Τετάρτη 27 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 27. ΟΣΙΟΙ ΙΓΝΑΤΙΟΣ, ΒΑΣΙΛΕΙΟΣ & ΛΟΥΚΑΣ, ΗΓΟΥΜΕΝΟΙ ΜΟΝΗΣ ΒΑΘΕΩΣ ΡΥΑΚΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ 27!!
ΣΥΝΑΞΙΣ ΤΩΝ ΟΣΙΩΝ ΚΑΘΗΓΟΥΜΕΝΩΝ
ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΤΟΥ ΒΑΘΕΩΣ ΡΥΑΚΟΣ
ΙΓΝΑΤΙΟΥ, ΒΑΣΙΛΕΙΟΥ & ΛΟΥΚΑ
(π. Μελέτιος Συρίγος Κρῆς)

ΣΗΜΕΙΩΣΙΣ:
Ὅσιος Λουκᾶς, ὁ τρῖτος ἡγούμενος τῆς Μονῆς τοῦ Βαθέως Ῥύακος, ἑορτάζει στὶς Ζ΄ Σεπτεμβρίου.
Ὅσιος Ἰγνάτιος, ἡγούμενος τῆς Μονῆς, ἑορτάζει στὶς ΚΖ΄ Σεπτεμβρίου.
Ὅσιος Βασίλειος, ὁ καὶ κτήτωρ τῆς Μονῆς, ἑορτάζει στὶς Α΄ Ἰουλίου.
Στὶς ΙΓ΄ Ἰανουαρίου δέ, εἶναι ἡ ἀνάμνησις τῶν ἐγκαινίων, τοῦ Ναοῦ τοῦ θείου καὶ ἐνδόξου Προφήτου Ἠλιοῦ, τῆς Μονῆς τοῦ Βαθέως Ῥύακος.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τοῦ Χριστοῦ τὸ γεώργιον, ὡς ὁ Παῦλος Βασίλειε, ὀρθῶς κατεφύτευσας ὡς Παράδεισον, ὁ δὲ Λουκᾶς καὶ Ἰγνάτιος, πανσόφως κατήρδευσαν, διδαγμάτων προχοαῖς, ὁ Θεὸς δὲ ἐπηύξησε, καὶ ἐδόξασε, τὴν Μονὴν εὐκαρποῦσαν ἀναδείξας, καὶ ἀντιδιδοὺς τῶν πόνων, μισθὸν ὑμῖν τὸν ἐπάξιον. (Δίς)

Ἐν τῷ κόσμῳ ὡς πάροικοι, ἐν σαρκὶ παρεπίδημοι, ἐποφθέντες Ἅγιοι ἀπηρνήσασθε, ἐπιθυμίας τοῦ σώματος, αἵτινες στρατεύονται, σαφῶς κατὰ τῆς ψυχῆς, πρὸς δὲ μόνον τὴν ἔφεσιν, τὸν ποιήσαντα, ἀνατείναντες ὅλην ἀνενδότως, ἐχορτάσθητε τῇ δόξῃ, τῇ ἐκ Θεοῦ ἐποφθείσῃ ὑμῖν. (Δίς)

Τὰς ὀσφύας ζωσάμενοι, τῆς ψυχῆς ὑμῶν Ὅσιοι, γήφοντες ἐν ἅπασι τελειότατα, ἐπὶ τὴν χάριν τὴν ἔνθεον, ἥνπερ ἀπεκάλυψεν, ὁ Υἱὸς τοῦ Θεοῦ, συνετῶς ἐπηλπίσατε καὶ ἐφθάσατε, πρὸς τὴν νύσσαν τῆς θείας Βασιλείας, ὥσπερ τέκνα εὐπειθείας, θεομακάριστοι Ὅσιοι.

Τοῖς ἰδίοις ὁ Κύριος, ἐγκελεύει θεράπουσιν, ὡς ἐκεῖνος πέφυκε φύσει Ἅγιος, οὕτω καὶ τούτους μεθέξεσιν, Ἁγίους ὑπάρξαντας, ἐν καλῇ ἀναστροφῇ, ἀναστρέφεσθαι πάντοτε, καὶ στοιχίζεσθαι, τῷ αὐτοῦ θείῳ φόβῳ ὥσπερ τέκνα, τοῦ Πατρὸς τοῦ Οὐρανίου, οἷς καὶ ἡμεῖς ἠριθμήθητε.

Δόξα. Ἦχος πλ. β΄.
Μακάριοι Δέσποτα ὄντως εἰσίν, οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ Σου, ὡς ὁ Προφήτης Σου προκατήγγειλε, καθ’ ἑκάστην γὰρ ἡμέραν, αἰνοῦντες καὶ εὐλογοῦντες, τὸ ὄνομά Σου τὸ Ἅγιον, κατὰ τὸν παρόντα αἰῶνα, αἰνέσουσί Σε πάντως, καὶ μετὰ θάνατον, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὅπερ εἰδότες, Βασίλειός τε καὶ Ἰγνάτιος καὶ Λουκᾶς, οἱ ὁμόφρονες, παρὰ Σοῦ ἠτήσαντο, τὸ κατοικεῖν αὐτους ἐν τῷ οἴκῳ Σου, πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν, ου καὶ τυχόντες, ἐν οὐρανοῖς νῦν, μετὰ Ἀγγέλων συναγάλλονται, ἔνθα ὁ καθαρός, τῶν ἑορταζόντων ἦχος, αὐτῶν ταῖς παρακλήσεσι, Χριστὲ ὁ Θεός, τῷ λαῷ Σου τους οἰκτιρμούς Σου κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.






Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.






Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὠς γενναῖον ἐν Μάρτυσιν.
Νόμῳ θείῳ πειθόμενοι, θεοφόροι μακάριοι, πάσαις ὑπετάγητε ἀρχαῖς ἄριστα, καὶ βασιλεῦσι καὶ ἄρχουσι, Χριστὸν μεγαλύνουσιν, ἀρνουμένοις δὲ αὐτοῦ, τῆς μορφῆς τὸ ἐκτύπωμα, καὶ βιάζουσιν, εἰς ταὐτὸ καὶ ὑμᾶς τότε Δεσπότου, θείῳ ζήλῳ ὡς Ἠλίας, ἀντεκατέστητε ἔνδοξοι.

Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τῇ στοργῇ πρὸς τὸν Κτίσαντα, ἐκκαιόμενοι Ὅσιοι, καὶ δεσμοῖς τοῦ πνεύματος ὡς φιλάδελφοι, συνδεδεμένοι στεῤῥότατα, μάνδραν συνεστήσατε, τῶν θρεμμάτων τοῦ Χριστοῦ, ἣν τῇ πίστει ἑδράσαντες, ἀνεδείξατε, νοσσιὰν τῶν καλλίστων σπουδασμάτων, χρυσὸν ἄργυρον καὶ λίθους, ἐπὶ τὴν βάσιν προσθέμενοι.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ἐπὶ λίθον ἀκρόγωνον, ὥσπερ ζῶντες τῷ πνεύματι, λίθοι ἁρμοσάμενοι ἀνεδείχθητε, οἶκος Κυρίου πανάγιος, ἐν ᾧ τεθησαύριστο, ἁγιότητος πηγή, διὰ τοῦτο ἐδείμασθε, καὶ ναὸν σεπτόν, ἀνυμνοῦντες ἐκεῖσε τὸν Δεσπότην, ἐν ψαλμοῖς καὶ ὑμνωδίαις, καὶ ἀναιμάκτοις θυσίαις τε.






Δόξα. Ἦχος γ΄.
Πῶς μὴ θαυμάσωμεν, τοὺς γενναιοτάτους ὑμῶν, ἀγῶνας μακάριοι, τὰς μακράς νηστείας, καὶ τῆξιν τοῦ σώματος, τὰς ἀδιαλείπτους προσευχάς, καὶ δακρύων τὰ χεύματα, τὰς πυκνὰς χαμευνίας καὶ τὰς παννύχους στάσεις, τὴν τρυφὴν ὑμῶν, τὴν ἀνάγνωσιν τῶν ἱερῶν λογίων, τὴν ἐν τοῖς πειρασμοῖς, ὑπομονὴν καὶ πραότητα, τὴν πτωχείαν τὴν ἑκούσιον, καὶ τὴν πρὸς τοὺς πένητας συμπάθειαν, τὴν πρὸς τὸν Δεσπότην, εὐγνωμοσύνην ἐν ταῖς θλίψεσι. Δι’ ὧν ἐπὶ γῆς ὄντες, ὡς ἐν οὐρανοῖς ἐπολιτεύεσθε. Μηδενὸς τῶν γηΐνων, ὑμᾶς καθέλκοντος εἰς τὰ ἐπίκηρα, ὅθεν καὶ παῤῥησίας, τυχόντες πρὸς Θεόν, Αὐτὸν ἱκετεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμων.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον.
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν...

Ἀπόλυσις.


















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μελετῶν ἐν ἡμέρᾳ τε καὶ νυκτί, ἐν τῷ νόμῳ Κυρίου Πάτερ σοφέ, Βασίλειε ἔνδοξε, ὥσπερ δένδρον ὑψίκομον, ἀνεδείχθης ὄντως, ὑδάτων ἐν ῥεύμασι, φυτευθὲν εὐκαίρους καρποὺς προβαλλόμενον, ὅθεν καὶ ἑτέροις, γεγονὼς ποδηγέτης, ναὸν ᾠκοδόμησας, τῷ Σωτῆρι ἐν Ῥύακι, βαθυτάτῳ μακάριε, προσκαλούμενος ἅπαντας, χείμαῤῥον τρυφῆς τῆς νοητῆς, ποτισθέντες οὔποτε διψήσητε, ὡς γοῦν ἔλαφοι πόθῳ προσδράμετε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ...

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ιωσήφ.
Ἀπὸ βρέφους τῷ Θεῷ, ἀνατεθεὶς ὡς Σαμουήλ, καὶ τῷ γάλακτι σοφέ, τῷ τῆς ἀσκήσεως τραφείς, ἐν ἀκακίᾳ ηὐξήθεις καὶ σωφροσύνῃ, Βασίλειον καὶ γάρ, θεῖον τὸν γνήσιον, μυοῦντά σε καλῶς, ἔσχες Ἰγνάτιε, ἀγώνων τὰ παλαίσματα, καὶ τὸν πρὸς δράκοντα πόλεμον, ὃν καὶ νικήσας, στεφανηφόρος, τῷ Κυρίῳ παρίστασαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ιωσήφ.
Μνημονεύων ἐσαεί, τῶν ἡγουμένων σου Λουκᾶ, λαλησάντων σοι ὀρθῶς, τὴν τοῦ Κυρίου διδαχήν, καὶ θεωρήσας τὴν ἔκβασιν τὴν ἀρίστην, τῆς τούτων βιωτῆς, κατηκολούθησας, τοῖς ἴχνεσιν αὐτῶν, Πάτερ μιμούμενος, τὴν πίστιν καὶ τὴν ἄσκησιν, ἐν θεωρίᾳ καὶ πράξεσι, διὸ σὺν τρόποις, ἐπαπολαύεις, τῶν χαρίτων τῆς ἄνω ζωῆς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.






Τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Πῶς μὴ θαυμάσωμεν, τοὺς γενναιοτάτους ὑμῶν, ἀγῶνας μακάριοι... (βλέπε δοξαστικὸν ἀποστίχων ἑσπερινοῦ.)

Εἶτα οἱ Κανόνες· ὁ Κανὼν τῆς Θεοτόκου· καὶ τῶν Ἁγίων εἰς στ΄, οὗ ἡ ἀκροστιχίς: Ἡγουμένους τρεῖς προφρόνως ἐπαινέσω. Μελέτιος.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἑρυθραῖον.
Ἡμέρα πνευματικῆς ἀνέτειλεν, ἀγαλλιάσεως, τὴν λαμπροφόρον φέρουσα πιστοῖς, ἑορτὴν τῶν Ἁγίων ἀνδρῶν, Σὺ δὲ παντάρχα δώρησαι, χάριν τοῦ ταύτην συγκροτήσασθαι.
Γενναίως ἐπιβαλὼν τὴν χεῖρά σου, Πάτερ Βασίλειε, ἐπὶ τὸ θεῖον ἄροτρον Χριστοῦ, καὶ ζυγὸν τὸν χρηστότατον, οὐκ ἀπεστράφης ὄπισθεν, ἕως οὗ ἄρτος Θεῷ γέγονας.
Ὁ Κάρμηλος Ἠλιοῦ ἐξέπληττε, τὴν σὴν διάνοιαν, καὶ ἡ τοῦ Προδρόμου οἴκησις διό, ἀπὸ βρέφους ἐξέκλινας, τὰς πόλεις αὐλιζόμενος, ἐν ταῖς ἐρήμοις ὦ Ἰγνάτιε.
Ὑπῆλθες τῆς ἀρετῆς τὸ στάδιον, Λουκᾶ θεόπνευστε, γενναιοτάτῳ ὄντως λογισμῷ, καὶ τὴν τρίβον διήνυσας, τὴν τεθλιμμένην ὅθεν σε, Χριστὸν ἐπλάτυνεν ἐν θλίψεσι.
Θεοτοκίον.
Μητέρα Σε τοῦ Θεοῦ γινώσκομεν, Παρθένε ἄχραντε, ὡς ἡνωμένον τέξασαν βροτόν, τῇ ἀστέκτῳ θεότητι, τὸν Λόγον τὸν ἀΐδιον, Ὃν ἀνυμνοῦντές σὲ δοξάζομεν.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
Ἑνώσει θεοτερπεῖ, συνδεδεμένοι οἱ τριττοὶ Ὅσιοι, ἔσχον ἀεὶ σύσκηνον, τὴν θείαν Τριάδα τὴν ἄκτιστον.
Ναμάτων ὄντως φθαρτῶν, ἐκ τοῦ χειμάῤῥοῦ Ἠλιοῦ ἤντλησε, ῥύαξ ὑμᾶς δ’ Ὅσιοι, τρυφῆς τὸν χείμαῤῥουν ἐπότισε.
 Ὃν τρόπον ἐπιποθεῖ, ἐπὶ τὰς πηγὰς τὰς αἰσθητὰς ἔλαφος, οὕτως ὑμεῖς Ὅσιοι, εἰς πηγὴν ζωῆς προσεδράμετε.
Ὑψώσατε πρὸς Θεόν, τὸν ἰσχυρόν τε καὶ ζωὴν πρύτανιν, πᾶσαν ὑμῶν ἔφεσιν, καὶ Τριάδος μύσται γεγόνατε.
Θεοτοκίον.
Σὲ τεῖχος καταφυγῆς, καὶ προστασίαν οἱ πιστοὶ ἔχομεν, ῥῦσαι ἡμᾶς πάναγνε, πάσης ἐπηρείας καὶ θλίψεως.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐπήρατε Ὅσιοι, τοὺς ψυχικοὺς ὀφθαλμούς, ὑμῶν εἰς μετάρσια, ὄρη σεπτῶν ἀρετῶν, κἀκεῖθεν βοήθειαν, εὕρατε τὸν Κύριον, ὑμᾶς ἑλκόντος ἄνω, καὶ καταβαλλομένου, καθελκούσας κινήσεις, διὸ κοῦφοι τὴν τραχεῖαν, πορείαν ἐδράμετε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί Σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ Σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστιν, πρεσβείαις τῆς Θεοτόκου μόνε Φιλάνθρωπε.

ᾨδὴ δ΄. Ἐπαρθέντα Σε ἰδοῦσα.
Ταῖς ἐλάφοις Παντοκράτωρ ἔστησας ὄρη, τὰ Ὑψηλὰ αὐλίζεσθαι, δεικνὺς ἀριδήλως, πάντας τοὺς διψῶντας τὴν σήν, τερπνὴν ὡραιότητα, ἀπὸ γῆς εἰς ὕψος ἐπαίρεσθαι.
Ῥητορεύει καθ’ ἑκάστην πληθὺς Ὁσίων, ἐν ἐρημίᾳ Ὅσιε, τὰ σὰ μεγαλεῖα, μέλπουσα τὴν δόξαν τὴν σήν, καὶ ἔργοις δεικνύουσα, ὡς βουνοὶ καὶ ὄρη αἰνοῦσί σε.
Ἐν κοιλάδι τοῦ κλαυθμῶνος Πατέρες θεῖοι, δακρυῤῥοοῦντες ὤφθητε, ἔναντι Κυρίου, χιόνος λευκότεροι, καὶ ὡς ἀκηλίδωτοι, εἰς χώραν τῶν ζώντων μετήχθητε.
Ἰθυνόμενοι παλάμῃ τῇ ζωηφόρῳ, τῆς κλίμακος ἐπέβητε, τῆς ἐπουρανίου, ἐν η ἐπεστήρικτο, Θεὸς προσδεχόμενος, καὶ ἐπαναπαύων τοὺς κάμνοντας.
Θεοτοκίον.
Συντριβεῖαν τῶν ἀνθρώπων τὴν φύσιν ὅλην, ἁμαρτιῶν συνθλάσμασιν, ὁ Υἱός Σου Κόρη, ὡς Πλάστης τῆς φύσεως, ἐκ Σοῦ ἐνδυσάμενος, ταύτην ὁλικῶς ἐθεράπευσε.















ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Προθύμως συνάχθητε, οἷάπερ ἐπουράνια, πτηνὰ τῶν Ὁσίων αἱ ἀγέλαι, ὁ ἀποστέλλων καὶ γὰρ πηγὰς δαψιλεῖς, ἐν φάραγξι μέσον τῶν ὀρῶν, καλεῖ πρὸς τὸν ῥύακα, τὸν βαθὺν ἑστιάσων ὑμᾶς.
Ῥανάτωσαν ἄνωθεν, νεφέλαι ἐπουράνιον, βροχὴν τῆς Χριστοῦ δικαιοσύνης, ὄρη δὲ πάντα γλυκασμὸν στάξατε, καὶ δρόσον κατάξατε τῇ γῇ, Προφήται καὶ Δίκαιοι, σὺν ἡμῖν ἑορτάζοντες.
Ὁ κόσμος τοῦ τάγματος, τῶν ἀσκητῶν ἐξέλαμψε, σήμερον Βασίλειος ὁ θεῖος, σὺν τούτῳ δ’ αὖθις Ἰγνάτιος καὶ Λουκᾶς, φαιδρῶς ἀντανίσχουσιν ἡμῖν, καὶ τοῖς κατορθώμασι, τούτων πάντας αὐγάζουσι.
Φαιδρύνθητε Ὅσιοι, ἀγαλλιᾶσθε Δίκαιοι, ἐπὶ τῷ Κυρίῳ τοῖς εὐθέσι, καὶ γὰρ τῷ ὄντι πρέπει ἡ αἴνεσις, ἡ πρὸς τὸν Θεὸν τὸν τοὺς Αὐτοῦ, Ἁγίους δοξάζοντα, ἐν σημείοις καὶ τέρασι.
Θεοτοκίον.
Ῥητόρων κομψότητες, ἐξασθενοῦσι πάναγνε, εἰπειν τὸ μυστήριον τὸ μέγα, τῆς Σῆς λοχείας καὶ παρθενίας Σου, πῶς καὶ παρθενεύεις ἐν ταυτῷ, καὶ τίκτεις τὸν Πλάστην Σου, τὸν προόντα τῆς κτίσεως.

ᾨδὴ στ΄. Θύσω Σοι μετὰ φωνῆς αἰνέσεως Κύριε.
Ὅσιοι, καὶ ταπεινοὶ αἰνοῦσί Σε Κύριε, ἐν Ἐκκλησίᾳ γὰρ ὄντως, τῶν Ὁσίων ἐστιν ἡ αἴνεσίς Σου, διὰ τοῦτο, ταῖς εὐχαῖς αὐτῶν σῶσον τοὺς δούλους Σου.
Νίψομαι, ἐν ἀθώοις τὰς χεῖράς μου ἔλεγεν, ἱεροψάλτης διό Σου, οἱ Ἅγιοι Σῶτερ δικαιωθέντες, τῷ λουτῆρι, καθαραῖς ἐν χερσὶ διηκόνουν Σοι.
Ὡς μέγα, καὶ πολὺ τὸν πλῆθος χρηστότητος, τῆς Σῆς παντάρχα ἧς πᾶσι, τοῖς Σε φοβουμένοις ἔκρυψας ὅθεν, οἱ Σοὶ δοῦλοι, ἐν ἀῤῥήτῳ χαρᾷ λειτουργοῦσί Σοι.
Στήσατε, θεοφόροι Πατέρες τὴν φλόγωσιν, τὴν ἀφειδῶς νεμομένην, Ἐκκλησίας πάσας κακεντρεχίᾳ, δυσσεβείας, τὸν Θεὸν ἡμῖν ἵλεων θέμενοι.
Θεοτοκίον.
Ἔστησας, ἐν εὐρυχώρῳ τοὺς πόδας μου Κύριε, ὡς ἐχωρήθης ἐν μήτρᾳ, ἀστενοχωρήτως τῇ τῆς Μητρός Σου, καὶ γὰρ ὄντως, τῷ τῆς δόξης Σου πλάτει μὲ ἥδρασας.









Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τρισηλίου ἔλλαμψιν, εἰσδεδεγμένη Τριάδος, ἡ Τριὰς ἡ ἔνθεος, τῶν θεοφόρων Πατέρων, ὅλη νῦν, συνεμορφώθη τῇ θείᾳ δόξῃ, λάμπουσα δέ, καταυγάζει ἡμῶν τὰς φρένας, ταῖς ἀκτῖσι τῶν θαυμάτων, ᾗ ἐκβοῶμεν· Χαίροις Πατέρων, Τριὰς Θεοδόξαστε.
Ὀ Οἶκος.
Τοὺς τὰ τερπνὰ τοῦ καθ’ ἡμᾶς βίου, ἀρνησαμένους, καὶ πάντα ὥσπερ σκύμβαλα, κόσμον ἀποβαλόντας, καὶ ἐν γῇ μὲν βεβιωκότας, ἐν ἑαυτοῖς δέ, τὴν τῶν Ἀγγέλων πολιτείαν ἐνδεικνυμένους, τοὺς ἐν ὄρεσι καὶ σπηλαίοις, καὶ ταῖς ὁπαῖς τῆς γῆς, οἰκουντας ἐν Παραδείσῳ δὲ τῆς τρυφῆς, μετὰ τοῦ Θεοῦ Ἀβραὰμ συναγομένους, τρισολβίους Πατέρας, ἐγκωμίων ὕμνοις ἀνευφημήσωμεν. Οὕτοι γάρ, ταῖς τοῦ θηρευτοῦ πλάνου παγίδας, πάσας συντρίψαντες, εἰς οὐρανὸν ὡς στρουθία, κατέπαυσαν εἰς τὰς αἰωνίους Μονὰς ἐφιπτάμενοι. Καὶ τῆς Ἁγίας Τριάδος, τῇ ἀῤῥήτῳ δόξῃ τρανώτερον, νῦν ἐντρυφῶντες, παρ’ ἡμῶν ἀκούουσι· Χαίροις Πατέρων, Τριὰς Θεοδόξαστε.

Συναξάριον.
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν τριῶν Ὁσίων καὶ Ἡγουμένων  τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ, τοῦ ἐπιλεγομένου Βαθέος Ῥύακος, Βασιλείου τοῦ καὶ Κτίτορος αὐτῆς, Λουκᾶ καὶ Ἰγνατίου.
Τῷ Βασιλείῳ τῆς δόξης ὁ Βασιλεύς,
Βασιλείαν δέδωκεν ἄθλον τῶν πόνων.
Τί κοινὸν ἐστί σοι Λουκᾶ καὶ τῷ βίῳ;
Μοναῖς ἄπελθε ταῖς ἐκεῖθεν ἐν τάχει.
Τὸν Ἰγνάτιον λαμβάνει Μονὴ Πόλου,
Μονῆς προεξάρχοντα, ὡς Θεῷ φίλον.
Ὁ δὲ Ἰγνάτιος ἦτον ἀπὸ τῆς δευτέρας ἐπαρχίας τῶν Καππαδοκῶν, κατὰ τοὺς χρόνους Νικηφόρου τοῦ Φωκᾶ καὶ Ἰωάννου τοῦ Τσιμισκῆ, ἐν ἔτει 963 μ. Χ. Ἐκ νεαρὰς δὲ ἡλικίας ἀφιερωθεὶς εἰς τὸν Θεὸν ὡς ἄλλος Σαμουήλ, ὑπῆγεν εἰς τὸ Μοναστήριον τὸ καλούμενον τοῦ Βαθέος Ῥύακος, καὶ ἔμαθεν ὅλην τὴν ἀσκητικὴν ἀκρίβειαν ἀπὸ τὸν Ὅσιον Βασίλειον, τὸν Ἠγούμενον καὶ κτίτορα τῆς Μονῆς ταύτης. Ἐπειδὴ δὲ ἔφθασεν εἰς τὸ ἄκρον τῆς ἀρετῆς, διὰ τοῦτο χειροτονεῖται βαθμηδὸν Ἀναγνώστης, Ὑποδιάκονος, Διάκονος καὶ Πρεσβύτερος. Ἔπειτα προβάλλεται καὶ Ἡγούμενος τοῦ Μοναστηρίου τούτου. Ὅθεν διὰ τῆς καλῆς του διοικήσεως, ηὔξησε τὸ Μοναστήριον καὶ ἐπλήθυνεν αὐτὸ τόσο εἰς τὰ εἰσοδήματα, ὅσον καὶ εἰς τὰς λοιπὰς βελτιώσεις. Ἔκτισε γὰρ ναοὺς διαφόρους, τοῦ Ταξιάρχου Μιχαήλ, τοῦ Θεόπτου Ἠλιού καὶ τῶν Ἁγίων Ἀποστόλων εἰς ἕνα ἀγρὸν τοῦ Μοναστηρίου. Ἔκτισε δὲ καὶ περιτείχισμα διὰ τὰς ἐκεῖσε εὑρισκομένας καλογραίας, δυνατὸν καὶ ὡραιότατον.
Οὗτος ὁ Ὅσιος ἤλεγξε καὶ κατῄσχυνε μὲ παῤῥησίαν καὶ γενναιότητα τοὺς ἄρχοντας, τοὺς ὁποίους διώρισεν ὁ τότε τύραννος ὀνόματι Σκληρός. Ὅτε δὲ ἐσηκώθη ἀπὸ τοῦ μέσου ὁ Σκληρὸς οὗτος, τότε ὑπῆγεν εἰς Κωνσταντινούπολιν ὁ Ὅσιος, ἔνθα κατασκευάσας ἱερὰ κειμήλια, καὶ ἕν σίγνον, ἤτοι σημεῖον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁμοίως καὶ ἕν περιηργυρωμένον Εὐαγγέλιον, ἔπεμψεν αὐτὰ ὅλα εἰς τὸ Μοναστήριόν του. Φθάσας δὲ εἰς τὸ Ἀμόριον, ἐτελείωσε τὴν παροῦσαν ζωήν· ὅθεν καὶ θάπτεται ἐκεῖ εἰς ἕνα σεβάσμιον οἶκον. Ἀφ’ οὗ δὲ παρῆλθεν ἕν ἔτος, ἠθέλησαν οἱ Πατέρες τοῦ Μοναστηρίου νὰ κάμωσιν ἀνακομιδὴν τοῦ λειψάνου του. Καὶ ἀνοίξαντες τὸν τάφον, εὗρον τὸ λείψανόν του σῷον καὶ ὀλόκληρον, καὶ γεμᾶτον ἀπὸ πνευματικὴν εὐωδίαν. Τοῦτο δὲ φέροντες εἰς τὸ Μοναστήριον, ἀπεθησαύρισαν εἰς τὸν νάρθηκα τοῦ θείου ναοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ ἁγίων μθ' Μαρτύρων.
Τμηθεὶς ὁ Καλλίστρατος αὐχένα ξίφει,
Στρατῷ συνήφθη καλλινίκων Μαρτύρων.
Δεκὰς τετραπλῆ Μαρτύρων σὺν ἐννάδι,
Διὰ ξίφους ἄθλησιν ἀθλεῖ τιμίαν.
Οὗτος ὀ Ἅγιος κατήγετο ἀπὸ τῆς χώρας τῶν Καρχηδονίων, τῆς ἐν τῇ Ἀφρικῇ εὑρισκομένης, συναριθμούμενος εἰς τὸ στρατιωτικὸν τάγμα, τὸ καλούμενον τῶν Καλανδῶν, ἐν ἔτει 288. Πορευόμενος δὲ εἰς τὴν Ῥώμην μεθ’ὅλου τοῦ στρατιωτικοῦ τάγματος, μόνος αὐτὸς ἔλαμπε μεταξὺ τῶν ἄλλων ἀπίστων στρατιωτῶν, διὰ τὴν πίστιν τοῦ Χριστοῦ, καθὼς καὶ ὁ ἀστὴρ λάμπει ἐν μέσῳ τῆς σκοτεινῆς καὶ ἀσελήνου νυκτός. Ἀπὸ τῶν προγόνων του γὰρ ἦτο πεφωτισμένος εἰς τὴν πίστιν τοῦ Χριστοῦ ὁ μακάριος. Διότι, ὁ ἐκ πατρὸς πάππος του, πορευθεὶς εἰς Ἱεροσόλυμα, ὅτε ἦτον ἐπὶ γῆς ὁ Κύριος, καὶ θεωρήσας μὲ τοὺς ἰδίους του ὀφθαλμοὺς τὰ θαυμάσια ἅπερ ἐποίει, ἐπίστευσεν. Ὅθεν, ἐπιστρέψας εἰς τὸν οἶκόν του, ἔδωκεν εἰς ὅλους τοὺς συγγενεῖς του τὴν καλὴν ταύτην πραγματείαν καὶ τὸν φωτισμὸν τῆς θεογνωσίας. Ἐπειδὴ δὲ ὁ τοῦ Χριστοῦ Μάρτυς Καλλίστρατος ἐφανερώθη εἰς τοὺς συστρατιώτας του, ὅτι ἦτο χριστιανός, διαβάλλεται πρὸς τὸν Περσεντῖνον τὸν Στρατηλάτην, ὅτε ὁ Διοκλητιανὸς καὶ Μαξιμιανὸς οἱ βασιλεῖς ἐφέροντο μανικῶς κατὰ τῶν χριστιανῶν.
Παρασταθεὶς λοιπὸν ἔμπροσθεν τοῦ Περσεντίνου, καὶ ἐρωτηθείς, ὁμολογεῖ παῤῥησίᾳ τὴν εἰς Χριστὸν εὐσέβειαν. Ὅθεν ἐξαπλωθεὶς κατὰ γῆς, τόσον ἄσπλαγχνα ἐδάρη ὁ τρισόλβιος, ὥστε ἔτρεχε τὸ αἷμά του ποταμηδόν. Ἔπειτα, σύρεται ὕπτιος ἐπάνω εἰς λεπτὰ τεμάχια τούβλων, καὶ κατεξεσχίζεται τὰς πρότερον πληγωθείσας σάρκας του. Εἶτα, ποτίζεται διὰ χωνίου τὸ ὕδωρ μιᾶς ὁλοκλήρου λεκάνης, καὶ φουσκώνεται ὡς ἀσκίον. Μετὰ ταῦτα, τίθεται μὲσα εἰς ἕνα σάκκον, καὶ ῥίπτεται εἰς τὸ μέσον τῆς θαλάσσης, θεωροῦντος καὶ τοῦ Στρατηλάτου. Ἐπειδὴ δὲ ὁ σάκκος ἐσχίσθη κατὰ θείαν δύναμιν, διὰ τοῦτο ὁ Ἅγιος ἐφέρθη ὑπὸ δύο δελφίνων ὑγιὴς ἔξω εἰς τὴν παραλίαν. Τότε, οἱ μετ’ αὐτοῦ ὄντες στρατιῶται, τεσσαράκοντα ἐννέα τὸν ἀριθμόν, βλέποντες τὸ τοιοῦτον θαυμάσιον, ἐπίστευσαν, καὶ προσφέρονται εἰς τὸν Χριστὸν διὰ μέσου τοῦ Ἀγίου. Ὅθεν ὅλοι αὐτοὶ δέρονται, καὶ συντρίβονται τὰ μέλη των. Ἔπειτα ῥίπτονται εἰς τὴν φυλακήν, καὶ ἐκεῖ διδάσκονται ἀπὸ τὸν Ἅγιον Καλλίστρατον τὰ δόγματα τῆς θείας τοῦ Χριστοῦ οἰκονομίας, καὶ τὰ περὶ κρίσεως καὶ ἀνταποδόσεως, καὶ περὶ ἄλλων ἀξίων μαθήσεως. Καὶ πρὸς τούτοις παρακινοῦνται ἀπὸ αὐτὸν εἰς τὸ νὰ ὑπομείνωσιν ἀνδρείως τὸ μαρτύριον.
Μετὰ δὲ μίαν ἡμέραν παρασταθέντες πρὸς τὸν Στρατηλάτην, καὶ ἀποδειχθέντες πλέον ἄφοβοι ἤ πρότερον, δέρονται πάλιν, εἶτα, δεθέντες τὰς χεῖρας καὶ τοὺς πόδας, ῥίπτονται μέσα εἰς τὴν ἐκεῖ εὑρισκομένην κολυμβήθραν, ἥτις ὠνομάζετο Ὠκεανός. Ὀ δὲ Ἅγιος Καλλίστρατος προσηυχήθη νὰ γίνῃ βάπτισμα εἰς αὐτοὺς ἡ κολυμβήθραν ἐκείνη. Καὶ εὐθὺς ἐλύθησαν τὰ δεσμά, καὶ ἐξῆλθον οἱ Ἅγιοι ἀπὸ τοῦ ἀγιάσματος τῆς κολυμβήθρας ἐνδεδυμένοι στολὰς λαμπράς. Ὁ δὲ Μάρτυς Καλλίστρατος ἐφάνη φορῶν ἐπὶ τῆς κεφαλῆς του ἕνα εὐπρεπέστατον στέφανον. Ἤκουσε δὲ καὶ θείαν φωνήν, ἥτις παρεθάῤῥυνεν αὐτόν. Ἐκ δὲ τῆς φωνῆς τὸ ἐκεῖ πλησίον εὑρισκόμενον εἴδωλον ἔπεσε κατὰ γῆς, καὶ διελύθη εἰς κονιορτόν. Διὰ τούτου δὲ τοῦ θαύματος πιστεύουσιν εἰς τὸν Χριστὸν ἄλλοι ἑκατὸν τριακονταπέντε στρατιῶται.
Φυλακωθέντων δὲ πάλιν τῶν τεσσαρακονταεννέα στρατιωτῶν ὁμοῦ μὲ τὸν Καλλίστρατον, ἐφοβήθη ὁ Στρατηλάτης, μήπως κάμωσι καὶ ἄλλα θαυμάσια, καὶ πιστεύσωσιν εἰς τὸν Χριστὸν καὶ ἄλλοι πολλοί, διὰ τοῦτο ἔπεμψε τὴν νύκτα καὶ κατέκοψεν εἰς λεπτὰ τεμάχια τὰ σώματα τῶν Ἁγίων. Τούτων δὲ τὰ ἱερὰ λείψανα κηδεύσαντες ἐντίμως καὶ εὐλαβῶς, οἱ πιστεύσαντες ἐκατὸν τριακονταπέντε στρατιῶται, ἔκτισαν εἰς αὐτοὺς καὶ ναὸν ὡραιότατον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀκυλῖνα, ῥάβδοις συνθλασθεῖσα τελειοῦται.
Τὴν φύσιν οὖσα θῆλυ ἡ Ἀκυλίνα,
ἀνὴρ ἐδείχθη γεννάδας πρὸς βασάνους.
Εἰκάδι ἡ δ’ ἑβδόμῃ ῥέθε’ Ἀκυλίνης κατεθλάσθη
Αὕτη ἡ Ἁγία Κόρη καὶ Παρθενομάρτυς τοῦ Χριστοῦ, ἦτον ἐκ Θεσσαλονίκης, ἐκ χωρίου καλούμενον Ζαγκλιβέρι, κείμενον ἐν τῇ Ἐπισκοπη τοῦ Ἁγίου Ἀρδαμερίου, γεννηθεῖσα ἀπὸ γονεῖς εὐσεβεῖς. τὸ δὲ μαρτύριον αὐτῆς συνέβη ὑπὸ τοιαύτην περίστασιν: Ἐν μιᾷ τῶν ἡμερῶν, ὁ πατὴρ τῆς Ἁγίας ἐμάλωσε μὲ ἕνα Τοῦρκον γείτονά του, καὶ κτυπήσας αὐτὸν, τὸν ἐφόνευσεν. Ὅθεν, τὸν συνέλαβον οἱ ἐξουσιασταὶ τοῦ τόπου, καὶ τὸν ὑπῆγαν εἰς τὸν Πασᾶν τῆς Θεσσαλονίκης, διὰ νὰ τὸν θανατώσῃ. Αὐτὸς δέ, φοβηθεὶς τὸν θάνατον, καὶ θέλων νὰ ἀπαλλαχθῇ ἐτούρκισε. Ἦτον δὲ τότε ἡ Ἁγία Ἀκυλίνα βρέφος θηλάζον τὸ μητρικὸν γάλα. Ἀφ’ οὗ δὲ παρῆλθε καιρὸς ἰκανός, οἱ Τοῦρκοι ἔλεγαν ἐις τὸν πατέρα της διὰ νὰ τουρκεύσῃ καὶ τὴν θυγατέρα του. Ὁ δὲ ἀπεκρίθη: Μὴ σὰς μέλῃ διὰ τὴν θυγατέρα μου· αὐτὴ εἶναι εἰς τὴν ἐμὴν ἐξουσίαν, καὶ ὅταν θελήσω τὴν τουρκίζω. Ἡ δὲ μήτηρ τῆς Ἁγίας, μείνασα εἰς τὴν πίστιν τοῦ Χριστοῦ, δὲν ἔλειπεν καθ’ ἑκάστην ὥραν διδάσκουσα τὴν κόρην της νὰ στέκεται στερεὰ εἰς τὴν πίστιν τοῦ Χριστοῦ, καὶ νὰ μὴ τὸν ἀρνηθῇ. Ὅταν δὲ ἔφθασεν ἡ κόρη εἰς ἡλικίαν ἐτῶν δεκαοχτώ, πάλιν οἱ Τοῦρκοι τοῦ ἔλεγαν τὰ ὅμοια. Ὁ δέ, κράζων τὴν Ἀκυλίνα τῆς λέγει: Ἰδοὺ τέκνον μου, ὅπου οἱ ἄλλοι Τοῦρκοι μοι λέγουν καθ’ ἑκάστην ἡμέραν νὰ τουρκεύσῃς· ὅθεν, πρῶτον καὶ τελευταῖον ἐσὺ θὰ τουρκεύσῃς, μόνον κάμε τὸ μίαν ἡμέραν πρότερον, διὰ νὰ μὴ μ’ ἐνοχλοῦν οἱ Τοῦρκοι. Ἡ δὲ Ἁγία, φλεγομένη ἀπὸ τὸν τοῦ Χριστοῦ διάπυρον ἔρωτα, μὲ μεγάλην γενναιότητα τοῦ ἀπεκρίθη: Μήπως εἶμαι ἐγὼ ὀλιγόπιστος ὡς καὶ σὺ νὰ ἀρνηθῶ τὸν Χριστὸν καὶ Θεόν μου, ὁ ὁποῖος ὑπέμεινε δι’ ὑμᾶς σταυρὸν καὶ θάνατον; Μή μοι γένοιτο τοῦτο ποτέ· ἐγὼ εἶμαι ἔτοιμος νὰ ὑπομείνω ὁποίαν δήποτε βάσανον, ἀκόμη καὶ θάνατον διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ μου.
Τότε, ὁ πατήρ της, βλέπων τὸ ἀμετάθετον τῆς γνώμης της ὑπῆγεν εἰς τοὺς Τούρκους, καὶ τοὺς λέγει: Ἐγὼ μὲν δὲν ἐδυνήθην νὰ καταπείσω τὴν θυγατέρα μου εἰς τὸ νὰ τουρκίσῃ· ἐσεῖς δὲ, ὅ,τι θέλετε κάμετε εἰς αὐτήν. Τοῦτο ἀκούσαντες ἐκεῖνοι ἐταράχθησαν, καὶ παρευθὺς στέλνουν ἀνθρώπους τοῦ κριτηρίου, διὰ νὰ φέρουν τὴν Μάρτυρα. Ἡ δὲ εὐλογημένη Μήτηρ τῆς Ἁγίας, ἰδοῦσα τοὺς ἀπεσταλμένους Τούρκους, παραλαβοῦσα τὴν κόρην της λέγει πρὸς αὐτήν τὴν τελευταίαν ταύτην παραγγελίαν: Ἰδοὺ τέκνον μου παμφίλτατον, καὶ γλυκυτάτη θύγατερ Ἀκυλίνα· ἰδοὺ σπλάγχνον μου, ἔφθασεν ἡ ὥρα ἐκείνη, διὰ τὴν ὁποίαν πάντοτε σὲ ἐνουθέτουν. Ποίησον λοιπὸν ὡς τέκνον ὑπακοῆς, καὶ ὑπάκουσον εἰς τὰς νουθεσίας μου, καὶ στάσου ἀνδρεία εἰς τὰ βάσανα ὅπου ἔχεις νὰ πάθῃς, καὶ μὴ ἀρνηθῇς τὸν Χριστόν. Ἠ δέ, παρομοίως μετὰ δακρύων ἀπεκρίθη: Μὴ φοβοῦ Μῆτέρ μου, καὶ ἐγὼ αὐτὸν σκοπὸν ἔχω, καὶ ὁ Θεὸς ἔστω βοηθός μου, καὶ εὔχου ὑπὲρ ἐμοῦ. Καὶ οὕτω ἀπεχαιρετίσθησαν μεταξὺ τῶν θρηνοῦσαι καὶ δακρύουσαι.
Οἱ δὲ ὑπηρέται, δέσαντες τὴν Μάρτυρα τὴν ὑπῆγαν εἰς τὸ κριτήριον, παρηκολούθει δὲ καὶ ἠ φιλόστοργος μήτηρ τὴν φιλτάτην θυγατέρα, καθὼς ἀκολουθεῖ ἡ προβατίνα τὴν ἀμνάδα της, ἀπαγομένην εἰς τὸν τόπον τῆς σφαγῆς. Ἐπειδὴ τὰ μητρικὰ σπλάγχνα δὲν τὴν ἄφηναν νὰ χωρισθῇ, ἀλλ’ οἱ ὑπηρέται τῆς ἐξουσίας, τὴν μὲν μητέρα της ἀπέκλεισαν ἔξω τοῦ προαυλίου, τὴν δὲ Ἀκυλίνα ἐδέχθησαν ἔνδον, καὶ τὴν παρουσίασαν πρὸς τὸν Κριτήν, ὁ ὁποῖος τῆς λέγει: Μωρή, γίνεσαι Τούρκα; Ἡ Ἁγία ἀπεκρίθη: Ὄχι, δὲν γίνομαι. Μὴ γένοιτο ποτὲ νὰ ἀρνηθὼ τὴν πίστιν μου, καὶ τὸν Δεσπότην μου Χριστόν. Ταῦτα ἀκούσας ὁ Κριτὴς ἐθυμώθη, καὶ ἔβαλε καὶ ἐξέδυσαν τὴν Ἁγίαν, καὶ τὴν ἀφῆκαν μόνον μὲ τὸ ὑποκάμισον, καὶ εἶτα δέσαντες αὐτὴν εἰς ἕνα στῦλον τὴν ἐῤῥάβδισαν δύο ὑπηρέται ἐπὶ ὥραν πολλήν. Ἀλλ’ ἡ Μάρτυς, ὑπέμεινεν ἀνδρειότατα ταύτην τήν βάσανον. Μετὰ ταῦτα, ὁ Κριτής καὶ ἄλλοι Τούρκοι, φέροντες τὴν Μάρτυρα ἔμπροσθέν των, ἤρχισαν νὰ τὴν κολακεύουν, καὶ νὰ τῆς ὑπόσχωνται ταξίματα πολλά, καὶ δωρήματα, μόνον νὰ ἀρνηθῆ τὴν πίστιν της. Ἀλλ’ ἡ τοῦ Χριστοῦ νύμφη, ἐγκάρδιον ἔχουσα τὸν ἔρωτα πρὸς τὸν νοητὸν Νυμφίον τῆς Χριστόν, ὡς οὐδὲν ταῦτα ἐλογίζετο. Καὶ ἐπειδή, εἷς μεγιστὰν πλούσιος θρασύτατος πάντων τῆς εἶπε: Τούρκισε Ἀκυλίνα, καὶ ἐγὼ νὰ σὲ κάμω νύμφη εἰς τὸν υἱόν μου· ἡ τοῦ Χριστοῦ Μάρτυς, μετὰ τόλμης ἀνεικάστου τοῦ ἀπεκρίθη: Ὁ διάβολος νὰ ἐπάρῃ καὶ σέ, καὶ τὸν υἱόν σου. Τοῦτο δὲ καθὼς ἤκουσαν ἐκεῖνοι ἄναψαν ἀπὸ τὸν θυμόν, καὶ δήσαντες πάλιν τὴν Ἁγίαν ὡς πρότερον, τὴν ἐῤῥάβδισαν ἐπὶ ὥραν πολλήν. Ἔπειτα, λύσαντες αὐτήν, πάλιν τὴν ἐξετάζουσιν ἐκ τρίτου. Καὶ λέγει πρὸς αὐτὴν ὁ Κριτής: Δὲν ἐντρέπεσαι μωρή νὰ δέρεσαι γυμνὴ ἐμπρὸς εἰς τόσους ἄνδρας; Ἤ τούρκισε, ἤ ἔχω νὰ συντρίψω τὰ κόκκαλά σου ἕν πρὸς ἕν. Ἡ δὲ ἀποκριθεῖσα, τοῦ λέγει : Καὶ τί ὠρέχθην, ἀπὸ τὴν πίστιν σας νὰ ἀρνηθῶ ἐγὼ τὸν Χριστόν μου, ἤ ἀπὸ ποῖα θαύματα τῆς πίστεώς σας νὰ πιστεύσω; Οἱ ὁποῖοι βρωμεῖτε ἀκόμη ζῶντες.
Ταῦτα λοιπὸν ἀκούσαντες, κατησχύνθησαν ὅλοι καὶ κατεντροπιάσθησαν. Τί γὰρ ἄλλο εἶχον νὰ κάμωσιν, ἀναγκαζόμενοι ὑπὸ τῆς φαεινοτάτης τῶν λόγων ἀληθείας; Ὀργισθέντες λοιπὸν ἔῤῥάβδισαν ἐκ τρίτου τὴν Ἁγίαν, τόσον ἀσπλάγχνως, ὥστε τὴν ἀφῆκαν ὡς νεκράν. Ἡ δὲ γῆ ἐκοκκίνισεν ἀπὸ τὰ αἵματα, καὶ αἱ σάρκες της ἔπιπτον χαμαί. Ὕστερον δέ, λύσαντες τὴν Μάρτυρα, τὴν ἐφόρτωσαν εἰς ἕνα Χριστιανὸν παρόντα ἐκεῖ, καὶ τὴν ὑπῆγαν εἰς τὸν οἶκον τῆς μητρός της· ἡ ὁποῖα περιχυθεῖσα εἰς τὴν θυγατέρα της, εὐρισκομένην εἰς τὰς ἐσχάτας ἀναπνοάς, λέγει: Τί ἔκαμες, τέκνον μου. Ἡ δὲ Μάρτυς, μόλις καὶ μετὰ βίας ἐλθοῦσα εἰς ἑαυτήν, καὶ ἀνοίξασα τοὺς ὀφθαλμούς της, καὶ τὴν μητέρα ἰδοῦσα, τῆς εἶπε: Καὶ τί ἄλλο ἤθελα νὰ κάμω, ὤ μῆτέρ μου! πάρεξ ἐκεῖνο τὸ ὁποῖον μοὶ παρήγγειλας; Ἰδού, κατὰ τὴν συμφωνίαν ὅπου εἴχαμεν, ἐφύλαξα τὴν ὁμολογίαν τῆς πίστεώς μου. καὶ ἡ μήτηρ της, ὑψώσασα τὰς χεῖρας καὶ τοὺς ὀφθαλμούς της εἰς τὸν οὐρανόν, ἐδόξασε τὸν Θεόν. Συνομιλοῦσα δὲ ἡ Μάρτυς μετὰ τῆς μητρός της, παρέδωκεν τὴν ψυχήν της εἰς χεῖρας Θεοῦ ζῶντος, καὶ ἔλεβε τοῦ Μαρτυρίου τὸ στέφανον. Τὸ δὲ πάντιμον καὶ ἅγιον λείψανόν της εὐωδίασε παρευθὺς εὐωδίαν θαυμασιωτάτην καὶ τόσην πολλήν, ὥστε ὅλαι αἱ ὁδοί, ὅθεν διέβαινον μετὰ τοῦ μαρτυρικοῦ λειψάνου πρὸς κηδείαν καὶ ἐνταφιασμὸν εὐωδίαζον. Τὴν δὲε νύκτα, κατέβη φῶς οὐρανόθεν καὶ ἔλαμπεν ἐπάνω εἰς τὸν τάφον τῆς Μάρτυρος, ὡς ἄστρον λαμπρότατον. Καὶ ὅσοι Χριστιανοὶ τὸ εἶδον ἐδόξασαν τὸν Θεόν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἐπιχάρεως.
Εὔτολμος Ἐπίχαρις ἦν πρὸς τὸ ξίφος,
Συλλήπτορα πλουτοῦσα τὴν θείαν χάριν.
Αὕτη ἡ Ἁγία ἦτον ἐν τῇ Ῥώμῃ κατὰ τοὺς χρόνους Διοκλητιανοῦ, ἐν ἔτει 298, συνελήφθη δὲ ὡς χριστιανὴ ἀπὸ τὸν ἔπαρχον Καισάριον, καὶ ὁμολογήσασα παῤῥησίᾳ τὸ ὄνομα τοῦ Χριστοῦ, κρεμᾶται καὶ ξέεται. Ἔπειτα, συνέτριψαν τὰ μέλη της μὲ σφαῖραν μολύβδινην τέσσαρες στρατιῶται. Ἐπειδὴ δὲ ἡ Ἀγία προσευχήθη, διὰ τοῦτο ἦλθον Ἄγγελοι καὶ ἐθανάτωσαν τοὺς παιδεύοντας αὐτὴν τέσσαρας στρατιώτας. Τελευταῖον, καταδικάζεται ἡ Ἁγία νὰ ἀποκεφαλισθῇ. Ὅθεν, ὅταν ἔφθασεν εἰς τὸν τόπον τῆς καταδίκης, καὶ ἐστάθη ἐπάνω εἰς μίαν πέτραν, εὐθὺς ἡ πέτρα ἀνέβλυσεν ὕδωρ. Ἀποκεφαλισθεῖσα δέ, παρέδωκε τὴν ἀγίαν ψυχήν της εἰς χεῖρας Θεοῦ, καὶ ἔλαβε τοῦ Μαρτυρίου τὸν στέφανον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Μάρκου, Ἀριστάρχου, καὶ Ζήνωνος.
Ὁ κλῆσιν αὐχῶν Ἰωάννου καὶ Μάρκου,
ἀποστολῆς ἦν ἐν διαπρέπων δρόμοις.
Ἄριστος Ἀρίσταρχος ἐν μύσταις Λόγου,
ἄρξας ἄριστα καὶ ξένον ζήσας βίον.
Ζήνων Θεοῦ τὸν ζῶντα κηρύττων Λόγον,
Πλείστους ἀνεζῴωσε νεκροὺς τῇ πλάνῃ.
Μάρκος ὁ Ἀπόστολος, ὅστις καὶ Ἰωάννης ὀνομάζεται, καὶ τὸν ὁποῖον ἀναφέρει ὁ Εὐαγγελιστὴς Λουκᾶς εἰς τὰς Πράξεις τῶν Ἀποστόλων λέγων· Συνιδών τε ὁ Πέτρος, ἦλθεν εἰς τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου, τοῦ ἐπικαλουμένου Μάρκου (ιβ΄, 12). Οὗτος, χειροτονηθεὶς ἀπὸ τοὺς Ἀποστόλους ἐπίσκοπος τῆς Βύβλου, ἐφάνη δόκιμος ἐν τῇ ἐργασίᾳ τοῦ Εὐαγγελίου. τόσον δὲ ἦτο φίλος καὶ οἰκεῖος τοῦ Θεοῦ ὁ μακάριος, ὥστε ἡ σκιὰ μόνον τοῦ ἱεροῦ σώματός του ἐθεράπευε τὰς ἀῤῥωστίας τῶν ἀσθενῶν.
Ὁ δὲ Ἀρίσταρχος ἦτον εἷς ἐκ τῶν Ο΄ Ἀποστόλων. Τὸν ὁποῖον ἐνθυμεῖται ὁ Ἀπόστολος Παῦλος, τόσον ἐν τῇ πρὸς Κολασσαεῖς Ἐπιστολῇ λέγων· Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου (δ΄, 10)· ὅσον καὶ ἐν τῇ πρὸς Φιλήμονα, λέγων· Ἀσπάζονταί σε Μάρκος, Ἀρίσταρχος, οἱ συνεργοί μου (α΄, 23). Οὗτος λοιπὸν ἐφάνη ἄλλος δεύτερος Ἰωάννης Βαπτιστὴς κατὰ τὴν τροφήν. Καθότι καὶ αὐτὸς ἔτρωγεν, ὡς ἐκεῖνος, μόνον ἀκρίδας, ἤτοι ἄκρας τῶν δενδρῶν καὶ ἀκρόδρυα καὶ μέλι, χόρτον δηλαδὴ τὸ καλούμενον μελέαγρον, ἤ κατὰ ἄλλους μέλι ἄγριον, καὶ καθότι καὶ αὐτὸς ἦτον ἐνδεδυμένος φόρεμα δερμάτινον. Ἔγινε δὲ οὗτος ἐπίσκοπος Ἀπαμείας τῆς ἐν Συρίᾳ, καὶ ὅλους τοὺς ἐκεῖ εὑρισκομένους ἀπίστους ἐπέστρεψεν εἰς τὴν τῆς ἀληθείας καὶ εὐσεβείας ἐπίγνωσιν.
Ὁ δὲ Ζήνων οὗτος, εἶναι ὁ ἴδιος νομικὸς ἐκεῖνος Ζηνᾶς, περὶ τοῦ ὁποίου γράφει ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Τῖτον Ἐπιστολῇ, λέγων· Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον (γ΄, 13). Ἐπίσκοπος δὲ γενόμενος οὗτος ὑπὸ τοῦ Ἀποστόλου Πέτρου τῆς Διοσπόλεως τῆς Λαοδικείας, ἔγινεν οἰκητήριον τοῦ Ἁγίου Πνεύματος, καὶ πολλοὺς ἠλευθέρωσεν ἐκ τῆς πλάνης τῆς εἰδωλολατρείας.
Οὗτοι λοιπὸν καὶ οἱ τρεῖς Ἀπόστολοι, καλῶς καὶ θεαρέστως ποιμάναντες τὰ ἰδικά των ποίμνια, καὶ πολλαπλασιάσαντες τὸ παρὰ Θεοῦ δοθὲν εἰς αὐτοὺς τάλαντον, πρὸς Κύριον ἐξεδήμησαν, ἵνα ἀπολαύσωσι τὴν Αὐτοῦ χαρὰν καὶ μακαριότητα.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλήμονος ἐπισκόπου, καὶ Φουρτουνιανοῦ.
Χριστὸν φιλῶν φιλοῦντα Φιλήμων θύτης,
Φουρτουνιανῷ συναθλεῖ φιλουμένῳ

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Γαϊανὴ τὰ νώτα φλεχθεῖσα τελειοῦται.
Γαϊανὴ φλεχθῆναι τὰ νῶτα δίδου,
Ὡς ἂν φλογίνης ῥομφαίας νῶτα φύγῃς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δεκαπέντε Μαρτύρων, οἵτινες ἐν πλοίῳ ἐμβληθέντες τοῦ πλοίου πυρποληθέντος, ἐν τῇ θαλάσσῃ ἀπεπνίγησαν.
Ὁ τριπλοπεντάριθμος ἀθλητῶν στόλος,
Καὶ πυθμένος κατῆρε μέχρι ποντίου.

Τῆ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Σαββατίου τοῦ ἐν Σολοβέντσκῃ τοῦ Ῥώσσου.

Τῆ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου, Μητροπολίτου Μόσχας.

Τῆ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις τοῦ ὁράματος καὶ τῆς ἀφωνίας τοῦ Προφήτου Ζαχαρία.

Τῆ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἀνθίμου, ἀρχιεπισκόπου Οὐγγροβλαχίας, μαρτυρήσαντος ἐν ἔτει 1716
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Πεποικιλμένοι, παρεστηκότες θρόνῳ Σου Ἰησοῦ, χρώμασι, ποικίλοις ὄντως τῶν ἀρετῶν, τῶν τοῦ πνεύματος οἱ Ὅσιοι. Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης Σου· κράζουσι.
Ἀναδειχθέντες, ὡς οἰκονόμοι φρόνιμοι τοῦ Χριστοῦ, εὔκαιρον, τροφὴν διδόντες τοῖς ἀδελφοῖς, ἠξιώθητε ὑπάρχουσιν, Αὐτοῦ ἐν ἅπασι, τὴν ἐξουσίαν ἔχειν τρισόλβιοι.
Ἴσην τὴν γνώμην, τοῖς ὀψισθεῖσιν ἄμπελον τοῦ Θεοῦ, ἔχοντες, καὶ μοχλοὺς μᾶλλον ὑπὲρ αὐτούς, ἀπ’ ἀρχὴν καταβαλλόμενοι, δίκαιον μίσθωμα, ἐκ χειρὸς τοῦ Κυρίου ἐδέξασθε.
Νοῦν ἡγεμόνα, κατὰ παθῶν οἱ ἔνδοξοι ἀσκηταί, ἔσχον, καὶ γὰρ πνεύματι ἡγεμονικῷ, ὡδηγοῦντο πρὸς τὰ κρείττονα, συμφώνως ψάλλοντες· Εὐλογημένος εἶ Θεὲ Ὑπεράγαθε.
Θεοτοκίον.
Ἐπιλαβέσθαι, Ἀβραμίαιου σπέρματος ὁ Θεός, θέλων, ἵνα σώσῃ γένος τὸ τῶν βροτῶν, οὐκ Ἀγγέλων ἐπελάβετο, ἀλλ’ ἐν Σοὶ Πάναγνε, φύσιν τὴν ἡμῶν ἀνεκαίνισε.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.
Σύνεσιν κτησάμενοι σοφοί, τοῦ θείου Πνεύματος, συνεβιβάσθητε, ἐν ὁδῷ ᾗ ἐπορεύεσθε, τὰς διπλόας δὲ ἐλέγχοντες, τοῦ ἀρχεκάκου πτερνιστοῦ, ὕμνοις ἐκράζετε, τῷ Σωτῆρι· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Ὥσπερ ἀβλαβεῖς περιστεραί, καὶ ὄφεις φρόνιμοι, φανέντες Ὅσιοι, τὴν κεφαλὴν ἐτηρήσατε, τὴν ὑμῶν Χριστὸν τὸν Κύριον, ἀκεραιότητι ψυχῆς, καὶ ἀκακίᾳ πολλῇ, ἐκβοῶντες· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Μέγαν ἀντιλήπτορα Θεός, τῇ ποίμνῃ δέδωκε, τῇ σῇ Βασίλειε, ὑπερμαχοῦντά σε πάντοτε, δι’ αὐτὴν ὅθεν προσπίπτουσα, καθικετεύει ἐκτενῶς, λῦσον τὰ σκάνδαλα, τοῦ βελίαρ, καὶ ἀθυμίας τὸ σκότος ἀπέλασον.
Ἔδυς ὁ γλυκὺς ὑπὸ γῆν, καθάπερ ἥλιος, φαιδρὲ Ἰγνάτιε, ἵν’ ὥσπερ σῖτος θαπτόμενος, ἐν αὐτῇ δι’ ἀναστάσεως, ἑκατοστεύοντα καρπόν, οἴσης ταῖς χάρισιν, ἀνατέλλων, καὶ ὑπερλάμπων ἀκτῖσι θεότητος.
Τριαδικόν.
Λόγοις πειθαρχοῦντες Προφητῶν, Τριάδα τὴν ἄκτιστον, τὴν πάντα κτίσασαν, ἐκ τοῦ μὴ ὄντως βουλήματι, καὶ τηροῦσαν τὴν διάταξιν, αὐτῶν προστάξει ἰσχυρᾷ, ὑμνολογήσωμεν, σὺν Ἀγγέλοις· Ἅγιος Ἅγιος Ἅγιος Κύριος.






ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.
Ἔχοντες πολλὴν παῤῥησίαν, πρὸς τὸν Δεσπότην θεοφόροι, ὥσπερ Δανιὴλ καὶ ὁ Νῶε, καὶ ὁ Ἰώβ τε Πάτερ Βασίλειε, Λουκᾶ τε καὶ Ἰγνάτιε, τοῦτον ἡμῖν ἐξιλεώσατε.
Τίμιος ὁ θάνατος ὄντως, τῶν Σῶν Ὁσίων παντεπόπτα, ἔστιν ἐναντίον Σου Λόγε, εἰ καὶ ἀφρόνων ὄμασιν ἔδοξαν, τεθνᾶναι ὥσπερ ἄλογοι, ἀλλ’ ἐν Σοὶ πάντως ζῶσι χαίροντες.
Ἵνα Σου ἡ δόξα ὑμνῆται, ἐν οὐρανῷ καὶ ἐν γῇ Λόγε, ἔστησας Ἀγγέλους ἐν ὕψει, ἐν δὲ τοῖς κάτω Ὁσίων τάγματα, γλώσσαις ποικίλαις μέλποντας· μιᾷ δὲ γνώμῃ τὴν Σὴν δύναμιν.
Ὅλης ἐκ ψυχῆς ἀγαπήσας, ὑμᾶς τοὺς φίλους τοῦ Χριστοῦ μου, ὅλῃ προθυμίᾳ τοὺς ὕμνους, μετ’ εὐλαβείας προσάγω Ὅσιοι, οὓς εὐμενῶς δεξάμενοι, Θεὸν ἐμοὶ ἐξευμενίσατε.
Θεοτοκίον.
Σοὶ τὴν ἀπαρχὴν τῶν Παρθένων, προσπεφευγότες Θεοτόκε, πάντες ἱκετεύομεν πόθῳ, παντὸς κινδύνου ὑμᾶς ἐκλύτρωσαι, καὶ σῶσον τοὺς ἱκέτας Σου, θεοπειθέσι Σου δεήσεσι.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν,.
Πατέρων θεῖος σύλλογος, ὑμῶν τοὺς ἀγελάρχας, ἐν ὕμνοις καταστέψατε, ὡς πιστοὺς οἰκονόμους, ποικίλης χάριτος ὄντως, γεγονότας φρονήσει, καὶ πίστει τῇ πρὸς Κύριον, οὓς εὑρὼν ὁ Νυμφίος, ἀπολυθείς, τῶν πανσέπτων γάμων ἐπαγρυπνοῦντας, εἰσήγαγεν εἰς ἄληκτον, βασιλείαν καὶ δόξαν.
Θεοτοκίον.
Τριάδος Κόρη τέτοκας, ἀποῤῥήτως τὸν ἕνα, διπλοῦν τῇ φύσει πέλοντα, καὶ διπλοῦν ἐνεργείᾳ, καὶ ἕνα τῇ ὑποστάσει, τοῦτον οὖν ἐκδυσώπει, ἐκ πάσης ἐπιβουλῆς, τοῦ ἐχθροῦ λυτρώσασθαι, ὅτι πάντες, πρὸς Σὲ νῦν καταφεύγομεν, Δέσποινα Θεοτόκε.














Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἀμέμπτως ὁς πρόεισιν, ὁδὸν τοῦ βίου καὶ δίκαια, ἐργαζόμενος λέγων τε, ἀεὶ τὴν ἀλήθειαν, ἐν γλώσσῃ ἀδόλῳ, μηδενὶ κακὸν τί, ἀποδιδοὺς ἀντὶ κακοῦ, οὗτος ἐν ὄρει ἁγίω στήσεται, ὡς ὁ Δαβὶδ προήγγειλεν, ἅπερ φυλάξαντας Δέσποτα, τοὺς Ὁσίους Σου ὤκισας, εἰς Μονὰς τὰς ἁγίας Σου. (Δίς)

Ὕπνον ὀφειλόμενον, τὸν τοῖς δικαίοις ὑπέδυτε, θεοφόροι μακάριοι, ὑπνώσαντες ἥδιστα, ἐν εἰρήνῃ θείᾳ, ἐπὶ τὸ αὐτὸ τέ, ἀναπαυθέντες ἐν καλαῖς, ὄντως ἐλπίσιν ἀνταποδόσεως, Χριστὸς γὰρ ἐπηγγείλατο, τοῖς τὰς ὁδοῦς Αὐτοῦ πράττουσι, βασιλείας ἀσάλευτον, καὶ τρυφῆς ἀδιάδοχον.

Ἵνα τι ἀφέστηκας, μακρόθεν εὔσπλαγχνε Κύριε, ἡμετέραις ἐν θλίψεσιν, ὁρῶν δὲ τὰ σύμπαντα, δοκεῖς παραβλέπειν, τὰς ἡμῶν ὀδύνας, ἐν εὐκαιρίᾳ γὰρ τὴν σήν, οὐκ ἐπεκτείνεις χεῖρα τοῦ ῥύσασθαι, Πατέρες Θεοδόξαστοι, ἡμῶν γὰρ τοῖς ἐγκλήμασιν, αἱ δεήσεις πεφίμωνται.

Δόξα. Ἦχος πλ. β΄.
Ὡς πόλις ὀχυρά, τοῦ παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἀνεδείχθητε Πατέρες μακάριοι, ἐπάνω ὄρους τῶν ἀρετῶν κειμένη, καὶ δαψιλῶς εὐθυνουμένη, θεαρχικαῖς ἐν λάμψεσι, διὸ λαθεῖν οὐκ ἡδυνήθητε, ὁ γὰρ θαυμαστῶς φωτίζων, ἀπὸ ὀρέων αἰωνίων, ὑμας ἐν κόσμῳ ἐφανέρωσεν, ἀστραπαῖς τῶν θαυμάτων, καὶ ἐξαισίοις τέρασιν, ὅθεν καὶ παῤῥησίας, τυχόντες πρὸς αὐτόν, εἰρήνην τῷ κόσμῳ αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Σῶν Ὁσίων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου