ΟΚΤΩΒΡΙΟΣ 1-7!! 1η ΚΥΡΙΑΚΗ
ΠΑΝΑΓΙΑ ΟΔΗΓΗΤΡΙΑ Ι. Μ. ΞΕΝΟΦΩΝΤΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰερομονάχου
Ἰωάννου Δημητριάδου, καλύβης Ἁγ. Ἰωάννου Θεολόγου Κατουνακίων)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους δ΄, καὶ ψάλλομεν τὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς
Θεοτόκου ὁ κλῆρος ἅπας ἀθροίσθητε, πρὸς τὴν Μονὴν τοῦ θείου, Ξενοφῶντος
προθύμως ὑμνῆσαι τὴν ἁγίαν Εἰκόνα αὐτῆς, τῶν ᾀσμάτων τοῖς ἄνθεσι, καὶ
προσκυνῆσαι ἐν πίστει καὶ τὰ αὐτῆς, διηγήσασθαι θαυμάσια. (Δίς)
Βατοπεδίου
Πατέρες καὶ σεῖς συγχάρητε, ἐπὶ τῷ γεγονότι, θαυμαστῷ τῆς Εἰκόνος, τῆς Μόνης
Παναχράντου Μητρὸς τοῦ Θεοῦ, καὶ προθύμως αἰνέσατε, αὐτὴν καὶ γὰρ εἰ ἀφέστηκεν
ἀφ’ ἡμῶν, ἀλλ’ ὑμᾶς οὐκ ἐγκατέλιπε.
Πάντες
οἱ τρόφιμοι τῆσδε Μονῆς δοξάσατε, τὴν χάριν ἐξαιρέτως, τῆς Θεόπαιδος Κόρης,
βοῶντες γηθοσύνως· χαῖρε ἁγνή, χριστωνύμων ἡ πρόμαχος, ἡμῶν δὲ θεία ἐπίσκεψις
καὶ φρουρὸς, ὁδηγὸς καὶ πρέσβυς ἔνθερμος.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. β΄ .
Δεῦτε
τῆς Παρθένου ἐρασταί, μοναστῶν αἱ χορεῖαι, καὶ πιστῶν ἡ ὁμήγυρις· δεῦτε
ἀνυμνήσωμεν τῆς πανυμνήτου Κόρης τὰ θεῖα θαυμάσια· ἰδοὺ γὰρ καὶ ἐν τοῖς καθ’
ἡμᾶς χρόνοις, δείξαι θέλουσα τὴν πρὸς ἡμᾶς θείαν αὐτῆς στοργὴν καὶ προμήθειαν,
ἐπεσκέψατο ἡμᾶς διὰ τῆς παραδόξως ἐνθάδε ἀφικνομένης αὐτῆς ἱερᾶς Εἰκόνος· Ἧν
προσκυνοῦντες ἐν χαρᾷ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε
χριστιανῶν, λιμὴν καὶ προστασία, τῶν Σὲ ὑμνολογούντων, καὶ προσκυνούντων πόθῳ,
μορφήν Σου τὴν ἀκήρατον.
Στ.: Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
Φρούρει
πάντας ἡμᾶς, τοὺς Σὲ προσκαλουμένους, εἰς ἀρωγὴν Παρθένε, ἐξ ἀοράτων πάντων,
καὶ ὁρατῶν ἐχθρῶν ἡμῶν.
Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσι οἱ πλούσιοι τοῦ λαοῦ.
Χαῖρε
Μῆτερ Χριστοῦ, Ἀγγέλων ἡ Κυρία, χριστιανῶν ἡ δόξα, τοῦ Ὄρους ἡ προστάτις, ἡμῶν
δὲ σκέπη ἄχραντε.
Δόξα.
Καὶ νῦν.
Πᾶσα
ἡ στρατιά, ὑμνεῖ Σε τῶν Ἀγγέλων, ἀνθρώπων δὲ τὸ γένος, καὶ πάντες οἱ τοῦ Ὄρους,
μονάζοντες γεραίρομεν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Εἰκόνα
τὴν ἁγίαν τῆς ἀχράντου μορφῆς Σου, νῦν πανευλαβῶς προσκυνοῦντες, γεραίρομεν
Παρθένε, ἐπέστη γὰρ ξένως πρὸς ἡμᾶς, βραβεύουσα θαυμάτων προχοήν, καὶ ᾀεὶ
ἐλευθεροῦσα τῶν δεινῶν, διό Σοι ἀναβοῶμεν· δόξα τῇ εὐσπλαγχνίᾳ Σου σεμνή, δόξα
τῇ ἀντιλήψει Σου, δόξα τῇ προμηθείᾳ Σου μόνη πανύμνητε.
Δόξα.
Καὶ νῦν. Ὁ αὐτός. Ἐν τῇ γεννήσει Σου.
Τῆς
Σῆς Εἰκόνος Θεογεννῆτορ τὰ θαυμάσια, Ὁδηγητρίας
τῆς θείας, νῦν γεραίροντες Σὲ ὑμνοῦμεν, ἀπέστειλας γὰρ ἡμῖν, ταύτην φρουρὸν τῆς
Μονῆς ἡμῶν, καὶ τῶν ἐν ταύτῃ σεμνῶς μοναζόντων, σκέπην θείαν καὶ παρήγορον.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! Τῆς Παρθένου Κόρης τὰ πολλὰ τεράστια, Εἰκόνος τῆς
ἑαυτῆς, ὑμνεῖν προτρέπουσιν, ἐξαίρουσι γὰρ ἡμῶν, θαμβητικῶς τὴν διάνοιαν,
ὕπερθεν καὶ ταύτῃ ἀναβοᾷν μετ’ εὐλαβείας τὸ Χαῖρε τοῦ Γαβριὴλ· Κεχαριτωμένη
χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἔλεος.
Βαβαὶ
τῆς Σῆς προμηθείας ἁγνὴ καὶ στοργῆς ἀπλέτου, ἧς πρὸς πάντας κέκτησαι, τοῖς
πίστει μετὰ Θεόν, εἰς Σὲ ἐλπίζουσιν, εὐφραίνεις καὶ γὰρ αὐτούς, τοῖς σοῖς
ποικίλοις χαρίσμασιν ἄχραντε, καὶ θαύματα πρὸς αὐτούς, ἐπενεργεῖς, διὸ πόθῳ
κραυγάζομεν· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ
τὸ μέγα ἔλεος.
ᾌσμασι
τιμῶμεν πάνσεμνε, τὴν σεπτὴν Εἰκόνα, τῆς μορφῆς Σου χαίροντες, καὶ πόθῳ πολλῷ
αὐτὴν κατασπαζόμεθα, ἐτίμησε γὰρ ἡμᾶς, τῇ παραδόξῳ ἐλεύσει πανάσπιλε, καὶ
κόσμος ἐν τῇ Μονῇ προσανατέθη, διό Σοι κραυγάζομεν· Κεχαριτωμένη χαῖρε, μετὰ
Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἔλεος.
Ἕτερα.
Ὡς γενναῖον ἐν Μάρτυσιν
Οὐρανοῦ
τὰ στρατεύματα, καὶ τῆς γῆς πλήθη ἅπαντα, νῦν κοινὴν πανήγυριν συγκροτήσαντες,
καὶ τῆς Παρθένου ὑμνήσατε, τὴν δόξαν τὴν ἄφραστον, καὶ τὰ θαύματα αὐτῆς, πρὸς
ἡμᾶς ἅπερ ἔργασται, διὰ ἔλεος, Θεοτόκε βοῶντες χαῖρε μόνη, ἡ βροτῶν τὴν φύσιν
ξένως, τοῖς οὐρανίοις συνάψασα.
Τῆς
ἀχράντου Εἰκόνος Σου, τὰ ἐξαίσια θαύματα, νῦν ἡμᾶς συνήγαγεν ἀπειρόγαμε, τὴν
ὀφειλὴν ἀποδοῦναί Σοι, προφρόνως ἐν ᾄσμασι, καὶ ᾠδαῖς πνευματικαῖς, κᾂν ἀξίως
οὐκ ἔχομεν, ἀλλὰ πρόσδεξαι, ὥσπερ Μήτηρ φιλόπαις Παναγία, ψελλισμοὺς τοὺς
ἡμετέρους, οὗς ἐν καρδίᾳ προσφέρομεν.
Αἰσχυνέσθωσαν
ἅπαντες, καὶ τὰ χείλη φραγήτωσαν, οἱ λαλοῦντες ἄντικρυ τῆς Θεόπαιδος, καὶ τῶν
εἰκόνων ἀσέβειαν, πιστῶν δὲ τὸ ἄθροισμα, καὶ πιστῶς, σχετικῶς προσκυνήσατε,
τὴνθαυματουργόν, τῆς Παρθένου Εἰκόνα ἐκβοῶντες· Παναγία τὴν Σὴν ποίμνην,
ἀνεπιβούλευτον τήρησον.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. β΄.
Ἠμέρα χαρμόσυνος καὶ ἑορτὴ πανσεβάσμιος
ἐπέλαμψε σήμερον. Ἰδοὺ γὰρ αὖθις, ἡ ἀμίαντος Ἀμνάς, ἡ τὸν Ἀμνὸν τοῦ Θεοῦ ἐκ
Πνεύματος Ἁγίου ἀφράστως συλλαβοῦσα, καὶ ὑπὲρ ἔννοιαν κυοφορήσασα καὶ
γεννήσασα· τὸ βασιλικὸν ἀνάκτορον, ἐν ᾧ ὁ Βασιλεὺς τῆς δόξης καὶ Λόγους τοῦ
Θεοῦ, γυμνὸς τῇ ἐαὐτοῦ Θεότητι εἰσελθὼν, σαρκοφόρος Θεὸς ἐξῆλθεν, ἀπήμαντον τὴν
παρθενίαν τηρήσας, τὴν Ἐαυτοῦ σάρκα ἐκ τῶν ἀχράντων αὐτῆς αἱμάτων, τῷ Ὁμοουσίῳ
Αὐτοῦ Πνεύματι συνεξύφανας. Ἡ Ἁγία Θεοτόκος, τὴν πρὸς τὴν ἱερὰν ἡμῶν Μονήν,
ἐξαίρετον Αὐτῆς προμήθειαν παρεμφαίνουσα, ἐχαρίσατο αὐτῇ, τὴν ξενοτρόπως
ἐνταύθα ἀφικνομένην, ἱερὰν αὐτῆς Εἰκόνα, ὡς φρουτὸν καὶ παραμυθίαν. Ἧν
προσκυνοῦντες εὐλαβῶς, βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Εἴσοδος,
Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως
τὸ Ἀνάγνωσμα. (Κεφ. κγ΄ 10)
Ἐξῆλθεν
Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ,
καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ
ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καἰ
ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ
Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ·
αὐτῆς, καὶ εἶπεν: Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ.
Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ
ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ
Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ
τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ
πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε
ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ
τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν: Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν,
Καὶ ἐφοβήθη καὶ εἶπεν : Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος
Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
Προφητείας
Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 27)
Ἔσται
ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὰ
θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι
ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων
τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε
Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ
μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ
ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον.
Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ
ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι
τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα (Κεφ. θ΄ 1)
Ἡ
σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς
θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς
τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ
κρατῆρα, λέγουσα: Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν
εἶπεν : Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν.
Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ
κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν.
Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ.
Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ
ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ
σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας
ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη
ζωῆς.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἤχος α .
Τὴν
ὑπερλάμπουσαν τῶν ἡλιακῶν ἀκτίνων, τῇ τῆς ἁγνείας στιλπνότητι· τὴν Βάτον τὴν
ἄφλεκτον, τὴν τὸ πῦρ συλλαβοῦσαν τῆς Θεότητος, καὶ μετὰ σαρκὸς ἀφράστως
γενησαμένην· τὸ Ὄρος τὸ ἐπισκιάζον ταῖς ἀρεναῖς, τὰς ἀρετὰς τῶν Ἀσωμάτων,
Μαρίαν τὴν ὑπέραγνον εὐφημήσωμεν λέγοντες· Χαῖρε δοχεῖον τῆς ἀστέκτου Θεότητος,
Μῆτερ τοῦ Ἐμμανουήλ· χαῖρε, ἡ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀΰλων δυνάμεων, καὶ
τῶν ἀπ’ αἰῶνος Ἁγίων ἐν οὐρανῷ· χαῖρε ἡμῶν τῶν ἐν Ὄρει μοναστῶν, ἡ δόξα καὶ τὸ
καύχημα καὶ προμηθεία, καὶ πάντων τῶν Ὀρθοδόξων, ἐλπὶς καὶ ὑπέρμαχος.
Ἦχος
β΄.
Θαῦμα
θαυμάτων τετέλεσται σήμερον· ἡ γὰρ ἱερὰ Εἰκὼν τῆς Θεοτόκου, ὁ πολύτιμος πλοῦτος
καὶ ἀδάπανος τῆς ἱερᾶς ἡμῶν Μονῆς, παραδόξως παραγέγονεν· ἐξέπληξε τοὺς τότε
Πατέρας, καὶ πάντας τοὺς αὐτόπτας, τοῦ τοιούτου ἐξαισίου θαύματος· ἐξίστησι νῦν
καὶ ἡμᾶς, ἡ καθ’ ἑκάστην αὐξουμένη χρυσόπλοκος σειρὰ τῶν τελουμένων θαυμάτων,
καὶ βοᾷν κατεπείγεται· Χαῖρε Κεχαριτωμένη, τῆς σωτηρίας ἡμῶν ἡ πρόξενος.
Ἦχος
δ΄.
Ὢ
τοῦ παραδόξου θαύματος, ἡ Εἰκὼν τῆς Παρθένου ὥσπερ ἄλλος ἥλιος, τὰς θείας
ἀκτίνας σήμερον ἀφίησιν, ἐξαστράπτουσα τὰς ψυχάς, τὰς διανοίας, τὸν νοῦν καὶ
τὰς αἰσθήσεις, καὶ χαρισμάτων ἐμπίπλησι, τῇ ἐνεργείᾳ τῆς μόνης Θεόπαιδος, τοὺς
εὐσεβῶς προσκυνοῦντας αὐτῆς καὶ γεραίροντας αὐτῆς τὰ ἐξαίσια.
Ἦχος
πλ. α΄.
Δεῦτε
πάντες ἀδελφοί, εὐφρανθῶμεν τῷ πνεύματι καὶ χαρμονικῶς ἑορτάσωμεν. Δεῦτε, ἀνυμνήσωμεν
ᾄσμασι ἐνθέοις, τὴν ὁλόφωτον Κόρην Μαρίαν τὴν Παρθένον, τὴν πάγχρυσον Στάμνον,
τὴν Κιβωτὸν τῆς Δόξης, τὴν Πηγὴν τὴν γλυκεῖαν, τὴν πολυτρόπως ποτίζουσαν τοὺς
πιστούς, τῶν εὐεργεσιῶν αὐτῆς τὰ νάματα, καὶ οὕτω βοήσωμεν· Παντάνασσα, μὴ
κατισχύσει πώποτε ἡ πληθὺς τῶν ἡμῶν ἁμαρτιῶν, τὴν Σὴν ἀντίληψιν κωλῦσαι, ἀλλ’
ᾀεὶ ἡμᾶς φύλαττε δι’ ἔλεος.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. β΄.
Ἐπιμνησθῶμεν
ἀδελφοί, τῶν ῥημάτων τῆς Θεοτόκου, ὧνπερ εἴρηκε πρὸς τοὺς Ἀποστόλους, ἐν τῇ
θείᾳ μεταστάσει αὐτῆς· τεκνία φησιν, ὁ κόσμος οὗτος καθάπερ πανήγυρίς ἐστι, ἐν
ᾧ πραγματεύονται θεαρέστως οἱ θέλοντες σωθῆναι. Σπουδάσατε οὖν καὶ ὑμεῖς, τὸ
θέλημα τοῦ υἱοῦ μου ποιῆσαι, ἵνα συμβασιλεύσητε Αὐτῷ. Ταῦτα ἀγωνιζόμενοι καὶ
ἡμεῖς, ὦ ἱερώτατον ἄθροισμα, συμφύως ταῖς ὑποσχέσεσιν ἡμῶν πολιτευθῶμεν.
Κτησόμεθα τὴν πρὸς ἀλλήλους ἀγάπην καὶ ἀνεξικακίαν. Πλουτίσομεν παρθενίαν καὶ
προσευχήν. Φιλήσωμεν τὴν πρὸς ἀνωτέρους καὶ ἀλλήλους ὑπακοήν, ἵνα μιμηταὶ
γενόμενοι, τοῦ ὑπακούσαντος μέχρι θανάτου σταυρικοῦ, ἀξιωθῶμεν τῆς Βασιλείας
Αὐτοῦ.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρει,
χριστιανῶν ἡ πληθύς, ἐγκαυχωμένη ἐπὶ Σοὶ παναμώμητε, ὁρῶσα τὴν πρὶν πεσοῦσαν,
ἐν τῇ φθορᾷ ταπεινῶς, ὑψωθεῖσαν ἄρτι ὑπὲρ ἔννοιαν, εἰς δόξαν ἀΐδιον, ἀληθῶς καὶ
ἀπτόητον, Θεὸς γὰρ ταύτην, ἐνεδύσαντο ἄσπειλε, διὰ ἔλεος, ἐξ ἀχράντων αἱμάτων
Σου, ὅθεν καθικετεύομεν, καὶ πόθῳ δεόμεθα, σὺν Ξενοφῶντι τῷ θείῳ, καὶ Γεωργίῳ
τῷ Μάρτυρι, Χριστὸν ἐκδυσώπει, τὴν εἰρήνην δωρηθῆναι, ἡμῖν καὶ ἔλεος.
Στ.: Ἠγίασεν τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
ᾈδει,
τὰ τῆς Εἰκόνος φρικτά, Παρθενομῆτορ καὶ ἐξαίσια θαύματα, ἡ ὦδε συναθροισθεῖσα,
ὡς δόξαν Σὴν καὶ τιμήν, τῶν Πατέρων πᾶσα νῦν ὁμήγυρις, κηρύττει τὴν χάριν Σου,
ἧν ἐν ταύτῃ ἐξέχεας, ἧν καὶ παρέχει, ἀεννάως τοῖς χρήζουσι, καὶ προσπίπτουσι,
πρὸς Αὐτὴν μετὰ πίστεως, ὅθεν εὐχαριστοῦντές Σοι, θερμῶς ἱκετεύομεν, σῷζε ᾀεὶ
Παναγία, τοὺς προσκυνοῦντας τὴν ἄχραντον, μορφὴν τῆς Σῆς δόξης, καὶ παράσχου τῇ
Σῇ ποίμνῃ, τὸ θεῖον ἔλεος.
Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιο τοῦ λαοῦ.
Βλέψον,
ἐπὶ τὴν Σοὶ ἱλαρῶς, ἀφορωθεῖσαν κληρουχίαν πανύμνητε, καὶ δέχου τὰς ἐκ καρδία,ς
προσαγομένας φωνάς, καὶ ἀντιπαράσχου τὸ Σὸν ἔλεος, τὰ σκάνδαλα παύουσα, τὴν
εἰρήνην βραβεύουσα, ἐκ τῆς τῆς λήθης, τοῦ καθήκοντος ἅπαντες, ἐξεβλήθημεν, τῆς
εὐθείας πανάχραντε, ὅθεν καὶ διαπράττομεν, ἀνθ’ ὧν ὑποσχέθημεν, τὰ ἐναντία Παρθένε,
καὶ τὸν Θεὸν παροργίζομεν, Ὃν νῦν ἐκδυσώπει, τὴν εἰρήνην δοῦναι πᾶσι, τοῖς Σὲ
γεραίρουσι.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. δ΄.
Ἀποῤῥίψωμεν
ἀδελφοί, πᾶσαν βιωτικὴν μέριμναν, γενόμεθα ἐπιλήσμονες τῶν γηΐνων, καὶ
καθαίροντες τὰς διανοίας, ὑψώσωμεν τὸν νοῦν ἡμῶν, καὶ θεωρήσωμεν τὰ ὑπερφυῆ
θαυμάσια τῆς μακαρία Παρθένου. Ἴδωμεν τὴν ἱερὰν αὐτῆς Εἰκόνα, τὴν τοῦ
Βατοπεδίου καταλείπουσαν, καὶ ὕπερθεεν αἰρομένην, τὸν αἰθέρα διασχίζουσαν, καὶ
ἐνταῦθα καθισταμένην. Τὶς μὴ θαυμάσει! Ἢ τὶς μὴ ἐκπλαγῇ. Ἡγιάσθη ὁ ἀὴρ ἐν τῇ πορείᾳ
αὐτῆς. Ἄγγελοι μετὰ δέους ἀνύμνουν, δαίμονες ἐλαυνόμενοι ἔφριττον, καὶ οἱ
μονάζοντες ἐξίσταντο, ἡμεῖς δὲ ταύτην ἐν πίστει προσκυνοῦντες, τῇ Θεοτόκῳ
βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ, καὶ διὰ Σοῦ μεθ’ ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Εἰκόνα
τὴν ἁγίαν τῆς ἀχράντου μορφῆς Σου, νῦν πανευλαβῶς προσκυνοῦντες, γεραίρομεν
Παρθένε, ἐπέστη γὰρ ξένως πρὸς ἡμᾶς, βραβεύουσα θαυμάτων προχοήν, καὶ ᾀεὶ
ἐλευθεροῦσα τῶν δεινῶν, διό Σοι ἀναβοῶμεν· δόξα τῇ εὐσπλαγχνίᾳ Σου σεμνή, δόξα
τῇ ἀντιλήψει Σου, δόξα τῇ προμηθείᾳ Σου μόνη πανύμνητε.
Δόξα.
Καὶ νῦν. Ὁ αὐτός. Ἐν τῇ γεννήσει Σου.
Τῆς
Σῆς Εἰκόνος Θεογεννῆτορ τὰ θαυμάσια, Ὁδηγητρίας
τῆς θείας, νῦν γεραίροντες Σὲ ὑμνοῦμεν, ἀπέστειλας γὰρ ἡμῖν, ταύτην φρουρὸν τῆς
Μονῆς ἡμῶν, καὶ τῶν ἐν ταύτῃ σεμνῶς μοναζόντων, σκέπην θείαν καὶ παρήγορον.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Εἰκόνος
τῆς σεπτῆς, τῆς Θεόπαιδος Κόρης, τὰ θαύματα πιστοί, εὐφημήσωμεν ὕμνοις, καὶ
χάριν τὴν ἄφθονον, ἣν παρέχει ἑκάστοτε, τοῖς προσπίπτουσιν, ἐν κατανύξει
καρδίας, καὶ ἀνάγουσι, πρὸς τὸ πρωτότυπον θείως, τὸν νοῦν καὶ διάνοια.
Δόξα.
Καὶ νῦν. Τὸ αὐτό.
Μετὰ
τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀνατέταλκεν
ἡμῖν, πρωτοφανὴς νῦν ἑορτή, ἐξαστράπτουσα φαιδρῶς, τὰς διανοίας τῶν πιστῶν καὶ
χορηγοῦσα τὴν ἄφεσιν τῶν πταισμάτων, συνέστησεν αὐτήν, ἡ Θεοτόκος ἁγνή,
συνθέσασα αὐτήν, ἐκ τῶν θαυμάτων αὐτῆς, διὸ προθύμως ᾄσωμεν ἅπαντες, τὰ ταύτης
μεγαλουργήματα, βοῶντες· χαῖρε, ἡ προστασία πάντων τῶν ἀνυμνούντων Σε.
Δόξα.
Καὶ νῦν. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κλῖνον
Κόρη Μαριάμ, κλῖνον τὸ οὖς Σου εὐμενῶς, καὶ ἐπάκουσον ἡμῶν, τῶν δεομένων
ἐκτενῶς, καὶ ὡς ὑπέσχου μὴ λίπῃς τοῦ προστατεύειν, τὸν κλῆρον ὃν ὁ Σὸς, Υἱὸς
καὶ πάντων Θεός, δεδώρηται ποτέ, εἰς σωτηρίαν ἡμῖν, καὶ τὰς παγίδας λύει τοῦ
ἐναντίου, καὶ χάριν νέμειν τοῖς δούλοις Σου, εἰς Σὲ γὰρ πᾶσαν, τὴν προσδοκίαν,
καὶ ἐλπίδα τιθέμεθα.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ὅμοιον.
Ἀκατάληπτα
τὰ Σά, καὶ ἀνερμήνευτα ἁγνή, πῶς Παρθένος ἀληθής, ἅμα καὶ Μήτηρ ἀψευδής, θαῦμα
θαυμάτων τετέλεσται ἐν Σοὶ Κόρη, ὁ γὰρ ἐκ μηδενός, δημιουργήσας τὸ πᾶν, ἐκ Σοῦ
θεοπρεπῶς, ἄνευ σπορᾶς γεννηθείς, τὸ προλεχθὲν τεράσιον τὸ θεῖον, ὡς οὖδεν
Οὗτος εἰργάσαντο, ἀλλ’ ὦ Παρθένε, Σὴν κληρουχίαν περιφρούρει καὶ φύλαττε.
Δόξα.
Καὶ νῦν. Τὸ αὐτό.
Οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνομάτος Σου, ἐν πάσῃ γενεᾷ
καὶ γενεᾷ.
Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ
Σου καὶ τοῦ οἴκου τοῦ πατρός Σου.
Εὐαγγέλιον. (Κατὰ Λουκᾶν): Τῷ καιρῷ ἐκείνῳ, ἀναστάσα Μαριάμ...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Πάτερ Λόγε Πνεῦμα...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Δῶρον
εὐχαριστίας, ἐκ καρδιῶν φιλούντων Σε, πρόσδεξαι πανύμνητε Θεοτόκε, τὰς ἐκ πόθου
προσαγομένας Σοι ὑμνολογίας, ἀναπολοῦντες γὰρ οἱ δοῦλοί Σου, ὧνπερ καθ’ ἑκάστην
ἀπολαύομεν εὐεργεσιῶν, παρὰ τῆς Σῆς μεγαλειότητος. Τῆς γενικῆς κηδεμονίας τοῦ
Ἁγίου Ὄρους, τῆς διαφυλάξεως ἡμῶν ἐκ τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν καὶ τῶν
θαυμάτων ὧνπερ καθ’ ἑκάστην ἐκτελεῖς ἡμῖν τοῖς ἀναξίοις, ἐπειγόμεθα τοῦ
ἀνυμνεῖν Σε, κηρύττοντες τὴν χάριν Σου. Ἀλλ’
ὦ πάνσεμνε, ὧσπερ ᾀεὶ οὗτω καὶ νῦν, λύτρωσαι τὸν χριστώνυμον λαόν, ἐκ
τῶν ἐπικειμένων κινδύνων, ἐξευμενίζουσα τὸν Υἱόν Σου καὶ Θεὸν ἡμῶν.
Εἶτα οἱ γ΄ Κανόνες τῆς Θεοτόκου· ὁ α’ είς στ΄, καὶ οἱ β, γ΄ εἰς
δ΄.
Ὁ α΄ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς: Πόθῳ
γεραίρομεν, Μαρίαν τὴν ἁγνήν. Ἰωάννου.
ᾨδὴ
α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Ποίαν συγκροτήσω ἀπαρχήν,
μελῳδικῶν μελημάτων πανύμνητε, ὅπως ἀνυμνήσω Σε ὁ ἐνδεής, ἣν ἀνυμνοῦσιν Ἄγγελοι·
ὅθεν ἱκετεύων, Σύ μου νοῦν καταπλούτισον.
Ὅλη χαριτόβρυτος σεμνή, καὶ
θησαυρὸν χριστωνύμων ἀκένωτος, πέλεις ὑπεράγαθε καὶ προσφυγή, καὶ ἐκ κινδύνων
πρόμαχος· ὅθεν προσκυνοῦμεν, τὴν Σὴν Παρθένε προμήθειαν.
Θείαις ὑμνωδίαις ἀγαθή,
ὑμνολογοῦμεν τὴν θείαν Εἰκόνα Σου, ἣν γὰρ δεδώρηκας ὡς συμπαθής, τοῖς ἀναξίοις
δούλοις Σου, ἥνπερ προσκυνοῦντες, ἁγιασμοῦ ἀξιούμεθα.
Ὢ τῶν ὑπὲρ φύσιν δωρεῶν,
καὶ τῆς ἀῤῥήτου λοχείας Σου ἄσπιλε, Σὺ γὰρ ἀπειρόγαμε ὑπερφυῶς, κυοφοροῦσα
δέδειξαι, πᾶσι τοῖς ἀνθρώποις, τὴν σωτηρίαν γεννήσασα.
Ὁ β΄ Κανών, οὗ ἡ ἀκροστιχίς:
Ὀφειλὴν τίνων, ὑμνέω Νεάνιν. Ἰωάννου Ἱ.
Μ.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὁ κόσμος λελύτρωται, τῇ
ὑπὲρ λόγον κυήσει Σου, τὰ πάντα εὐφράνθησαν, ὁ Οὐρανὸς καὶ ἡ γῆ, καὶ
συνήφθησαν, τὰ κάτω σὺν τοῖς ἄνω, ὑμνοῦντες γηθόμενοι, Σοῦ τὸ ὑπέραγνον.
Φερώνυμοι ἅαντες, τοῦ
οὐρανίου ὀνόματος, προθύμως αἰνέσατε, τὴν τῶν θαυμάτων πληθύν, τῆς Θεόπαιδος,
ὁμοῦ συμπροσκυνοῦντες, Εἰκόνα τὴν ἄχραντον, αὐτῆς ἀγαλλόμενοι.
Ἐν ᾄσμασι ἅπαντες,
εὐεργεσίαν γεραίρομεν, Παρθένε πανύμνητε, ἣν ἐπεδείξω ἡμῖν, δοῦσαι φύλακα, τὴν
θείαν Σου Εἰκόνα, πρὸς ἣν γόνυ κλίνοντες, εὐχαριστοῦμέν Σοι.
Ἰάτρευσον ἅπαντα,
καθικετεύομεν ἄσπιλε, ψυχῆς τὰ νοσήματα, τῇ πανσθενῇ Σου χειρί, καὶ ἐξέγειρον,
ἐξ ὕπνου βαθυτάτου, τῆς νάρκυς πρὸς σύμφορον, θείαν ἀνάτασιν.
Ὀ γ΄ Κανών, κατ΄ ἀλφάβητον· ἐν δὲ τῷ τέλει: Ἰωάννου Μ.
ᾨδὴ
α΄. Ἦχος β΄. Στίλβει θαλάσσης.
Ἄχραντε Μῆτερ, φωτοδότιδα
αἴγλην,
νέμησον
αὖθις, τῷ Σῷ οἵκτρῳ ἀπλέτως,
σέθεν
ᾀείδειν, εἰδεῖν τῶν θαυμασίων,
σύμπλεξιν
Κόρη, μυχαιτάτων καρδίας,
ἄνασσα
τὴν Σὴν, προσκυνεῖν δὲ κυρίαν.
Βέλεμνα πάντα, παλαιμναίου
δολίου,
εὔθρυπτα
δείκνυ, Θεοτόκε Παρθένε,
ἅπερ
τοξεύει, κακίστως τοῖς βροτέοις,
θώρακα
πᾶσιν, ἀμφιέννουσα σεῖο,
χάριν
ῥωστικήν, ψυχικῆς ἀτονίας.
Γάννυμαι ὄντως, πανακήρατον
ὄπα,
Σὴν
ἐν εἰκόνι, καθορώμενος θείαν,
φάους
ἀκτίνας, ἐκπέμπουσαν ἀφθόνως,
ἔλεος
αὖθις, προσκυνοῦσι ψυχόθεν,
Σὲ
πανευλαβῶς, καὶ κραυγάζουσι· Χαῖρε.
Δάμαλις πέλεις, τετοκυῖα
ἐκτόπως,
ἄμωμον
μόσχον, τὸν Θεοῦ Θεὸν Λόγον,
θρόνος
Θεόπαις, ἐπέραστος τῷ Κτίστῃ,
Μήτηρ
μεσίτις, ἐπίκρους τοῖς Σέθην,
ἵκταις
τοῖς αἰνεῖν, τὰ Σὰ θαυμάσια πόθῳ.
ᾨδὴ
γ΄. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.
Γεραίρομεν πάντες προσφυῶς,
ἐν ᾄσμασι τὸ ἄμωμον καὶ ὑψηλὸν τῆς Σῆς καθαρότητος, ψυχῆς ὁμοῦ καὶ ἀχράντου
σώματος, Σὺ γὰρ μόνη πάναγνε, ὑπερέβης ἅπαντα, τῶν Ἀγγέλων τὰ θεῖα στρατεύματα.
Εἰσήγαγεν αὖθις εἰς Ἐδέμ,
τὴν φύσιν τὴν ἀνθρώπειον, ὁ κυηθεὶς ἐκ Σοῦ παναμώμητε, θεώσας ταύτην ὡς
φιλάνθρωπος, Ὃν δυσώπει ἄχραντε οἰκτειρῆσαι ἅπαντας, τοὺς ὑμνοῦντας τὴν θείαν
Σου γέννησιν.
Ῥημάτων τοῦ θείου Γαβριήλ,
ἑπόμενοι οἱ δοῦλοί Σου, χαρμονικῶς ἁγνὴ ἐκβοῶμέν Σοι, τὸ χαῖρε πάντες τῇ θείᾳ
δόξῃ Σου· χαῖρε Μῆτερ ἄνανδρε, ἣν ὁ δόξης Κύριος, ἐξελέξατο ὡς ὑπεράμωμον.
Ἀεὶ προσκυνοῦμεν εὐλαβῶς,
εἰκόνας Σου τὴν ἄχραντον, ἣν συμπαθῶς ἡμῖν ἐχορήγησας, ὁμολογοῦντες αὐτῆς τὰ
θαύματα, ἃ εἰργάσω πάναγνε, καὶ τὴν ὦδε ἄφιξιν, τὴν παράδοξον καὶ ὑπὲρ ἔννοιαν.
Ἕτερος.
Τοὺς Σοὺς ὑμνολόγους.
Λυτροῦσαι κινδύνων Θεοτόκε,
τοὺς πίστει καὶ πόθῳ καὶ χαρᾷ, γεραίροντας τὸν Τόκον Σου, ὑμνοῦντας τὰ θαυμάσια
καὶ προσκυνοῦντας ἄχραντε, μορφὴν τὴν Σὴν τὴν ἀκήρατον.
Ἡμέρα χαρμόσυνος ἐφάνη,
φαιδρύνουσα πάντας τοὺς πιστούς, τοὺς πάντοτε κηρύτοντας, καὶ εὐχαρίστως
ᾄδοντας, τὰς δωρεὰς πανύμνητε, ὡς πολυτρόπως ἠξίωνται.
Ναμάτων δαψίλειαν τῶν
θείων, ἐπίχεε Κόρη ἀφειδῶς, τῇ ποίμνῃ Σου καὶ ἔλεος, τοῦ Σοῦ Υἱοῦ καὶ ἄφεσιν,
ἁμαρτημάτων Δέσποινα, καὶ τῶν παθῶν ἀπολύτρωσιν.
Τιμὴ ὑπερκόσμιος ὑπάρχεις,
ἁπάντων καὶ κράτος καὶ ἀρχάς, καὶ πλοῦτος ἀνεξάντλητος, χριστιανῶν καὶ ἔφορος,
τῶν ἐν τῷ Ὄρει ἄγρυπνος, καὶ ἀρωγὸς ἑτοιμότατος.
Ἕτερος.
Ὅσοι παλαιῶν.
Ἔλαμψεν ἡμῖν, ἀγλαόμορφον
ἧμαρ,
χαρίτων
θείων, καὶ ἰαμάτων ῥεῖθρα,
πᾶσι
δίσωσιν, ἀνυμνήσωμεν τοίνυν,
Κόρην
ἔνθεον, ὑπέραγνον Μητέρα,
ὡς
Δημιουργόν, τοῦδε καὶ ἐφευρέτην.
Ξέοντες τῇ Σῇ, ἀγαπήσει
Παρθένε,
προσάγομέν
Σοι, τὴν δὲ ἱρὴν τῶν λόγων,
ἄθροισιν
ἥνπερ, καρδιόθεν προφρόνως,
πόθῳ
πάναγνε, πραναβρύει τοίνυν,
δῶρον
οἰονεί, πρόσφορον δέχου Κόρη.
Ἥλιον Χριστον, ἀπεκύησας
Κόρη,
μερόπων
Γένος, ἐλευθεροῦντα πλάνης,
Ὃν
προσκυνοῦντες, μεγαλύνομεν θείως,
Σὲ
τὴν ἔφορον, ἡμῶν καὶ προστασίαν, ᾄδοντες αἰέν,
Σεῖο
τὰ μεγαλεῖα.
Θέαμα τερπνόν,
ἀστραπόμορφον θεῖον,
ἀΰλων
Νόων, καὶ ὑμνωδία πέλεις,
Θεογεννῆτορ
μεσιτείᾳ τοῦ κόσμου,
αὖθις
εὔελπις, λιμὴν τῶν μελῳδούντων,
χαῖρε
ἡ ἡμῶν, ῥύστις καὶ προστασία.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν
ἁγίαν Εἰκόνα Σου καὶ σεπτήν, προσκυνοῦμεν Παρθένε πανευλαβῶς, τὴν χάριν
κηρύττομεν, καὶ τὰ θαύματα πάντοτε, ἃ τῇ Σῇ ἐνεργείᾳ παρέχει ἀείποτε, τοῖς
προστρέχουσι πόθῳ, αὐτῇ μετὰ πίστεως, ὅθεν γηθοσύνως, ὡς Μητρί Σοι τοῦ πάντα,
δεσπόζοντος ἄχραντε, καὶ ὑμῶν δὲ πανύμνητε, ἐκ καρίας κραυγάζομεν· πρέσβευε τῷ
Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσι προθύμως αὐτῆς
τὰ τεράστια.
Δόξα.
Καὶ νῦν. Τὸ αὐτό.
ᾨδὴ
δ΄. Ὄρός Σε τῇ χάριτι.
Ἵνα Σοῦ τὴν ἄχραντον Εἰκόνα
Θεόνυμφε, τιμητικῶς οἱ εὐσεβεῖς, προσκυνῶμεν ἐκ ψυχῆς, ἐκ Σοῦ ἐξαιτούμεθα, τῶν
καρδιῶν ἐπιβραβεῦσαι τὴν κάθαρσιν, καὶ διανοίας καὶ νοῦ τὴν ἀνάβλεψιν.
Ῥύακας ἀφ’ ὕπερθεν, ὦ θεῖον
συνάθροισμα, τοὺς πολυῤῥήτους ἡ σεμνή, διοχετεύει δαψιλῶς, τοῖς ταύτης τὰ
θαύματα, μελῳδικῶς ἀνευφημοῦσι τὴν σήμερον, καὶ προσκυνοῦσιν Εἰκόνα τὴν
ἄχραντον.
Ὢ Παρθένε ἄχραντε, τῇ Σῇ
ἀφιέμεθα κηδεμονίᾳ καὶ στοργῇ, καθὰ νοσσία τῇ Μητρί· διὸ καθικέτευε, τὸν Σὸν
Υἱὸν ἁμαρτημάτων τὴν ἄφεσιν, καὶ Οὐρανῶν Βασιλείαν δωρήσασθαι.
Μήτηρ ὤφθης ἄμωμος, τοῦ
Λόγου πανάχραντε, καὶ οἰκητήριον τερπνόν, ἐν ᾧ οἰκήσας ὑπὲρ νοῦν, τὴν φύσιν
ἐθέωσε, τὴν τῶν βροτῶν, ἀμφιεσθεὶς ἐξ αἱμάτων Σου, εἰς σωτηρίαν ἠμῶν καὶ
ἀνάκλησιν.
Ἕτερος.
Τὴν ἀνεξιχνίαστον.
Ἴαμα ὑπάρχουσα Κόρη ἁγνή,
πᾶσι ῥωστικὸν καὶ ἡδύποτον, κλῆσις ἡ θεία, τοῦ ὀνόματος τοῦ Σοῦ, ἐν τῷ νοὶ
ᾀείποτε, στρέφεται ἡμῶν μετὰ πίστεως.
Νίκας ἐπιβράβευσον μῆτερ
Θεοῦ, τῇ Ὀρθοδοξίᾳ καὶ αἴσχυνον τοὺς πολεμίους, τοῦ Σοῦ κλήρου ἀγαθή, τοῦ ἐκ
καρδίας κράζοντος· Χαῖρε Θεοτόκε πανύμνητε.
Ὥσπερ τεῖχος ἄῤῥηκτο τήνδε
Μονήν, τὴν ὑπερυψοῦσαν τὰ θαύματα, Σοῦ τῆς Παρθένου, καὶ Εἰκόνα τὴν σεπτήν,
κατέχουσαν πανύμνητε, φρούει ἐσαεὶ τῇ Σῇ χάριτι.
Νόας ὑπερήλασας Κόρη ἁγνή,
τῇ ὑπερφυῇ παρθενίᾳ Σου, καὶ θεωρία, τὸν γὰρ Λόγον τοῦ Πατρός, ταῖς Σαῖς ὠλένας
ἔφερες, σάρκωσιν ἐκ Σοῦ δανεισάμενον.
Ἕτερος.
Πυρσὸς καθαρθείς.
Ἰάλλω ὀμφυή, ἐκ μυχίων
καρδίας,
τῇ
μόνῃ Κόρῃ, τῇ βρεφομεσιτείᾳ,
αἴρων
συγχρόνως, ὕπερθεν τὰς κινήσεις,
νόου
διανοίας τε, προφρόνως κράζων·
σῶσον
ἡμᾶς μελλούσης καταδίκης.
Κρυσφύγετο Σύ, χριστωνύμων
ὑπάρχεις,
Θεόπαις
Μῆτερ, δυστυχούντων χραισμήτωρ,
ῥύσεις
δυστήνων, πέλαγος εὐσπλαγχνίας,
εἰρήνη
ἀναβρύουσα, ἐλέους ῥείθρα,
ἃ
τοὺς ὑμνητάς, τοῖς Σοισοι χορηγεῖς.
Λατρεύων πιστῶς, προσκυνῶν
τὴν Τριάδα,
Πατέρα
Λόγον, καὶ τὸ Ἅγιον Πνεῦμα,
ἄκτιστον
φύσιν, πάντας συστησαμένην,
Σὲ
δὲ ἀειπάρθενε, ὡς Θεοτόκον,
καὶ
μετὰ Θεόν, ἐξόχως προσκυνοῦμεν.
Μαρία Σὺ εἶ, τῆς ψυχῆς
θυμηδία,
ἡμῶν
τῶν πόθῳ, εὐλαβῶς προσκυνούντων,
Σέθεν
Εἰκόνα, ἄγυριν κροτουμένην,
τήνδε
καὶ εὐφραίνουσαν, ἀῤῥήτῳ τρίπῳ,
Σοῖο
ὑμνητάς, καὶ πάντας θιασώτας.
ᾨδὴ
ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ἀπελαύνεις ἐκ τοῦ Ὄρους τῇ
Σῇ ἐνεργείᾳ σεμνή, τοὺς ἐχθρούς τῆς εὐσεβείας, τηρῶν ἀνεπήμαντον, τὴν σὴν
ποίμνην, ἥτις ἐν ᾠδαῖς, τὴν εὐχαριστίαν νῦν, χρεωστικῶς ἀναπέμπει Σοι.
Ῥεῦμα ὥσπερ κατακλύζει τὴν
ποίμνην Παρθένε τὴν Σήν, ἡ πληθὺς τῶν θαυμασίων, καὶ θεῖα χαρίσματα, καὶ
ἀρδεύει ξένως τὰς ψυχὰς τῶν Σὲ ὑμνολογούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.
Ἱερότης καὶ ἁγνεία τοῦ Σοῦ
χαρακτῆρος ἁγνή, καὶ χρηστότης καὶ ἀγάπη ὑπάρχει τὰ σύμβολα, Θεομῆτορ αὖθις,
καὶ πηγὴ τῆς θείας εὐσπλαγχνίας, τῶν ὀρθοδόξως ὑμνούντων Σε,
Ἀπροσκόπτως ὑπερβαίνει, τὰς
τοῦ βροτοκτόνου πλοκάς, καὶ τὰ πάθη τῆς ψυχῆς μου, ἐκκόπτειν ἱκάνωσον, Θεοτόκε
δέσποινα ἁγνή, ὡς ἂν εὐχαριστῶ Σοι, καὶ προσκυνῶ καὶ δοξάζω.
Ἕτερος.
Ἐξέστη τὰ σύμπαντα.
Ὑψώθη ἡ βρότειος, τῇ Σῇ
κυήσει ἄχραντε, Σοῦ γὰρ τὸ ὑπέραγνον Παρθένον, εἵλκυσεν ὄντως, τὸν ἐπὶ πάντων
Θεόν, καὶ γέγονε ξένως πρὸς ἡμᾶς, ταύτην ἐνδυσάμενος, καὶ εἰρήνην δωρούμενος.
Μετάδος τὸ ἔλεος, τοῖς
χριστωνύμοις ἅπασι, πλείω δὲ τοὺς πόθῳ σὲ Παρθένε, πᾶσαν ἐλπίδα, ἐπὶ τὴν τὴν
Σὴν προσφυῶς, ἀπείρανδρε θέντας, καὶ τυχεῖν, τούτους καὶ ἀξίωσον, σωτηρίας
πανάσπιλε.
Νομίμως βιώσωμεν, τὸ
ἀδελφοὶ θεόφρονες, βίᾳ καταβάλωμεν τὰ πάθη, δῶμεν νηφόντες, τὸν νοῦν ἡμῶν τῷ
Θεῶ, καθαίροντες καὶ τὸ τριμερές, τῆς ψυχῆς συλλήπτορα, τὴν Παρθένον
κατέχοντες.
Ἐπέστη τὰ θαύματα, τῆς
πανυμνήτου σήμερον, ταύτης γὰρ Εἰκὼν ἡ παντευχία, ἦλθεν ἐνταῦθα, ὑπερφυῶς
ἀληθῶς, φυλάττειν καὶ ῥύεσθαι ἡμᾶς, πάντας τοὺς γεραίροντας, καὶ ὑμνοῦντας τὴν
Ἄνασσαν.
Ἕτερος.
Ἐχθροῦ ζοφώδους.
Νεὼς ὑπάρχεις, ὅλως
πεφωτισμένος,
Θεοκυῆτορ
Πνεύματος φρυκτωρίαις,
φέρων
ὑψιμέδοντα, παγκρατῆ μέσον,
Λόγον
τὸν προάναρχον, εἰς σωτηρίαν,
μόνοις
Σε πιστῶς, Θεοτόκον φρονοῦντων.
Ξενιὰ πέλει, θεία
χαριτόδοτις,
τῆς
Θεοτόκου, αὕτη ἡ λαμπροφόρος,
ἅπαντες
προσέλθωμεν, ἀδελφοὶ θείως,
ἵνα
κορεσσόμενοι, ὡς θυμηδίαν,
ἥξωμεν
ψυχάς, καὶ Θεοῦ ὑμνωδίαν.
Οἰκτρῶς Παρθένε, ἐξήλθομεν
τῆς τρίβου,
τῆς
θείας ὄντως, ἅπαντες οἱ Σοὶ δοῦλοι,
ὅλως
κατηνέχθημεν, ἀχανῆ ζόφον,
ἕλκυσον
ὁδήγησον, εἰς φωταυγίαν,
θείων
ἀρετῶν, χορηγοῦσα Σὴν χάριν.
Προσφόρως πάντες, πληθὺν
τὴν τῶν θαυμάτων,
τῆς
Σῆς Εἰκόνος, μέλπομεν Θεοκῦμον,
ταύτῃ
προσαρμόζοντες, ἐμμελεῖς ὕμνους,
καὶ
ὕψου ἀνάγοντες, εἰς σοῖο δόξαν,
νόον
τε ψυχήν, προσκυνοῦντές Σε ἅμα.
ᾨδὴ
στ΄. Ἐκύκλωσεν ἡμᾶς.
Νηχόμενοι ἀεὶ Παρθένε
ἄχραντε, εἰς κύματα ὑπέραντλα, τῆς παρούσης βιοτῆς ἐλεεινῶς, πάντες
ἐποντίσθημεν, σῶσον ἡμᾶς καὶ πρὸς λιμένα γαλήνιον ὥρμισον.
Τὴν ἄχραντον πιστῶς τιμῶμεν
πάνσεμνε, Εἰκόνα Σου καὶ θαύματα, ἃ εἰργάσω θαυμαστῶς καὶ ὑπὲρ νοῦν, πάντες
προσκυνοῦντές Σε πανευλαβῶς, σῶσον ἡμᾶς ἐκ τῶν παγίδων Κόρη τοῦ ὄφεως.
Ἡμέρα χαρμονῆς ἐπέστη
σήμερον, εἰς δόξαν τῆς Θεόπαιδος, εὐχαρίστως τοίνυν ᾄσμασι πιστοί, ταύτην
εὐφημήσωμεν χρεωστικῶς· χαῖρε ἁγνὴ, ἀναβοῶντες ἡμῶν ἡ πρόβολος.
Νεμόμενοι ᾀεὶ τοῦ Ὄρους
ἅπαντες, νομήν Σου τὴν σωτήριον ἀπειρόγαμε, ἣν πᾶσι συμπαθῶς, νέμεις ὡς
φιλόστοργος, ἀπὸ ψυχῆς χάριν τὴν Σήν, ὁμολογοῦντες συμπροσκυνοῦμέν Σε.
Ἕτερος.
Τὴν θείαν ταύτην.
Ὢ θαῦμα μέγα καὶ ἄφραστον,
Εἰκὼν τῆς Παντανάσσης ἡ πάντιμος, ὅπερ ἐτέλεσε, πῶς παραδόξως ἐλήλυθεν, ἐκ τῆς
Βατοπεδίου ἡμᾶς τιμήσαντα.
Ναὸς καὶ πύλη καὶ ἔμψυχον,
παλάτιον Θεόπαις καὶ πάγχρυσον, τοῦ Παντοκράτορος, θρόνος καὶ Μήτηρ
ἀπείρανδρος, ὑπερφυῶς τεκοῦσα, Θεὸν γεγένησαι.
Εὐφήμως ᾄδοντες ἄσματα,
θερμῶς εὐχαριστοῦμέν Σοι δέποινα, ἀναπεμπάζοντες, τὰς δωρεὰς τῆς Σῆς χάριτος,
ὥσπερ ἐκ Σοῦ ἀφθόνως ἀπαρυόμεθα.
Ἔτερος.
Ἰμερτὸν ἐξέφηνε.
Ῥωμαλέας ἔργασι, ψυχὰς
ἡμέας,
Μῆτερ
Θεοῦ, δυσμενοῦς βροτογένοιο,
βέλη
πηρφόρα, δεδιέναι μηδόλως,
χάριν
πανυπέρμαχον, τὴν Σὴν αὐχοῦντες,
δίδου
Σαῖς εὐχαῖς, ἁμαρτάδων τὴν λύσιν.
Συναγείρει ἅπαντας, ἡ
πανολβία,
τοῖο
Εἰκών, καρδιόθεν ὑμνῆσαί Σε,
ὅθεν
προφρόνως, Θεοκῦμον Παρθένε,
χαίροντες
ἐφύμνια, τῇ Σῇ Κυρίᾳ,
μέλπομεν
πιστῶς, προσκυνοῦντές Σε Κόρη.
Τηελέεις ἅπασαν, τήνδε τὴν
ποίμνην,
ἣν
ὁ Υἱὸς καὶ Θεός, ἐναπέθεντο,
Σῇ
προμηθείᾳ, χορηγέεις ἀπλέτως,
χάριν
Σου τὴν ἔνθεον, κινδύνων ῥύεις,
ὅθεν
εὐσεβῶς, προσκυνοῦμέν Σε Κόρη.
Ὑπερφέρεις ἄχραντε, τὴν τῶν
Ἀγγέλων,
φύσιν
σαφῶς, Μήτηρ Σὺ γὰρ γεγένησαι,
τέξασα
ξένως, τὸν Θεόν μου καὶ Πλάστην,
Ὅνπερ
ἐξιλέωσαι, σοὺς ἱκέτας σῶσαι,
ὅταν
ὡς Κριτής, ἐπὶ γῆς ἐπανέλθη
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὁδηγητρίας τὴν Εἰκόνα
προσκυνήσωμεν, τὴν πρὸς Μονὴν τὴν ἡμετέραν ὑπὲρ ἔννοιαν, ἀφιχθεῖσαν ἐκ Μονῆς
τοῦ Βατοπεδίου, εὐδοκίᾳ τῆς Παρθένου Θεομήτορος, Ἣν ἐν φόβῳ νῦν καὶ πόθῳ
εὐφημήσωμεν, ταύτῃ κράζοντες· Χαῖρε Μῆτερ ὑπέραγνε.
Ὁ
Οἶκος.
Ἄγγελοι,
οἱ ἐκ τῆς γαΐας, τὴν Σὴν θείαν Εἰκόνα, ὁρῶντες αἰρομένην πρὸς ὕψος, ἐξίσταντο
ἐκτόπως ἁγνή, ἀτενίζοντές τε πρὸς αὐτὴν ἔχαιρον, καὶ ἅπαντες ἀνύμνουν Σε, μεθ’
ὧν καὶ ἡμεῖς βοῶμεν·
Χαῖρε
ἁγνή, ἡ χάριν διδοῦσα·
χαῖρε,
τὴν Σὴν Εἰκόνα κοσμοῦσα.
Χαῖρε,
παραδόξως αὐτὴν ἡ κομίσασα·
χαῖρε,
δι’ αὐτῆς ἡμᾶς ἡ τιμήσασα.
Χαῖρε,
Κόρη ἡ κυήσασα, τοὺς Ἀγγέλους εἰς ᾠδήν·
χαῖρε,
Μῆτερ ἡ ἐκπλήξασα, μοναστῶν τὴν συλλογήν.
Χαῖρε,
ὅτι ὑπάρχει ἡ Σὴ χάρις ἐν ταύτῃ·
χαῖρε,
ὅτι αὐγάζεις τοὺς προσπίπτοντας ταύτῃ.
Χαῖρε,
αὐτὴν ἡ δοῦσα ὡς πρόμαχον·
χαῖρε,
ἡμῶν τὸ θεῖον προπύργιον.
Χαῖρε,
δι’ ἧς τὴν Μονὴν περισκέπεις·
χαῖρε,
ἐφ’ ἧς προσκυνοῦμέν Σε Κόρη.
Χαῖρε,
Μῆτερ ὑπέραγνε.
Συναξάριον.
Τῇ
πρώτῃ Κυριακῇ τοῦ αὐτοῦ Μηνός, ἡ ἀνάμνησις τοῦ γενομένου θαύματος, ὅτε ἡ θαυματουργὸς Εἰκὼν τῆς Θεοτόκου, παραδόξου
ἐκ τῆς Ἱερᾶς Μονῆς τοῦ Βατοπεδίου, πρὸς τὴν Ἱερὰν Μονὴν τοῦ Ξενοφῶντος ἀφίκετο,
τῇ βουλήσει τῆς ἀχράντου Θεομήτορος.
Θηΐη ἱρή, ὅπα
Θεοκύμονος,
ἵκεν ἐκτόπως,
θαρσευσ’ ἡμέων ψυχῶν.
Ἵκε τριτάτῃ
Εἰκών, εὐαγὴς Μητρὸς σειως ἴκταρ.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς
Κουκουζελίσσης, τῆς ἐν τῇ Μονῇ τῆς Μεγίστης Λαύρας.
Στέφος
τηλαυγές, χαρίτων πολυπλόκων,
τῇ
Λαύρᾳ ὤφθη Παρθένε ἡ Εἰκών Σου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἑλέυσεως ἐκ τῆς
Βασιλίδος τῶν Πόλεων, εἰς τὴν Ἱερὰν Μονὴν τοῦ Ἁγίου Παύλου, τῆς Εἰκόνος τῆς
Παναγίας τῆς Μυροβλυτίσσης.
Μύρῳ νοητῷ
Μυροβλύτισσα Κόρη,
εὔφρανον
ἡμῶν, τὰς τῆς ψυχῆς αἰσθήσεις.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τῆς Ἀθωνιάδος Σχολῆς·
Κοσμᾶ τοῦ Αἰτωλοῦ, Μακαρίου Νοταρᾶ ἐπισκόπου Κορίνθου, Νικοδήμου τοῦ Ἁγιορείτου,
Ἀθανασιου τοῦ Παρίου καὶ Ἀθανασίου Νεομάρτυρος τοῦ Κουλακιώτου.
Πεντάριθμον
σύστημα δεδοξασμένον,
τὴν θείαν
χρηστότητα ἡμῖν αἰτεῖσθε.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Ἁγίων τῆς νήσου Κύπρου.
Ἠ
Κύπρος ἑόρταζε εὐφραινομένη,
ἐν
σοὶ γὰρ διέλαμψε πληθὺς Ἁγίων.
Ταῖς τῆς Παναχράντου
Μητρός, καὶ πάντων τῶν Ἁγίων, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Σὲ νοητήν.
Ἅπας πιστῶν, χριστωνύμων
σύλλογος, Σὲ προσκυνοῦμεν ἐκ ψυχῆς, ἐκλιπαροῦμέν Σε θερμῶς, Μῆτερ ἀειπάρθενε,
ὅπως ῥύσῃς ἅπαντας, ταῖς πρὸς Θεὸν μεσιτείαις Σου, ἐκ τοῦ πυρὸς τῆς μελλούσης
ποινῆς, ὡς ὑπεράγαθος.
Γένος βροτῶν, χριστωνύμων
Δέσποινα, ἀγαλλιώμενον ἐν Σοὶ γηθοσύνως μέλπει πιστῶς, τὰς θαυματουργίας τὰς
πολλάς, καὶ τὴν ἄχραντον καὶ ἡλιόμορφον ὄψιν Σου, συμπροσκυνοῦν ἐν Εἰκόνι,
δηλοῖ τὴν εὐχαρίστησιν.
Νοῦν καὶ ψυχὴν καὶ ὁρμὰς
τοῦ σώματος, καὶ διανοίας ἐκτενῶς, Θεοτόκε Κόρη ἁγνή, πάντες ἱκετεύομεν,
εὔθυνον πρὸς ἔνθεον, ὁδοῦ ζωῆς ὑπεράγαθε, οἱ προσκυνοῦντες ἐν πίστει, τὸν Τόκον
Σου τὸν ἄχραντον.
Ἥν τις διψᾶ, ὦ Πατέρων
σύλλογος, ὡς ἀμβροσίας τὴν πηγήν, προσελθέτω ὅλως ἐκ ψυχῆς, καὶ πινέτω σήμερον
ῥεῖθρα γὰρ ἀείζωα, προσεπιχέει ἡ Ἄνασσα, τοῖς ἀνυμνοῦσι προθύμως τῆς τὰ
θαυμάσια.
Ἕτερος.
Οὐκ ἐλάτρευσαν.
Νίκην ἔνθεον, κατὰ τοῦ
πολεμήτορος, δὸς ἡμῖν ἄχραντε, καὶ τῶν παθῶν τὰς ὁρμάς, δυνάμει Σου νέκρωσον,
ὅπως προσάδωμεν· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἱμειρόμενοι, τοὺς ἄνω δόξης
ἄχραντε, τυχεῖν ἐλπίζομεν, πρὸς Σὲ καὶ μόνην ἁγνή, Ἣν πίστει δοξάζοντες, πόθῳ
κραυγάζομεν· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Νοῦν τὸν ἀναρχον, καὶ Λόγον
τὸν συνάναρχον, καὶ Πνεῦμα Ἅγιον, τὸ ἐκ Πατρὸς προϊόν, πιστῶς προσκυνήσωμεν,
πάντες κραυγάζοντες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἱεροῦς ἁγνή, τιμῶμεν
μελῳδήμασιν, Εἰκόνα ἄχραντε, τῆς Σῆς μορφῆς καὶ πιστῶς, προσπίπτομεν ταύτῃ νῦν,
πάντες κραυγάζοντες· Χαῖρε δέσποινα, ἡ τῶν πιστῶν βοήθεια, καὶ ἡμῶν μεσίτις
θεία.
Ἕτερος.
Ἔφλεξε ῥείθρῳ.
Φαῦσον Παρθένε Σῶν υἱῶν
καρδίας,
φῶς
ἡ τεκοῦσα, τὸ παγκόσμιον ξένως,
νοῦν
διάνοιαν, Θεοκύμων νευροῦσα,
ἐκκαθαίρουσα,
παθῶν τὴν σκοταδίαν,
ὅπως
ἐκ ψυχῆς, προσκουνοῦμέν Σε Κόρη.
Χάρμα μερόπων, μοναζόντων
ἀλείπτης,
ἀλγοπαθοῦντων,
ἀγαστὴ ἰατρεία,
πέλεις
ἄχραντε, ὀρφανῶν προστασία,
καὶ
ὑπέρμαχος, στεῤῥᾶ τῆς εὐσεβείας,
ὅλης
ἐκ ψυχῆς, προσκυνοῦμέν Σε Κόρη.
Ψύχωσον πάντων, Θεοκύμων
τῶν θείως,
τὴν
μακαρίαν, προσκυνούντων Τριάδα,
φρένας
νόον τε, καρδιῶν τὰς κινήσεις,
πάντα
εὔθυνον, πρὸς ταύτης τὴν λατρείαν,
Σοῦ
δὲ προσκυνεῖν, μορφὴν τὴν παναγίαν.
Ὤσθην ὁ τλήμων, ἑκουσίως
εἰς βόθρον,
ψυχοπομποῦντα,
παλαιμναίου εἰς χεῖρας,
Μῆτερ
ἄναδρε, σθεναρῶς ἐξαώσας,
ὅλον
ὕψωσον, ἀρετῶν πρὸς τὸ ὕψος,
ὅπως
γεγηθώς, Σοὶ προσάδω τὸ χαῖρε.
ᾨδὴ
η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.
Νοερῷ τῷ ὄμματι τῇ Σῇ
ἀπείρῳ εὐσπλαγχνίᾳ, προσβλέποντες δυσωποῦμεν, ἐκ τοῦ πυρὸς τοῦ μέλλοντος,
ἐκλύτρωσαι τοὺς ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἰατῆρα τέξασα σεμνή, τῆς
τῶν βροτῶν οὐσίας, τὰ πάθη τὰ τῆς καρδίας, ἀποκάθαρον ἁγνή, προθύμως ὡς
ψάλλομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε
εἰς πάντας τοὺς αἰῶνας.
Ὢ Τριὰς ὑπέρθεε Μονάς, ᾀεὶ
τοὺς προσκυνοῦντας, τὸ ἄφραστον τῆς Σῆς δόξης, Βασιλείας οὐρανῶν, ἀξίωσον
ψάλλειν Σοι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε
εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος.
Παῖδας εὐαγεῖς.
Ὤφθη ἰατὴρ τῶν νοσημάτων,
Εἰκὼν ἡ θαυματουργὸς τῆς Θεομήτορος, πάθη ἰατρεύουσα, σώματα ῥωννύουσα, καὶ τὰς
ψυχὰς φαιδρύνουσα, ἀνθρώπων πάντοτε, τὸν Κύριον, ὑμνεῖτε ψαλλόντων, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἅπασα τοῦ Ὄρους ἡ χορεία,
προθύμως εὐχαριστίαν Σοι προσάγομεν, Σὺ γὰρ πέλεις ἔφορος, πάντων καὶ
προπύργιον, καὶ μεσιτεία κράτιστας ᾀεὶ τοῖς ψάλλουσι· τὸν Κύριον, ὑμνεῖτε τὰ
ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νεῦσον ὦ Τριὰς ἡ Παναγία,
τῷ κλήρῳ τῆς Θεοτόκου καὶ χορήγησον, πόθῳ τοῖς λατρεύουσι, καὶ θερμῶς
προσπίπτουσιν, ἁμαρτιῶν τὴν ἄφεσιν, παθὼν τὴν λύτρωσιν· τὸν Κύριον, ὑμνεῖτε
βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νῦν τὰ ὑπερκόσμια χορεύει,
καὶ πάντα τὰ ἐπὶ γῆς Παρθένε ἄχραντε, ὕμνον Σοι ἑόρτιον, ᾄδοντα τῷ Τόκῳ Σου, τῷ
χορηγοῦντι ἅπασι ζωὴν τοῖς ψάλλουσι· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος.
Ἐλευθέρα μὲν ἡ κτίσις.
Ἱμειρόμενοι, οἱ δοῦλοί Σου
πάναγνε,
ὑμνέων
πληθύν, τῶν Σεῖο δωρημάτων,
ἄγυριν
θείαν, ἱστῶμεν ὁμοφρόνως,
εὐχαριστοῦντες,
ψυχόθεν πανάχραντε,
τὴν
ἁγίαν Σου, προσκυνοῦμεν Εἰκόνα.
Ὠκυπόρον με, Θεόπαις
ἀπέργασαι,
ὠκέως
ὁδόν, τῶν θείων ἐνταλμάτων,
βαίνων
μηδόλως, προσβλέπειν τοῖς ματαίοις,
ὅπως
πολίτην, τῆς ὕπερθεν ἄντυχοι,
καταστήσῃ
με, ὁ Υἱός Σου Παρθένε.
Ἀγαλλόμενοι, Τριάδα τὴν
ἄναρχον,
Υἱὸν
σὺν τῷ Πατρί, καὶ Πνεύματι Ἁγίῳ,
Μίαν
Οὐσίαν, ἀμέριστον τῇ φύσει,
συμπροσκυνοῦμεν,
συντόνως αἰτούμενοι,
ἵνα
ἄχραντε, Σαῖς λιταῖς πάντας σώσῃ.
Νωχελείης με ἐκσαώσον
Μαρία,
ψυχῆς
τε σαρκός, νοὸς καὶ διανοίας,
ὡς
ἂν προφρόνως, ἐργάσιμος τελέθω,
τῶν
ἐνταλμάτων, Υἱοῦ Σου ὑπέραγνε,
καὶ
γηθοσύνως, προσκυνῶ Σε καὶ σέβω.
ᾨδὴ
θ΄. Τύπον τῆς ἁγνῆς λοχείας Σου.
Μεγάλυνον ψυχή μου, τὴν ἁγνὴν Παρθένον,
τὴν χάριτος πληροῦσαν, τοὺς ἀνυμνοῦντας ταύτην, τὴν σήμερον ἡμέραν.
Νῦν τῶν μοναστῶν ὁ
σύλλογος, θεαστικῶς Παρθένε, ᾄδει Σοι ᾄσματα, δηλῶν ἃς ἐκ Σοῦ, εὐεργεσίας
ἀπήλαυσε, πολυτρόπως Θεόπαις καὶ χάριτας, καὶ πόθῳ προσκυνεῖ Σε, καὶ τὴν ἁγίαν
Εἰκόνα Σου.
Ἀγγέλων αἱ
χορεῖαι, ἐξίσταντο Παρθένε, ὁρῶσαι Σὴν Εἰκόνα, εἰς ὕψος αἰρομένην.
Νῦν ὦ ἱερὸν συνάθροισμα,
συνευφρανθῶμεν θείως πάντες τῷ πνεύματι, ἰδοὺ γὰρ ἡμῶν ἡ προστασία καὶ ἔφορος,
τὴν πηγὴν τῶν θαυμάτων ἠνέωξεν, Αὐτῆς σεπτὴν Εἰκόνα, ξενοπρεπῶς ἐνταῦθα
πέμψασα.
Τὰ θαύματα
Παρθένε, ὑμνολογοῦμεν πάντες, ἅπερ ἀπειργάσω, τὴν σήμερον ἡμέραν.
Ὅταν ὡς Κριτὴς πανάγαθε,
ἐπὶ τῆς γῆς ἐλεύσῃ τοῦ κρῖναι τὰ σύμπαντα, εὐχαῖς Σῆς Μητρός, καὶ Γεωργίου τοῦ
Μάρτυρος, καὶ Ξενοφῶντος τοῦ θείου τὴν ἄφεσιν, δοθῆναι ἡμῶν πᾶσι, τοῖς
ἐπταικόσιν ἱκετεύομεν.
Τιμήσωμεν ἐνθέως, λαοὶ φυλαὶ καὶ γλῶσσαι,
τὴν τῆς Ὀδηγητρίας, Εἰκόνα τὴν ἁγίαν.
Ὕψιστον τεκούσῃ ἄχραντε,
ὑψοποιὰ καὶ θεῖα πρέπει τὰ ᾄσματα, ἀλλὰ καὶ ἐμοῦ, τὸ πενιχρὸν παραβλέψασα, τὴν
ἐκ ψυχῆς ὑμνῳδίαν μοι πρόσδεξαι, καὶ πάντας Βασιλείας, τῆς τοῦ Υἱοῦ Σου
καταξίωσον.
Ἔτερος.
Ἅπας γηγενής.
Ἄγγελοι, τὴν ἄφιξιν τῆς Εἰκόνος, ὁρῶντες
ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τόνδε Ναὸν ἐν δόξῃ.
Ὅσοι ἐν χαρᾷ, τὰ θαύματα
Δέσποινα, τὰ Σὰ κηρύττομεν, πάντες προσκυνοῦμέν Σε, καὶ τὴν ἁγίαν ταύτην Εἰκόνα
Σου, ὑπερτιμῶμεν μέλποντες καὶ ἀσπαζόμεθα, καὶ βοῶμεν· φύλαττε τὴν ποίμνην Σου,
τὴν ᾀεί Σε εὐφήμως γεραίρουσαν.
Ἄγγελοι, καὶ ἄνθρωποι ὁμοφώνως, ἀνύμνουν
παναμώμητε, τῆς Σῆς ἀχράντου Εἰκόνος, τὰ θαύματα καὶ τὴν χάριν.
Ὕμνον ἐκ ψυχῆς, τῇ Κόρῃ
νεάνιδι προσαγαγέτωσαν, ἅπαντες τὴν σήμερον, οἱ φίλοι ταύτης καὶ εὐφημείτωσαν,
τὰ ἱερὰ θαυμάσια καὶ τὴν προμήθειαν, ἣν δεικνύει, χαῖρε ἀνακράζοντες, Θεοτόκε
ἡμῶν ἡ ἀντίληψις.
Ἅπαντες, ὑμνήσωμεν ὁμοφρόνως, τὴν χάριν
καὶ τὸ ἔλεος, καὶ τὴν προμήθειαν αὖθις, τῆς Θεόπαιδος Κόρης.
Ἶσον τῷ Πατρί, τὸν Λόγον
ὑπάρχοντα, τοῦτον ἐγέννησας, ξένως ὑπὲρ ἔννοιν, ἀλλὰ καὶ Μήτηρ πέλεις
φιλάγαθος, χριστιανῶν ἰδίως δέ, τῶν προσκυνοῦντών Σε, καὶ βοῶντων· χαίροις ἡ
λυτρώσασα, ἐκ φθορτᾶς τὸ ἀνθρώπινον.
Ἅπαντες, οἱ δοῦλοί Σου Θεοτόκε,
αἰσθόμενοι τὰ θαύματα, τῆς Σῆς ἀχράντου Εἰκόνος, προσκυνοῦμεν μετὰ δέους.
Μῆτερ ἀγαθή, ἐπάκουσον
δέομαι, τὰς ἐκ καρδίας, ἀναπεμπομένας Σοι, εὐχὰς δεήσεις ᾠδὰς ἐφύμνια, καὶ
δεξαμένη ἄχραντε, τοὺς ἐνεργήσαντας, πρὸς τὴν τούτων, ποίησιν ἀξίωσον, σὺν ἐμοὶ
Βασιλείας τοῦ Τόκου Σου.
Ἕτερος.
Ὢ τῶν ὑπὲρ νοῦν.
Μεγάλυνον
ψυχή μου, τὴν ἁγνὴν Παρθένον, τὴν Σώτειρα τοῦ κόσμου.
Νώμησον ἁγνή, νεμεὰς γὰρ
πλουτοδότης, πέλεις ἄχραντε, ῥεῖθρα τῶν Σῶν χαρίτων, τοῦ Σήθεν κλήρου, τοῦ
θερμῶς προσκυνοῦντας, Εἰκόνα Σου τὴν θείαν, ὡς ἂν εὐθύμως, δῶρα φέρει Σοι,
ὕμνον εὐχαριστίας.
Τιμήσωμεν
ἐνθέως, τῆς παναχράντου Κόρης, μορφὴν τὴν παναγίαν.
Ὅμιλον σεμνή, τῶν ᾦδε
ἀθροισθέντα, μέλψαι Ἄνασσα, Σεῖο θαυματουργίας, ἔλεη οἶξεν, τῆς Θεοῦ
εὐσπλαγχνίας, ῥωννύουσα κατ’ ἄμφω, ὡς εὐεργέτις, ἅμα ὕπερθεν, ἄγουσα μετὰ
μόρον.
Μεγάλυνον
ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.
Ὕψιστε Μονάς, Τριὰς ἡ
παναγία, φύσις ἄκτιστε, πάντα συστησαμένη, ἐκ τοῦ μὴ ὄντως, ὑμνητῶν Σου
προσδέχου, προσκύνησιν λατρείαν ἣν καρδιόθεν, Σοὶ προσφέρομεν, ὕμνους τε τῶν
χειλών.
Μεγάλυνον ψυχή μου, τὴν Κεχαριτωμένην,
Μαρίαν τὴν Παρθένον, χριστιανῶν τὴν δόξαν.
Μῆτερ τοῦ Θεοῦ, ἀπείρανδρε
Παρθένε, δέχου πάναγνε, τήνδε τὴν ὑμνῳδίαν, δῶρον φέριστον, τῆς ἡμῶν εὐτελείας,
ἀμείβουσα προσφόρως, ὡς εὐεργέτις, χάριν σώτειραν, Σήν τε κηδεμονίαν.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἁγνὴ
Παρθένε δέσποινα, Τριάδος τὸ παλάτιον, τοῦ Ἰησοῦ μου ἡ Μήτηρ, καὶ τῶν Ἀγγέλων
Κυρία, τῶν μοναστῶν ἡ Ἔφορος, Χριστιανῶν ἡ πρόμαχος, τοὺς τὴν σεπτήν Σου
Εἰκόνα, πανευλαβῶς προσκυνοῦντας, διάσωζε τῶν κινδύνων. (Δίς)
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος, ἡ τῆς Παρθένου Εἰκών, παραδόξως τὴν σήμερον, ἐπιῤῥέει
νάματα, τὰς ψυχὰς καταρδεύοντα, καὶ τῶν σωμάτων, ῥώσιν χαρίζονται, τοῖς
προσιοῦσι πόθῳ καὶ πίστει τε, καὶ ἀναμέλπουσι, τὰ αὐτῆς τεράστια, πνευματικῶς,
τοίνυν ἑορτάσωμεν, ὦ φιλοπάρθενοι (Δίς)
Σήμερον,
πιστοὶ ἐμπλήσθητε, πνευματικῆς ἐδωδῆς, καὶ τροφῆς ἀθανάτευτε, πόας τῆς τοῦ
Πνεύματος, ἣν ἡ Ἄνασσα προὔθηκε, ψυχὰς ῥωννύει αὕτη καὶ κάθαρσιν, παθῶν
χαρίζεται, καὶ ἐπανόρθωσιν, βίον καὶ ἄφεσιν, τῶν πταισμάτων ἅπασι, τοῖς ἐκ
ψυχῆς, αἴνεσιν προσάγουσι, τῇ Θεομήτορι.
Φύλαττε,
ᾀεὶ πανάχραντε, τὴν ἱεράν Σου Μονήν, ἣν ἐλίμησας πάναγνε, διὰ τῆς Εἰκόνος Σου,
Γεωργίου τοῦ Μάρτυρος, καὶ Ξενοφῶντος, θείαις δεήσεσι, καὶ τοὺς ἐν ταύτῃ,
πάντας ἱκάνωσον, φέρειν τοῦ Πνεύματος, τοὺς καρποὺς καὶ μέλπειν Σοι διὰ παντός,
Πόλιν εἰς οὐράνιον, θεοχαρίτωτε.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. α΄.
Δεῦτε,
οἱ τοῦ Ὄρους μονασταί, ὅσοι τῶν χαρίτων ἀπολαύετε, Μαρίας τῆς Παρθένου. Δεῦτε,
ἀνυμνήσωμεν προθύμως, τῆς Θεοτόκου Κόρης τὰ θαυμάσια. ᾌσωμεν αὐτῇ ἐγκώμια,
γηθοσύνως κραυγάζοντες· Χαῖρε Κεχαριτωμένη, ἡ ἀπ’ αἰῶνος προορισθεῖσα γενέσθαι
Μήτηρ τοῦ Θεοῦ· χαῖρε, τοῦ Ἰησοῦ μου εὐρύχωρον ἀνάκτορον, καὶ τῆς Τριάδος ὅλης
τὸ θεῖον ἤδυσμα· χαῖρε, ἡμῶν ἡ προστασία καὶ Ἔφορος, ἡ κηδεμὼν καὶ μεσιτεία.
Ἀλλ’ ὦ Θεόπαις Δέσποινα, ὥσπερ συνήγαγες ἡμᾶς διὰ τῆς παραδόξου θαυματουργίας,
τῆς σεπτῆς Σου Εἰκόνος, οὕτω καὶ ἐν τῷ μέλλοντι ἀξίωσον, ὁμοφώνως δοξάζειν Σε.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου