Σάββατο 23 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 3. ΑΓΙΑ ΦΟΙΒΗ ΔΙΑΚΟΝΙΣΣΑ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ Γ΄!!
ΦΟΙΒΗ ΔΙΑΚΟΝΙΣΣΑ
ΑΚΟΛΟΥΘΙΑ
(+Μητροπολίτου πρώην Πατρῶν, Νικοδήμου)


ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Τοῦ χριστοκήρυκος Παύλου ἐπὶ τὴν Κόρινθον, ἀφικομένου πάλαι, Ἐκκλησία συνέστη, ἁπάσης Ἀχαΐας ὡς ἀπαρχή, ἐκταθεῖσα ἐπέκεινα, εἰς προσθαλάσσιον χώραν πρὸς Κεγχρεάς, ἔνθα Φοίβη ἧν διάκονος.

Τῶν Κορινθίων ἡ πόλις ἡ περιώνυμος, ἀπὸ θαλάσσης ἔσχε, γειτνιάζουσαν πάλαι, ἀνθοῦσαν Ἐκκλησίαν τῶν Κεγχρεῶν, ἐν ᾗ μέγα διέλαμψεν, ἡ ἀξιΰμνητος Φοίβη ὡς ἀληθής, καὶ προσδόκιμος διάκονος.

Χαίροις πανεύφημε Φοίβη ἡ ἰσαπόστολος, παρὰ τοῦ θείου Παύλου, εἰς Χριστὸν ἀγρευθεῖσα, κἀκείνου συνεργὸς γενομένη πιστή, ἀνεδήσω τὸν στέφανον, παρὰ Κυρίου ᾧ πρέσβευε ἐκτενῶς, ὑπὲρ πάντων τῶν τιμώντων σε.

Ἕτερα. Ὁ αὐτός. Πανεύφημοι Μάρτυρες ἡμᾶς.
Συνίστημι Φοίβην τὴν ἡμῶν, ἀδελφὴν προσέφησεν, ὁ θεῖος Παῦλος ὁ ἔνθεος, Χριστοῦ Ἀπόστολος, οὗσαν Ἐκκλησίας, Κεγχρεῶν διάκονον, Ῥωμαίοις ἐπιστέλλων ἀοίδιμε, ἣν σὺ ἐκόμισας, διδαχὴν αὐτοῦ περίπτυστον, μεθ’ οὗ εὔχου ὑπὲρ τῶν ὑμνούντων σε.

Ἀξίως προσδέξασθε αὐτήν, ἐν Κυρίῳ εἴρηκεν, ὁ σὸς διδάσκαλος ἔνδοξε, Χριστοῦ διάκονε, παραινῶν ὡς πρέπει, τοῖς Ἁγίοις περὶ σοῦ, ἐν Ῥώμῃ τοὺς πιστοὺς μεριμνῆσαί τε, καὶ παραστῆναί σοι, ἐν ᾧ χρήζῃς, Φοίβῃ πράγματι, σὺ δὲ χρῆσον ἡμῖν τὰς πρεσβείας σου.

Προστάτις πολλῶν κἀμοῦ αὐτοῦ, ἐγεννήθη Φοίβη τε, καὶ αἱ πισταὶ συνακόλουθοι, αὐτῇ ἑπόμεναι, ἐβεβαίου Παῦλος· καὶ ἡμῖν ἐγνώρισται, ὁ πλοῦτος τῆς ἀγάπης σου πάνσεμνε, καὶ θείου ζήλου σου, ἀνθ’ ὧν εἴληφας οὐράνιον, κληρουχίαν ἡμῶν μνημονεύουσα.





Δόξα. Ἦχος β΄.
Δεῦτε πιστοί, πνευματικῶς εἰς Κεγχρεὰς συνδραμόντες, εὐσεβῶς πανηγυρίσωμεν· καὶ ἐν ᾠδαῖς καὶ ὕμνοις τιμήσωμεν τὴν πανένδοξον καὶ ἰσαπόστολον Φοίβην, ἑόρτια προσάδοντες καὶ ἐν ναῷ ἁγίῳ αὐτὴν λιταζόμενοι· χαίροις, βοῶντες αὐτῇ, ὡς τοῦ Χριστοῦ διάκονος καὶ τοῦ Ἀποστόλου τῶν Ἐθνῶν συνεργὸς καὶ προστάτις· χαίροις, ἡ ἁγιότητι διαλάμπουσα καὶ ζήλῳ θείῳ πυρουμένη· χαίροις, ἡ ἀποστολικῶς ἐπὶ γῆς Χριστῷ στρατευθεῖσα, καὶ ἐν οὐρανίῳ θριάμβῳ σου, Αὐτῷ πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Κεφ.΄ ιη΄, 1-4)
Ἐν ταῖς ἡμέραις ἐκείναις, χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον· καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμεινε παρ᾿ αὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας. 

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Κεφ.΄ ιη΄, 5-8)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ πνεύματι ὁ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν. ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπε πρὸς αὐτούς· τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. 






Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Κεφ. ιη΄, 9-11, 18)
Ἐν ταῖς ἡμέραις ἐκείναις, εἶπε δὲ ὁ Κύριος δι᾿ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ· μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαὸς ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. ἐκάθισέ τε ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ. Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν. 

Λιτή. Ἦχος α΄.
Ἀγάπης ἁγίας διάκονε, τῆς πρώτης τῶν ἀρετῶν, Φοίβη πανεύφημε, λειτουργίαν ἐγκεχείρησαι ἁρμόδιον παρὰ τοῦ εἰρηκότος Ἀποστόλου· τοιαύταις θυσίαις εὐαρεστεῖσθαι τὸν Θεόν· καὶ εὐποιΐας καὶ κοινωνίας ἐργάτις ἐγένου, μὴ ἐπιλαθομένη ποσῶς· διό, μὴ ἐπιλάθου καὶ ἡμῶν, δεόμεθα, τῶν γεραιρόντων τὴν μνήμην σου.

Ἦχος β΄.
Τὸ βάπτισμα Χριστοῦ τὸ σωτήριον, τὰς ὁμοφύλους σου δεχομένας διηκόνεις σεμνή, ὡς Ἐκκλησίας διάκονος ἐπὶ τούτῳ κατεστημένη. Καὶ χιτῶνα λαμπρὸν ἐνέδυες τὰς εἰς Χριστὸν βαπτιζομένας, καὶ τὸν Χριστὸν ἐνδυσαμένας, συγχορεύουσα καὶ ψάλλουσα· Ἀλληλούϊα.

Ἦχος γ΄.
Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γίγνεσθαι ἐν Ἐκκλησίᾳ Θεοῦ ζῶντος, ὁ σὸς διδάσκαλος ἔφη, Φοίβη διάκονε. Αὐτὸς δέ, καθορίσας ταῖς γυναιξὶ τὴν ἐν τῷ Οἴκῳ τοῦ Θεοῦ ἐμπρέπουσαν ἀναστροφήν, ἔφορόν σε ἐπ’ αὐτὰς κατέστησεν. Ἀλλά, μὴ διαλίπῃς καὶ ἡμῶν ἐφορᾷν ὡς ἀντιλήπτωρ καὶ εὐχέτις.

Ἦχος δ΄.
Τὸν Ἄρτον τῆς ζωῆς, τοῖς ἀσθενέσιν ἰατρείαν καὶ δύναμιν, ταῖς χερσί σου ἡ Ἐκκλησία παρετίθετο, διάκονε Ἁγία, καὶ διὰ σοῦ διέπεμπε ταῖς δι’ εὐλόγου αἰτίας ἀπολειφθείσαις. Καὶ ἡμῖν διακονίαν ζωῆς παράσχου ταῖς πρεσβείαις σου, ἰσαπόστολε.

Δόξα. Ἦχος πλ. α΄.
Μακαρίζομέν σε, ἰσαπόστολε Φοίβη, καὶ γεραίρομέν σου τὴν σαγήνην τὴν θείαν, βληθεῖσαν εἰς θάλασσαν ἐθνῶν πολυκύμαντον καὶ ἐκ παντὸς συναναγοῦσαν ψυχὰς φωτισθείσας τοῖς λόγοις σου.




Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίροις, τοῦ Χριστοῦ διάκονε, καὶ Ἀποστόλου Αὐτοῦ, συνεργὸς καὶ προστάτις τε, Φοίβη ἰσαπόστολε, τὸ τοῦ Παύλου ἐκλόγιον· ἐν Κεγχρεαῖ γὰρ Σὺ κατεστάθης σεμνή, τοῦ γυναικῶν χοροῦ προεξάρχουσα· καὶ ἐν τῷ ζήλῳ σου θείαις καθυπούργησας, ἀποστολαῖς καὶ ἐμυσταγώγησας ψυχάς, τῷ μόνῳ Θεῷ.

Στ.: Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὴν εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!
Ψάλλομεν ᾄσματα σήμερον, ἐπὶ τῇ μνήμῃ τῇ σῇ, ἰσαπόστολε ἔνδοξε, Φοίβη παναοίδιμε, Κορινθίας τὸ καύχημα· καὶ τῷ ναῷ σου πιστῶς προστρέχομεν, τὰς σὰς πρεσβείας ἐπικαλούμενοι· δέξαι πανεύφημε, λειτουργίαν πάνδημον τὴν παρ’ ἡμῶν, τῶν ἀνευφημούντων σε, καὶ δεομένων σου.

Στ.: Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;
Ὢ τῶν θαυμασίων ἔργων σου, Φοίβη Ἀπόστολε! Καὶ εἰς Ῥώμην κατέφθασας Παύλου προσκομίζουσα τὰ ἀθάνατα λόγια, καὶ ἑτοιμάσαι αὐτῷ προέδραμες, ἔγον αὐτόσε ἀκολουθήσαντι· ὢ τῆς μεγάλης σου, πρὸς Χριστὸν ἀγάπης τε καὶ τὸν Αὐτοῦ, ἔνθον Ἀπόστολον, ἀφοσιώσεως.

Δόξα. Ἦχος πλ. β΄.
Φοίβης τῆς Ἀποστόλου ἑόρτιος ἡμέρας, τῷ φωτὶ καταυγάζεται τοῦ Ἡλίου τῆς δικαιοσύνης· φερωνύμως γὰρ αὕτη φωτὸς τέκνον ἐγένετο, οὐ μέντοι τοῦ φοιβαίου, ἀλλὰ τοῦ ἐν Χριστῷ· καὶ φωτίσασα τοὺς ἐν τῷ σκότει ὡς Χριστοῦ διάκονος, πρὸς τὸ ἀνέσπερον ὡδήγησε φῶς τῆς Βασιλείας τῶν οὐρανῶν. Οὗ καὶ ἡμεῖς ἀξιωθείημεν εὐχαῖς αὐτῆς καὶ ἐλέει Χριστοῦ.






Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείᾳ χάριτι, καταυγασθεῖσα, πίστει δὲ Χριστοῦ, μαθητευθεῖσα, παρὰ τοῦ Σκεύους ἐκλογῆς τοῦ Σωτῆρος ἡμῶν, διακονίαν τὴν θείαν ἐξήσκησας, ζήλῳ δὲ θείῳ εἰς Ῥώμην κατέφθασας, τοῦ Ἀποστόλου τὰ ῥήματα φέρουσα, Φοίβη διάκονε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, Παντοδυνάμῳ Πνεύματι φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.





















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὐψωθείς.
Τῆς Ἐκκλησίας τοῦ Χριστοῦ ἡ διάκονος, τῷ Ἀποστόλῳ τῶν ἐθνῶν συνεργήσασα, νῦν συγκαλεῖται ἅπαντας ἐν θείῳ ναῷ, ᾆσαι τὰ ἑόρτια, ἐπὶ μνήμῃ ἁγίᾳ, πρὸς αὐτὴν ἐφύμνια, καὶ Χριστῷ ἐκβοῆσαι· τῆς πανευφήμου Φοίβης ταῖς εὐχαῖς, δώρησαι πᾶσιν ἡμῖν τὰ ἐλέη σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὡς ὡραῖοι οἱ πόδες Εὐαγγελίστρια, τῶν λαλούντων τῷ κόσμῳ τὸ Εὐαγγέλιον, καὶ εἰρήνην τοῖς ἀνθρώποις τὴν ἄνωθεν, ἀγαθά τε ἐκ Θεοῦ κηρυττόντων τοῖς λαοῖς, ὡς σὺ διάκονε Φοίβη· διὸ φαιδρῶς ἀνυμνοῦμεν, τὴν παναοίδιμον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Κεγχρεῶν Ἐκκλησίας ἡ καλλονή, τοῦ Κυρίου διάκονος ἡ σεμνή, Φοίβη ἡ πανένδοξος μακαρίζεται σήμερον, ὡς Χριστῷ συνοῦσα καὶ Αὐτῷ συνδιάγουσα, τῷ εἰπόντι τοῦτον τὸν λόγον τὸν βέβαιον· ὅπου ἐγὼ φίλοι, αἰωνίως ὑπάρχω, ἐκεῖ καὶ διάκονοι, οἱ ἐμοὶ πάντες ἔσονται, καὶ τιμήσει αὐτοὺς ὁ Πατήρ· ὅθεν μελῳδοῦντες αὐτῇ, ἐγκωμίων ᾄσματα εὐφρόσυνα, τὰς πρεσβείας αὐτῆς ἐκδεχόμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.



Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὴν εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!
Στ.: Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. η΄, 1-3): Τῷ καιρῷ ἐκείνῳ ἐπορεύετο ὁ Ἰησοῦς κατὰ πόλιν καὶ κώμην... Ζήτει τῇ Τρίτῃ τῆς Δ΄ Ἑβδομάδος.
Ὁ Ν’ ψαλμός.
Δόξα: Τῆς Ἰσαποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὴν διακονίαν σου καλῶς πληροφορήσασα, πανένδοξε Φοίβη, περιεποιήσω σεαυτῇ, πολλὴν παῤῥησίαν, ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ· διὸ μὴ παύσῃ πρεσβεύουσα, ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων σε.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀξίως ὑμνῆσαι ἐπιποθῶν, Φοίβην τὴν ἁγίαν τὴν διάκονον τοῦ Χριστοῦ, ἐπὶ τὸν Σωτῆρα ἀνατείνω, ψυχὴν καρδίαν καὶ τὴν διάνοιαν.
Ῥεόντων ἠλόγισας ὡς σοφή, ἵνα κληρουχίαν, ἀναφαίρετον οὐρανοῦ, κτήσῃ ὡς ἐργάτις τοῦ Κυρίου, ἐν ἀμπελῶνι Αὐτοῦ κοπιάσασα.
Χριστῷ νυμφευθεῖσα ὡς παγκαλής, νύμφη ἁρμοσθεῖσα, διὰ Παύλου νυμφαγωγοῦ, σῷ Νυμφίῳ εὔχου ὑπὲρ πάντων, τῶν σὲ τιμώντων ὦ Φοίβη πανέντιμε.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσάν Σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, Σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.














ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱεροῖς ἐν ἀγῶσι καὶ ἀνδρικοῖς σκάμμασιν, ἀγωνισαμένη παρθένε, Φοίβη πανάριστε, δι’ εὐαγγέλιον, Χριστοῦ τοῦ θείου Σωτῆρος, ζῆλον σὸν ἀνέπτυξας, ὦ ἰσαπόστολε.
Ἑκουσίᾳ σου γνώμῃ Χριστῷ προσῆλθες μαθήτρια, καὶ μαθητευθεῖσα ἀρτίως Φοίβη φωτώνυμε, τῷ διδασκάλῳ σου, ἔγνως κλεινῷ Ἀποστόλῳ, ἐπακολουθῆσαι, τὰ ἔθνη φωτίζοντι.
Ῥυσαμένη κινδύνων καὶ ἀναγκῶν γέγονας, πολλῶν προστασίᾳ καὶ Παύλου, Φοίβη πανεύτολμε· διὸ αἰτοῦμέν σε, ἀπὸ ὁμοίων ῥυσθῆναι, καὶ ἡμᾶς πανύμνητε, ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Εὐεργέτην εκοῦσα τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, θεομακάριστε.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβείαν τὴν σὴν αἰτοῦμεν παναοίδιμε, ἐλέους τυχεῖν, Κυρίου προσδεχόμενοι· ἐκτενῶς ἱκέτευε τὸν Σωτῆρα, Φοίβη Ἀπόστολε, ἀπὸ παντοίων ῥύσασθαι δεινῶν, τοὺς σοὶ προσιόντας μετὰ πίστεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγὴ τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν Σοι, Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐκτενῶς λιτανεύομεν, καὶ πρὸς τὸν ναόν σου προστρέχομεν, Φοίβη πρόσδεξαι τὴν δέησιν, καὶ Κυρίῳ ταύτην προσάγαγε.
Ἰκανὴν καὶ ἀνδρείαν σε, Παῦλος ὁ ἀπόστολος ἔκρινε, μέχρι Ῥώμης ἀποστείλας σε, ἡμῖν δ’ ἱκανῶς συμπαράστηθι.
Πιστευθεῖσα θεόπνευστα, ῥήματα Παυλείῳ ἐν γράμματι, σὸν λειτούργημα ἐτέλεσας, Φοίβη ἐν τῇ Ῥώμῃ ὡς ἔφθασας.
Θεοτοκίον.
Ἀπολαύοντες πάναγνε, τῶν Σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές Σε Θεομήτορα.









ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥώμη σοι σταθμός, Κεγχρεαί σοι ὁρμητήριον, καὶ τῆς Κορίνθου κλέος πέλεις σεμνή, ἐν Παραδείσῳ διάγουσα τὸ ἐπίλοιπον.
Ὅλως σεαυτήν, τῷ Κυρίῳ ἀφιέρωσας, καὶ εἰς νυμφῶνα θεῖον ἐν οὐρανῷ, εἰσῆλθες ἔνθα ἡμᾶς ταῖς εὐχαῖς σου ἕλκυσον.
Κόρινθον λιπών, Κεγχρεαῖς προσαφικόμενος, εὐχὴν ἐπλήρου κουρᾷ κεφαλῆς, εὐχὴν δ’ ἐδίδου σοι καὶ ὄρους ὁ Ἀπόστολος.
Θεοτοκίον.
Ἔμπλησον ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν Σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης ἡ γεννήσασα τὸν αἴτιον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ ἔνθεος, ἐν Κυρίῳ ζῆλός σου, ἰσαπόστολον ἀνέδειξε Φοίβη· καὶ ἐν Ἑλλάδι τὸ θεῖόν σου ἔργον, σὺν τῷ Παυλείῳ μεμένηκεν ἄφθαρτον· διὸ γεραίρομεν τὴν σήν, ἑορτὴν καὶ ἁγίαν πανήγυριν.
Παράκλησιν, καὶ ἐφύμνια ᾄδει, Κεγχρεῶν τε καὶ Κορίνθου ὁ δῆμος, ἐπὶ τῇ μνήμῃ σου ἔνδοξε Φοίβη, καὶ ἀναμέλπει Κυρίῳ τὴν αἴνεσιν, τῷ ἐν Ἁγίοις θαυμαστῷ, καὶ ἐν σοὶ δοξασθέντι πανεύφημε.
Ἱκέτευε, Νυμφίον σὸν καὶ Σωτῆρα, ὑπὲρ πάντων τῶν εἰς σὲ προστρεχόντων, καὶ ὥς ποτε τῆς Κορίνθου τὰ πέριξ, διακονίας τῆς σῆς ἐπαπήλαυσαν, καὶ νῦν παράσχου καὶ ἀεί, ψυχικῶν ἀναγκῶν διακόνησιν.
Θεοτοκίον.
Ὡς τεῖχος, καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν Σε παντελῆ σωτηρίαν, καὶ πλατυσμόν, ἐν ταῖς θλίψεσι Κόρη, καὶ τῷ φωτί Σου ἀεὶ ἀγαλλόμεθα· ὦ Δέσποινα καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.


















Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Προστασίαν σε πολλῶν ὁ Παῦλος ἐκήρυξεν, γενηθεῖσαν καὶ αὐτῷ εὐκαίρως βοήθειαν, μὴ παρίδῃς οὖν καὶ ἡμῶν δεήσεως λιτάς, ἀλλ’ εὐήκοον, τεῖνον τὸ οὖς, τοῖς προσιοῦσί σοι πιστῶς, καὶ ἐκ πόθου κραυγάζουσι· χαῖρε Κορίνθου δόξα, καὶ θρέμμα τῆς Αχαΐας, τῶν Κεγχρεῶν χαῖρε λαμπάς, χαῖρε Φοίβη διάκονε.
Ὁ Οἶκος.
Ἄγγελοι οὐρανόθεν, ἐπαγάλλονται πάνυ, ὡς ψάλλει Ἐκκλησία σοι χαῖρε· καὶ σὺν τοῖς ἀσωμάτοις χοροῖς, οἱ ἐν σώμασι ὑπάρχοντες ἡμεῖς πάνσεμνε, βοῶμέν σοι ἑόρτιον προσάδοντες ἐκ βαθέων, τὸν ὕμνον·
Χαῖρε, πιστὴ τοῦ Κυρίου ἐργάτης·
χαῖρε, Αὐτοῦ Βασιλείας πολῖτις.
Χαῖρε, Ἀποστόλου ἐθνῶν τὸ ἐκλόγιον·
χαῖρε, τῶν καμάτων αὐτοῦ συναντίληψις.
Χαῖρε, σέμνωμα περίπτυστον Κορινθίας καὶ βλαστός·
χαῖρε, θεῖον ἐγκαλλώπισμα Ἐκκλησίας Κεγχρεῶν.
Χαῖρε, τοῦ διδασκάλου συνεργὸς καὶ προστάτις·
χαῖρε, τῶν σὲ τιμώντων πανοσία εὐχέτις.
Χαῖρε, λαμπὰς καὶ λυχνία ἡ φαίνουσα·
χαῖρε, ἀγάπης ἐνθέου ἐνσάρκωσις.
Χαῖρε, δι’ ἧς ὁ Χριστὸς ἐδοξάσθη·
χαῖρε, δι’ ἧς Ἐκκλησία ἡπλώθη.
Χαῖρε, Φοίβη διάκονε.

Συναξάριον.
Τῇ Γ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Φοίβης τῆς διακονίσσης
Πολλὰ τὰ τέκνα ἃ κατέλιπες Φοίβη,
ἐν Ἀχαίᾳ πρὸς Χριστὸν ἐκδημοῦσα.
Τῆς ἐχούσης ἄνδρα πλείῳ, τρίτῃ ὡς θάνες, Φοίβη ἧν σοι.

Τμηθεὶς κεφαλὴν Μάρτυς Ἄνθιμε ξίφει,
Καὶ νεκρὸς ἀνθεῖς εἰς Θεοῦ δόξαν τρίχας.
Οὗτος, προκαθίσαντος τοῦ Μαξιμιανοῦ, ἤχθη πρὸς αὐτὸν δέσμιος, προκειμένων πάντων τῶν κολαστηρίων ὀργάνων. Καὶ ἐπεὶ ἐρωτηθείς, τὸν Χριστὸν παῤῥησίᾳ ἐκήρυξε, θλάττεται τὸν τένοντα, σιδήροις πεπυρωμένοις τιτρώσκεται, καὶ ἐπ’ ὀστράκου γυμνὸς ἁπλοῦται, καὶ ῥάβδοις τύπτεται, καὶ κρηπῖδας χαλκᾶς πυρακτωθείσας ὑποδεθεὶς ἐλαύνεται, καὶ τροχῷ δεσμεῖται· καὶ τελευταῖον τὴν κεφαλὴν ἀποτέμνεται, καὶ ἀποτμηθείς, τρίχας ἐκφύει.




Εἰδὼς σὸν εἶναι τὸν Θεὸν Κτίστην, Πάτερ,
Αὐτὸν πρὸ πάντων ἐξελέξω κτισμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ζήνων, ἐν λέβητι μεστῷ μολύβδου καχλάζοντος βληθείς, τελειοῦται.
Ζήνων ὁ θεῖος τοῦ Θεοῦ πόθῳ ζέων,
Χαίρων ὑπῆλθε τοῦ μολύβδου τὸ ζέον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Αγία Μάρτυς Βασίλισσα, θηρίοις δοθεῖσα, καὶ μηδὲν βλαβεῖσα, ἐν εἰρήνῃ τελειοῦται.
Ὀφθεῖσα Βασίλισσα φρικτὴ θηρίοις,
Φρικτῷ παρέστη παμβασιλέως θρόνῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Χαρίτων, ἐν λάκκῳ ἀσβέστου βληθείς, τελειοῦται.
Εἰσδὺς Χαρίτων εἰς τὸν ἀσβέστου βόθρον,
Ἄσβεστον εὗρε φῶς ἀκηράτου τόπου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀρχοντίων, λιμῷ τελειοῦται.
Ἀρχοντίων λίμωττε καᾀντεύθεν τρύχε,
ἄρχοντα κόσμου λαμίαν νοουμένην.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ἀριστίων, ἐπίσκοπος Ἀλεξανδρείας, πυρὶ τελειοῦται.
Ὡς εἰς ἄριστον τὴν πυρὰν σπεύδων τρέχεις,
Χριστοῦ ἄριστε Μαρτύρων Ἀριστίων.
Οὗτος, παιδιόθεν ἐδιδάχθη τὰ τῆς ἀληθοῦς ἡμῶν πίστεως παρά τινος Ἀντωνίου εὐσεβοῦς, ὕστερον δὲ καὶ Μάρτυρος γενομένου. Αὔξων εἰς τὴν κατὰ Θεὸν εὐσέβειαν καὶ ζήλῳ πολλῷ πεπλησμένος, ἐχειροτοήθη ἐπίσκοπος τῆς παρὰ τῇ Ἰσσῷ τῆς Κιλικίας εὑρισκομένης μικρᾶς Ἀλεξανδρείας· ἐπειδὴ δ’ ὡς καλὸς ποιμὴν καὶ φιλόψυχος ἐδίδασκε παῤῥησίᾳ τὸν τοῦ Εὐαγγελίου λόγον, ἐξωγρήθη παρὰ τοῦ τῆς Ἀλεξανδείας ἄρχοντος καὶ ὡς λέων πεποιθὼς ὁμολογήσας ἔμπροσθεν πολλῶν εἰδωλολατρῶν τὴν τοῦ Κυρίου Ἰησοῦ ἐν σαρκὶ σωτήριον οἰκονομίαν, εβλήθη ἐν μεσῳ καμίνου, ἔνθα ἀγαλλιώμενος τὴν τιμίαν αὐτοῦ ψυχήν, ὡς ὁλοκαύτωμα εὔοσμον καὶ εὐπρόσδεκτον, τῷ Δεσπότῃ παρέδωκεν.

Xριστὸς Bασιλεὺς εὐσεβή Kωνσταντῖνον,
ἐν οὐρανοῖς ἔστεψε κοσμίῳ στέφει.




Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Πολύδωρος ὁ ἐκ Λευκωσίας καὶ ἐν Νέᾳ Ἐφέσῳ, ἐν ἔτει 1794, ἀγχόνῃ τελειοῦται.
Δῶρον Θεός σε καὶ πολύ τε καὶ νέον,
Δέδωκεν ἡμῖν Πολύδωρε τρισμάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Νεκταρίου Αἰγίνης, γενομένην ἐν ἔτει 1953
Ἐκ γῆς τὰ σὰ Λείψανα φανὲντα Πάτερ,
πᾶσι φαίνουσι τὴν κεκρυμμένην χάριν.
Οὗτος ὁ νέος λαμπρὸς τῆς Ἐκκλησίας ἀστήρ, ὁ θαυμάτων δυνάμεσι παραδόξως παρὰ Θεοῦ δοξασθείς, κεκοίμηται τῇ θ' Νοεμβρίου μηνός, τοῦ σωτηρίου ἔτους 1920, ὡς διεξοδικῶς περὶ αὐτοῦ ἱστόρηται κατὰ τὴν μνήμην τῆς πρὸς Θεὸν αὐτοῦ ἐκδημίας. Σήμερον ἑορτάζομεν τὴν ἐκ τοῦ τάφου ἀνακομιδὴν τῶν ἁγίων καὶ θαυματοβρύτων αὐτοῦ Λειψάνων, ἥτις ἐγένετο ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ τρίτῳ, τῇ γ' τοῦ μηνὸς Σεπτεμβρίου, ἀρχιερατεύοντος τοῦ Μητροπολίτου Ὕδρας, Σπετσῶν καὶ Αἰγίνης Προκοπίου, παρεστώτων τοῦ τε ἀρχιερέως πρῴην Ἠλείας Ἀντωνίου, τῶν τῆς νήσου Ἀρχῶν, τῶν τε Μοναζουσῶν σὺν τῷ ἱερῷ Κλήρῳ, καὶ τοῦ τῆς Ἐπικρατείας συμβούλου.
Πάντων οὖν τούτων παρισταμένων, ἠνέῳκται ὁ τάφος· αὐτίκα δὲ ἄρρητος ἐξέδραμε καὶ διακκέχυται εὐωδία, ὡς ὀσμὴ μύρων πολλῶν ἐν τῷ ἀέρι χεομένων· ὁσίαις δὲ χερσὶν ἀνακομισθέντα ἐκεῖθεν τὰ τοῦ Ἁγίου τίμια Λείψανα καὶ πολυτίμοις θήκαις ἐναποτεθέντα, κατετέθησαν τῇ εὐαγεῖ αὐτοῦ Μονῇ ὡς θησαυρὸς ἀκένωτος τῆς θείας χάριτος καὶ ἀδαπάνητον ἰατρεῖον πολυειδῶν νοσημάτων καὶ πόνων καὶ θλίψεων. Πλεῖστα δὲ μέρη καὶ πόλεις ἠξιώθησαν ἔχειν τμήματα ἐκ τῶν σεπτῶν τούτου Λειψάνων, πρὸς ἁγιασμὸν τῶν πιστῶν καὶ θεραπείαν τῶν ἀσθενῶν, καὶ ἄπειρα θαύματα ἐνήργησε καὶ ἐνεργεῖ ὁ μέγας οὗτος καὶ ἡγιασμένος πατήρ, καὶ πανταχοῦ προφθάνει, διασῴζων τοὺς καλοῦντας αὐτὸν ὡς ἡ περὶ αὐτοῦ ἐν πλάτει διέξεισι δέλτος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Ἀνθίμου τοῦ Βαγιάνου τοῦ ἐν Χίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Ῥοστώφ, τοῦ Ῥώσου τοῦ διὰ Χριστὸν σαλοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου τοῦ Οὔγγλις τοῦ Ῥώσου, ἱερέως καὶ διὰ Χριστὸν σαλοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.









ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡραΐζεται πάνυ ἐν τῇ μνήμῃ σου Φοίβη ἡ Ἐκκλησία Χριστοῦ, καὶ μέλπει σοι τὸν αἶνον, καὶ εὐφροσύνως χαίρει, τῷ Κυρίῳ προσάδουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀνυμνοῦντές σου Φοίβη τῆς ψυχῆς τὴν ἀνδρείαν καὶ τοῦ νοὸς φωτισμόν, καὶ πλοῦτον τῆς ἀγάπης, εὐθείας σου καρδίας, ἐκβοῶμεν πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Φαεινά σου τὰ ἔργα καὶ ὁ βίος σου ἅπας καὶ τὸ σὸν ὄνομα· φωτὸς γὰρ τέκνον οὖσα, φωτὶ περιεπάτεις, τῷ Χριστῷ ἀναμέλπουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τὴν ἡμῶν σωτηρίαν ὡς ἠθέλησας Σῶτερ οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατώκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱερουργοῦσα, τὸ Εὐαγγέλιον Φοίβη, τὰς ψυχὰς τῷ Σωτῆρι προσῆγες, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἐκλελεγμένην, παρὰ Χριστοῦ οὐρανόθεν, ὁ Ἀπόστολος καλεῖ συνεργάτιν, ἐφ’ ἧ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥητορευόντων, ἅπασα γλῶσσα οὐ σθένει, ἀνυμνῆσαί σου τὸ τρόπαιον Φοίβη, ἐφ’ ὧ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τοὺς βοηθείας, τῆς παρὰ Σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, Σὲ Κόρη εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς ἄριστον ὑμνοῦμεν, σκεῦος ἐκλογῆς σε, τοῦ τῆς Χριστοῦ ἐκλογῆς σκεύους ἔνδοξε, καὶ συγγεραίρομεν ἄμφω καὶ μεγαλύνομεν.
Μακάριοι οἱ σχόντες, σὲ διακονοῦσαν, καὶ τῷ Χριστῷ διὰ σοῦ προσαγόμενοι, τῷ οὐρανίῳ Νυμφίῳ, Ὃν μεγαλύνομεν.
Ἀγήρως σου ἡ μνήμη, ἐν τῇ Ἐκκλησίᾳ, ἐν Κορινθίᾳ δὲ ὅλως εὐφρόσυνος, καὶ Κεγχρεῶν ἡ πανήγυρις μεγαλύνει σε.
Θεοτοκίον.
Κυρίως Θεοτόκον, Σὲ ὁμολογοῦμεν, οἱ διὰ Σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις Σὲ μεγαλύνοντες.







Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Γυναῖκες ἐπαγάλλεσθε, τῇ Φοίνῃ συγχορεύουσαι, Πρίσκιλλα Χλόη καὶ πᾶσαι, Αἱ ἐν Κορίνθῳ τὸ πάλαι, τῷ Παύλῳ συνεργήσασαι, καὶ συνδιακονήσασαι, τῶν Κεγχρεῶν διάκονος, μεθ’ ἧς Χριστῷ ὑπουργεῖτε, ἐν Ἐκκλησίᾳ ὑμνεῖται.
Θεοτοκίον.
Παρθένε παναμώμητε, ἡ τὸν Χριστὸν γεννήσασα, Σὲ προεξάρχειν προσήκει, ἐν ἱερᾷ πανηγύρει, παρθένου Φοίβης ἄχραντε, τοῦ Σοῦ Υἱοῦ οἰκέτιδος, καὶ παρθενίας κάλλεσι, πεποικιλμένης ἐκπάγλως, μεθ’ ἧς Χριστὸν ἐκδυσώπει.

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἁγιότητος ἔμπλεων, θείου ζήλου κατάμεστον, εὐψυχίας πλούτῳ κεκοσμημένην σε, καὶ τῆς σοφίας τῆς ἄνωθεν, μηδὲν λειπομένην σε, θεωρῶν ὁ τῶν ἐθνῶν, χριστοκῆρυξ Ἀπόστολος, ἐγκεχείριστο, λειτουργίαν σοι Φοίβη διακόνου, Κεγχρεῶν ἐν Ἐκκλησίᾳ, ἡμεῖς δὲ νῦν εὐφημοῦμέν σε.

Ναὸν θεῖόν σοι ἤγειρε, κατὰ χρέος καὶ ὄφλημα, ὁ λαός σου Φοίβη οὗ διηκόνησας, ἐπιχωρίους προπάτορας, οἷς ἔσπειρεν ἔνδοξε, σπόρον θεῖον ἀφειδῶς, θεῖος Παῦλος καὶ ὕστερον, σὺ ἐπότισας· ὁ Θεὸς δὲ αὐξήσας ἐπηυλόγει, τὸ γεώργιον ὃ ἤδη, χρεωστικῶς μεγαλύνει σε.

Λιτανεύοντες σήμερον, ἐν τῇ μνήμῃ σου πάνσεμνε, τῷ Κυρίῳ ἄδομεν χαριστήρια, διαφυλάξαντι ἔπαλαι, ἀλώβητον ἄμωμον, ἀδιάφθορον ἣν σύ, πίστιν θείαν ἐκήρυξας, τοῖς προπάτορσι· καὶ αἰτοῦμεν εὐχαῖς σου θεῖον ζῆλον, πολιτεύεσθαι ἀξίως, Εὐαγγελίου τῆς χάριτος.

Βασιλείας τῆς ἄνωθεν, σὺ πολῖτις γεγένησαι, καὶ ἐργάτις δόκιμος Φοίβη ἔνδοξε, καθὼς ἐμπρέπει διδάσκουσα, εἰς δόξαν ἐργάζεσθαι, τοῦ Κυρίου καὶ Θεοῦ, καὶ μὴ μόνον ἀβρύνεσθαι, τῷ ὀνόματι, τοὺς Αὐτῷ συνταχθέντας διὸ εὔχου, ἡμᾶς ζήλῳ πυρωθέντας, στέφη οὐράνια λήψεσθαι.

Δόξα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, Ἀποστολικὴ Ἐκκλησία, καὶ παλαίφατος μητρόπολις ἡ τῆς Κορίνθου, ἰσαποστόλων χορείας εὐμοιρήσασα, τῷ σκεύει τῆς ἐκλογῆς προστεθείσης καὶ Φοίβην τὴν διάκονον ἑορτίως πλαισιούσης. Ἀπολλώ, χόρευε σὺν τῷ Ἀκύλᾳ, Πρίσκιλλα χαῖρε σὺν τῇ Χλόῃ· οἶκος Στεφανᾶ εὐφραίνου, σὺν Φουρτουνάτῳ καὶ Ἀχαϊκῷ· σὺ δὲ Παῦλε ἔνθεε, ἡγοῦ σὺν Τιμοθέῳ καὶ Σίλᾳ καὶ Σιλλουανῷ· ἅπαντες Φοίβῃ συνεορτάζοντες, καὶ πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Φοίβη ἡ διάκονος τοῦ Χριστοῦ, συνεργὸς τοῦ Παύλου, καὶ προστάτις χριστιανῶν, πρέσβευε Κυρίῳ, διὰ τῆς χάριτός σου, δοῦναι ἡμῖν ἀγάπην, καὶ αὐταπάρνησιν.








Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου