ΣΕΠΤΕΜΒΡΙΟΣ 26!!
ΑΝΔΡΕΟΥ ΑΠΟΣΤΟΛΟΥ
ΕΠΑΝΑΦΟΡΑ ΤΙΜΙΑΣ ΚΑΡΑΣ ΕΝ ΠΑΤΡΑΙΣ
ΑΚΟΛΟΥΘΙΑ
(+Μητροπολίτου
πρώην Πατρῶν Νικοδήμου)
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανευφημοι Μάρτυρες.
Πατρέων
ἡ πόλις ἡ κλεινή, γηθομένη σήμερον, πανηγυρίζει ἐξάδουσα, ὕμνον ἑόρτιον, ἐπὶ
ἀνακτήσει, θησαυροῦ σεπτοῦ αὐτῆς, τῆς Κάρας
τῆς τιμίας σου ἔνδοξε, Χριστοῦ Ἀπόστολε· εξ
ἐθνῶν γὰρ ἐμαθήτευσας, ἐν Κυρίῳ Ἀνδρέα τὴν
ποίμνην σου.
Συγχαίρει
σοι πόλις τῶν Πατρῶν, Ἐκκλησία σύμπασα, συνεορτάσαι σοι θέλουσα, ὅτι ἀπέλαβες,
τὸν νυμφαγωγόν σου, σεπτὸν πολιοῦχόν τε, Ἀνδρέαν
τὸν Πρωτόκλητον ἤδη σοι ἐπανακάμψαντα, τοῖς
αὐτοῦ λειψάνοις ἵνα σοι, εὐλογίαν καὶ δόξαν χαρίζηται.
Παλαίφατος
ἀποστολική, τῶν Πατρῶν μητρόπολις, τῆς Αχαΐας τὸ σέμνωμα, σοὶ ἐπορφύρωσεν, Ἀποστόλου αἷμα, τὸ στεῤῥὸν θεμέλιον, Ἀνδρέου οὖν ὑπάρχουσα κλῆρός τε, θρέμμα καὶ
βλάστημα, περικλύτῳ ἐν ναῷ σου νῦν, αὐτοῦ Κάραν πλουτεῖς χαριτόβρυτον.
Ἕτερα.
Ὀ αὐτός. Τῶν οὐρανίων Ταγμάτων.
Ἀνδρέα
δέξαι τὸν ὕμνον τὸν χαριστήριον, ὅνπερ ἐξάδει ἔνθους, ἠ σὴ ποίμνη βοῶσα· σὺ
πρόστηθι καὶ αὖθις ὡς κεφαλή, καὶ ποιμὴν ποθεινότατος, καὶ τῷ Κυρίῳ προσάγαγε
τὴν ἡμῶν, ὑμνῳδίαν τε καὶ αἴνεσιν.
Ἀνδρέα
πρόσδεξαι πάντας τοὺς σοὶ προστρέχοντας, καὶ τὴν σεπτήν σου Κάραν, εὐλαβείᾳ
τιμῶντας· καὶ χαίρων οὐρανόθεν καὶ κοινωνῶν, τῇ χαρᾷ τῶν ἐκγόνων σου, οἷς
ἀπεδόθης ἀπέλαβές τε αὐτός, πρὸς Θεὸν πάντων μνημόνευε.
Ἀνδρέου
πάντιμον Κάραν αὖθις εὑρήκαμεν· καὶ ὡς ἐκεῖνος πρώην, τὸν Μεσσίαν ὡς ἔγνω,
εὑρήκαμεν ἐβόα τῷ ἑαυτοῦ, αὐταδέλφῳ τῷ Σίμωνι, Πέτρῳ κλεινῷ κορυφαίῳ νῦν καὶ
ἡμεῖς, θησαυρὸν αὐτὴν ἐγνώκαμεν.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
φαιδρύνεται, σὺν τῇ πόλει τῶν Πατρῶν, ἡ Ἀχαΐα πᾶσα· καὶ σὺν Πελοποννήσῳ Ἑλλὰς
σύμπασα, ἀποστολικῇ παρουσίᾳ καὶ πανηγύρει. Ἕλλησι γάρ τε καὶ βαρβάροις
ὀφειλέτην ἑαυτὸν ἡγησάμενος, Ἀνδρέας ὁ Ἀπόστολος, διέδραμεν ἐξ ἄμφω,
εὐαγγελιζόμενος Χριστόν. Καὶ Αὐτοῦ τὰ στίγματα ἐν τῷ σώματι βαστάζων ἤδη,
ἐφοίνιξεν ἐν αἵματι τὴν γῆν Πατρέων, ἐν ᾗ κατήντησε. Ταύτην δὲ οὐ διέλιπε σκέπῃ
περιέπων καὶ θαύμασιν εὐεργετῶν, ἐκ πηγῆς λειάνων αὐτοῦ· ὅθεν, τῆς Κάρας αὖθις
εὐμοιροῦντες αὐτοῦ, ἑορτίως εὐφραινόμεθα, καὶ γεραίρομεν Αὐτὸν παγγενῶς
ἀσπαζόμενοι.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Πράξεων
τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (α΄, 12-14)
Ἐν
ταῖς ἡμέραις ἐκείναις ὑπέστρεψαν (οἱ Ἀπόστολοι) εἰς Ἱερουσαλήμ, σαββάτου ἔχον
ὁδόν. Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον, οὗ ἦσαν καταμένοντες, ὅ τε
Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος
καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου. Οὗτοι
πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει, σὺν γυναιξὶ
καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
Πράξεων
τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (ε΄, 12-16)
Ἐν
ταῖς ἡμέραις ἐκείναις διὰ τῶν χειρῶν τῶν Ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν
τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ τοῦ Σολομῶντος· τῶν δὲ
λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· μᾶλλον δὲ
προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, ὥστε κατὰ τὰς
πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάτων, ἵνα
ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν, Συνήρχετο δὲ καὶ τὸ πλῆθος
τῶν πέριξ πόλεων εἰς Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ
πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (ε΄, 18-21, 25, 27, 34-35,
38-42)
Ἐν
ταῖς ἡμέραις ἐκείναις ἐπέβαλον (οἱ Σαδδουκαῖοι) τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς
Ἀποστόλους, καὶ ἔθεντο αυτοὺς ἐν τηρήσει δημοσίᾳ. Ἄγγελος δὲ Κυρίου διὰ τῆς
νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· πορεύεσθε, καὶ
σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. Ἀκούσαντες
δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον... Παραγενόμενος δέ τις
ἀπήγγειλεν ὅτι ἰδοὺ οἱ ἄνδρες, οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ
ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν... Ἀγαγόντες δὲ αυτοὺς ἔστησαν ἐν τῷ
συνεδρίῳ... Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιήλ,
νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ τις τοὺς Ἀποστόλους
ποιῆσαι, εἶπέ τε πρὸς αὐτούς· ἄνδρες Ἰσραηλῖται... ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων
τούτων καὶ ἐάσατε αὐτούς· ὅτι ἐὰν ᾗ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο,
καταλυθήσεται · εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλύσαι αὐτό, μήποτε καὶ
θεομάχοι εὑρέθητε. Ἐπείσθησαν δὲ αὐτῷ, καὶ προσκαλεσάμενοι τοὺς Ἀποστόλους
δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς.
Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ
ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι· πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’
οἶκον οὐκ ἐπαύσαντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν τὸν Χριστόν.
Λιτή.
Ἦχος α΄.
Εὐφραίνου
ἐν Κυρίῳ, πόλις τῶν Πατρέων, καὶ ἀλλαλαγμῷ σκίρτησον· μακάριος γὰρ ὁ λαός σου ὁ
γινώσκων ἀλλαλαγμόν, καὶ πανδήμως ἀγειρόμενος, τοῦ Πρωτοκλήτου ὑπαντῆσαι τὴν
πάνσεπτον Κάραν, τὴν ἄπειρα θαύματα βρύουσαν καὶ προχέουσαν ἀφθόνως τὸ θεῖον
ἔλεος.
Ἦχος
β΄.
Ἔπρεπε
τὴν πενθηφόρον γενομένην πόλιν τῆς ὀρφανίας λυθῆναι, καὶ τὸν αὐτῆς φωστῆρα καὶ
Ἀπόστολον ἰδεῖν αὖθις καὶ προσπτύξασθαι, καὶ λιτανεύειν αὐτοῦ τὴν πάντιμον
Κάραν, τῇ εὐδοκίᾳ Θεοῦ ἀνακομισθεῖσαν.
Ἦχος
γ΄.
Τὸν
συναίμονα Πέτρου, καὶ Χριστοῦ μαθητήν, τῶν ἰχθύων ἀγρευτήν, καὶ ἁλιέα τῶν
ἀνθρώπων, ἐν ὕμνοις τιμήσωμεν, Ἀνδρέαν τὸν Ἀπόστολον· τοῦ γάρ, Ἰησοῦ τὰ
διδάγματα, πάντας ἐξεπαίδευσε τοῖς δόγμασι, καὶ ὡς δέλεαρ ἰχθύσι, τὰς σάρκας
τοῖς ἀνόμοις παρέδωκε, καὶ τούτους ἐσαγήνευσεν. Αὐτοῦ ταῖς ἱκεσίαις
Χριστέ, παράσχου τῷ λαῷ σου εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος
δ΄.
Οὐκ
ἔδει σε Ἀπόστολε, τὴν γῆν Πατρέων καταλείψαντα, παροικεῖν ἐν τῇ ξένῃ· ἀλλ’ ἐν
δυσχειμέροις καιροῖς, ἐκ λαοῦ σου ἀποιχόμενος, κατεπιστεύθης τοῖς ἐν Ῥώμῃ· ὅθεν
ἄρτι ἐπανῆκες, βραβεύων πᾶσι τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. α΄.
Μακαρίζομέν
σε ὦ Πρωτόκλητε κῆρυξ, καὶ δοξάζομέν σου τὸ μακάριον τέλος· σταυρῷ
προσωμίλησας, Χριστὸν ἐκιμιμούμενος, ἡ δὲ ἁγία σου Κάρα, ἡμῖν ἐχαρίσθη
θησαύρισμα.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις
ὁ λογικὸς οὐρανός, δόξαν Θεοῦ διαπαντὸς διηγούμενος, ὁ πρῶτος Χριστῷ
καλοῦντι, καθυπακούσας θερμῶς, καὶ ἀμέσως τούτῳ συγγενόμενος, ὑφ' οὗ
πυρσευόμενος, καθωράθης φῶς δεύτερον, καὶ τοὺς ἐν σκότει, ἀστραπαῖς σου
ἐφώτισας, ἀγαθότητα, τὴν αὐτοῦ ἐκμιμούμενος. Ὅθεν τὴν παναγίαν σου, τελοῦμεν
πανήγυριν, καὶ τῶν λειψάνων τὴν θήκην, περιχαρῶς ἀσπαζόμεθα, ἐξ ἧς ἀναβλύζεις,
σωτηρίαν τοῖς αἰτοῦσι, καὶ μέγα ἔλεος.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Χαίρων,
ἀνῆλθες μέχρι σταυροῦ, ὡς ὁ δεσπότης σου Χριστὸς παναοίδιμε, Ἀνδρέα Πατρῶν ὁ
στῦλος, καὶ πολιοῦχος δοκῶν, εἶναι ἀληθείᾳ καὶ οὐ φάσματι· τὸν τάφον σου
σέβομεν, καὶ ναῷ σου προστρέχομεν, τῶν δὲ λειψάνων, στερηθέντες σου πρότριτα,
νῦν τὴν πάντιμον, λιτανεύομεν Κάραν σου· πρέσβευε οὖν πρὸς Κύριον, ἑνότητα
πίστεως, ταῖς Ἐκκλησίαις διδόναι καὶ τὴν εἰρήνην τὴν ἄνωθεν, τῷ κόσμῳ
βραβεῦσαι, τὴν φρουροῦσαν τὰς καρδίας, νοῦν δ’ ὑπερέχουσαν.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ
χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χαίρει,
λαὸς Κυρίου πολύς, ἀνὰ τὰς χώρας παροικῶν ἃς διέδραμες, λευκάς σοι ὀφθείσας
ἤδη, πρὸς θερισμὸν ἐν Χριστῷ, ἃς καλῶς Ἀνδρέα ἐγεώργησας· συγχαίρειν δ’
ἐθέλουσι, καὶ αἱ πόλεις αἷς ἔλαχον, διασπαρέντα, σῶν λειψάνων κατάλοιπα, θείας
Κάρας σου, κληρωθείσης Πατρέων γῇ· ἣ καὶ νῦν προεξάρχουσα σεμνῆς πανηγύρεως,
ἐκδυσωπεῖ συναφθῆναι, πάντας εἰς μίαν ἑνότητα, εἰς ἓν σῶμα πάντας, ὧν εἰς
Κύριον καὶ πίστις μία καὶ βάπτισμα.
Δόξα.
Ἦχος πλ. δ΄.
Ἔχει
μὲν ἡ θειοτάτη σου ψυχή, πανεύφημε Ἀπόστολε, τὴν οὐράνιον Ἱερουσαλὴμ κατοικητήριον·
τὸ δὲ πάντιμόν σου σκῆνος μεμέρισται, μελισθὲν εἰς εὐλογίαν πολλῶν καὶ
θησαύρισμα ἐκκλησιῶν κατὰ τόπους· ὡς δ’ ἐν Πάτραις καταντήσας τετέλεκας τὸν σὸν
δρόμον Πρωτόκλητε, οὕτως αὐτόθι τὴν σὴν Κάραν ἐκληρώσω· διὸ αἰτοῦμέν σε, Ἀνδρέα
παναοίδιμε, τοῦ πρεσβεύειν τῷ Σωτῆρι Χριστῷ, τῇ κεφαλῇ τῆς Ἐκκλησίας, ἵνα
πάντες ἓν ὦσιν, ὡς σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους, οἱ τῶν σῶν λειψάνων νῦν καὶ
πρώην μέτοχοι.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’.
Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τῷ
Δεσπότῃ τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι,
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα.
Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Ὡς
θεῖον θησαύρισμα καταπιστεῦσαι ποθῶν, εἰς Ῥώμην ἐκόμισε Παλαιολόγων βλαστός,
δουλείας ἐν ἔτεσι, Κάραν σου τὴν ἁγίαν, ἐκ Πατρῶν ὦ Ἀνδρέα, σὺ δὲ τῷ κορυφαίῳ,
ἀδελφῷ ἐκοινώνεις· διὸ ἐπιστραφεῖσαν ἡμῖν, προστάτιν κεκτήμεθα.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α' Τὸν τάφον σου Σωτήρ
Ὡς
θεῖον Μαθητήν, καὶ Πρωτόκλητον πάντων, Χριστοῦ τῶν Μαθητῶν, εὐφημοῦμέν σε πόθῳ,
Ἀνδρέα Ἀπόστολε, καὶ πιστῶς ἐκβοῶμέν σοι· ῥῦσαι ποίμνην σου, ἣν ἐκ Θεοῦ
ἐπιστεύθης, πάσης θλίψεως, καὶ ἀναγκῶν καὶ σκανδάλων, καὶ πάσης κακώσεως.
Δόξα...
Καὶ νῦν ... Θεοτοκίον
Τὰς
χεῖράς σου σεμνή, νῦν ἐκτείνασα οἴκτῳ, βοήθειαν ἡμῖν, ἐξ Ἁγίου παράσχου, καὶ
δίδου ἀκίνδυνον, τὴν ζωὴν διανύσασθαι, τοὺς δοξάζοντας, τὸν σόν πανάγιον Τόκον,
καὶ σὲ Δέσποινα, ἐπιγραφομένους Κόρη, ἐλπίδα καὶ καύχημα.
Μετὰ
τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοῦ
πανευφήμου Ἀποστόλου τὴν Κάραν, μετ’ ἐκδημίαν προσλαβόντες αἰώνων, ἐν εὐλαβείᾳ
δεῦτε ἀσπασώμεθα, καὶ καθικετεύσωμεν, τὸν Πρωτόκλητον πάντες, ὅπως δυσωπῶν ἀεί,
τὸν Σωτῆρα αἰτῆται, τῶν οἰκτιρμῶν τὰ πλήθη ἐφ’ ἡμᾶς, τοὺς προσιόντας, λειψάνῳ σεπτῷ
αὐτοῦ.
Δόξα...
Καὶ νῦν ... Θεοτοκίον
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ Σὺ
προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους
σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν
Πατρέων ὁ δῆμος ποιμένα κέκτηται, Ὀρθοδόξων δὲ πλήθη ἐγκαλλώπιζονται, ἐν σοὶ
Ἀνδρέα τοῦ Κυρίου Ἀπόστολε, ἀρχιτέκτονι σοφῷ, τῆς Μεγάλης τοῦ Χριστοῦ,
πρεσβυγενοῦς Ἐκκλησίας· διὸ πλουτοῦμεν λαβόντες, τὴν χαριτόβρυτον κάραν σου.
Δόξα...
Καὶ νῦν ... Θεοτοκίον
Τῶν
ἐν σοὶ τὰς ἐλπίδας Παρθένε ἄχραντε, ἀνενδοιάστως ἐχόντων σκέπη ὑπάρχουσα, ἐκ
ποικίλων πειρασμῶν καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον ἡμᾶς,
πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, καὶ σῶσον πάντας
τοὺς ἀνυμνοῦντάς σε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον. Ἦχος πλ. δ':
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ
χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, κατὰ Ματθαῖον: Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ Ἰησοῦς
παρὰ τὴν θάλασσαν... Ζήτει Κυριακὴ β'
Ὁ Ν'
Δόξα... Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν... Ταῖς τῆς
Θεοτόκου...
Εἶτα τὸ Ἰδιόμελον. Ἦχος β'. Στ.: Ἐλέησόν με ὁ
Θεός...
Τὸν
Πρωτόκλητον, ἀθροισθέντες πιστοί, σήμερον εὐφημήσωμεν· οὗτος γὰρ ἠξίωται, ἐκ
τῶν Μαθητῶν, πρῶτος γνῶναι τὸν Σωτῆρα· διὸ ἡμᾶς αἰτεῖται, ἐλέους δηνάριον
λαβεῖν, ὡς τοὺς ἀπὸ τῆς πρώτης ἐργασαμένους ὥρας· καὶ ὑστερήσαντας εἰς τὴν
ἑνδεκάτην ἱκανῶς παραμυθεῖται, ὁ μακαρίᾳ δεκάτῃ ὥρᾳ τὸ πρῶτον Χριστῷ
συγγενόμενος.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἀποστόλου, οὗ ἡ
ἀκροστιχίς: Ἀνδρέου κάρας παλινοστήσει.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀνδρέα Ἀπόστολε τοῦ
Χριστοῦ, αἰτοῦμέν σε δίδου, λόγον ἄξιον τοῦ ὑμνεῖν, σκήνους σου ὀσμὴν εὐωδίας,
σὺ γὰρ Χριστοῦ εὐωδία γεγένησαι.
Νέον νῦν πλουτοῦμεν ὡς
θησαυρόν, εἰ καὶ παλαιόθεν, ἐκεκτήμεθα ὡς φρουρόν, Κάραν σου Ἀνδρέα τὴν ἁγίαν,
ἣν εὐλαβῶς οἱ πιστοὶ ἀσπαζόμεθα.
Δέξαι παρακλήσεις παρὰ τῶν
σῶν, τέκνων ὦ Ἀνδρέα, τῶν κυκλούντων σου τὴν σεπτήν, Κάραν ἐν ἁγίῳ ναῷ σου, καὶ
οὐρανόθεν ἡμᾶς ἐπευλόγησον.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσάν Σε καὶ
Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· Σοὶ γὰρ νῦν προσφεύγων
ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυομένην κινδύνων καὶ
συμφορῶν ἔγνωσαν, ἔκπαλαι σὴν πάντιμον Κάραν, οἱ πολιοῦχόν σε, Ἀνδρέα ἔχοντες,
καὶ πρεσβευτὴν καὶ προστάτην· καὶ νῦν σκέπε φρούρει τε, πᾶσαν τὴν ποίμνην σου.
Εὐεργέτην σε πάντες οἱ ἐν
ταῖς Πάτραις ἐγνώρισαν, ὡς τῷ σῷ κηρύγματι πάλαι καταφωτίσαντα, τὸν ἐπιχώριον,
λαόν ποτε ἀγνοοῦντα, τὸν Σωτῆρα Ἅγιε, Ὃν σὺ κατήγγειλας.
Ὀρθοδόξων ἡ πίστις τῶν
Ἀποστόλων τὸ κήρυγμα, Πάτραις καὶ τοῖς πέριξ ἐγνώσθη, τῷ σῷ Πρωτόκλητε, λόγῳ ὃν
ἔσπειρας, γῇ ἀγαθῇ καὶ ηὐξήθη, καὶ ἐκαπορφόρησε, καὶ οὐκ ἠλλοίωται.
Θεοτοκίον.
Εὐεργέτην τεκοῦσαν τὸν τῶν
καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι,
ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβείαν
τὴν σὴν οἱ Ἕλληνες ᾐτήσαντο, ἐλθεῖν πρὸς Χριστὸν καὶ γνῶναι Αὐτὸν θέλοντες, σὺν
Φιλίππῳ τότε δὴ σὺ Ἀνδρέα τούτους προσήγαγες, οὓς προσεδέξατο εἰς δόξαν μολῶν,
ὁ μονὸς Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Πρεσβείαν
θερμὴν πανάχραντε δεόμεθα, παράσχου ἡμῖν Χριστὸν ἡ κυήσασα, σὺν Ἀνδρέᾳ
πρόφθασον, καὶ κινδύνων πάντας ἐξάρπασον, τοὺς σὲ ὑμνοῦντας Μῆτερ τοῦ Θεοῦ,
κἀκείνου τῇ Κάρᾳ προστρέχοντας.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ὑπηρέτην τοῦ Λόγου σε,
ἔγνωμεν Ἀνδρέα πανεύφημε, τῇ σκαπάνῃ σου σπουδάζοντα, Θεοῦ γεωργεῖν τὸ
γεώργιον.
Κάραν σέβοντα Ἅγιε, καὶ
τοῖς σοῖς λειψάνοις προστρέχοντα, ἐκ λειψάνων ἐλευθέρωσον, τῶν ἐμῶν παθῶν ταῖς
πρεσβείαις σου.
Ἁγιώτατον γέγονε, χάριτος
Θεοῦ ἐνδιαίτημα, ἡ σὴ Κάρα παναοίδιμε, βίου ἡγεμὼν τοῦ ἐνθέου σου.
Θεοτοκίον.
Ἀπολαύοντες πάναγνε, τῶν
Σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές Σε Θεομήτορα.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ῥώμῃ ὡς σταθμῷ, ἡ σὴ Κάρα
ἀναπέπαυται, εἰς Πάτρας δ’ αὖθις προφρόνως αὐτήν, τοῖς Ὀρθοδόξοις προσήνεγκον
οἱ φυλάξαντες.
Ἄσπασαι τὴν σήν, ἐκλογάδα ὦ
Πρωτόκλητε, ἣν ἐπιστεύθη σοι ὁ ὑπὲρ αὐτῆς, ὡς Αὐτοῦ νύμφης τιθεὶς ἵνα ταύτην
ῥύσηται.
Στῶμεν εὐλαβῶς, οἱ
πανέλληνες καὶ ἅπαντες, οἱ ἐξ Ἀνδρέου σχόντες τὴν εἰς Χριστόν, προσαγωγὴν καὶ
κάραν πάντιμον σέβωμεν.
Θεοτοκίον.
Ἔμπλησον ἁγνή, εὐφροσύνης
τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης ἡ γεννήσασα τὸν
αἴτιον.
ᾨδὴ
στ΄. Τὴν δέησιν.
Προδρόμου σε, μαθητὴν
πρῶτον ὄντα, πρὸς Χριστὸν χειραγωγεῖ ὁ βαπτίζων, ἴδε ἀμνός, τοῦ Θεοῦ ὁ ἀπαίρων,
τὰς ἁμαρτίας τοῦ κόσμου ὡς εἴρηκε· σὺ δ’ ἠκολούθησας Αὐτῷ· ὅθεν πάντες τὴν
Κάραν σου σέβομεν.
Ἀφέντες μέν, τὸ
ἀμφίβληστρον ἅμα, Σίμων Πέτρος καὶ Ἀνδρέας ὀπίσω, τοῦ προσκαλοῦντος Χριστοῦ
ἠκολούθουν, ἀνθρώπων ἄγραν τοὐντεῦθεν ἑλόμενοι, οἱ τῶν ἰχθύων ἀλιεῖς, Ἀποστόλων
δ’ οἱ πρῶτοι ἐγένοντο.
Λιμναῖον πρίν, Γενησαρὲτ
ἁλιέα, προσδοκῶντα δὲ Χριστὸν τὸν Μεσσίαν, εὑρεῖν Αὐτὸν ἀξιοῖ σε Ἐκεῖνος, καὶ
ἐκβοᾶν πρὸς τὸν Πέτρον εὑρήκαμεν· νῦν οὖν εὑρόντες καὶ ἡμεῖς, τὴν σὴν Κάραν ὡς
μέγιστα χαίρομεν.
Θεοτοκίον.
Προστάτιν Σε, τῆς ζωῆς
ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην Παρθένε, τῶν πειρασμῶν, διαλύουσαν ὄχλον,
καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν· καὶ δέομαι διαπαντός· ἐκ φθορᾶς τῶν παθῶν μου
ῥυσθῆναί με.
Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Προστασίας
σου ἀξιωθέντες ἀείποτε, τῶν λειψάνων σου τὴν θήκην πόθῳ κυκλοῦμεν νῦν·
προσφοιτώντων οὖν μὴ παρίδῃς Ἅγιε εὐχάς, μηδ’ ἀπόστρεψον ἡμᾶς κενούς,
ἀσπαζομένους εὐλαβῶς, σοῦ τὴν Κάραν καὶ λέγοντας· χαῖρε Πατρῶν τὸ κλέος,
πρόμαχος καὶ προστάτην, καὶ πολιοῦχος ὁ σεπτός, ὦ Ἀνδρέα Πρωτόκλητε.
Ὁ
Οἶκος.
Ἄγγελοι
σὺν ἀνθρώποις, ἀμοιβαίως κινοῦνται, πρὸς ὕμνον σοι Ἀνδρέα παμμάκαρ· καὶ σὺν τῷ
οὐρανίῳ χορῷ, ἀναξίοις χείλεσιν ἡμεῖς, πανεύφημε βοῶμέν σοι, τοῖς γόνασι
προσπίπτοντες, πρὸ τῆς θείας σου Κάρας·
Χαῖρε,
Χριστοῦ τὸ πρῶτον ἐκλόγιον·
χαῖρε,
Αὐτοῦ Ἀπόστολε ἔνδοξε.
Χαῖρε,
τὸν Μεσσίαν εὑρὼν ὡς ἐπόθησας·
χαῖρε,
τῷ Ἐκείνου ὁ σπεύσας κελεύσματι.
Χαῖρε,
Πρόδρομον διδάσκαλον, εὐλαβούμενος τὸν σόν·
χαῖρε,
τούτῳ συγγενόμενος, καὶ γνωρίσας τὸν Ἀμνόν.
Χαῖρε,
τοῦ Κορυφαίου ἀδελφὸς ὁ ὁμαίμων·
χαῖρε,
πρὸς τὸν Σωτῆρα ὁδηγήσας κἀκεῖνον.
Χαῖρε,
στιγμάτων Κυρίου ὁ μέτοχος·
χαῖρε,
βαρβάρων κακώσεσιν ἔκδοτος.
Χαῖρε,
σταυροῦ τιμηθεὶς θανατώσει·
χαῖρε,
Χριστὸν ἐνδοξάσας μιμήσει.
Χαῖρε,
θεῖε Πρωτόκλητε.
Συναξάριον.
Τῇ ΚΣΤ΄ τοῦ
αὐτοῦ Μηνός, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῆς Τιμίας Κάρας τοῦ Πρωτόκλητου Ἀποστόλου
Ἀνδρέου, ἐξ Ῥώμης ἐν Πάτραις ἐν ἔτει 1964.
Ἐν Ῥώμῃ Κάρα πρὸς καιρὸν φυλαχθεῖσα,
ἡ τοῦ Ἀνδρέου ἤδη Πάτραζε ἦκεν.
Ἐκκλησίας διαλλάσσων νῦν ὑπέστρεψας,
Ἀνδρέα.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ μετάστασις τοῦ Ἁγίου Ἀποστόλου, Εὐαγγελιστοῦ, φίλου, παρθένου, ἐπιστηθίου
καὶ ἠγαπημένου Ἰωάννου τοῦ Θεολόγου.
Πατρὸς παρέστης ἠγαπημένῳ Λόγῳ,
Πάντων μαθητῶν Ἠγαπημένε πλέον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πέντε κανονικῶν Παρθένων Θέκλης, Μαριάμνης, Μάρθας, Μαρίας καὶ Ἐνναθάς
Xριστὸν ποθούσας πέντε Παρθένους μόνον,
ἀνεῖλε πατὴρ φιλοχρήματος πάνυ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία
Μάρτυς Χήρα, μαχαίρᾳ τελειοῦται.
Σφαγείσα
Xήρα σοι νενύμφευται Λόγε,
Γράψασα συμβόλαιον εκ των αιμάτων.
Γράψασα συμβόλαιον εκ των αιμάτων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Δικαίου Γεδεών, ὃς τὸν τοῦ Χριστοῦ τόκον διὰ
τῆς ἐν τῷ πόκῳ δρόσου προεῖδε.
Kᾂν οὐ κατεῖδε Γεδεὼν τὸν σὸν τόκον,
Προεῖδε Xριστὲ τοῦ τόκου σου τὸν τύπον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Νείλου τοῦ Καλαβροῦ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Ἐφραίμ, τοῦ Ῥώσσου τοῦ θαυματουργοῦ
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Ἰωάννου τοῦ σπηλαιώτου καὶ Ποταμίτου, τοῦ παρὰ τὸν χείμαῤῥον Μερσίνην τῆς
Κύπρου καὶ πλησίον τῆς κώμης τῆς Σιᾶς ἀσκήσαντος.
Χαρίτων
ἐπλήσθης πολλῶν Ἰωάννη,
ὡς
ὑπὲρ τὴν φύσιν ἀσκήσας ἐν ἄντρῳ.
Οὗτος, ἀσκητικῇ ἀγωγῇ Θεῷ
εὐηρέστησεν. Ἤσκησε ἐγγὺς τῆς κώμης τῆς Σιᾶς ἔν τινι σπηλαίῳ λαξευθέντι χερσὶν
αὐτοῦ ἰδίαις ἐπὶ πέτρας. Ἐμφανισθεὶς νεωστὶ ἔσωσεν ἐκ τροχαίου δυστυχήματος
νήπια δύο σὺν τῷ αὐτῶν γεννήτορι. Προσέτι παρειμένον προστάξας κατακλιθῆναι τῇ
αὐτοῦ λιθίνῃ κλίνῃ, τῇ ἔνδον τοῦ σπηλαίου αὐτοῦ κειμένῃ, θαυμαστῶς ἤγειρε καὶ νέον
ἐκ λευχαιμίας πάσχοντα ἐθεράπευσε. Τὸ σπήλαιον τῶν αὐτοῦ κατορθωμάτων
προσκυνοῦντες πάντες εὐλαβῶς χάριτος πληροῦνται καὶ νόσων χαλεπῶν
ἀπαλλάττονται. Ἡ τιμία αὐτοῦ κάρα, ἀποθησαυρίζεται ἐν τῇ Μονῇ τοῦ Κύκκου, πᾶσι
παρέχουσα ἀεννάως ἰάματα.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς. Ἀμῆν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰωνᾶ ὡς υἱόν σε συμπολίτην
δ’ αὐτῶν ἐκ Βησθαϊδὰ ἔγνωσαν, ὁ Φίλιππος Ἀνδρέα, καὶ ὁ Βαρθολομαῖος, οἷς
Χριστὸν δείξας ἔμελπες· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νέαν κλῆσιν τοῦ Λόγου ἐπὶ
πλοῖα καὶ δίκτυα μένων ἤκουσας, πρὸς θάλασσαν ὡς ἦλθε, Χριστὸς τῆς Γαλιλαίας,
προσκαλέσαι σε μέλποντα· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ καλέσας Ἀνδρέαν καὶ ἡμᾶς
προσεκάλεσας πλὴν οὐ σπεύσαντας, φωνὰς οὖν νῦν προσδέχου, τῶν πρὸ τῆς αὐτοῦ
Κάρας, ἐν αἰνέσει ὑμνούντων σε· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Θελητὴν τοῦ ἐλέους Ὃν
ἐγέννησας Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων,
τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Σοὶ τῷ αὐτόπτῃ, καὶ μαθητῇ
τοῦ Δεσπότου, ἐποφείλουσι πολλαὶ πόλεις χάριν, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Τῷ Βυζαντίῳ, καὶ Βιθυνίᾳ
καὶ Σκύθαις, καὶ τοῖς γείτοσι λαοῖς ὦ Ἀνδρέα, ὑψοῦτε διαγγέλεις, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Ἡ τοῦ διώκτου, ἐν Σινώπῃ
μανία, ἐπιβάλλει πολλαπλᾶς σοι κακώσεις· ἀλλ’ ἐν σοὶ ὑψώθη, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Θεοτοκίον.
Τῶν πειρασμῶν Σύ, τὰς
προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Συγχόρευε Στρατόκλεις,
σεμνῇ σὺν Μαξιμίλλῃ, οἱ τῷ Ἀνδρέᾳ ἐν Πάτραις φοιτήσαντες, καὶ τῷ Χριστῷ
συναφθέντες, Ὃν μεγαλύνομεν.
Ἐξέστη ὁ διώκτης, θαυμάσια
ὡς εἶδεν, ἐκ Σοῦ Ἀνδρέα ἐν Πάτραις γενόμενα, πλὴν ἐν σταυρῷ ἀνυψοῖ σε, ὃν
μεγαλύνομεν.
Ἰδόντες σου τὴν Κάραν, τῷ
στέφει κοσμηθεῖσαν, τοῦ μαρτυρίου Ἀνδρέα πανεύφημε, κατασπαζόμεθα ταύτην σὲ
μεγαλύνοντες.
Θεοτοκίον.
Χαρᾶς μου τὴν καρδίαν,
πλήρωσον Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην
ἐξαφανίσασα.
Ἐξαποστειλάριον.
Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Τοῦ
Πέτρου, τὸν συναίμονα, τῶν μαθητῶν τὸν πρώτιστον, αὐτόπτην καὶ ὑπηρέτην,
γενόμενον τὸν τοῦ Λόγου, Ἀνδρέαν τὸν Ἀπόστολον, ἐνδόξως εὐφημήσωμεν· τὰ ἔθνη
γὰρ ἐφώτισε, καὶ σταυρωθεὶς τελειοῦται, ὡς Μαθητὴς τοῦ Δεσποτου.
Ἕτερον,
ὅμοιον, τῆς τιμίας Κάρας.
Τιμίαν
Κάραν σέβοντες, εὐφρόσυνον τὴν αἴνεσιν, τῷ
θαυμαστῷ ἐν Ἁγίοις, Θεῷ προσμέλψωμεν πάντες· Αὐτὸς γὰρ ἐνδεδόξασται, Ἀνδρέου τῷ κηρύγματι· Αὐτὸς καὶ νῦν ηὐδόκησε, τὴν
πανσεβάσμιον Κάραν, πάλιν ἡμῖν χαρισθῆναι.
Θεοτοκίον.
Θεὸν
ὃν περ ἐγέννησας, Παρθένε παναμώμητε, ἱκέτευε ὑπὲρ πάντων, τῶν εὐσεβῶν σε
τιμώντων, σὺν τῷ κλεινῷ Ἀποστόλῳ, τυχεῖν θείας ἐλλάμψεως, τοῦ σοῦ
Υἱοῦ καὶ στάσεως, τῶν ἐκλεκτῶν καὶ Ἁγίων· ὅσα γὰρ θέλεις ἰσχύεις.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἡ
τῶν Πατρέων σε πολις, Ποιμένα κέκτηται, καὶ πολιοῦχον θεῖον, καὶ κινδύνων
παντοίων, ῥύστην καὶ φρουρὸν σε, Ἀνδρέα σοφέ, εὐχαρίστως τιμῶσά σε· Ἀλλ'
ἐκδυσώπει ἀπαύστως ὑπὲρ αὐτῆς, διασῴζεσθαι ἀλώβητον.
Ἄρτι
ἐλθόντα εἰς Πάτρας Ἀνδρέα ἔνδοξε, θαυματουργόν σε ἔγνω, ἰαθεὶς ὁ ξενίζων,
νοσήσας δὲ ἀνθύπατος προσκαλεῖ, ἀφωνίας ἰάσασθαι· καὶ ἐθεράπευσας τοῦτον τῇ εἰς
Χριστόν, πίστει ἣν πρὶν ἐδίωκεν.
Ἐπιφερόμενοι
πάντας τοὺς ἑαυτῶν ἀσθενεῖς, ὡς τῇ σκιᾷ τοῦ Πέτρου, ἐπιθέσει χειρῶν σου, Ἀνδρέα
ὡς προσήρχοντο παρευθύς, τὰς ἰάσεις ἐλάμβανον, οἱ ἐν ταῖς Πάτραις σε σχόντες
μυσταγωγόν· νῦν δὲ τῇ Κάρᾳ θαυμαστώθητι.
Ἐν
φυλακῇ κεκλεισμένος Πατρῶν Ἀπόστολε, καὶ τῷ σταυροῦ θανάτῳ, σεαυτὸν εὐτρεπίζων,
τοῦ Ἄρτου τῆς ζωῆς ἐν νυκτὶ κοινωνεῖς, προχειρίζεις δ’ ἐπίσκοπον, τὸν
Στρατοκλέα διάδοχον ἐν τῷ σῷ, γεωργίῳ ὃ λειψάνῳ φρουρεῖς.
Δόξα.
Ἦχος πλ. α΄.
Σαλπίσωμεν
ἐν σάλπιγγι ᾀσμάτων, καὶ σκιρτήσωμεν ἀπολαύοντες τοῦ πανευφήμου Ἀποστόλου Κάρας
παντίμου, πιστοί. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν ὑπ’ ἀνόμων
σταυρῷ ἀνυψωθέντα, ἀναιτίως τέλεον, τὸν Πρωτόκλητον Ἀνδρέαν νῦν, τῶν Πατρέων
πλοιοῦχον ἀνυμνείτωσαν. Ποιμένες καὶ διδάσκαλοι, τὸν τῷ καλῷ Ποιμένι Χριστῷ
μαθητευθέντα, συνελθόντες εὐφημήσωμεν. Οἱ ἐν Πάτραις τὸν φωτιστήν, τῆς Ἀχαΐας
τὴν δόξαν, τῆς Πελοποννήσου τὸ κλέος, οἱ Ἕλληνες τὸν εἰς Χριστὸν ὁδηγήσαντα
ἰδεῖν τε καὶ δοξάσαι, οἱ τῶν λειψάνων αὐτοῦ τυχόντες καὶ τῶν θαυμάτων πεῖραν
λαβόντες· τῆς Κάρας τὴν μετοχὴν οἳ ἐπιστεύθησαν, στῦλον ὀρθοδοξίας
ἐγκωμιάζοντες, δεηθήτωσαν· πανεύφημε Ἀπόστολε, ἔπιδε ἐπὶ πάντας νῦν, τὴν Κάραν
σὴν τοὺς τιμῶντας, καὶ σῶσον τὴν ποίμνην σου, ταῖς ἱκεσίαις σου.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τοῦ
σεπτοῦ λειψάνου σου ἡ σορός, γῇ Πατρῶν ἐδόθη ἀναφαίρετος θησαυρός, ἔκπαλαι
Πρωτόκλητε Ἀνδρέα, οὗ νῦν τὴν Κάραν κατασπαζόμεθα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου