Τρίτη 26 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 20. ΑΓΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΙΛΑΡΙΩΝ ΚΡΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ





ΣΕΠΤΕΜΒΡΙΟΥ Κ΄!!

ΙΛΑΡΙΩΝ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ  ΚΡΗΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ.

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Προσόμοια. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.

Ὤ τοῦ παραδόξου θαύματος! ὁ ἀθλοφόρος Χριστοῦ, φωτισθεὶς τὴν διάνοιαν, ἐπινεύσει πνεύματος, τὸν τὴν γῆν καὶ τὴν θάλασσαν, πρὶν ἐξαλείφειν, κατακαυχώμενον, στεῤῥῶς ἀθλήσας, καταπεπάτηκεν. Ὢ τῆς δυνάμεως, τοῦ σταυροῦ καὶ χάριτος, ἥτις αὐτοῦ, πᾶσαν ὑπεστήριζε, σαφῶς ἀσθένειαν. (Δίς)

Δεῦτε γηγενεῖς ἐν ᾄσμασι, τὴν ἱερὰν καὶ τερπνήν, τοῦ ὁπλίτου πανήγυριν, εὐσεβῶς ὑμνήσωμεν, Ἱλαρίωνος σήμερον· οὗτος γὰρ ὄντως, θείας ἐλλάμψεως, κατηξιώθη, τὸ φῶς εἰσδέξασθαι. Ὢ τῆς ἀφάτου σου, εὐσπλαγχνίας Κύριε, δι᾿ ἧς ἡμεῖς, ἔγνωμεν δοξάζειν σε τὸν ὑπεράγαθον.

Μάρτυς Ἱλαρίων ἔνδοξε, τὴν τῶν τυράννων ὀφρύν, καὶ τὸ θράσος κατέβαλες, τοῦ δεινοῦ ἀλάστορος, ἐναθλήσας στεῤῥότατα, καθυπομείνας τῷ θείῳ ἔρωτι, πολλὰς βασάνους, καὶ τέλος θάνατον, ξίφει τὴν πάντιμον, ἐκτμηθεὶς ἀοίδιμε, κάραν τὴν σήν, ἣν Χριστὸς κατέστεψεν ὁ ὑπεράγαθος.

Δόξα. Ἦχος β΄.

Δεῦτε πιστοὶ τιμήσωμεν, τὸν τοῦ Χριστοῦ ἀθλοφόρον, Ἱλαρίωνα τὸν ἔνδοξον, τὸν γενναῖον στρατιώτην, τὸν καλῶς ἀγωνισάμενον ὑπὲρ τῆς εὐσεβείας· βασιλέων τε καὶ τυράννων τὸν φόρον ἀποσεισάμενον. Διὸ νῦν παῤῥησίαν ἔχων πρὸς Χριστόν, ἀκαταπαύστως πρεσβεύει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν.

Σύ μου σκέπη κραταιά, ὑπάρχεις ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω σε. 

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε οἱ εὐσεβεῖς, τιμήσωμεν ἐν ὕμνοις, τὴν μνήμην τοῦ ὁπλίτου, Χριστὸν δοξολογοῦντες, τὸν τοῦτον στεφανώσαντα.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Μέμνησο ἀθλητά, ἡλιῶν τῶν ἐκτελούντων, τὴν θείαν ἑορτήν σου, καὶ πόθῳ συνελθόντων, ὑμνῆσαί σε ἐν ᾄσμασι.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Δυσώπησον Χριστόν, γενναῖε Ἱλαρίων, ὡς ἔχων παῤῥησίαν, σωθῆναι σωτηρίαν, σοῖς ὑμνηταῖς καὶ ἔλεος.

Δόξα. Ἦχος α´.

Γενναῖε μάρτυς τοῦ Χριστοῦ Ἱλαρίων, ἐπαξίως εὐφημοῦμεν τὴν μνήμην σου· σὲ γὰρ οὐ βίαι τυραννικαί, οὐ θωπεῖαι ἀπατηλαί, οἱ βασάνων ἐπιφοραί, οὐδ’ αὐτὸς ὁ θάνατος, τῆς πρὸς Χριστὸν ἀγάπης χωρίσαι ἴσχυσαν· καὶ νῦν ἐν οὐρανοῖς παριστάμενος, τῷ θρόνῳ τῆς θείας δόξης αὐτοῦ, καὶ τῆς ἐκεῖθεν ἀποῤῥεούσης δόξης τε καὶ λαμπρότητος, πλουσίως ἐμπιπλάμενος, αἴτησαι δωρηθῆναι καὶ ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν.

Σήμερον ὡς ἀληθῶς, ἡ ἁγιόφθογγος ῥῆσις τοῦ Δαυῒδ πέρας εἴληφεν· ἰδοὺ γὰρ ἐμφανῶς, τὸ τῶν ἀχράντων ποδῶν σου προσκυνοῦμεν ὑποπόδιον· καὶ ἐν τῇ τῶν πτερύγων σου ἐλπίζοντες σκιᾷ, πανοικτίρμον βοῶμέν σοι· Σημειωθήτω ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, καὶ ἀνύψωσον τοῦ ὀρθοδόξου λαοῦ σου τὸ κέρας, τῇ τοῦ τιμίου Σταυροῦ σου ἀνυψώσει, Χριστὲ πολυέλεε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Τὸν σταυρόν σου ἐπ᾿ ὤμων ἄρας ἀοίδιμε, ὁλοψύχως Κυρίῳ κατηκολούθησας, Ἱλαρίων ἀθλητὰ γενναιότατε· καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, μετὰ πάντων ἀθλητῶν, τὸν κτίστην καθιλαρύνων, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει, ἐπιτελούντων σου τὸ μνημόσυνον.

Δόξα. Καὶ νῦν. Ἦχος α΄.

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

Καὶ Ἀπόλυσις.

 

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ.

Ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς ἑορτῆς γ΄, καὶ τοῦ Ἁγίου γ΄. Ἦχος πλ. α´. Τῶν οὐρανίων ταγμάτων.

Τῇ χαρμοσύνῳ ἡμέρᾳ, τῆς σῆς ἀθλήσεως, τρισμάκαρ Ἱλαρίων, οἱ φιλοῦντές σε πάντες, εἰς ἓν συνελθόντες, ᾀσματικοῖς, ἐγκωμίοις τιμῶμέν σε, ὡς τοῦ Χριστοῦ στρατιώτην νεοφανῆ, καὶ ὡς μάρτυρα στεῤῥότατον.

Ἰσχύϊ θείᾳ νομίμως, τὸν δρόμον ἤνυσας, τοῦ θείου μαρτυρίου, καὶ τὴν πίστιν βεβαίαν, ἐτήρησας παμμάκαρ, πρὸς τὸν Χριστόν, καὶ τὸ στέφος ἀπείληφας, ὡς καρτερῶς ἐναθλήσας ὑπὲρ αὐτοῦ, Ἱλαρίων τὸ ἀκήρατον.

Τὸν τοῦ Χριστοῦ στρατιώτην, καὶ Νεομάρτυρα, συμφώνως συνελθόντες, εὐφημήσωμεν ὕμνοις, αὐτῷ ἀναβοῶντες ἀπὸ ψυχῆς, ταῖς εὐχαῖς σου περίσωζε, ἡμᾶς τοὺς σὲ ἀνυμνοῦντας, ὦ Ἀθλητά, ἐκ παντοίων περιστάσεων.

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ἀνέτειλεν ἡμῖν ως ἀστὴρ φαεινός, ο ἔνδοξος ἀθλοφόρος τοῦ Χριστοῦ, Ἱλαρίων ὁ γενναῖος ἐν ταῖς καρδίαις τῶν πιστῶν, φέγγος εὐσεβείας τρανῶς ὑπανάπτων, καὶ καταπυρσεύων φωτὶ τῆς θεογνωσίας τὸ γὰρ πῦρ τὸ νοερὸν ἔνδον ἐν καρδίᾳ δεξάμενος, ἀγαρηνὴν θρασύτητα, ὡς φρυγανώδη κατέφλεξεν, ἀριστεύσας λαμπρότατα καὶ μὴ ὑποπτήξας τὰς θηριώδεις ὁρμὰς τῶν ἀσεβῶν βαρβάρων, Διὸ καὶ γενναίως ὑπομείνας τὰς ἀπείρους βασάνους αὐτῶν, τὸν τῆς νίκης στέφανον παρὰ Χριστοῦ νομίμως ἐδέξατο καὶ τὸν ἀρχαῖον πολέμιον δράκοντα ἐν τῇ ῥοῇ τῶν αἱμάτων αὐτοῦ ἀποπνίξας, τὴν ἀρχαίαν ἧτταν ἀνεκαλέσατο. Ὅθεν μετ΄ ἀγγέλων ἐν οὐρανοῖς συγχωρεύων, μέμνησο μάρτυς καὶ ἡμῶν Ἱλαρίων ἀξιάγαστε, τῶν ἐν πίστει καὶ πόθῳ ἐκτελούντων τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Σήμερον τὸ φυτὸν τῆς ζωῆς, ἐκ τῶν τῆς γῆς ἀδύτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν· καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τὴν αὐτοῦ πρὸς οὐρανοὺς καταγγέλλει ἀνύψωσιν, δι᾿ ἧς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γῆν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται· διὸ εὐχαρίστως βοήσωμεν· Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ δι᾿ αὐτοῦ συνυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρᾶς, ἀξίωσον τοὺς ὑμνοῦντάς σε.

 

 

 

Εἴσοδος· Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα.

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τις ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ΄ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, ὅτι ἀπ΄ ἀρχῆς πάρεξ ἐμοῦ ὁ σώζων, ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἡμῖν ὁ ἀλλότριος· Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ΄ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τις ἀποτρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ', 1-3)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄ .

Τὸν λαμπρὸν ἀριστέα τοῦ Χριστοῦ, Ἱλαρίωνα τὸν ἔνδοξον, συνελθόντες ὦ φιλόχριστοι, μαρτυρικοῖς ἐγκωμίοις, καταχρέως εὐφημήσωμεν. Οὗτος γὰρ τὸν πρὸς ἐχθροὺς ἀοράτους πόλεμον ὑπελθών, καὶ νομίμως ἀθλήσας, τὸν τῆς νίκης στέφανον ἀξίως ἐδέξατο· καὶ νῦν ἐν οὐρανοῖς μετ’ ἀγγέλων χορεύων, αἰτεῖται ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Γενναῖε μάρτυς τοῦ Χριστοῦ Ἱλαρίων, ἐπαξίως εὐφημοῦμεν τὴν μνήμην σου, σὲ γὰρ οὐ βίαι τυραννικαί, οὐ θωπεῖαι ἀπατηλαί, οὐ βασάνων ἐπιφοραί, οὐδ’ αὐτὸς ὁ ἐπίπονος θάνατος τῆς πρὸς Χριστὸν ἀγάπης χωρίσαι ἴσχυσαν, καὶ νῦν ἐν οὐρανοῖς παριστάμενος τῷ θρόνῳ τῆς θείας δόξης αὐτοῦ, καὶ τῆς ἐκεῖθεν ἀποῤῥεούσης δόξης τε καὶ λαμπρότητος, πλουσίως ἐμπιπλάμενος, αἴτησαι δωρηθῆναι καὶ ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος πλ. β΄.

Σήμερον γὰρ ὡς ἀληθῶς, ἡ θεόπνευστος ῥῆσις τοῦ προφήτου Δαυῒδ πέρας εἴληφεν ἐν ταῖς καρδίαις τῶν πιστῶν· λάκκον γάρ φησιν ὃν ὠρύξαντο τῷ σοφῷ Ἱλαρίωνι τὰ τῆς Ἄγαρ φρυάγματα, καὶ ὃν ταῖς ἀπατηλαῖς θωπείαις ἐξαπατήσαντες, Χριστὸν ἐξομόσασθαι ἔπεισαν, τῇ συνάρσει τῇ αὐτοῦ, διὰ τῆς καλῆς ὁμολογίας αὐτοὺς κατασοφισάμενος, ἐν αὐτῷ δελεασθέντες ἐνέπεσον. Τὴν αὐτῶν γὰρ βδελυρὰν ἀσέβειαν ἀποκηρύξας ἐμφρόνως, τὴν ὀρθόδοξον πίστιν, λαμπρᾷ τῇ φωνῇ, ἐπ ᾿ ὄρους ἀναβὰς εὐαγγελιζόμενος ἀνεκήρυξεν. Οἵ καὶ τὴν ἧτταν τῆς αἰσχύνης μὴ φέροντες, δειναῖς ταῖς βασάνοις παρέπεμψαν αὐτὸν τῷ Χριστῷ, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως ὑπὲρ ἡμῶν τῶν τὴν μνήμην αὐτοῦ ἑορταζόντων φαιδρῶς.

 

Δόξα. Ἦχος πλ. δ΄.

Μετὰ τὸ ἀρνήσασθαι σαρκὸς τὴν εὐπάθειαν, ἀνεδείχθης στρατιώτης ἀκραιφνὴς τοῦ δι’ εὐσπλαγχνίαν τοῖς ἀνθρώποις, συγκαταβάντος φιλανθρώπου Λόγου. Ὅθεν καὶ ὡς καλῶς ἀριστεύσαντα, πρὸς ζωὴν τὴν ἀγήρω οἰκεῖν σε ἠξίωσεν ὡς ὑπεράγαθος. Τὰ οὐράνια πάντα συγχαίρουσι, ὁρῶντά σε τὸ πρὶν ἐπηρείᾳ τοῦ ἐχθροῦ, ἀφρόνως ἀποσκιρτήσαντα, καὶ ὄνειδος τῷ Χριστῷ διὰ τῆς ἀρνήσεως δειχθέντα, ὕστερον δὲ διὰ τῆς πεπαῤῥησιασμένης ὁμολογίας τῆς πίστεως, καὶ τῆς ἐπ᾿ αὐτῇ μέχρι τέλους ἀθλήσεως, καύχημα μὲν τῷ Χριστῷ, ὄνειδος δὲ τοῖς ἐχθροῖς πολλαπλάσιον γενόμενον· ἀλλὰ πρέσβευε ἀδιαλείπτως Ἱλαρίων νεόαθλε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

Καὶ νῦν. τῆς Ἑορτῆς.

Ἡ φωνὴ τοῦ Προφήτου σου, Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ, Ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα, καὶ λέγοντα· Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν Ἀνάστασιν, δι᾿ ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε δόξα σοι.

 

Εἰς τὸν Στίχον. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τὸν φιλοῦντά σε Κύριον, ὑπὲρ φύσιν ἐφίλησας, καὶ σαρκὸς ἐμίσησας ἡδυπάθειαν, καὶ τῷ Χριστῷ ἠκολούθησας, ἐπ᾿ ὤμων ἀράμενος, Μάρτυς χαίρων τὸν σταυρόν, καὶ πρὸς βίαιον θάνατον προσεχώρισας, διὰ τοῦτό σου μάκαρ εὐφημοῦμεν, ἐν ψαλμοῖς καὶ ὑμνῳδίαις, τὴν παναοίδιμον ἄθλησιν.

Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Ὥσπερ ῥόδον πανεύοσμον, νοητῶς ἀνεφάνης νῦν, ἐν χειμῶνι ἔνδοξε τῆς ἀθλήσεως, ἐκπέμπων θεῖα χαρίσματα, πηγάς τε ἰάσεων, τῆς πανσέπτου σου σοροῦ, ἀφ᾿ ἧς πλεῖστοι ἀρύονται, ῥῶσιν σώματος, ἀθλητῶν ὡραιότης Ἱλαρίων διὰ τοῦτό σε τιμῶμεν, ὡς πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.

Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ὡς καλῶς στρατευσάμενος, βασιλεῖ τῶν δυνάμεων, σεαυτὸν ἀοίδιμε παραδέδωκας, ἐθελουσίως εἰς βάσανα, καὶ βίαιον θάνατον, καὶ συνήφθης μυστικῶς, τοῖς μαρτύρων στρατεύμασιν, ἠξιώθης τε, τῶν στεφάνων τῆς νίκης Ἱλαρίων, τῷ Χριστῷ καθικετεύων, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε.

Δόξα. Ἦχος πλ. α´.

Ἐξέλαμψε σήμερον, ἡ σεβάσμιος μνήμη τοῦ νεοάθλου, τοὺς πιστοὺς συγκαλοῦσα, πρὸς εὐωχίαν μυστικήν, καὶ πρὸς πανήγυριν ἑόρτιον ἄγουσα τῶν φιλεόρτων τὰ συστήματα. Δεῦτε οὖν φιλομάρτυρες, ὁμοφρόνως ἅπαντες εὐφημήσωμεν, τὸν τοῦ Χριστοῦ ἀθλοφόρον, τὸν ὑπὲρ τῆς εὐσεβείας λαμπρῶς ἀγωνισάμενον, καὶ τὸ βραβεῖον τῆς νίκης ἐκ χειρὸς Κυρίου δεξάμενον, τὸν φωστῆρα τῶν χριστωνύμων, καὶ νεολαμπῆ ἀστέρα τῆς Ἐκκλησίας. Διὸ καὶ πρὸς αὐτὸν βοῶντες εἴπωμεν· Ἱλαρίων Νεομάρτυς ἔνδοξε, γενοῦ ἡμῖν ψυχῶν τε καὶ σωμάτων σωτηρία, καὶ σκέπη ἀσάλευτος, πρεσβεύων πρὸς Κύριον εἰς τὸ σωθῆναι ἡμᾶς.

 

 

 

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἡ φωνὴ τῶν Προφητῶν σου, Ἡσαΐου καὶ Δαυΐδ, ἐπληρώθη ὁ Θεός, ἡ λέγουσα· Ἥξουσι πάντα τὰ ἔθνη Κύριε, καὶ προσκυνήσουσιν ἐνώπιόν σου· ἰδοὺ γὰρ ὁ λαός, ὅς τῆς σῆς ἀγαθὲ χάριτος πεπλήρωται, ἐν ταῖς αὐλαῖς σου Ἱερουσαλήμ, ὁ Σταυρὸν ὑπομείνας ὑπὲρ ἡμῶν, καὶ τῇ ἀναστάσει σου ζωοποιῶν, φύλαξον καὶ σῶσον ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Τὸν σταυρόν σου ἐπ᾿ ὤμων ἄρας ἀοίδιμε, ὁλοψύχως Κυρίῳ κατηκολούθησας, Ἱλαρίων Ἀθλητὰ γενναιότατε· καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, μετὰ πάντων Ἀθλητῶν, τὸν κτίστην καθιλαρύνων, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει, ἐπιτελούντων σου τὸ μνημόσυνον.

Δόξα. Καὶ νῦν. Ἦχος α΄.

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

Καὶ Ἀπόλυσις.

ΕΝ ΤΩ ΟΡΘΡΩ.

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.

Θείαν ἔννοιαν ἐν σῇ καρδίᾳ, φέρων ἔνδοξε τῶν ἐπιγείων, ἀντηλλάξω τὰ θεῖα καὶ μόνιμα, καὶ συγχορεύων Ἀγγέλοις γηθόμενος, ἐπαπολαύεις τῆς θείας λαμπρότητος· ὅθεν Ἅγιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς.

Μετὰ τὴν β΄ Στιχολογίαν, κάθισμα. Ἦχος α´. Χορὸς Αγγελικός.

Ἀσκήσει σὴν ψυχήν, καὶ δακρύων τοῖς ῥείθροις, ἁγνίσας ἐναθλῶν, Ἱλαρίων νομίμως, ἐνδόξως ἐλάμπρυνας, καὶ παρέθου τῷ κτίστῃ σου, ὡς οὖν ἔτυχες, οὗπερ ἐπόθεις δυσώπει, τὸ ἀνείκαστον, τῶν οἰκτιρμῶν αὐτοῦ πλῆθος, σωθῆναι πάντας ἡμᾶς.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Καθελὼν του πονηροῦ, τὰς πολυπλόκους μηχανάς, ἀνδρειότητι φρενῶν, νίκης βραβεῖα ἐκ Θεοῦ, ὦ Ἱλαρίων ἀπείληφας ἐπαξίς· καὶ νῦν πρὸς οὐρανοὺς κατεσκήνωσας, Αγγέλων σὺν χοροῖς ἀγαλλόμενος, μεθ᾿ ὧν ἡμῶν μνημόνευε, τῶν πίστει ἐπιτελούντων τὴν μνήμην σου, καὶ προσκυνούντων τὴν τῶν λειψάνων θήκην ἀξιοθαύμαστε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στ.: Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν...

Μετὰ τὸ Εὐαγγέλιον ὁ Ν´.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου... Καὶ τὸ Ἰδιόμελον. Ζήτει εἰς τὴν Λιτήν, οἷον βούλει.

Εἶτα ὁ Κανὼν τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν εἰς στ΄, καὶ τοῦ Ἁγίου εἰς η´.

ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.

Ἐξέλαμψε σήμερον, ἡ θεία μνήμη τοῦ Ὁσιομάρτυρος, συγκαλοῦσα πάντας τοὺς φιλεόρτους ἡμᾶς, πρὸς εὐφημίαν καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ.

Πυρίπνοον ῥόδον σε ἡ Ἐκκλησία, Ἱλαρίων κέκτηται Μάρτυς πολύαθλε, ἐδείχθης γάρ, τοῦ Χριστοῦ εὐωδία, ὑπὲρ οἱ χαίρων ἤθλησας.

Χριστοῦ ἐπορφύρωσας τὴν Ἐκκλησίαν, Νεομάρτυς ἔνδοξε, ῥείθροις αἱμάτων σου· καὶ νῦν δεόμεθα, ἱκέτευε αὐτὸν ἀεὶ ὑπὲρ τῶν τιμώντων σε.

Θεοτοκίον.

Ἡ μόνη τὸν ἄχρονον, Υἱὸν ἐν χρόνῳ, τεκοῦσα σαρκούμενον, παναγία Ἄχραντε πάντα τὰ χρόνια, τῆς παναθλίας μου ψυχῆς πάθη θεράπευσον.

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.

Πανηγυρίσωμεν φιλέορτοι, καὶ συνευφρανθῶμεν τῷ πνεύματι, ἐπὶ τῇ μνήμῃ τῇ σεπτῇ, εὐωχούμενοι σήμερον, Ἱλαρίωνος τοῦ θείου καὶ στεῤῥοῦ Νεομάρτυρος.

Τῆς Ἐκκλησίας νῦν τὸ στήριγμα, τὸ τῆς εὐσεβείας προπύργιον, τὸν καθαιρέτην τοῦ ἐχθροῦ, τοῦ Κυρίου τὸν Μάρτυρα, διανοίᾳ καθαρᾷ, μελῳδικῶς εὐφημήσωμεν.

Θείᾳ παλάμῃ κυβερνώμενος, γαληνῶς διέπλευσας Ἅγιε, βασάνων πέλαγος σφοδρόν, καὶ πρὸς ὅρμον ἀκύμαντον, ἱερῶς καθορμισθείς, σωτηρίαν ἡμῖν αἴτησαι.

Θεοτοκίον.

Ῥῦσαί με πάσης περιστάσεως, καὶ πολλῶν σκανδάλων τοῦ ὄφεως, καὶ αἰωνίζοντος πυρός, καὶ τοῦ σκότους Πανάμωμε, ἡ τὸ φῶς ἀποκυήσασα, βροτοῖς τὸ ἀνέσπερον.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀσκητικῶς τὸν πονηρὸν συμπατήσας, ἀθλητικῶς Μάρτυς Χριστοῦ ἐδοξάσθης, καθυπομείνας βάσανα τελείῳ νοΐ· ὅθεν συνηρίθμησαι, τοῖς χοροῖς τῶν Μαρτύρων, καὶ τὴν αἰωνίζουσαν βασιλείαν ἐκτήσω, ἐν ᾗ χορεύων μέμνησο ἡμῶν, τῶν ἐκτελούντων ἐν πίστει τὴν μνήμην σου.

Δόξα, τὸ αυτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης ἀήττητον τρόπαιον. 

 

ᾨδὴ δ΄. Ἐν πνεύματι προβλέπων.

Νευρώσας τὴν ψυχήν σου, μελέταις θεϊκαῖς, ἐχθρὸν ἐξενεύρισας ἀνδρείαις συμπλοκαῖς· ὅθεν πᾶσα ἡ Χριστοῦ Ἐκκλησία, ἐπιγνοῦσά σε Μάρτυρα, ἀπερίγραπτον μάκαρ γεραίρει σε.

Θαμβεῖται πρὸ βημάτων ἀλάστωρ δυσμενής, ἑστῶτα κατιδών σε ἐν πᾳῤῥησίᾳ πολλῇ, καὶ θωπείαις ἐκλύειν σου τὴν καρτερίαν, ὠρύετο Ἱλαρίων μακάριε· ἀλλ᾿ ἡττήθη ἀπονοίας τὰ φρυάγματα.

Σθένει δυναμούμενος, σαρκὸς τὸ ἀσθενές, τοῦ ἡμῶν ἀσθένειαν φορέσαντος Χριστοῦ, τὸν τῶν Μαρτύρων διήνυσας δρόμον, καὶ τὸν ἀνίσχυρον ἐχθρὸν ἀοίδιμε, ὡραιοτάτοις σου ποσὶ κατεπάτησας.

Θεοτοκίον.

Ἐλέησόν με μόνη ἐλέους τὴν πηγήν, Θεοτόκε τέξασα, καὶ λῦσον τὴν δεινήν, ψυχῆς μου νόσον, καὶ πώρωσιν τῆς καρδίας, δακρύων, ῥεῖθρα καὶ κατάνυξιν πρὸ τέλους, δοῦσα καὶ δεινῶν ἀπολύτρωσιν.

ᾨδὴ ε´. Τὴν σὴν εἰρήνην.

Ὁδὸν διανύσας Μάρτυς ἀνδρικῶς, μαρτυρίου, ἀποθέσει τοῦ πνεύματος ἔφθασας, πρὸς τὴν ἄνω Βασιλείαν, ἐν ᾗπερ νῦν κέκτησαι Ἱλαρίων πολίτευμα τὸ θεῖον.

Ὢ τῆς πρὸς Θεόν σου θερμῆς ἀγάπης σοφέ, δι’ ἧς βιαιότατον ὑπέστης θάνατον· διὰ τοῦτο χαίροντες τὴν σὴν ἐκτελοῦμεν μνήμην Μάρτυς μετ’ ἐγκωμίων.

Ποθῶν τὸ παθεῖν ὑπὲρ Χριστοῦ τοὺς ῥαβδισμούς, ὑπήνεγκας παμμάκαρ στεῤῥότατα τυπτόμενος καὶ συντριβόμενος· καὶ νῦν καθιλαρύνεις ἡμῖν τὸν πάντων κτίστην.

Θεοτοκίον.

Διάσωσόν με Πάναγνε κινδύνων χαλεπῶν, ἔγειρον παθῶν κοπρίας καὶ ῥῦσαί με, αἰχμαλωσίας καὶ κακώσεως, πονηρῶν δαιμόνων, τὸν σὸν ἀχρεῖον δοῦλον.

 

ᾨδὴ ς´. Τὸν προφήτην Ἰωνᾶν.

Ἐναθλήσας ἀνδρικῶς, Ἱλαρίων Ἀθλητά, νῦν παρίστασαι Χριστῷ, σὺν Αγγέλων τοῖς χοροῖς, Ὁσίων τε καὶ τῶν Μαρτύρων· μεθ᾽ ὧν ἡμῶν μέμνησο.

Τὸν πτερνίσαντά σε πρίν, κατεπάτησας ἐχθρόν, καὶ ὡς θῦμα λογικόν, προσηνέχθης τῷ Χριστῷ, καὶ εἴληφας, τῆς νίκης στέφος Ἱλαρίων μακάριε.

Τοὺς τελοῦντας ἱερῶς, τὴν σὴν ἄθλησιν στεῤῥέ, καὶ τὰ λείψανα τὰ σά, προσκυνοῦντας εὐλαβῶς, περίσωζε ἐκ πάσης βλάβης, Ἱλαρίων πανόλβιε.

Θεοτοκίον.

Ἁγιάσματος σκηνή, δεδειγμένη Μαριάμ, μιανθεῖσαν ἡδοναῖς, τὴν ἀθλίαν μου ψυχὴν ἁγίασον, καὶ θείας δόξης μέτοχον ποίησον.

Κοντάκιον. Ἦχος β´. Τὰ ἄνω ζητῶν.

Τὸν κόσμον λιπὼν Χριστῷ ἠκολούθησας, ἀθλήσας δὲ στεῤῥός, Αὐτῷ νῦν παρίστασαι, μαρτυρίου αἵματι καὶ ἀσκήσεως πόνοις καλλυνόμενος Ἱλαρίων· ὅθεν καὶ ἀνεδείχθης Μαρτύρων καὶ Ὁσίων ὁμόσκηνος.

Ὁ Οἶκος.

Τὸν γενναῖον ἐν μάρτυσιν Ἱλαρίωνα, ἐν ᾀσμάτων ᾠδαῖς εὐφημήσωμεν οἱ φιλέορτοι. Οὗτος γὰρ ὁ καρτερόψυχος, τῇ τοῦ Χριστοῦ δυνάμει θωρακισθείς, πάντα τὰ τοῦ βίου τερπνὰ ὡς σκύβαλα ἐλογίσατο, καὶ σαρκὸς μηδόλως φεισάμενος, εἰς τὸ στάδιον τῆς ἀθλήσεως ἀπεδύσατο· ἔνθα τὴν μὲν τῶν Ἀγαρηνῶν ἀσέβειαν θριαμβεύσας, τὴν δὲ τοῦ Χριστοῦ ὀρθόδοξον πίστιν ἐν παῤῥησίᾳ κηρύξας, ὑπὲρ ἧς καὶ πολυειδέσι βασάνοις δοκιμασθείς, ἀνεδείχθης μαρτύρων καὶ ὁσίων ὁμόσκηνος.

Συναξάριον.

Τῷ αὐτῷ μηνὶ κ΄, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἱλαρίωνος τοῦ νέου.

Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο.

Τοῖς πάθεσι τὸ πάθος τὸ ἄχραντον, μιμούμενος ὁπλῖτα πανένδοξε, τοὺς αἰκισμοὺς γενναίως, τῶν ἐχθρῶν καθυπέμεινας.

Ἠγάλλοντο Αγγέλων τὰ τάγματα, ηὐφραίνοντο Μαρτύρων πνεύματα, ἰδόντα σε Ἱλαρίων καλῶς ἐναθλήσαντα.

Νέμει σοι ζωὴν τὴν ἀκήρατον, ἡ ἀρχικὴ Τριὰς ἣν ἐδόξασας, ἧ νῦν μάκαρ παρέστης, ὑπὲρ τοῦ κόσμου πρέσβυς ἄριστος.

Θεοτοκίον.

Ἱκέτευε ὃν ἔτεκες Κύριον, ὡς εὔσπλαγχνον τῇ φύσει ὑπάρχοντα, Θεογεννῆτορ σῶσαι, τὰς ψυχὰς τῶν ὑμνούντων σε.

ᾨδὴ η´. Ὃν φρίττουσιν Ἄγγελοι.

Τῇ πίστει νευρούμενος παμμάκαρ τοῦ Χριστοῦ, πρὸς σφαγὴν ἑκούσιον ἐκδέδωκας σαυτόν· διό σε τὸν ἀγῶνα, τὸν θεῖον τελέσαντα, σὺν τοῖς ὁμοζήλοις ἐν ἐπουρανίοις προσήκατο θαλάμοις.

Σαρκὶ συμπλεκόμενος ἀσάρκῳ δυσμενεῖ, αὐτὸν ἐτραυμάτισας γενναῖε Ἀθλητά, καὶ σὺν Ἀσωμάτοις νῦν συναγάλλῃ, ἰώμενος πάθη ψυχῶν τε καὶ σωμάτων.

Ἰσχύει ῥωννύμενος, τρισόλβιε Χριστοῦ, πάθος τὸ μακάριον ἐδέξω σῇ σαρκί, πάθεσι ποικίλοις διὰ τοῦτο, πάθη ἐξιᾶσαι τῶν σὲ μακαριζόντων.

Θεοτοκίον.

Ἰάσω τὸ σύντριμμα Ἀδὰμ τοῦ χοϊκοῦ, Σωτῆρα κυήσασα πανάχραντε Θεόν, Αὐτὸν ἐκδυσώπει τὰς πληγὰς τῆς ἐμῆς ψυχῆς θεραπεῦσαι, ἀνίατα νοσούσης.

 

ᾨδὴ θ´. Τὴν φωτοφόρον νεφέλην.

Μετὰ τῶν ἄνω ταγμάτων, συνηριθμήθης ἀξίως, κόσμον λιπὼν καὶ τὸν Χριστὸν ποθήσας ἀοίδιμε, Ὃν καὶ ἐκήρυξας Θεὸν τυράννων ἐνώπιον ἀλλὰ καὶ νῦν ἡμῖν, σωτηρίαν τοῖς ὑμνηταῖς σου δοθῆναι ἱκέτευε.

Σὺν ἀσωμάτοις Αγγέλοις, σὺν τοῖς σεπτοῖς Ἀποστόλοις, σὺν Ἀθλοφόροις ἱεροῖς, σὺν Ὁσίοις τρισμάκαρ, τὸν ὑπεράγαθον Θεόν, ἱκέτευε πάντοτε, τυχεῖν ἡμᾶς, ἀγαθῶν αἰωνίων, τοὺς τελοῦντάς σου τὴν μνήμην εὐλαβῶς.

Νέμοις μοι ἄφθονον χάριν, τῷ τῶν ἐπαίνων τοῖς λόγοις, στεφάνους πλέξαντι σοφέ, ἐν προθύμῳ καρδίᾳ, ὦ Νεομάρτυς τοῦ Χριστοῦ, Ἱλαρίων μακάριε, ῥυόμενος ἐκ παθῶν ψυχοφθόρων, σαῖς ἱκεσίαις παναοίδιμε.

Θεοτοκίον.

Φῶς ἡ τεκοῦσα τὸ θεῖον, ἐσκοτισμένον με πάσαις, ταῖς μεθοδείαις τοῦ ἐχθροῦ, καὶ ῥαθύμως βιοῦντα, καὶ παροργίζοντα Θεόν, Πανάμωμε, φώτισον ὁδήγησον, πρὸς καλὰς ἐργασίας, ὡς αἰτία οὖσα πάντων τῶν καλῶν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὸν ἐν Ὁσίοις λάμψαντα, καὶ Μάρτυσιν αὐγάσαντα, ὡς ἄστρον λάμπον ἐν πόλῳ, καὶ κόσμον φωταγωγοῦντα, ταῖς φαειναῖς ἀριστείαις, τὸν μέγαν Ἱλαρίωνα, πιστοὶ ἀνευφημήσωμεν, ὡς πρόμαχον εὐσεβείας, καὶ καθαιρέτην τῆς πλάνης.

Καὶ τῆς Ἑορτῆς.

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα. 

 

 

 

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσιν.

Τῇ ἐνδόξῳ ἀθλήσει σου, Ἐκκλησία ἀγάλλεται, καὶ ἀζύγων γέγηθε τὰ συστήματα· πάντες πιστοὶ δὲ εὐφραίνονται, ᾠδὴν χαριστήριον, ἀναπέμποντες Χριστῷ, Ἱλαρίων ἀοίδιμιε, Σῶτερ λέγοντες· ὁ τὸν σὸν ἀθλοφόρον ἐνισχύσας, στεφανώσας τε ἐν δόξῃ, σῶσον ἡμᾶς ὡς φιλάνθρωπος.

Τῷ πυρὶ ἐκκαιόμενος, τῆς Χριστοῦ ἀγαπήσεως, ὡς τρυφὰς τὰ βάσανα σὺ λελόγησαι, ὡς ἁπαλὰ ῥόδα μάστιγας, τὸ ξίφος ὡς στέφανον, ὡς παράδεισον εἱρκτήν, κακουχίαν τε ἅπασαν, καὶ τὸν θάνατον, ὡς ζωὴν ἐπεπόθησας γλυκεῖαν, νεομάρτυς Ἱλαρίων, ὅθεν σε νῦν μακαρίζομεν.

Οὐρανίαις ἐλλάμψεσι φωτισθεὶς τὴν διάνοιαν, τὸ τῆς πλάνης ἔφυγες σκότος ἔνδοξε, καὶ τῷ φωτὶ προσεπέλασας, Χριστῷ τοῦ Θεοῦ ᾑμῶν, καὶ ταῖς χάρισιν αὐτοῦ, καταυγάζεις τὰ πέρατα, διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει, ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Τὸν Δεσπότην σου ἔνδοξε, Ἱλαρίων μιμούμενος, ὡς ἀρνίον ἄμωμον προσετέθεισαι, ἐχθροῖς σφαγὴν πρὸς ἑκούσιον· διὸ παριστάμενος, τῷ Χριστῷ ἐν οὐρανοῖς, ταῖς ραφαῖς τῶν αἱμάτων σου, τοὺς τὴν ἔνδοξον, καὶ πανέορτον μνήμην σου τελοῦντας, σαῖς πρεσβείαις μὴ ἐλλίπἡς, βλάβης παντοίας ῥυόμενος.

Δόξα. Ἦχος πλ. α´.

Ὤ, τῶν σοφῶν σου κριμάτων, Χριστέ! πῶς ἐκ σκεύους πηλίνου καὶ εὐθραύστου ἀδριάντα γενναιόψυχον ἀνέδειξας, τὸν πρὶν ἀρνησάμενόν σε Ἱλαρίωνα. Τῇ γὰρ χάριτι τοῦ βαπτίσματος εἰς μετάνοιαν ἐλθών, καὶ τὸ μοναδικὸν σχῆμα ἐνδυσάμενος, πρὸς τῶν ἀπίστων ὡς θεολόγος θεοφώτιστος, τὴν πλάνην τῆς Ἄγαρ κατεμυκτήρισε, καὶ τῆς ὑπὲρ λόγου οἰκονομίας σου ὁμολογήσας τὸ μυστήριον, διὰ τοῦ ξίφους ἠξιώθη τοῦ παραδείσου. Αὐτοῦ ταῖς ἱκεσίαις δεόμεθα, Δέσποτα, τήρησον τοὺς σὲ πιστεύοντας, ἐν μετανοίᾳ διηνεκεῖ ὡς φιλάνθρωπος.

 

Καὶ νῦν. τῆς Ἑορτῆς.

Ἡ φωνὴ τῶν Προφητῶν σου, Ἡσαΐου καὶ Δαυΐδ, ἐπληρώθη ὁ Θεός, ἡ λέγουσα· Ἥξουσι πάντα τὰ ἔθνη Κύριε, καὶ προσκυνήσουσιν ἐνώπιόν σου· ἰδοὺ γὰρ ὁ λαός, ὅς τῆς σῆς ἀγαθὲ χάριτος πεπλήρωται, ἐν ταῖς αὐλαῖς σου Ἱερουσαλήμ, ὁ Σταυρὸν ὑπομείνας ὑπὲρ ἡμῶν, καὶ τῇ ἀναστάσει σου ζωοποιῶν, φύλαξον καὶ σῶσον ἡμᾶς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΠΑΡΑΚΛΗΣΙΣ

                                        

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Νεομαρτύρων προτιθεὶς τῇ χορείᾳ, τῇ αποπτύσσει τῆς σκοτώδους θρησκείας, τὸ φῶς Χριστοῦ τεθέασαι ἀθλήσει σου στεῤῥᾷ· ὅθεν τοὺς αἰτοῦντάς σου, Ἱλαρίων πρεσβείας, φώτισον καὶ στήριξον εἰς ὁδὸν τοῦ Κυρίου, ὅπως τηρήσει θείων ἐντολῶν, εὕρωμεν πάντες, ζωὴν τὴν αἰώνιον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ  ἡ ἀκροστιχίς: Τὸν Κύριον δεῖξόν μοι ἱλαρόν, Ἱλαρίων. Ἀ(θανάσιος)

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Τὸν Κύριον δεῖξόν μου ἱλαρόν, σεπτὲ Ἱλαρίων, Ὃν ἐλύπησα πλημμελῶν, καὶ τραύματα ἴασαι ψυχῆς μου, ταῖς πρὸς Αὐτὸν ἱκεσίαις σου δέομαι.

Οὐκ ἔχω μετάνοιαν ἀληθῆ, σὲ τίθημι πρέσβυν, πρὸς φιλάνθρωπον Ἰησοῦν, τὸν πρώην πεσόντα Ἱλαρίων, καὶ μετανοίᾳ ἐχθρὸν καταργήσαντα.

Νικήσας τὸν πλάνον ὁλοτελῶς, βοήθησον Μάρτυς, Ἱλαρίων κἀμοὶ βοῶ, νικῆσαι παγίδας διαβόλου, καὶ πλάνης τούτου μακρὰν διατήρησον.

Θεοτοκίον.

Καινώσασα φύσιν τὴν τῶν βροτῶν, κενώσει τοῦ Λόγου, Θεοτόκε κἀμοῦ τὸν νοῦν, καθάρισον μνήμῃ τοῦ Υἱοῦ Σου, ὁλοτελῶς καὶ καινόν με ἀνάδειξον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ὑποχείριος Μάρτυς, τοῦ δολεροῦ γέγονας, ὢν ἐν ἀπογνώσει τελείᾳ ἀλλὰ ἀνένηψας· διὸ ἀπόγνωσιν, σκοτοποιὸν δίωξόν μου, καὶ Χριστοῦ μου πλήρωσον, ἐλπίδος ὕπαρξιν.

Ῥείθροις πλήθους δακρύων, τοῦ Ἰησοῦ ἔλεος, Μάρτυς Ἱλαρίων ἐζήτεις, ὅπερ καὶ εὕρηκας· διό μοι χάρισαι, ψυχοσωτήριον ὄμβρον, τῶν δακρύων ὅπως μου, σβήσω τὰ πταίσματα.

Ἱλαρὸν δότην ὄντως, ὁ ἱλαρὸς Κύριος, δέχεται κλεινὲ Ἱλαρίων, ὥσπερ ἐδέξατο, σὲ μαρτυρήσαντα, ἐκ πλησμονῆς τῆς ἀγάπης, ἥν μοι δῶρον χάρισαι, καθικετεύω σε.

Θεοτοκίον.

Ὃν χερσί Σου βαστάζεις, βρεφοπρεπῶς Δέσποινα, Κύριον δυσώπει μοι δοῦναι, τὸ μέγα ἔλεος, καὶ μετανοίας με, ἐργάτην δόκιμον δεῖξαι, παρορῶν ὡς εὔσπλαγχνος, πληθὺν πταισμάτων μου.

Διάσωσον, ὦ Νεομάρτυς πανεύφημε Ἱλαρίων, τοὺς τιμῶντάς σε ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ, καὶ δώρησαι, βαδίζει τρίβον τῆς μετανοίας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Χριστὸν ἀρνηθείς, Αὐτοῦ ἐγένου ὕστερον, πιστὸς ἀθλητής, ὦ Ἱλαρίων ἔνδοξε, καὶ πρεσβεύεις πάντοτε ὑπὲρ ὅσοι τιμῶμεν τὴν μνήμην σου, ἵνα σὺν σοὶ ἐν οὐρανοῖς, μετάσχωμεν δόξης ἧς μετέσχηκας.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Νοῦν πτερώσας Κυρίου σου, ἔρωτι τὸν ἔρωτα κατεφρόνησας, τῶν γηΐνων ἀπολαύσεων, ὧν με Ἱλαρίων ξένον τήρησον.

Δέομαί σου μακάριε, ἐκ συκοφαντίας με διαφύλαξον, ἵνα πάντοτε προστάγματα, τοῦ Θεοῦ φυλάττω καθὼς γέγραπται.

Ἑκουσίως ἐπέλεξας, θάνατον ἀντίῤῥοπον τῆς ἀρνήσεως· ὅθεν θνήσκειν με ἀξίωσον, Ἱλαρίων κατὰ τὴν συνείδησιν.

Θεοτοκίον.

Ἵνα τύχωμεν ἄνθρωποι, τῆς Αὐτοῦ θεώσεως ὁ φιλάνθρωπος, διὰ Σοῦ ἄνθρωπος γέγονεν, Θεοτόκε Μῆτερ ἀειπάρθενε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ξένος γεγονώς, φθειρομένων ἀπολαύσεων, ὦ Ἱλαρίων ἀπολαύων τοῦ Χριστοῦ, καὶ ἡμᾶς ξένους, ἡδονῶν γηΐνων διατήρησον.

Ὅλῃ σου ψυχῇ, ἐκ τοῦ πτώματος ἀνένηψας, καὶ τῇ ἀθλήσει σου συνέτριψας ἐχθρόν, οὗπερ τὴν κάραν, καὶ ἡμᾶς συντρίβειν δίδου Ἅγιε.

Νίκης εἰληφώς, Ἱλαρίων στέφος ἄφθαρτον, μνήσθητι πάντων τῶν τιμώντων σε, διανυόντων, εὐσεβείας δρόμον σύμμοχθον.

Θεοτοκίον.

Μὴ ἐν πειρασμοῖς, καταλίπῃς ἀβοήθητον, τὸν Σὲ τιμῶντα Θεοτόκε ἐκ ψυχῆς, καὶ ἐκζητοῦντα, τὴν ἁγίαν σου συνέργιαν.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Οὐδόλως σου, ἡ νεότης ἴσχυσεν, τῆς ψυχῆς καταβαλεῖν τὴν πορείαν· διὸ χωρῶν, πρὸς τὴν ἄθλησιν Μάρτυς, ὥσπερ εἰς γάμου προσῆλθες συμπόσιον, τὸ αἷμα δοὺς δὲ τῷ Χριστῷ, μεσιτεύεις ὑπὲρ τῶν τιμώντων σε.

Ἰάτρευσον, τῶν ψυχῶν τὰ τραύματα, τὰ βαρύνοντα ἡμᾶς Ἱλαρίων, καὶ οὐρανοῦ, σαῖς πρεσβείαις τὴν θύραν, ἄνοιξον ὅπως κατίδωμεν πρόσωπον, τοῦ γλυκυτάτου Ἰησοῦ, δι  Ὃν σφάγιον θεῖον γεγένησαι.

Ἰσχύοντα, τὸν ἀρχαῖον δράκοντα, Ἱλαρίων καθ’ ἡμῶν ἀμελείᾳ, ἆξαι εἰς γῆν, καὶ ἀνίσχυρον δεῖξον, τὰς δὲ ψυχὰς κατ’ αὐτοῦ ἐνδυνάμωσον, γινώσκεις γὰρ Μάρτυς καλῶς, ἐκ τῆς πείρας αὐτοῦ τὴν κακότητα.

Θεοτοκίον.

Λιτάζουσα, μὲ ἐλλείπῃς Δέσποινα, τὸν Υἱόν Σου ὑπὲρ γένους ἀνθρώπων, τοῦ γὰρ Ἀδάμ, τέκνα ὄντες τοῦ πρώτου, ἐν ἀνομίαις πολλαῖς ἐνεχόμεθα, καὶ μὴ ἰσχύοντες πρὸς Σέ, καταφεύγομεν θεία μεσίτρια.

Διάσωσον, ὦ Νεομάρτυς πανεύφημε Ἱλαρίων, τοὺς τιμῶντάς σε ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ, καὶ δώρησαι, βαδίζει τρίβον τῆς μετανοίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Τῶν Μαρτύρων λαβὼν στέφος ἄφθαρτον, Ἱλαρίων Χριστὸν καθικέτευε, ὅπως πᾶσι, τοῖς σὲ τιμῶσι δοῦναι δαψιλῆ, ἰσχὺν κατὰ πονηροῦ, πολεμοῦντος καθ’ ἡμῶν, καὶ παθῶν ἀπολύτρωσιν, ἵνα ἐν εὐχαρίστοις, ὕμνοις δοξολογῶμεν, τὴν ἱεράν σου καὶ σεπτήν, Νεομάρτυς μνήμην πάντοτε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Κύμασι κεκάλυψαι, τῆς ἀπογνώσεως Μάρτυς, ὑφ’ ὧν νοῦν ἐσκότισαι, καὶ Χριστοῦ κατέλιπες πίστιν πάμφωτον, ὅπως συνειδήσεως, κεντηθεὶς τῷ κέντρῳ, πρὸ τυράννων ἀνεκήρυξας, Αὐτοῦ θεότητα, καὶ γενναιοφρόνως ἐφαύλισας, τῆς Ἄγαρ τὴν σκοτόμαιναν· ὅθεν ἀπετμήθης τὴν κάραν σου· νῦν δὲ Ἱλαρίων, ἱστάμενος ἐνώπιον Θεοῦ, μνήσθητι πάντων τῶν ὅσοι σου, τὰς εὐχὰς δεόμεθα.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἀθλοφόρος ἐφάνης, μετανοίας ὑπείκων τοῖς ἐπιτάγμασι, θεότητα Κυρίου, κηρύξας Ἱλαρίων, ἐν ψυχῆς γενναιότητι· ὅθεν ἡμᾶς εὐσεβεῖν, ἀξίωσον εὐχαῖς σου.

Ῥήτωρ ὤφθης Τριάδος, ἐξελέγξας τὴν πλάνην τῆς ἀθεότητος· διὸ ὦ Νεομάρτυς, ὡς ἔχων παῤῥησίαν, πρέσβυς πάντων γεννήθητι, ὅπως κρατῶμεν στεῤῥῶς, Ὀρθοδοξίας πλοῦτον.

Οὐρανῶν κληρονόμος, Ἱλαρίων ἐγένου τῇ μαρτυρίᾳ σου· ὅθεν ἡμῶν καρδίας, ὑπάναψον τῷ πόθῳ, τῆς Χριστοῦ ἀγαπήσεως, ἵνα σὺν σοὶ οὐρανοῦ, πολῖται εὑρεθῶμεν.

Θεοτοκίον.

Νοερᾶς ἐργασίας, ἐργαστήρια δεῖξον τοὺς ἀνυμνοῦντάς Σε, καὶ μνήμην τοῦ Κυρίου, τοῖς δούλοις Σου παράσχου, καὶ εὐχὴν ἀδιάλειπτον, ἡ γεγονυῖα ἁγνή, Χριστοῦ ἔμψυχος οἶκος.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἱλέωσαί μοι, ταῖς σαῖς εὐχαῖς Ἱλαρίων, τὸν Δεσπότην Ὃν ἔργοις παροργίζω, καὶ ἐν πέτρᾳ στῆσον, τοῦ θείου Αὐτοῦ νόμου.

Λύσιν μοι δίδου, τῶν ἀμετρήτων σφαλμάτων, Ἱλαρίων οἷς καθ’ ἑκάστην πίπτω, καὶ Χριστοῦ με δεῖξον, ἐν ἀληθείᾳ δοῦλον.

Ἀγάπης πλήρου, τοῦ Ἰησοῦ τοὺς τιμῶντας, τοὺς σοὺς ἄθλους ὦ θεῖε Νεομάρτυς, ἵνα τὰ ἡδέα, καταφρονῶμεν κόσμου.

Θεοτοκίον.

Ῥάνον τὴν χάριν, τῆς μητρικῆς σου ἀγάπης, τοῖς ἀεί Σε ὑμνοῦσι Θεοτόκε, καὶ μετὰ Ἁγίων, ἡμῖν τὸν κλῆρον δίδου.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἰθύνας τὸ σὸν σκάφον, ὅρμῳ Βασιλείας, τοῦ Ἰησοῦ Ἱλαρίων πανάριστε, μνήσθητι πάντων τῶν ὅσοι, σεπτῶς ὑμνοῦμέν σε.

Ὡραῖος ὡς νυμφίος, ἐν τοῖς αἵμασί σου, ἀναφανεὶς Ἐκκλησίας καὶ καύχημα, ὑπὲρ αὐτῆς Ἱλαρίων, Κυρίῳ πρέσβευε.

Νικήσας Ἱλαρίων, τὸν νικήσαντά σε, καὶ γεγονὼς τῶν Ἀγίων συνόμιλος, τῶν Ὀρθοδόξων τὰ πλήθη, ἀεὶ μνημόνευε.

Θεοτοκίον.

Ἀγγέλων ὑπερτέρα, οὖσα Θεοτόκε, ἀγγελικὸν ἡμᾶς βίον πορεύεσθαι, σὺν Ἱλαρίωνι θείῳ, Χριστῷ πρεσβεύετε.

 

 

 

 

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις Ἱλαρίων Κρήτης βλαστός, καὶ Ἁγίας Ἄννης, Σκήτης καύχημα ἐν Χριστῷ, ὁ Μωάμεθ πλάνην, ἐλέγξας τῶν τυράννων, καὶ ἐν Βασιλευούσῃ, ἀθλήσας ἄριστα.

Ἱλαρόν με δεῖξον τῷ Ἰησοῦ, θεῖε Ἱλαρίων, Ὃν ἐλύπησα καὶ λυπῶ, ὅπως τῇ τηρήσει, νόμου Εὐαγγελίου, τύχω τῆς σωτηρίας, ἧς συνεπέτυχες.

Πλάνης τοῦ Βελίαρ γνώσιν λαβών, ταύτης ἐλευθέρους, Ἱλαρίων δεῖξον ἡμᾶς, καὶ τῇ συνειδήσει, μάρτυρας καθ’ ἑκάστην, ἀξίωσον γενέσθαι, θείαις πρεσβείαις σου.

Χαίροις Νεομάρτυς Χριστοῦ κλεινέ, ὁ ἐπανορθώσας, τὴν σὴν πτῶσιν θεοπρεπῶς, αἵματος τῇ χύσει, παμμάκαρ Ἱλαρίων, καὶ τῶν πιστῶν ἐδείχθης, πρέσβυς πρὸς Κύριον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

 

 

 

 

 

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πλάνῃ ὑπαχθεὶς τοῦ πονηροῦ, τὸν Χριστὸν ἀφρόνως ἠρνήσω, ἀλλὰ νυττόμενος, κέντρῳ συνειδήσεως, τῶν μοναστῶν ὑπενδύς, σχῆμα καθωμολόγησας, σοφῶς Ἱλαρίων, Αὐτοῦ τὴν θεότητα· διὰ βασάνων λαβών, πεῖραν καὶ τὴν κάραν ἐτμήθης, πάντοτε θερμῶς πρεσβεύων, Νεομάρτυς ὑπὲρ τῶν τιμώντων σε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

                                             

Δι’ εὐχῶν.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου