Τρίτη 19 Ιουνίου 2018

ΑΥΓΟΥΣΤΟΣ 15. ΚΟΙΜΗΣΙΣ ΠΑΝΑΓΙΑΣ ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ ΑΚΟΛΟΥΘΙΑΣ


ΑΥΓΟΥΣΤΟΣ ΙΕ΄.
ΚΟΙΜΗΣΙΣ ΠΑΝΑΓΙΑΣ
ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ

Εἰς τὸν Μικρὸν Ἑσπερινόν.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῇ ἀθανάτῳ κοιμήσει τῆς Θεομήτορος, ἀγγέλων δῆμος χαίρει, ταύτην ἀφικνουμένην· μοναῖς ἐν οὐρανίοις νῦν καθορῶν, καὶ πρὸς αἶνον ἐξόδιον, τῶν ἀποστόλων ἡ ἔνθεος συνδρομή, ἐκ Θεοῦ ταύτῃ δεδώρηται. (Δίς).

Ζωὴν τὴν ἄνω ποθοῦσα ταύτην κατείληφας, Θεογεννῆτορ Κόρη, παρθενίας τὸ ἄνθος, Χριστὸν ἡ τετοκυῖα· ὅθεν καὶ νῦν, εὐλαβῶς σοι παρέστηκε, τῶν Ἀποστόλων ὁ δῆμος ἐν τῇ σεπτῇ, σοῦ κηδείᾳ Θεονύμφευτε.

Σοῦ νῦν τὴν ἄνοδον Κόρη πρὸς τὰ οὐράνια, τὰ τῶν ἀγγέλων πλήθη, ἀποστόλων ὁ δῆμος, πιστῶν ἅπαν τὸ στίφος ἀνευφημεῖ, διὰ σοῦ γὰρ καὶ ἅπαντες, ἀνεκαινίσθημεν ἄνθρωποι τὴν καλήν, ἀνακαίνισιν θεόνυμφε.

Δόξα. Καὶ νῦν. Ἦχος Πλ. β´.
Δεῦτε τὴν παγκόσμιον κοίμησιν, τῆς Παναμώμου Θεοτόκου ἑορτάσωμεν, σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν μετάστασιν τῆς θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς ἐπὶ γῆς συγκαλοῦσι τοῦ βοᾶν, ἀσιγήτῳ φωνῇ· Χαῖρε ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους σκηνὰς μετοικήσασα. Χαῖρε ἡ τῶν μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἕν συναγαγοῦσα. Χαῖρε ἡ ἐλπὶς καὶ σωτηρία ἡμῶν, σὲ γὰρ χριστιανῶν τὸ γένος ἀπαύστως μακαρίζομεν.












Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Στίφη τῶν μαθητῶν, καὶ θείων ἀποστόλων, ἀθροίσθητε κηδεῦσαι, τὸ θεοδόχον σῶμα, τῆς μόνης Θεομήτορος.

Στ.: Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν Σου, Σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός Σου.
Σὺ δὲ ὁ ἐξ Αὐτῆς, ἐκλάμψας ἀποῤῥήτως, υἱοπρεπῶς τὸ πνεῦμα, τὸν ἄχραντον χειρίζον, τῆς Θεοτόκου Δέσποτα.

Στιχ.: Ὤμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν ...
Ὅτε πρὸς τὸν ἐκ Σοῦ, τεχθέντα μετετέθης, συνῆλθον ἐν νεφέλαις, τὸ σῶμά σου κηδεῦσαι, Παρθένε οἱ ἀπόστολοι.

Δόξα, καὶ νῦν, ὅμοιον.
Πύλαι τὸν οὐρανῶν, ἐπάρθητε ὁρῶσαι, τὴν πύλην τοῦ ὑψίστου, χωροῦσαν μετὰ δόξης, πρὸς τὸν Υἱὸν καὶ Κύριον.
























ΟΡΘΡΟΣ

Συμπληρωματικὰ τροπάρια, στὸν 2ο κανόνα τοῦ Ὄρθρου.
 (Ἐκ χειρογράφου Ἀκολουθίας τῆς Ἁγίας Κυριακής,  τῆς Δημόσιας Βιβλιοθήκης Ζαγοράς)
 (Σημείωσις: Πρὸς διευκόλυνσιν, τὰ πρόσθετα τροπάρια σημειοῦνται διὰ πλαγίων χαρακτήρων.)

Κανὼν δεύτερος. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α'. Ἦχος δ'. Ὁ Εἱρμός. Ἀνοίξω τὸ στόμα μου.
Παρθένοι νεάνιδες, σὺν Μαριὰμ τῇ Προφήτιδι, ᾠδὴν τὴν ἐξόδιον νῦν ἀλαλάξατε· ἡ Παρθένος γάρ, καὶ μόνη Θεοτόκος, πρὸς λῆξιν οὐράνιον διαβιβάζεται.
Ἐν γλώσσαις ὡς ἔπνευσας, ταῖς πυριπνόοις τὴν χάριν σου, σοῦ δέομαι Δέσποτα, σῷ φίλῳ καὶ μαθητῇ, οὕτως ἔμπνευσον, κἀμοὶ τοῦ λόγου χάριν, λόγοις ὅπως μέλψωμαι, τοῦτον καὶ ᾄσματα.
Τὸ φέγγος τῆς χάριτος, καταυγαζόμενοι ἔνδοξοι, τοὺς πίστει γεραίροντας, ὑμῶν τὴν ἄθλησιν, καταυγάσατε, Κυριακὴ παρθένε, Χριστοῦ Ἐλευθέριε, Μάρτυρες πάνσεπτοι.
Ἀξίως ὡς ἔμψυχον, σὲ οὐρανὸν ὑπεδέξαντο, οὐράνια Πάναγνε, θεῖα σκηνώματα, καὶ παρέστηκας, φαιδρῶς ὡραϊσμένη, ὡς νύμφη πανάμωμος, τῷ Βασιλεῖ καὶ Θεῷ.

ᾨδὴ γ΄. Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.
Θνητῆς ἐξ ὀσφύος προαχθεῖσα, τῇ φύσει κατάλληλον Ἁγνή, τὴν ἔξοδον διήνυσας, τεκοῦσα δὲ τὴν ὄντως ζωήν, πρὸς τὴν ζωὴν μεθέστηκας, τὴν θείαν καὶ ἐνυπόστατον.
Χειμάζει με κλύδων ἁμαρτίας, καὶ σάλος ἀτόπων λογισμῶν, σπλαγχνίσθητι πανεύφημε, καὶ χεῖρας βοήθειας μοι, Κυριακὴ βοήθησον, ὅπως σὲ ἀεὶ μακαρίζω σε.
Κυκλούμενος πάθεσι ποικίλοις, προθύμως προστρέχῳ τῇ ὑμῶν σκέπῃ Χριστοῦ Ἀπόστολε, καὶ Μάρτυς Ἐλευθέριε, κινδύνων σὺ ἀπάλλαξον, ἡμᾶς ἐσοῦ ταῖς δεήσεσιν.
Δῆμος θεολόγων ἐκ περάτων, ἐξ ὕψους Ἀγγέλων δὲ πληθύς, πρὸς τὴν Σιὼν ἠπείγοντο, παντοδυνάμῳ νεύματι, ἀξιοχρέως Δέσποινα, τῇ σῇ ταφῇ λειτουργήσαντες.



ᾨδὴ δ΄. Εἱρμός. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.
Θάμβος ἦν θεάσασθαι τὸν οὐρανόν, τοῦ Παμβασιλέως τὸν ἔμψυχον, τοὺς κενεῶνας, ὑπερχόμενον τῆς γῆς. Ὡς θαυμαστὰ τὰ ἔργα σου· Δόξα τῇ δυνάμει σου Κύριε.
Δούλους ἡμᾶς ἔνδοξε ὄντας παθῶν, ταὶς πρὸς τὸν Θεὸν ἱκεσίαις σου ἐλευθερώσεις, Ἐλευθέριε, Χριστοῦ ἱεροάθλων μέγιστε, καὶ Αὐτοῦ τὸν Παράδεισον, ὅπως κερδίσουμε.
Μάρτυς ἀξιάγαστε Κυριακή, σὺν τῷ Ἰωάννῃ ἱκέτευε τῷ Θεολόγῳ, τοῦ ῥυσθῆναι χαλεπῶν κινδύνων τοὺς γεραίροντας μνήμην τὴν ὑμῶν τὴν σωτήριον.
Ἐν τῇ Μεταστάσει σου Μῆτερ Θεοῦ, τὸ εὐρυχωρότατον σῶμά σου καὶ θεοδόχον, τῶν Ἀγγέλων στρατιαί, ἱερωτάταις πτέρυξι, φόβῳ καὶ χαρᾷ συνεκάλυπτον.
Εἰ ὁ ἀκατάληπτος ταύτης καρπός, δι' ὃν οὐρανὸς ἐχρημάτισε, ταφὴν ὑπέστη, ἑκουσίως ὡς θνητός, πῶς τὴν ταφὴν ἀρνήσεται, ἡ ἀπειρογάμως κυήσασα;

ᾨδὴ ε΄. Εἱρμός. Ἐξέστη τὰ σύμπαντα.
Κροτείτωσαν σάλπιγγες, τῶν θεολόγων σήμερον, γλῶσσα δὲ πολύφθογγος ἀνθρώπων, νῦν εὐφημείτω, περιηχείτω ἀήρ, ἀπείρῳ λαμπόμενος φωτί· Ἄγγελοι ὑμνείτωσαν, τῆς Παρθένου τὴν Κοίμησιν.
Ἡ γλῶσσά σου κάλαμος, τὸν παρὰ τὴν λήθην γέγονε, ὀξέως τὴν λύτρωσιν, διδόντας τοῖς ἐπιγνοῦσι τὴν δεσποτείαν αὐτοῦ, καὶ ἡμῖν ἐμπνέοντα ψυχαῖς, γνῶσιν ἐπουράνιον, Ἰωάννη Ἀπόστολε.
Ἰάτρευσον δέομαι, τὰ τῆς ψυχῆς μου ὄμματα, Μάρτυς Ἐλευθέριε τρισμάκαρ, καὶ ἔμπνευσόν μοι χάριν οὐράνιον, Νύμφη τοῦ Χριστοῦ Κυριακή, ἵνα κατοπτρίζωμεν, ἐφετῶν τὸ ἀκρότατον.
Τὸ σκεῦος διέπρεπε, τῆς ἐκλογῆς τοῖς ὕμνοις σου, ὅλος ἐξιστάμενος Παρθένε, ἔκδημος, ὅλως, ἱερωμένος Θεῷ, τοῖς πᾶσι θεόληπτος καὶ ὢν, ὄντως καὶ δεικνύμενος, Θεοτόκε πανύμνητε.










ᾨδὴ στ΄. Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Ἐκ σοῦ ζωὴ ἀνατέταλκε, τὰς κλεῖς τῆς παρθενίας μὴ λύσασα· πῶς οὖν τὸ ἄχραντον, ζωαρχικόν τε σου σκήνωμα, τῆς τοῦ θανάτου πείρας γέγονε μέτοχον;
Ὑμνολογῶ σου τὴν ἄθλησιν, δοξάζω τοὺς γενναίους ἀγῶνάς σου, ταῖς ἱκεσίαις σου, Κυριακήν μὲ ἀπάλλαξον, παθῶν καὶ ἀιώνιον, δόξης ἀξίωσον.
Ὑμῶν τὴν μνήμην τὴν πάνσεπτον, Ἀπόστολε Χριστοῦ ἐπιστήθιε, τοὺς ἑορτάζοντας, καὶ Ἐλευθέριε ἔνδοξε, παντὸς κινδύνων, ῥύσασθε ἱκετεύομεν.
Ζωῆς ὑπάρξασα τέμενος, ζωῆς τῆς ἀϊδίου τετύχηκας· διὰ θανάτου γάρ, πρὸς τὴν ζωὴν μεταβέβηκας, ἡ τὴν ζωὴν τεκοῦσα τὴν ἐνυπόστατον.

ᾨδὴ ζ΄. Εἱρμός. Οὐκ ἐλάτρευσαν.
Νεανίσκοι καὶ παρθένοι τῆς Παρθένου τε, καὶ Θεομήτορος, τὴν μνήμην σέβοντες, πρεσβῦται καὶ ἄρχοντες, καὶ βασιλεῖς σὺν κριταῖς, μελῳδήσατε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἐχρημάτισας Ἀπόστολε πανεύφημε, θεῖον ἐκτύπωμα, καὶ ἀδελφὸς τοῦ Χριστοῦ, ἀγάπῃ καὶ χάριτι, ᾧ ψάλλων ἔλεγες, ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Τὰ νοσήματα καὶ πάθη φυγαδεύοντας, δραπετεύεται ἡ τῶν δαιμόνων πληθύς, τοῖς ἱεροῖς χαρίσμασι τοῦ θείου Πνεύματος, ᾧ καὶ ψάλλομεν Κυριακὴ πανεύφημε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Σαλπισάτωσαν τῇ σάλπιγγι τοῦ Πνεύματος, ὄρη οὐράνια, ἀγαλλιάσθωσαν νῦν, βουνοὶ καὶ σκιρτάτωσαν θεῖοι, Ἀπόστολοι, ἡ Βασίλισσα, πρὸς τὸν Υἱὸν μεθίσταται, σὺν αὐτῷ ἀεὶ κρατοῦσα.
Ἡ πανίερος Μετάστασις τῆς θείας σου, καὶ ἀκηράτου Μητρός, τὰ ὑπερκόσμια, τῶν ἄνω Δυνάμεων, ἤθροισε τάγματα, συνευφραίνεσθαι, τοῖς ἐπὶ γῆς σοι μέλπουσιν· ὁ Θεὸς εὐλογητὸς εἶ.













ᾨδὴ η΄. Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Τὴν μνήμην σου ἄχραντε Παρθένε, Ἀρχαί τε καὶ Ἐξουσίαι σὺν Δυνάμεσιν, Ἄγγελοι, Ἀρχάγγελοι, Θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ δοξάζουσι, καὶ τὰ φρικτὰ Σεραφίμ, ἀνθρώπων δὲ τὸ γένος ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὥσπερ ἀστραπή, τῇ οίκουμένῃ, ὁ Λόγος τὸν θεολόγον ἐξαπέστειλε, ζόφον μὲν διώκοντα, ἔθνη δὲ φωτίζοντα θεολογίας δόγμασιν, ὅθεν καὶ ἔψαλλε, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἡ εὐαγεστάτη τῶν Ἁγίων πανήγυρις, χαρμοσύνως ἐπεδήμησε, κόσμον καταγαύζουσα, πάντας κατεφραίνουσα, Κυριακῆς τῆς Μάρτυρος, Ἐλευθέριον ὁμοῦ· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὁ ξένως οἰκήσας Θεοτόκε, ἐν τῇ ἀχράντῳ νηδύϊ σου σαρκούμενος, οὗτος τὸ πανίερον, πνεῦμά σου δεξάμενος, ἐν ἑαυτῷ κατέπαυσεν, ὡς ὀφειλέτης Υἱός· διὸ σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὢ τῶν ὑπὲρ ἔννοιαν θαυμάτων, τῆς ἀειπαρθένου καὶ Θεομήτορος! τάφον γὰρ οἰκήσασα, ἔδειξε Παράδεισον, ᾧ παρεστῶτες σήμερον, χαίροντες ψάλλομεν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Εἱρμός. Ἅπας γηγενής.
Δεῦτε ἐν Σιών, τῷ θείῳ καὶ πίονι, ὄρει τοῦ ζῶντος Θεοῦ, ἀγαλλιασώμεθα, τὴν Θεοτόκον ἐνοπτριζόμενοι· πρὸς γὰρ τὴν λίαν κρείττονα, καὶ θειοτέραν σκηνήν, ὡς Μητέρα, ταύτην εἰς τὰ Ἅγια, τῶν Ἁγίων Χριστὸς μετατίθησι.
Ἄγει ἑορτήν, χαρμόσυνον ἔνδοξε, Κυριακὴ τοῦ Χριστοῦ, σὲ πανηγυρίζουσα, ἡ Ἐκκλησία τὰ θεῖα θαύματα, καὶ τοὺς λαμπροὺς ἀγῶνάς τε, καὶ κατορθώματα, καὶ βοᾷ σοι, ἄφθονα χαρίσματα, τοῖς ὑμνοῦσί σε βράβευε πάνσεμνε.
Φίλε τοῦ Χριστοῦ, παρθένε Απόστολε καὶ ἐπιστήθιε, φίλε Χριστοῦ Κυρίου, σὲ δυσωποῦμεν θερμοῖς τοῖς δάκρυσιν, ὑπὲρ ἡμῶν τὴν δέησιν τῶν εὐφημούντων σε, καὶ αἰνούντων σὺν σοὶ Ἐλευθέριον , Ἱερέων Μαρτύρων τὸ καύχημα.
Δεῦτε οἱ πιστοί, τῷ τάφῳ προσέλθωμεν, τῆς Θεομήτορος, καὶ περιπτυξώμεθα, καρδίας χείλη ὄμματα μέτωπα, εἰλικρινῶς προσάπτοντες, καὶ ἀρυσώμεθα, ἰαμάτων, ἄφθονα χαρίσματα, ἐκ πηγῆς ἀενάου βλυστάνοντα.
Δέχου παρ' ἡμῶν, ᾠδὴν τὴν ἐξόδιον, Μῆτερ τοῦ ζῶντος Θεοῦ, καὶ τῇ φωτοφόρῳ σου, καὶ θείᾳ ἐπισκίασον χάριτι, τῷ Βασιλεῖ τὰ τρόπαια, τῷ φιλοχρίστῳ λαῷ, τὴν εἰρήνην, ἄφεσιν τοῖς μέλπουσι, καὶ ψυχῶν σωτηρίαν βραβεύουσα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου