατάβασιν, ἥν μακροθύμως ἔμελλες ἐνδείξασθαι, Κύριε μέχρι Σταυροῦ καὶ
θανάτου, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον. Μεθ’ ὧν καὶ ἡμεῖς σου προσκυνοῦμεν καὶ
δοξάζομεν τὴν Θεότητα.
Ἆρόν σου, τὴν φωνὴν ἀληθῶς,
ἡ Ἐκκλησία τῆς Κυζίκου καὶ βόησον, Πατρός σου τὴν θείαν μνήμην, ἐπιτελοῦσα
φαιδρῶς, καὶ αὐτοῦ τιμῶσα τὴν μετάστασιν· καὶ γὰρ μεταβέβηκεν, ἀπὸ γῆς πρὸς
οὐράνια, καὶ συγχορεύει, τῶν Ἀγγέλων τοῖς τάγμασιν, ἱκετεύει τε σὺν Ἁγίοις τὸν
Κύριον, ὅπως ἐκλυτρωθείημεν, μελλούσης κολάσεως, οἱ τοῖς πολλοῖς καὶ ποικίλοις
καταβαρούμενοι πταίσμασι, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα
ἔλεος.
Δεῦρο, ὁ ἐν Συνόδῳ ποτέ,
εἰκονομάχων ἐξελέγξας τὴν αἵρεσιν, τῶν μὴ τιμῆς ἀξιούντων μορφὴν Χριστοῦ τοῦ
Θεοῦ, καὶ ἀειπαρθένου τῆς μητρὸς αὐτοῦ, κλεινῶν Ἀποστόλων τε καὶ Μαρτύρων
εἰκόνισμα, καὶ Ἐκκλησίαις ἀποδοὺς τὴν εὐπρέπειαν, καὶ αἰκίσματα, ὑπὲρ ταύτης
δεξάμενος, πάρεσο ἱερώτατε, τοῖς πόθῳ τιμῶσί σε, συμπαρεστὼς ἀοράτως, καὶ ταῖς
εὐχαῖς ἱλασκόμενος, Χριστὸν τὸν Σωτῆρα, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ὤφθῃ, τῇ Ἐκκλησίᾳ Χριστοῦ,
ἐν Ἱεράρχαις θαυμαστὸς καὶ ἀήττητος, ὡς κήρυξ τῆς ἀληθείας, καὶ τῶν πιστῶν
στηριγμός, Αἰμιλιανὸς ὁ παναοίδιμος. Αὐτὸν
οὖν, φιλέορτοι καταστέψωμεν ἄσμασιν, ὡς πολιοῦχον τῆς αὐτοῦ ποίμνης ἄγρυπνον,
ἐνηδόμενοι τοῖς αὐτοῦ κατορθώμασι, πίστει τε ἱκετεύοντες, Χριστὸν τὸν Θεὸν
ἡμῶν, καὶ δωρήσασθαι πλουσίως τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Μόνου τοῦ Θεοῦ ὀρεγόμενος,
καὶ αὐτοῦ τυχεῖν ἐφιέμενος ἐλλάμψεως τῆς θείας, Ἱεράρχα Κυρίου θεσπέσιε, ὁσίως
δ’ ἀσκήσεως διῆλθες τὸν βίον, καὶ Μαρτύρων ἐνεδύσω στεῤῥότητα. Ὅθεν δι’
ἀμφοτέρων ἐκλάμψας, διπλοῦς καὶ τοὺς στεφάνους ἐκομίσω παρὰ τοῦ νέμοντος τὸ
στέφος τὸ ἄφθαρτον· ᾧ καὶ παριστάμενος, Αἰμιλιανὲ ἀξιάγαστε,
πρέσβευε εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν, τῆς ἑορτῆς.
Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος
Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ θεασώμεθα τὴν δόξαν τῆς
Μεταμορφώσεως αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, φωτὶ προσλάβωμεν φῶς, καὶ
μετάρσιοι γενόμενοι τῷ πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τῶν εἰκονομάχων τὸν
νικητήν, καὶ Ὀρθοδοξίας κραταιὸν ὁμολογητήν, τὸν ἐν Ἱεράρχαις ὑπέρλαμπρον
φωστῆρα, τὸν πρόεδρον Κυζίκου, πάντες τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου