Σάββατο 23 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 3. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΠΟΛΥΔΩΡΟΣ ΛΕΥΚΩΣΙΑΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ 3!!
ΠΟΛΥΔΩΡΟΣ ΝΕΟΜΑΡΤΥΣ ΛΕΥΚΩΣΙΑΣ ΚΥΠΡΟΥ
(Οὗ ἡ τιμία Κάρα εὑρίσκεται ἐν τῷ Ναῷ τῆς Ἁγίας Αἰκατερίνης Πλάκας)
ΑΚΟΛΟΥΘΙΑ
 (Ἐκ τοῦ Νέου Μαρτυρολογίου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Νεανικῶς ἐκτελέσας τὸν ἀγῶνα, ἔνδοξε Πολύδωρε τὸν τῆς ἀθλήσεως, παρὰ Χριστοῦ στέφος εἴληφας, ἀφθάρτου δόξης, καὶ αἰωνίου μακαριότητος, ἀξίως ἠξίωσαι, καὶ ἀπολαύσεως, τῆς Παραδείσου τερπνότητος, καὶ ἀκορέστως, ἐν ταῖς Ἁγίων θείαις λαμπρότησιν, εὐφραίνη μάκαρ, τὸν τρισάγιον ὕμνον ᾄδων Θεῷ μετ’ Ἀγγέλων νῦν, Ὃν αὐτοῖς ἐκδυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἴασαι πάθη ψυχῶν τε καὶ σωμάτων, ταῖς θείαις πρεσβείαις σου, Μάρτυς Πολύδωρε, τῶν σὲ τιμώντων ἐκ πίστεως, καὶ μετὰ πόθου, ἐπιτελούντων τὴν θείαν μνήμην σου, καὶ ἀσπαζομένων σου τὰ ἱερώτατα, καὶ πανσεβάσμια λείψανα, μετ’ εὐλαβείας, καὶ ἐξαιτούντων τὴν σὴν ἀντίληψιν, καὶ προστασίαν καὶ βοήθειαν· παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον, ὡς καλῶς ἐναθλήσας, καὶ νομίμως ἀξιάγαστε.

Κλίμαξ πρὸς ὕψος ἀνάγουσά σε θεῖον, ὁ βρόχος σου γέγονε Μάρτυς Πολύδωρε, ὁ δὲ χαλκοῦ καταφλέξας σου, πίναξ τὴν κάραν, σπινθηρακώδης ὅλος γενόμενος, ἀφθάρτου ἠξίωσε στέφους μακάριε· ἡ δὲ ὀστράκων ἐπίθεσις, τῶν πυρωθέντων, ἐν ταῖς μασχάλαις καὶ τοῖς μηροῖς ὁμοῦ, τῆς θείας δρόσου ἀπολαύει νῦν, ἐν τῇ γῇ τῶν πρᾳέων ἐποίησε, καὶ Θεῷ μετὰ δόξης, σὺν τοῖς Μάρτυσι παρίστασθαι.

Ἡ εὐκλεὴς τῆς ἀθλήσεώς σου μνήμη, ἔνδοξε Πολύδωρε φαιδρὰ καὶ εὔσημος, τῇ Ἐκκλησίᾳ ἀνέτειλε θείαις ἀκτῖσι, τὰς διανοίας καταφωτίζουσα, ἡμῶν τῶν ἐν ᾄσμασι, τοὺς ὑπὲρ πίστεως, ἀνευφημούντων ἀγῶνάς τε, καὶ θείους ἄθλους, τοὺς σοὺς γενναῖε Μάρτυς πολύαθλε, δι’ ὧν τὸ σκότος διεσκέδασας, τὸ τῆς πλάνης καὶ πᾶσαν ἐξήστραψας, ἀληθείας τὸ φέγγος, καὶ ἐνθέως κατεφαίδρυνας.

Δόξα. Ἦχος δ΄.
Φερωνύμως πολλῶν ἠξιώθης δωρεῶν καὶ χαρίτων παρὰ Χριστοῦ τοῦ Θεοῦ, Ἀθλοφόρε Πολύδωρε, νομίμως καὶ γενναίως ὑπὲρ Αὐτοῦ ἐναθλήσας· δι’ ὃ τοῖς ἐκ πόθου τιμῶσί σε, χάριν οὐράνιον δώρησαι, καὶ δωρεῶν ἐνθέων ἀξίωσον, ταῖς θείαις πρεσβείαις σου, Μάρτυς πανένδοξε.
Κανν ... Θεοτοκίον
κ παντοίων κινδύνων, τος δούλους σου φύλαττε, ελογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τν λπίδα τν ψυχν μν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Ὁ νέος τοῦ Χριστοῦ Ἀθλητής, Πολύδωρος φιλέορτοι, ἐναθλήσας τὸν ἀρχαῖον πτερνιστήν, ὤλεσε κατὰ κράτος, καὶ νίκης τὰ βραβεῖα, παρὰ Θεοῦ λαμπρῶς ἀπείληφε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ῥωννύμενος τῇ θείᾳ Χριστοῦ, δυνάμει παναοίδιμε, οὐ τυράννων ἐπτοήθης τὴν δεινήν, ὠμότητα στεῤῥόφρον, ἀλλ’ ἤνεγκας γενναίως, θάνατον βίαιον Πολύδωρε.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάτωσεν ὁ Κύριος.
Ὁ πρώην σε πτερνίσας ἐχθρός, ἐπτέρνισται καὶ πέπτωκε, νῦν ἀτίμως, Ἀθλοφόρε τοῦ Χριστοῦ, Πολύδωρε γενναίως· τὸ κλέος τῶν Μαρτύρων, ὑπὸ τῆς σῆς στεῤῥᾶς ἀθλήσεως.

Δόξα. Καὶ νῦν.
Ὑμνοῦμέν σε Τριὰς ὁ Θεός, καὶ ἐκ ψυχῆς βοῶμέν Σοι· ταῖς πρεσβείαις τῆς Παρθένου καὶ ἁγνῆς, τῆς ὄντως Θεοτόκου, καὶ ταῖς τοῦ Πολυδώρου, Χριστιανῶν τὸ κέρας ὕψωσον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Μέγα καύχημα, τῆς Λευκωσίας, μέγα στήριγμα, πέλεις Ἐφέσου, μέγα κλέος τε τῶν δύο πόλεων· τῆς μὲν γὰρ γόνος σεπτὸς ἐχρημάτισας, τὴν δὲ τὰ σὰ ἐπορφύρωσαν αἵματα. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ Πολύδωρε, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων.
Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μετανοίας τοῖς δάκρυσι προεκάθῃρας, εἶτα στίγμασι μάκαρ τοῦ Μαρτυρίου σαυτόν, ὡς ἐν ἀκτῖσι φαειναῖς κατελάμπρυνας· ὅθεν ὡς Μάρτυρα στεῤῥόν, καὶ παθημάτων κοινωνόν, Χριστοῦ τοῦ Θεοῦ ἐν ὕμνοις, Πολύδωρε Ἀθλοφόρε, σὲ εὐφημούντες μεγαλύνομεν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῇ χαρμοσύνῳ ἡμέρᾳ τῆς σῆς ἀθλήσεως, Πολύδωρε τρισμάκαρ, οἱ φιλοῦντές σε πάντες, εἰς ἓν συνελθόντες ᾀσματικῶς, ἐγκωμίοις τιμῶμέν σε, ὡς τοῦ Χριστοῦ στρατιώτην νεοφανῇ, καὶ ὡς Μάρτυρα στεῤῥότατον.

Ἡ Λευκωσία εὐφραίνου σὺν τοῖς γεννήτορσι, τοῦ θείου Πολυδώρου· ὁ γὰρ πρὶν ὑμῶν θρῆνος, ἐτράπη παραδόξως εἰς χαρμονήν, ἀφ’ οὗ οὗτος ἐνήθλησε, καὶ τὸν Χριστὸν ἀνεκήρυξε ἀνδρικῶς, καὶ τὴν πάτριον εὐσέβειαν.

Ἡ ἀκοὴ τῆς στεῤῤᾶς σου Μάρτυς ἀθλήσεως, ηὔφρανε πιστοὺς πάντας, ἐθέρμανε σφόδρα, Θεόδωρον τὸν νέον ὑπὲρ Χριστοῦ, μαρτυρῆσαι στεῤῥότατα· μεθ’ οὗ πρεσβεύεις ἀπαύστως ὑπὲρ ἡμων, τῶν τιμώντων σε Πολύδωρε.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Συνεργείᾳ τοῦ δαίμονος, ἐξηρνήσω τὸ ὄνομα, τοῦ Χριστοῦ τὸ ἅγιον εἰσδεξάμενος, Ὀθωμανῶν τὴν ἀσέβειαν· σαυτοῦ δὲ γενόμενος, ἔθνη πόλεις καὶ λαούς περιῆλθες Πολύδωρε, τὸ ποτήριον, ἐκπιεῖν τοῦ θανάτου καὶ ἀθλῆσαι, ὑπὲρ πίστεως πατρώας, ζητῶν ἐκ πόθου ἀοίδιμε.

Καὶ ἡ Χίος μετέλαβε, τῆς σῆς χάριτος Ἅγιε, ἡ σὲ πρὶν ἐδέξατο τῆς ἀθλήσεως, ἀλλὰ τὸ πλέον ἡ Ἔφεσος, ἡ νέα ἐπλούτησεν, ἐν ᾗ ἤθλησας στεῤῥῶς, καὶ ἐδέξω πολύαθλε, τὸ μακάριον, καὶ πανάγιον τέλος δι’ ἀγχόνης, καταλείψας σου τὸ σῶμα, αὐτῇ ὡς ὄλβον οὐράνιον.

Τοὺς ἐν πίστει τελοῦντάς σου, τὴν πανίερον ἄθλησιν, καὶ τὸ θεῖον λείψανον προσκυνοῦντάς σου, Μεγαλομάρτυς Πολύδωρε, τὸ ἀθλητικώτατον, σκέπε φρούρει σαῖς εὐχαῖς, πρὸς Χριστὸν τὸν φιλάνθρωπον, ᾯ παρίστασαι παῤῥησίᾳ μεγίστῃ, δι’ Ὃν μάκαρ ἀφειδήσας, ὅλως τούτου θάνατον βίαιον ἤνεγκας.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον πνευματικῶς εὐφρανθῶμεν, ἐπὶ τῇ μνήμῃ Πολυδώρου τοῦ Νεομάρτυρος· οὗτος γὰρ τὴν τοῦ Χριστοῦ πίστιν ὡς πανοπλίαν θωρακισάμενος, πρὸς παράταξιν ἐξῆλθε τῆς τῶν ἐκ τῆς Ἄγαρ ἀσεβείας, καὶ ταύτην ἀνδρικῶς στηλιτεύσας, λέοντα καὶ δράκοντα ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων τὴν ἰσχύν, ὡς προέλεγε κατεπάτησε· τὴν εὐσέβειαν δὲ μετὰ παῤῥησίας ἀνακηρύξας, τὸν δι’ ἀγχόνης ὑπήνεγκε θάνατον, καὶ ταύτῃ χρησάμενος ὥσπερ κλίμακι, πρὸς Χριστὸν τὸν Θεὸν Νικηφόρος ἀναβέβηκεν· ᾯ καὶ πρεσβεύει ἀδιαλείπτως σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.



Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ἀγάλλου εἰς αἰῶνας Νεομάρτυς Πολύδωρε· παρῆλθε γὰρ ὁ τῶν γοερῶν σου θρήνων ἐκείνων καιρός, οὓς ἐποίεις ἐν τῇ τοῦ κλαυθμῶνος ταύτῃ κοιλάδι· ὁ δὲ τῆς ἀγαλλιάσεως πάρεστί σοι νῦν, κατοικοῦντι, ἔνθα ἀπέδρα ὀδύνη λύπη καὶ στεναγμός· εἰ γὰρ καὶ πρὸς καιρὸν καύχημα μὲν τῷ ἐχθρῷ, ὄνειδος δὲ τῷ Χριστῷ διὰ τῆς ἀρνήσεως ἐδείχθης· ἀλλ’ αὖθις διὰ τῆς πεπαῤῥησιασμένης ὁμολογίας τῆς πίστεως, καὶ τῆς ἐπ’ αὐτῇ μέχρι τέλους ἀθλήσεως, καύχημα μὲν τῷ Χριστῷ, ὄνειδος δὲ τῷ ἐχθρῷ πολλαπλάσιον γέγονας, καὶ γεννήσῃ εἰς αἰῶνα τὸν ἀτελεύτητον· ἀλλὰ πρέσβευε, συμμεριστὰς τῆς χαρᾶς σου γενέσθαι καὶ ἡμᾶς τοὺς σὲ γεραίροντας.

Δόξα. Ἦχος β΄.
Τὸν λαμπρὸν ἀριστέα τοῦ Χριστοῦ, καὶ Νεομάρτυρα Πολύδωρον μακαρίσωμεν, ἐπαινοῦντες αὐτοῦ τὴν συντετριμμένην μετάνοιαν· τὸ πρὸς τὸ μαρτύριον διψητικόν τε καὶ πρόθυμον· τὸ πεπαῤῥησιασμένον τῆς ὁμολογίας καὶ εὔτολμον· τὸ ἐν τοῖς ἄθλοις γενναῖον καὶ ἀκατάπληκτον καὶ τὸ δι’ ἀγχόνης μακάριον τέλος· δι’ ὃ καὶ τὸν τοῦ Μαρτυρίου δικαίως ἐκομίσατο στέφανον, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ σώζοντος τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.


Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐπινεύσει θεϊκῇ, ἦλθες εἰς συναίσθησιν Μάρτυς, κακοῦ οὗ πέπονθας, τότε κατανύξεως πνεῦμα δεξάμενος, τὴν καρδίαν συνέτριβες, γοεροῖς ἐν θρήνοις, ἐξομολογούμενος, τῷ τῶν ἁπάντων Θεῷ· ὃς ἐπικαμφθεὶς στεναγμοῖς σου, καὶ τῇ ἀληθεῖ μετανοίᾳ, θείου μαρτυρίου σὲ ἠξίωσε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὅτε, κατεφλέχθης τῷ πυρί, τοῦ διὰ Χριστὸν μαρτυρῆσαι θεῖε Πολύδωρε· τότε ὥσπερ ἔλαφος, διψῶσα ἔτρεχες, εἰς πολλοὺς τόπους ἔνδοξε, ζητῶν ὃ ἐπόθεις, ἐκπιεῖν ποτήριον τῆς τελειώσεως· ὅπερ μὴ εὑρίσκων ἠθύμεις, ἕως οὗ λαβὼν εὐκαιρίαν, τὸ πεποθημένον σοι διήνυσας.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάτωσεν ὁ Κύριος.
Ὅτε, ηὐτομόλησας καλῶς, εἰς τὸ τῆς ἀθλήσεως σκάμμα, Μάρτυς Πολύδωρε· τότε ὡς ἀπτόητος, λέων διήλεγξας, τὴν κακίστην δυσσέβειαν, καὶ ἄθεον πλάνην, πίστιν δὲ ἐκήρυξας, Χριστοῦ τὴν ἔνθεον· ὅθεν τὸν ἀγῶνα τελέσας, νῦν μετὰ Μαρτύρων χορεύεις, καὶ μετὰ Ἀγγέλων ἀξιάγαστε.

Δόξα. Ἦχος πλ. δ΄.
Μιμούμενος τὸν ἐπὶ ξύλου κρεμασθέντα Χριστὸν τὸν Θεόν, Πολύδωρε μακάριε, ἐπὶ τοῦ ξύλου κρεμασθεὶς μετέωρος ἀπηγχόνισαι· καὶ πρὸς Αὐτὸν ἀναδραμὼν γηθοσύνως, τὸν τῆς νίκης στέφανον ἀνεδέξω, καὶ τοῖς ἀπ’ αἰῶνος Ἁγίοι συνηριθμήθης· οἷς καὶ συναγαλλόμενος, πρέσβευε ὑπὲρ ἡμῶν τῶν πόθῳ τιμώντων σου τὴν ἄθλησιν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.









Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Μέγα καύχημα, τῆς Λευκωσίας, μέγα στήριγμα, πέλεις Ἐφέσου, μέγα κλέος τε τῶν δύο πόλεων· τῆς μὲν γὰρ γόνος σεπτὸς ἐχρημάτισας, τὴν δὲ τὰ σὰ ἐπορφύρωσαν αἵματα. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ Πολύδωρε, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων.
Δόξα... Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μετανοίας τοῖς δάκρυσι προεκάθῃρας, εἶτα στίγμασι μάκαρ τοῦ Μαρτυρίου σαυτόν, ὡς ἐν ἀκτῖσι φαειναῖς κατελάμπρυνας· ὅθεν ὡς Μάρτυρα στεῤῥόν, καὶ παθημάτων κοινωνόν, Χριστοῦ τοῦ Θεοῦ ἐν ὕμνοις, Πολύδωρε Ἀθλοφόρε, σὲ εὐφημούντες μεγαλύνομεν.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.
























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς νάρκισσος ἡδύς, καὶ ὑάκινθος Μάρτυς, ἐξήνθησας σοφέ, μαρτυρίου ἐν κήπῳ, Πολύδωρε μακάριε, καὶ ψυχῆς αἰσθητήρια, ἡμῶν ηὔφρανας, ταῖς ἡδυπνόοις ὀδμαῖς σου, τῶν φιλούντων σε, καὶ σοῦ τιμώντων ἐκ πόθου, τὴν μνήμην τὴν ἔνθεον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστάτις ἐνεργής, ἀνεδείχθης τῳόντι, ἡμῶν τῶν ταπεινῶν, παναμώμητε Κόρη, ὡς Μήτηρ χρηματίσασα τοῦ Θεοῦ ὑπὲρ ἔννοιαν, ὢ παράδοξον, καὶ ἀνερμήνευτον θαῦμα, βροτοῖς ἅπασι, καὶ τοῖς Ἀγγέλοις ὁμοίως, σιγῆ δὲ τιμώμενον.

Μετὰ τὴν β’ στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ῥείθροις ἔνδοξε, τῶν σῶν αἱμάτων, κατεφοίνιξας, χθόνα Ἐφέσου, Μεγαλομάρτυς καὶ τὴν πίστιν ἐτράνωσας, τοὺς τὴν μωρίαν τῆς πλάνης κηρύττοντας, ὡς ψευδομένους ἐλέγξας τρανώτατα· παμμακάριστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον σε πιστῶς, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.


Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὑψωθεὶς Πολύδωρε, ἐπὶ τοῦ ξύλου, πάσας ἐθριάμβευσας, τὰς ἐξουσίας καὶ ἀρχάς, τοῦ σκότους καὶ τῇ ἀγχόνῃ σου, ἀπαγχονήσας, αὐτὰς ἐξηφάνισας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπληγώθης πάθεσιν, ἰάτρευσόν με, ἐν κακοῖς ἀπόλλυμαι, σῶσόν με Δέσποινα ἁγνή, ἡ τὸν Σωτῆρα κυήσασα, καὶ ἰατῆρα τοῦ κόσμου, Θεόνυμφε.

Εἶτα, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάτωσεν ὁ Κύριος.
Εὐαγγέλιον μαρτυρικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...


Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ταῖς ἀπαύστοις φωτοδοσίαις τῆς μακαρίας Τριάδος καταλαμπόμενος, Μάρτυς Πολύδωρε· καὶ θέσει Θεὸς χρηματίζων παρὰ τῷ κατὰ φύσιν Θεῷ, αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε φωτισμὸν καὶ μέγα ἔλεος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ β΄ τοῦ Ἁγίου.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νέον γεραίρω Πολύδωρον τοῖς λόγοις. Νικοδήμου Ἁγιορείτου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Νοός μου τὴν ζόφωσιν, φώτισον θείαις πρεσβείαις σου, καὶ λόγον μοι δώρησαι, Μάρτυς Πολύδωρε· ὅπως μέλψω σου, ἀγῶνας τοὺς γενναίους, καὶ τὰ ὑπὲρ πίστεως ἀνδραγαθήματα.
δόθης Πολύδωρε δῶρον τῳόντι πολύδωρον, ἡμῖν τοῖς ποθοῦσί σε παρὰ Χριστοῦ Ἀθλητά, καὶ κατηύφρανας, ἡμῶν τὰς διανοίας, τροπαίοις τῆς νίκης σου, καὶ ἀριστεύμασιν.
πρώην νικήσας σε, νικημένος κατέπεσεν· ὁ τρώσας σε τέτρωται αὖθις Πολύδωρε, τῇ γενναίᾳ σου, ἀθλήσει στεφηφόρε· καὶ κεῖται ὁ δείλαιος, πτῶμα ἐξαίσιον.
Θεοτοκίον.
Νοεῖν οὐ δεδύνηται, βρότειος νοῦς παναμώμητε, τὸ μέγα μυστήριον τοῦ θείου τόκου Σου, τὸν γὰρ ἅπασαν, βαστάζοντα τὴν κτίσιν, ἀγκάλαις ἐβάστασας· ὢ ξένον ἄκουσμα.

Ὁ β΄ Κανών, ποίημα Μιχαὴλ Εὐμορφοπούλου.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπίνικιον.
Ζωῆς σου λαβόμενος τῆς ἀκηράτου, θεόφρον Πολύδωρε φωτισμόν μοι δώρησαι, ἅτε φωτὶ παρεστὼς τῷ τρισηλίῳ, Ἀθλητὰ ἵνα ὑμνήσω σε.
Αἱμάτων σου ἔσβεσας, ῥείθροις τιμίοις, τὴν τῶν τυραννούντων σε, φλόγα παμμακάριστε, καὶ ἤρδευσας ὡς ἀληθῶς, τὰς διανοίας τῶν πιστῶν, βλαστάνειν θείους καρπούς.
Ὡς ῥόδον ἐβλάστησεν, ἀπὸ τῆς Κύπρου ὁ θεῖος Πολύδωρος, καὶ ἐλθὼν εἰς Ἔφεσον, ἐμύρισεν ἀληθῶς, θυμίαμα τῷ Ἰησοῦ, προσαχθεὶς εὔοσμον.
Θεοτοκίον.
Ἡ μόνη τὸν ἄχρονον, υἱὸν ἐν χρόνῳ, τεκοῦσα σαρκούμενον, Παναγία ἄχραντε, πάντα τὰ χρόνια, τῆς παναθλίας μου ψυχῆς, πάθη θεράπευσον.







ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Γελοίαν ἐκήρυξας τὴν πλάνην, τυράννων Πολύδωρε σοφέ, μύθων καὶ λύρων γέμουσαν, παντός τε ἀτοπήματος· δι’ ὅσου τὴν ἐτήσιον, μνήμην δικαίως γεραίρομεν.
θρήνεις πικρῶς τὰς ἁμαρτίας, τὰς σὰς ὦ Πολύδωρε στεῤῥέ, καὶ γοερῶς ἐστέναζες, συντρίβων τὴν καρδίαν σου· ὅθεν Θεὸς ἀκούσας σου, τοῦ μαρτυρίου ἠξίωσε.
αδίως ἐξένηψας τρισμάκαρ, καὶ ἔγνως ὃ πέπονθας κακόν· δι’ ὃ περιερχόμενος, ἐζήτεις τὴν διόρθωσιν, ἧς ὕστερον ἐπέτυχες, ὑπὲρ Χριστοῦ λαβὼν θάνατον.
Θεοτοκίον.
σπόρως συνέλαβες Παρθένε, ἀκόπως ἐβάστασας ἁγνή, ἀφθόρως δὲ ἐγέννησας, Θεὸν τὸν ὑπερούσιον, ὢ τέρατα παράδοξα! τίς νοῦς βροτῶν οὐκ ἐξίσταται;

Ἕτερος. Στερεωθήτω ἡ καρδία μου.
Οἱ ἀσεβεῖς νῦν μὲν ἐθώπευον, νῦν δὲ καὶ ἠπείλουν οἱ ἄνομοι, τὸ σταθερὸν γνώμης τῆς σῆς, διαῤῥῆξαι βουλόμενοι· ἀλλὰ τούτου μὴ τυχόντες, ὅσπερ κῦνες ὑλάκτουν σοι.
Ὁ παμμακάριστος Πολύδωρος, θεϊκῇ δυνάμει νευρούμενος, τοὺς ἀφορήτους αἰκισμούς, θαρσαλαίῳ φρονήματι, εἰς οὐδὲν λελογισμένος, τῶν τυραννούντων ὑπέμεινεν.
Ὢ Ἀθλοφόρε γενναιότατε, ὁ Χριστὸς ἰσχύν σοι ἐνδίδωσιν, ἵνα τὸν δόλιον ἐχθρόν, ἀναιδῶς τὸν καυχόμενον, καταβάλλῃς παμμακάριστε, ἀθλήσας στεῤῥότατα.
Θεοτοκίον.
Ῥῦσαί με πάσης περιστάσεως, καὶ πολλῶν σκανδάλων τοῦ ὄφεως, καὶ αἰωνίζοντος πυρός, καὶ τοῦ σκότους πανάμωμε, ἡ τὸ φῶς ἀποκυήσασα, βροτοῖς τὸ ἀνέσπερον.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῇ τοῦ Σταυροῦ ὠχυρωμένος δυνάμει· καὶ ἡδρασμένος, ἐν τῇ πίστεως πέτρᾳ, Ἀγαρηνοὺς ὡς κνώδαλα, καὶ κύνας εὐτελεῖς, ἔνδοξε Πολύδωρε, ἀνδρικῶς ἐλογίσω, καὶ Χριστοῦ τὸ ὄνομα, ἀνεκήρυξας Μάρτυς, καὶ τὸν τὸν νίκης νῦν ἐν οὐρανοῖς, ἀπολαμβάνεις ἀμάραντον στέφανον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Καθάπερ μόνος ὁ Υἱός Σου Παρθένε, τὴν τετραγράμματον ἐπλούτησε κλῆσιν, τὴν κτίσει ἀκοινώνητον ἁπάσῃ καὶ φρικτήν· οὕτως Σὺ ἐπλούτησας, μόνη ἄχραντε Κόρη, Θεοτόκου ὄνομα,ἀληθῶς καὶ κυρίως, καὶ γὰρ Σὺ μόνη τέτοκας Θεόν, ἐν ἀληθείᾳ ὑπὲρ πᾶσαν ἔννοιαν.



ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
λεων ἀπέργασαι ταῖς σαῖς εὐχαῖς, ἐφ’ ἡμῖν τὸν Κύριον Ἅγιε· ὅπως ῥυσθέντες, αἰωνίζοντος πυρός, δόξης ἀξιωθείημεν, οἱ σὲ ἐξαιρέτως ποθήσαντες.
ώμην καὶ τὴν ἔνστασιν τὴν τῆς ψυχῆς, σοῦ οἱ ἀσεβεῖς κατεπλάγησαν, καὶ μετὰ θάμβους ἀνεβόων τὰ ἑξῆς· ὢ οἵας γενναιότητος, ἣν παρ’ οὐδενὶ ἑωράκαμεν!
σπερ Εὐαγγέλιόν τι θαυμαστόν, ἀκοὴν τῆς σῆς τελειώσεως, οἱ σὲ ποθοῦντες, ἐδεξάμεθα σαφῶς, Μάρτυς Χριστοῦ Πολύδωρε, καὶ χαρᾶς ἀῤῥήτου ἐπλήσθημεν.
Θεοτοκίον.
Πῶς Σου ἐξυμνήσω τὸ κάλλος ἁγνή; ἢ πῶς Σὲ δοξάσω Θεόνυμφε; ἐν λόγοις οὖσαν, θείας δόξης θησαυρόν· ὅθεν σιγῇ Σου δεόμεθα· Δέσποινά μου Δέσποινα σῶσόν με.

Ἕτερος. Ἐν Πνεύματι προβλέπων.
Ὡς ἔλαφος διψῶσα, ἐζήτεις Ἀθλητά, Χριστὸν τὸν σώζοντά σε, καὶ ἔκραζες θερμῶς· τὸν Ἰησοῦν μου, ἐπιποθῶ τὸν Ἰησοῦν μου, Οὗ δι’ ἀγάπην, ἐγὼ πάντα ὑπομένω, καὶ πῦρ καὶ ἀγχόνην καὶ μάστιγας.
Πολύδωρον τὸν θεῖον, τιμήσωμεν πιστοί, ὑμνοῦντες ἐν ᾄσμασι, τὴν ἄθλησιν αὐτοῦ, τοὺς αἰκισμούς, τὰς βασάνους καὶ τὴν ἀγχόνην, ἅπερ ὑπέστη, ἵνα τῷ Χριστῷ συζήσῃ, καὶ συμβασιλεύσῃ ἀθάνατε.
Ὑψούμενα παμμάκαρ ὑπὸ τῶν ἀσεβῶν, βασάνων τὰ κύματα, μεγάλως κατὰ σοῦ, καταβυθίσαι οὐκ ἴσχυσαν οὐδ’ ὅλως, τὴν σὴν ὁλκάδα, ὦ Πολύδωρε θεόφρον, ὡς κυβερνωμένην τῷ Πνεύματι.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Παρθένε, Θεόνυμφε σεμνή, ὡς Θεογεννήτριαν, καὶ τεῖχος τῶν ῖστῶν, Σὺ γὰρ τὴν φύσιν ἀνέστησας τὴν πεσοῦσαν, καὶ τὴν εἰκόνα ἀνεμόρφωσας τεκοῦσα, μόνη τὸν προόντα Θεὸν τοῦ Ἀδάμ.














ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Οὐκ ἄνθος νεότητος, οὐ κάλλος τὸ τοῦ σώματος, οὐ τῶν δωρεῶν αἱ ὑποσχέσεις, ὑπὸ ἀπίστων σοὶ προτεινόμενα, ἴσχυσαν ψυχῆς σου τὸ στεῤῥόν, σαλεῦσαι ἀήττητε, Χριστομάρτυς Πολύδωρε.
Λέοντα καὶ δράκοντα, ἐπάτησας Πολύδωρε, τῇ γενναιοτάτῃ σου ἀθλήσει, καθάπερ ἔφης πρὸ τῆς ἀθλήσεως· ὥσπερ προφητεύων ἀληθῶς, δύναμιν φραξάμενος, τοῦ Χριστοῦ τὴν ἀήττητον.
πὲρ τὰ ὁρώμενα, τὸν νοῦν ἄρας Πολύδωρε, πάντων κατεφρόνησας τῶν τῇδε· ὅθεν ἐβόας τοῖς τυραννοῦσί σε, καὶ ὑπισχνουμένοις δωρεάς· πάντα ταῦτα πέλουσι, ματαιότης παράνομοι.
 Θεοτοκίον.
Διπλῶς ἀναδέδειξαι, Σὺ Θεοτόκε πάναγνε, Υἱῷ τε καθ’ ὑπόστασιν γεννῆσαι, τὸν Θεὸν Λόγον, καὶ τὴν ἀνθρώπινον, φύσιν τε ληφθεῖσαν ὑπὸ Σοῦ, θεωθῆναι ἄχραντε, ἐξ αὐτῆς τῆς ἑνώσεως.

Ἕτερος. Τὴν Σὴν εἰρήνην.
Ἰσχὺν σοφὲ τιθέμενος, καὶ κράτος τὸν Χριστόν, πέλαγος διέβης Πολύδωρε τὸ τῶν βασάνων, καὶ κατήντησας λιμένας πρὸς τοὺς ἄνω ἥρεμα Ἀθλοφόρε.
Εὐφραίνεσθαι δεῖ σήμερον, πάντας τοὺς εὐσεβεῖς, βλέποντας τὸν θεῖον Πολύδωρον, πῶς τῶν βασάνων κατεφρόνησε· δι’ ὧν κατηξιώθη ζωῆς τῆς αἰωνίου.
Τὰ τείχη σὺ κατέαξας, τῆς πλάνης ἀληθῶς, τῶν Ὀθωμανῶν θείων παθημάτων σου, ἀναμοχλεύσει ἱερώτατε, καὶ τοῖς πιστοῖς ἐδείχθης, στερέωμα καὶ τεῖχος.
Θεοτοκίον.
Βασίλισσαν Παρθένον Σε, κηρύττει ὁ Δαβίδ, ἄχραντε ἁγνή· δι’ ὃ ἱκετεύω Σε, τῆς οὐρανίου Βασιλείας Σου, ποίησον κληρονόμον, ἵνα Σὲ μακαρίζω.














ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
ς νέον ῥόδον ἡδύπνοον, καιροῖς ἐν τοῖς ἐσχάτοις ἐξήνθησας, Μάρτυς πολύαθλε· διὰ στεῤῥᾶς σου ἀθλήσεως, ἡμᾶς εὐωδιάζων τοὺς σὲ γεραίροντας.
είτω μοι ἅπαντα ἔλεγες, τὰ ἄλλα Χριστομάρτυς Πολύδωρε, τοῖς τυράννουσί σε, τὸν Ἰησοῦν δὲ μονώτατον, τὸν Ἰησοῦν ἐξ ὅλης ποθῶ καρδίας μου.
λος διψῶν τὸ μαρτύριον, Πολύδωρε τρισμάκαρ ὡς ἤκουσας, ἀγχόνης ὄνομα, εὐθὺς ὑπάγωμεν ἔφησας, καὶ σὺν τῷ λόγῳ δέκα ἔδραμες βήματα.
Θεοτοκίον.
Νέον παιδίον ἐγέννησας, τὸν πάντων πρὸ αἰώνων ὑπάρχοντα, Θεοχαρίτωτε· δι’ ὃ κακίαις γηράσαντα, ἐνθέοις ἀρεταῖς με νέον ἀπέργασαι.

Ἕτερος. Τὸν Προφήτην Ἰωνᾶν.
Ἐκ τῆς Χίου μεταβάς, πρὸς τὴν Ἔφεσον χωρεῖς, ὦ γενναῖε Ἀθλητά, ἵν’ ὡς θῦμα τῷ Χριστῷ, πανέντιμε, σαυτὸν προσφέρῃς, Μάρτυς Πολύδωρε.
Ἀντωνούμενος μικροῖς, τὰ μεγάλα σεαυτόν, ἔδωκας τοῖς αἰκισμοῖς, Ἀθλοφόρε τοῦ Χριστοῦ, Πολύδωρε, καὶ τὸν σὲ πρίν, πτερνίσαντα ἔτρωσας.
Συμπαθείας σὺ τὸν νοῦν, διαζεύξας Ἀθλητά, τῆς πρὸς σάρκα τὴν σαυτοῦ, μαστιζόμενος δεινῶς, ἀνέκραζες· τὸν Ἰησοῦν μου ποθῶ τὸν γλυκύτατον.
Θεοτοκίον.
Ἐν γαστρί Σου χωρητός, ὁ ἀχώρητος παντί, Θεομῆτορ γεγονώς, προελήλυθεν ἐκ Σοῦ, πανάμωμε, διπλοῦς τῇ φύσει, Θεὸς καὶ ἄνθρωπος.

Κοντάκιον. Ἡ Παρθένος σήμερον.
Τὴν σεπτήν Σου ἄθλησιν, ὡς γενεθλίων ἡμέραν, ἐννοῦντες χαίρομεν, καὶ σὲ γεραίρομεν πόθῳ· ἔλαβες, καὶ γὰρ ἐν ταύτῃ τὸ δι’ αἱμάτων, βάπτισμα, ὃ οὐ μολύνεται ῥύποις, ἐν δευτέροις δι’ οὗ ὅλος, λευκὸς ἀνῆλθες, εἰς τὰ οὐράνια.
Ὁ Οἶκος.
Τὸ ἀνδρεῖον τῆς ψυχῆς σου παράστημα, καὶ τὴν τῆς ὀρθοδόξου πίστεως πεπαῤῥησιασμένην ὁμολογίαν, Μάρτυς Πολύδωρε, ἐθαύμασαν Ἄγγελοι, ἔφριξαν οἱ δαίμονες, καὶ οἱ ἀσεβεῖς Ὀθωμανοὶ κατεπλάγησαν, ὁρῶντες ἐν σώματι ἄνθρωπον, τὰ τῶν ἀσωμάτων φρονοῦντα. Καὶ μήτε θωπείαις ἀπατηλαῖς εἴκοντα, μήτε ἀπειλὰς τυρανικκάς, μήτε βασάνους πτοοῦμενον, καὶ τὸν φοβερὸν ἅπασιν θάνατον, ὡς ἡδίστην ζωὴν προσιέμενον· δι’ οὗ τῷ Χριστῷ προσαχθεὶς ὡς θυσία καινὴ καὶ εὐάρεστος, χαίρων ἀνῆλθες, εἰς τὰ οὐράνια.
Συναξάριον.
Τῇ Γ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Πολύδωρος ὁ ἐκ Λευκωσίας καὶ ἐν Νέᾳ Ἐφέσῳ, ἐν ἔτει 1794, ἀγχόνῃ τελειοῦται.
Δῶρον Θεός σε καὶ πολύ τε καὶ νέον,
Δέδωκεν ἡμῖν Πολύδωρε τρισμάκαρ.
Βῆ δὲ τρίτῃ Πολύδωρος, ἐς οὐρανὸν ἀστερόεντα.

Τμηθεὶς κεφαλὴν Μάρτυς Ἄνθιμε ξίφει,
Καὶ νεκρὸς ἀνθεῖς εἰς Θεοῦ δόξαν τρίχας.

Εἰδὼς σὸν εἶναι τὸν Θεὸν Κτίστην, Πάτερ,
Αὐτὸν πρὸ πάντων ἐξελέξω κτισμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ζήνων, ἐν λέβητι μεστῷ μολύβδου καχλάζοντος βληθείς, τελειοῦται.
Ζήνων ὁ θεῖος τοῦ Θεοῦ πόθῳ ζέων,
Χαίρων ὑπῆλθε τοῦ μολύβδου τὸ ζέον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Αγία Μάρτυς Βασίλισσα, θηρίοις δοθεῖσα, καὶ μηδὲν βλαβεῖσα, ἐν εἰρήνῃ τελειοῦται.
Ὀφθεῖσα Βασίλισσα φρικτὴ θηρίοις,
Φρικτῷ παρέστη παμβασιλέως θρόνῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Χαρίτων, ἐν λάκκῳ ἀσβέστου βληθείς, τελειοῦται.
Εἰσδὺς Χαρίτων εἰς τὸν ἀσβέστου βόθρον,
Ἄσβεστον εὗρε φῶς ἀκηράτου τόπου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀρχοντίων, λιμῷ τελειοῦται.
Ἀρχοντίων λίμωττε καᾀντεύθεν τρύχε,
ἄρχοντα κόσμου λαμίαν νοουμένην.

Xριστὸς Bασιλεὺς εὐσεβή Kωνσταντῖνον,
ἐν οὐρανοῖς ἔστεψε κοσμίῳ στέφει.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ἀριστίων, ἐπίσκοπος Ἀλεξανδρείας, πυρὶ τελειοῦται.
Ὡς εἰς ἄριστον τὴν πυρὰν σπεύδων τρέχεις,
Χριστοῦ ἄριστε Μαρτύρων Ἀριστίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Φοίβης τῆς διακονίσσης
Πολλὰ τὰ τέκνα ἃ κατέλιπες Φοίβη,
ἐν Ἀχαίᾳ πρὸς Χριστὸν ἐκδημοῦσα

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Νεκταρίου Αἰγίνης, γενομένην ἐν ἔτει 1953
Ἐκ γῆς τὰ σὰ Λείψανα φανὲντα Πάτερ,
πᾶσι φαίνουσι τὴν κεκρυμμένην χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Ἀνθίμου τοῦ Βαγιάνου τοῦ ἐν Χίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Ῥοστώφ, τοῦ Ῥώσου τοῦ διὰ Χριστὸν σαλοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου τοῦ Οὔγγλις τοῦ Ῥώσου, ἱερέως καὶ διὰ Χριστὸν σαλοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.



















ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Τί καλεῖτέ με, φρενόληπτον παράφρονες; Μάρτυς Πολύδωρε, ἐβόας τοῖς δικασταῖς· ἐπίγνωτε ἄνομοι, ὡς οὐκ ἐξέστηκα, τὴν δ’ εὐσέβειαν, οὐδεπότε ἀρνήσομαι, κᾂν πολλάκις ἀποθάνω.
λος ἔνθεος, γενόμενος Πολύδωρε, τοῖς ἀπειλοῦσί σοι, Ὀθωμανοῖς εὐθαρσῶς, ἐβόας τὰ βάσανα, ἅ μοι προτείνετε, ξίφος θάνατον, ἀγχόνην οὐδὲν ἥγημαι, δι’ ἀγάπην Ἰησοῦ μου.
κεσίαις σου, ταῖς θείαις ἐλευθέρωσον, Μάρτυς Πολύδωρε, τοὺς ὑμνητάς σου ἡμᾶς, ἐκ πάσης κακώσεως, ἐν ὅσῳ πνέομεν, καὶ ἐκλείποντας, εἰς τὰς μονάς σου πρόσδεξαι, κᾂν τὸ αἴτημα ᾗ μέγα.
Θεοτοκίον.
Σοῦ πανύμνητε, τῆς μεσιτείας ἄνευθεν, νόων βροτῶν τε οὐδείς, ἔχει ἐλθεῖν πρὸς Θεόν, Σὺ χαρμόνη γέγονας καινὸν μεθόριον, κτιστῆς φύσεως, καὶ τῆς ἀκτίστου πάναγνε, ὢ πραγμάτων παραδόξων.

Ἕτερος. Ἡ κάμινος Σωτήρ.
Εἰς τέλος τὸν ἐχθρὸν κατετρόπωσας, ἐπὶ τῆς εὐσεβείας τῷ θώρακι, σὺ καθωπλίσθης μάκαρ, Ἀθλοφόρε Πολύδωρε.
Ἠπάτημαι ἐβόας Πολύδωρε, ἐπὶ τὸν Ἰησοῦ μου ἠθέτησα, ἀναλαβεῖν δι’ ὃ τοῦτον, αὖ πάλιν ἐπείγομαι.
Τὰ ἔπαθλα τῶν ἄθλων σοὶ δέδωκε, τῶν ὅλων ὁ Δεσπότης καὶ Κύριος, ὑπὲρ Αὐτοῦ θεόφρον, γενναίως ἀθλήσαντι.
Θεοτοκίον.
Ἱκέτευε Ὃν ἔτεκες Κύριον, ὡς εὔσπλαγχνον τῇ φύσει ὑπάρχοντα, Θεογεννῆτορ σῶσαι, τὰς ψυχὰς τῶν ὑμνούντων Σε.


















ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Λαμπρὰ ἡ πρὸς ἄθλησιν ὁρμή σου, λαμπρὰ δὲ καὶ ἡ παράστασίς σου γέγονε, λαμπρὰ καὶ ἡ ἄθλησις, λαμπρὰ καὶ τὰ τρόπαια κατὰ τοῦ πολεμήτορος, ἅπερ ἀνέστησας, τοῦ τρόποις ἐν ποικίλοις τρισμάκαρ, πρὸς τὴν ἄθλησίν σου ἐμποδῶν γενομένου.
λοι ἀσελγεῖς καὶ ὅλοι σάρκες, ὅλοι μεματαιωμένοι ὄντως πέλετε, τοῖς ἀπίστοις ἔλεγες, ἔνδοξε Πολύδωρε, καὶ εἰς πῦρ κολασθήσεσθε ἂν μὴ πιστεύσητε, Χριστῷ, τῷ ἀληθεῖ Θεοῦ Λόγῳ, καὶ Ποιητῇ κόσμου, ἐάσαντες τὴν πλάνην.
Γενναῖε περόνη διεπάρης, τὸ κρύφιον μέλος τὸ ἐκσφράγισμα, καὶ ἡδέως ἤνεγκας, τὰς ἀλγηδόνας Ἅγιε, καὶ ἀνεκραύγαζες· τὸ μῖσος, διὰ ταύτης ἐκτρίψω, ὃ φέρειν οὐκ ἔχω, ἐπὶ τῷ σώματί μου.
Θεοτοκίον.
λος Γαβριὴλ ὁ θεῖος λάμπων, λαμπρότητι ἀρχαγγελικῶς Θεόνυμφε, Σοῦ τὴν ὑπὲρ Ἄγγελον, ἁγνείας λαμπρότητι, ἀντελλαμφθεὶς νενίκηται σὲ ἀσπαζόμενος, καὶ γέγονε, βραχὺ ὥσπερ ἄστρον, κρυβὲν τῇ ἐλλάμψει, ἀνίσχοντος ἡλίου.

Ἕτερος. Ὃν φρίττουσιν.
Ἐφέσει Πολύδωρε Χριστοῦ κατασχεθείς, τὴν Ἔφεσον ἔνδοξε κατέλαβες σκιρτῶν, ἀνόμους δὲ ἐλέγξας ὑπ’ αὐτῶν Ἀθλητά, ἀγχόνῃ ἀνηρτήθης, ἐν ᾗ καὶ τελειοῦται.
Τὸ ὄντως ἀκρότατον πάντων τῶν ἐφετῶν, κατείληφας ἔνδοξε τὸν μόνον Ἰησοῦν, δυσώπησον Τοῦτον τοῦ ῥυσθῆναι πυρός, καὶ ἀξιωθῆναι ἡμᾶς ζωῆς ἀλύπου.
Εἰσδέδεξαι βάπτισμα, Πολύδωρε σοφέ, δευτέροις χραινόμενον ἐν ῥύποις μηδαμῶς, ἁπάντων τῶν ἄλλων βαπτισμάτων σαφῶς, ἀσφαλέστερόν τε καὶ φέρτερον.
Θεοτοκίον.
Ἀνάστησον κείμενον, εἰς βάθη με κακῶν, τοὺς νῦν πολεμοῦντάς με, πολέμησον ἐχθρούς, τρωθεῖσαν ἀτρόποις ἡδοναῖς τὴν ψυχὴν ἁγνὴ μὴ παρίδῃς, ἀλλ’ οἴκτειρον καὶ σῶσον.











ᾨδὴ θ΄. Ἅπας γηγενής.
εροῖ χοροί, Ἀγγέλων ηὐφράνθησαν ἐν τῇ ἀνόδῳ σου, τάγματα Μαρτύρων δέ, φαιδρῶς σκιρτῶντα σὲ ὑπεδέξαντο, εἰς ἑαυτῶν σκηνώματα ὡς ἐναθλήσαντα, ψυχῆς γνώμη, ἀνδρεία Πολύδωρε, καὶ ἀνόμων τὴν πλάνην ἐλέγξαντα.
Στήριγμα πιστῶν, καὶ δόξα καὶ καύχημα Μάρτυς Πολύδωρε, διὰ τῆς ἀθλήσεως, τῆς σῆς ἐδείχθης τύπος γενόμενος, αὐτοῖς ὑπὲρ τῆς πίστεως ἀθλεῖν στεῤῥότατα, τῶν δ’ ἀπίστων, αἰσχύνη αἰώνιος, ἣν οὐδέποτε ἄλλοτε ἔπαθον.
χεις ἀληθῶς, ἔχεις τὸν Παράδεισον νῦν ὃν ἐπόθησας, περὶ οὗ προέλεγες, ζῶν ἐν τῷ βίῳ Μάρτυς Πολύδωρε· ἀλλὰ καὶ ἡμᾶς, πρέσβευε τοὺς ἀγαπῶντάς σε, Παραδείσου γενέσθαι οἰκήτορας, μετὰ σοῦ εἰς αἰῶνα τὸν ἅπαντα.
 Θεοτοκίον.
μνοις Σε ἁγνήν, ὑμνῶ τὴν πανύμνητον, ἣν ἡ ἐγκόσμιος, καὶ ἡ ὑπερκόσμιος, γλῶσσα καὶ πᾶσα πνοὴ γεραίρουσιν, ὡς τὸν Θεὸν γεννήσασαν τὸν ὑπερύμνητον· Ὃν ὑμνοῦσι, χιλιάδες χίλιαι, μυριάδες τε μύριαι Ἄγγελοι.

Ἕτερος. Τὴν Ζωοδόχον Πηγήν.
Ὡς εὐωδέστατον κρῖνον Πολύδωρε, τοῦ νοητοῦ Παραδείσου γενόμενος, εὐωδίαις ἄθλων σου, τὴν ψυχήν μου εὔφρανον, τὴν δυσωδίαν αὐτῆς ἀποδιώξας, ἣ ἐκ πταισμάτων καὶ παθῶν αὐτῇ προσγίνεται.
Ἐν οὐρανοῖς ἐντρυφῶν παμμακάριστε, τῆς ἀκηράτου καὶ θείας λαμπρότητος, τὴν ψυχήν μου φώτισον ἔνδοξε Πολύδωρε, τῶν σῶν ἀγώνων ἀκτῖσι ταῖς φανωτάταις, καὶ τῶν παθῶν τὸν σκοτασμὸν Μάρτυς μείωσον.
Τοῦ Ἰησοῦ τῇ δυνάμει καὶ χάριτι, σὺ τὸν ἀγῶνα θεόφρον διήνυσας, σταθερῶς Πολύδωρε, καὶ στεφάνων ἔτυχες, καὶ τοῖς χοροῖς συναγάλλῃ τῶν Μαρτύρων· δι’ ὃ ἡμῶν τῶν ὑμνούντων σε μέμνησο.
Θεοτοκίον.
Φεῖσαι ἡμῶν τῶν ὑμνούντων Σου Κύριε, τὴν ἐκ Παρθένου ἀνέκφραστον γέννησιν, πειρασμῶν ῥυόμενος καὶ παθῶν καὶ θλίψεων, ταῖς ἱκεσίαις αὐτῆς, τοὺς Σοὶς οἰκέτας, ὡς εὐεργέτης καὶ μόνος φιλάνθρωπος.








Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὅπου ἦχος ἀκούεται, ἑορταζόντων Ἅγιε, ὅπου τρυφῆς ὁ χειμάῤῥους, εἰρηνικῆς πελαγίζει, τοὺς μακαρίους ἅπαντας, ὅπου χαρὰ ἀνέκφραστος, ἐκεῖσε κατασκηνῶσαι, Πολύδωρε ἠξιώθης.
Θεοτοκίον.
Πορφύρα θεοΰφαντος, καὶ στολὴ θεοποίκιλτος, χρυσοειδὴς διπλοῖς τε, τοῦ λόγου τοῦ ἀνδρωθέντος, καὶ ὕλη παναρμόνιος, τῆς θείας σωματώσεως, Σὺ Μαριὰμ ἀνεδείχθης, ὑπὲρ κατάληψιν πᾶσαν.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! Πῶς ἐν ὑστέροις καιροῖς, ὁ γενναῖος Πολύδωρος, πρὸς τὰ τῆς ἀθλήσεως, ηὐτομόλησε σκάμματα, καὶ τὴν τυράννων πλάνην κατήσχυνε, καὶ εὐσεβείας κήρυξ γεγένηται!  Δόξα Σοι, δόξα Σοι, Παντοκράτορ Κύριε, ὅτι καὶ νῦν, ἐφ’ ἡμῶν τὸ ὄνομα, σοῦ ἐθαυμάστωσας.

Δεῦτε τιμήσωμεν ᾄσμασι, τὸν μαργαρίτην Χριστοῦ, καὶ πολύτιμον ἄνθρακα, τὸν νέον Πολύδωρον, Λευκωσίας τὸ καύχημα, ἐξομοσάντων, τύπον τὸν ἄριστον, πιστῶν ἁπάντων, τὸ μέγα στήριγμα, πίστεως φύλακα, Ἐκκλησίας στέφανον καὶ χαρμονήν, καὶ δόξης ὑπόθεσις, Θεοῦ ὑπάρχοντα.

Σοῦ προσκυνοῦμεν τὰ λείψανα, καὶ τὴν εἰκόνα πιστῶς, ὦ γενναῖε Πολύδωρε, καὶ σὲ ἱκετεύομεν, ἀπὸ πάσης κακώσεως, ὀργῆς καὶ βλάβης παντοίας λύτρωσαι, ἡμᾶς τοὺς πόθῳ ἀνευφημοῦντάς σε, καὶ μετὰ θάνατον, ῥῦσαι τῆς κολάσεως καὶ οὐρανῶν, Βασιλείας ποίησον, μετόχους Ἅγιε.

Ὡς Ἑωσφόρος ἐφαίδρυνας, τὸ νοητὸν τοῦ Χριστοῦ, Ἐκκλησίας στερέωμα, Ἀθλητὰ Πολύδωρε, ταῖς ἀκτῖσι τῶν ἄθλων σου, καὶ πᾶντα μάκαρ, λίαν ἐθέρμανας, πρὸς θεῖον πόθον, οἷάπερ ἥλιος, τὰ χριστεπώνυμα, τῶν βροτῶν συστήματα· ὅθεν τὴν σήν, σεβασμίαν ἄθλησιν πανηγυρίζουσι.

Δόξα. Ἦχος πλ. δ΄.
Ἰάκωβον τὸν Πέρσην, καὶ Μείρακα τὸν Αἰγύπτιον, τοὺς ἐξομόσαντας πρίν, καὶ ὑπὲρ Χριστοῦ ὕστερον ἀναφανέντας Μάρτυρας, καὶ ὑπὸ τῆς πανταχοῦ Ἐκκλησίας δοξαζομένους, ζηλώσας Νεομάρτυς Πολύδωρε, τὸν διὰ βασάνων καὶ ἀγχόνης μαρτυρικὸν ὑπὲρ Χριστοῦ ὑπέμεινας θάνατον, καὶ τῶν ἴσων στεφάνων ἐκείνοις τετύχηκας· ὅθεν, τίς μὴ προσείπῃ σε Νέον Ἀθλητὴν τοῦ Χριστοῦ καὶ Μάρτυρα; ἤ, τίς ἐκ τοῦ ἴσου μὴ δοξάσῃ δικαίως τὴν μνήμην σου; Μάρτυς οὖν ἀληθὴς ὑπάρχων, καὶ μαρτυρικὴν ἔχων τὴν παῤῥησίαν πρὸς Χριστόν, τὸν σὲ στεφανώσαντα, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς λαμπροὺς ἀγῶνας, Πολυδώρου τοῦ Ἀθλητοῦ, τοῦ ἐν τοῖς ἐσχάτοις, καιροῖς ἀναφανέντος, Μάρτυρος θεηγόρου, τῆς θείας πίστεως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου