ΙΟΥΛΙΟΣ Β΄!!
ΠΑΝΑΓΙΑ ΒΛΑΧΕΡΝΩΝ
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται
ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς
γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’
ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.
Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν
μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ
ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό
ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι
πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ
κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα
Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις
με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου
ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν
μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα
τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς
προσδραμόντας τῇ θερμῇ σου πρεσβείᾳ, καὶ προσκυνοῦντας τὴν σεπτήν Σου Εἰκόνα,
ἐν πίστει Μῆτερ ἡμῶν ἐν Βλαχερναῖς, νῦν πάσης ἐλευθέρωσον, ἀπειλῆς καὶ
κινδύνου, καὶ παθῶν καὶ θλίψεων, καὶ νοσημάτων πάντων, καὶ ἐν εἰρήνῃ φύλαττε
αὐτούς, ὡς τῆς εἰρήνης, τὸν Κύριον τέξασα!
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τῇ Σῇ προστασίᾳ τῇ μητρικῇ,
ἐκ πάσης ἀνάγκης ἐλευθέρωσον καὶ κακοῦ, καὶ φύλαττε πάσης ἄλλης βλάβης, Μῆτερ
ἡμῶν ἐν Βλαχέρναις πανάχραντε!
Τῆς χάριτός Σου τῆς
μυστικῆς, ἀνέδειξας Μῆτερ, τὴν Εἰκόνα Σου χορηγόν, τοῖς βοήθειάν Σου
αἰτουμένοις, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις πανάχραντε!
Δοτῆρα ἐλέους καὶ χορηγόν,
τεκοῦσα ὦ Μῆτερ, χάριτί Σου ἐλέησον, τοὺς τὴν Σὴν βοήθειαν ζητοῦντας, Μῆτερ
ἡμῶν ἐν Βλαχέρναις πανάχραντε!
Πᾶσι τοῖς αἰτοῦσί Σου τὴν
σεπτήν, βοήθειαν Κόρη, ἡμῖν δίδου τὰς δωρεάς, καὶ σῶζε ἡμᾶς κακῶν παντοίων,
Μῆτερ ἡμῶν ἐν Βλαχέρνας πανάχραντε!
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ
κινδύνων παντοίων καὶ φοβερῶν θλίψεων, καὶ ἀπειλῶν τῶν ποικίλων τοῦ
πολεμήτορος, ἡμᾶς ἀπάλλαξον, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, τοὺς θερμῶς
προστρέχοντας, τῇ προστασίᾳ Σου.
Τοῖς
αἰτοῦσιν τὴν χάριν ὡς συμπαθῶς βράβευε, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, ἐν ταῖς
ἀνάγκαις τους, πρὸς Σὲ γὰρ σπεύδουσιν, καὶ οὐκ ἐλλείπουσι πάντες, τὸ σεπτόν Σου
ὄνομα, ἐπικαλούμενοι.
Ποταμοὶ
τοῦ ἐλέους ὡς ἀληθῶς βλύζουσιν, ἐκ τῆς Σῆς ἁγίας Εἰκόνος, ὦ Μῆτερ Δέσποινα,
πάντας δροσίζοντες, καὶ ἀναψύχοντες πάντας, τοὺς πυρὶ τῶν θλίψεων,
κατακαιόμενους.
Τοῦ
ἐχθροῦ τὰς παγίδας τὰς καθ’ ἡμῶν σύντριψον, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις τῇ
ἐπισκέψει Σου, καὶ τῇ Σῇ χάριτι, ἐν εἰρήνῃ τελείᾳ, τὴν ζωὴν κυβέρνησον, ἡμῶν
δεόμεθα.
Διάσωσον,
Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Θεογεννῆτορ, ἐκ παντοίων κινδύνων καὶ περιστάσεων,
τοὺς καταφεύγοντας πίστει τῇ χάριτί Σου.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν Σὴν ὡς τεῖχος
ἀπροσμάχητον, νῦν ἔχομεν καὶ παντοίων ἐπιθέσεων, ἀεὶ ἐλευθεροῦμεθα τοῦ δολίου
ἐχθροῦ καὶ πολεμήτορος, καὶ εὐφροσύνης καὶ χάριτος νῦν, πληρούμεθα μόνη
παντευλόγητε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πιεζόμενοι θλίψεσιν, πρὸς
τὴν Σὴν ἀγαθότητα καταφεύγομεν, καὶ λυτρούμεθα ὦ Πάναγνε, τῶν κατὰ τὸν βίον
περιστάσεων.
Πόνων ἡμᾶς ἀνακούφισον, τῶν
κατὰ ψυχὴν καὶ σῶμα ὦ πάναγνε, ἡμᾶς τοὺς Σὲ μεγαλύνοντας, καὶ τὰ μεγαλεῖά Σου
δοξάζοντας.
Νόσων σβέσον τὴν κάμινον,
καὶ τῆς χάριτός Σου δρόσον ἡμῖν ἐπόμβρησον, μητρικῇ Σου ἀγαθότητι, τοῖς Σὲ
μεγαλύνουσιν πανάμωμε.
Πάσης βλάβης διάσωζε, πάσης
νῦν παγίδος καὶ ἐπιθέσεως, Θεοτόκε ἀειπάρθενε, τοὺς τὰ μεγαλεῖά Σου δοξάζοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅπαντες πιστοί, τῷ ναῷ Σου
σπεύδουν πάναγνε, καὶ λαμβάνουν τὰς αἰτήσεις συμπαθῶς, Σὺ γὰρ πάντας ἐλεεῖς
Μῆτερ φιλάνθωπε.
Θεῖον θησαυρόν, τὴν Εἰκόνα
Σου κατέχοντες, ἐξ αὐτῆς τὰς δωρεὰς τῆς χάριτος, δαψιλῶς λαμβάνομεν ὦ Μῆτερ
πάναγνε.
Πάντα τὰ καλά, ἐκ Σῆς
χάριτος πηγάζουσιν, καὶ βοήθειαν παρέχεις τοῖς πιστοῖς, τοῖς αἰτοῦσιν Σὴν βοήθειαν
πανάχραντε.
Σὴν βοήθειαν, ἐν Βλαχέρναις
ἡμῶν Μῆτερ Σύ, τοῖς ἐν θλίψεσι κινδύνοις διωγμοῖς, συμπαθῶς ὡς πολυέλεος
χορήγησον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μαγείας, καὶ τοῦ ἐχθροῦ
μαγγανείας, καὶ ποικίλων παγίδων τοῦ δολίου, Σὺ ἐν Βλαχέρναις πάναγνε Μῆτερ,
καὶ βασκανίας φρικτῆς ἐλευθέρωσον, τοὺς καταφεύγοντας πιστῶς, πρὸς τὴν Σὴν
ταχυτάτην ἀντίληψιν.
Τῇ Σῇ Εἰκόνι πιστῶς
προσδραμόντες, καθ’ ἑκάστην Θεοτόκε ἡμέραν, ἀπὸ βάθους καρδίας Σοὶ βοῶμεν·
ἀσθενειῶν καὶ ποικίλων κακώσεων, ἐλεύθερον ἀπείραστον ἡμῶν, τήρει τὸν βίον
δεόμεθα!
Ἀσθενειῶν Σε, ἰατρὸν
ἐγνωκότες, καὶ χαρὰς τὴν πηγὴν ὦ Μητέρα, καὶ θλιβομένων τὴν παρηγορίαν,
κινδυνευόντων τε πάντων διάσωσιν, πανάχραντε Μῆτερ ἡμῶν, πᾶς πιστός Σοι
καταφεύγει καὶ σώζεται.
Διάσωσον,
Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Θεογεννῆτορ, ἐκ παντοίων κινδύνων καὶ περιστάσεων,
τοὺς καταφεύγοντας πίστει τῇ χάριτί Σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Ἐπιστασία Σου Κόρη
προστρέχοντες, νῦν φυλαττόμεθα πάσης κακώσεως· διό Σου τὴν χάριν κηρύττομεν,
Μῆτερ ἡμῶν ἐν Βλαχέρναις φιλάνθρωπε, Σὺ γὰρ ἡμῶν ἡ βοήθεια.
Προκείμενον: Μνησθήσομαι
τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ
ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς
τοῦ κάλλους σου.
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. α´ 39-49, 56)
Ἐν
ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς
πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ
ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν
τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ
μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας
σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς
ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν
ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς
λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν
Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ
τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ
γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ
Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα: Πάτερ, Λόγε,
Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν
με...
Σκέπην καὶ βοήθειαν,
σθεναρὰν προστασίαν, Μῆτερ Βλαχερνιώτισσα, ἐν παντὶ τῷ βίῳ Σε ἔχοντες, ἐκ
παντοίων θλίψεων, καὶ ἀσθενημάτων, καὶ παγίδων τοῦ ἀλάστορος, καὶ πάσης
Δέσποινα, ἄλλης συμφοράς τε καὶ μάστιγος, Σῇ χάριτι λυτρούμεθα, καὶ Σῇ ἀρωγῇ
καὶ χρηστότητι· ὅθεν ἀενάως, παράσχου Σὴν βοήθειαν πιστοῖς, πρὸς τὴν Σὴν
ἀγαθότητα, Μῆτερ ἀτενίζουσιν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ὑγείαν χορήγει καὶ
ψυχῆς θεραπείαν ὦ Μῆτερ πάναγνε, τοῖς πίστει ἀδιστάκτω, ναῷ Σου τῷ ἁγίῳ,
προσκυνοῦσιν καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὦ πανάχραντε Μῆτερ ἡ τὸ Φῶς
τετοκυῖα τὸ προαιώνιον, φωτὶ τῶν πρεσβειῶν Σου, ψυχὴν ἐσκοτισμένην μου
διαφώτισον, δέομαι ἵνα ὑμνῶ, Σοῦ ἀεὶ τὰ θεία μεγαλεῖα.
Τῶν κακούργων ἀνθρώπων τὰς
ποικίλας παγίδας καὶ κακουργίας των, καὶ πάσαν ἀπειλήν τε, ματαίωσον Παρθένε,
καὶ εἰς ἡμᾶς σύναψον, τὰ αἴσια ἐν Χριστῷ, φρονοῦντας καὶ τελοῦντας.
Διαφύλαξον πάσης τοῦ ἐχθροῦ
ἀπειλῆς τε καὶ ἐπιθέσεως, ἡμᾶς τοὺς ὁλθέρμως, τὸ θεῖον ὄνομά Σου, εἰς βοήθειαν
κράζοντας, ἐν πάσῃ ὥρᾳ ἁγνή, καὶ πάσῃ περιστάσει.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῦσαί με Κόρη, τῶν ποικίλων
κινδύνων, καὶ διάσωσον δεινῆς ἀῤῥωστείας, νῦν τῆς ἀπειλούσης, ψυχήν μου τὴν
ἀθλίαν.
Χάριτι θείᾳ, Μῆτερ ἡμῶν ἐν
Βλαχέρναις, παρηγόρησον ψυχήν μου τὴν ἀθλίαν, ἵνα Σὲ δοξάζω, Κυρία τῶν Ἀγγέλων.
Σὲ σωτηρίαν, Μῆτερ ἡμῶν ἐν
Βλαχέρναις, ἀποκτήσαντες ἐν τῷ παρόντι βίῳ, Σὴν ἐπιστασίαν, κηρύττομεν τοῖς
πᾶσιν.
Ἴδε εὐσπλάγχνως, Μῆτερ ἠμῶν
ἐν Βλαχέρναις, τοὺς προστρέχοντας τῇ θείᾳ Σου Εἰκόνι, καὶ παράσχου πᾶσιν, τὴν
λύσιν ὀφλημάτων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγάλων δωρημάτων, παρὰ Σοῦ
τρυφῶντες, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις ἑκάστοτε, τὴν πρὸς ἡμᾶς Σου χρηστότητα
μεγαλύνομεν.
Οἱ ἐν ἀσθενείαις,
στενάζοντες ἀθλίως, τῇ χάριτί Σου πιστῶς καταφεύγουσιν, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις
καὶ διασώζονται.
Ὑψίστου Θεοῦ Μῆτερ, πάσης
ἐπηρείας, τῆς τοῦ ἐχθροῦ μου ἐλεύθερον φύλαττε, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, τὸν
Σὲ δοξάζοντα.
Ὑμνοῦμεν τῆς πολλῆς Σου,
πρὸς ἡμᾶς εὐνοίας, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις ἐκδήλωσιν, ὅτι ἡμᾶς περισκέπεις καὶ
σώζεις πάντοτε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἄνασσαν Μαρίαν τὴν τοῦ
παντός, τὴν ἐλευθεροῦσα, ἀπὸ πάσης ἡμᾶς ὀργῆς, καὶ πρὸς Βασιλείαν, τὴν ἄνω
ὁδηγοῦσαν, τὴν μόνην Θεοτόκον, ὕμνοις τιμήσωμεν.
Χάριτί Σου θείᾳ Μῆτερ
σεπτή, ὄντως ὡραιώθη, ἡ Εἰκών Σου ἡ θαυμαστή, καὶ τῆς δωρεάς Σου, παρέχει τὰς
ἰάσεις, τοῖς ταύτη προσκυνοῦσιν, καὶ μεγαλύνουσιν.
Πάντας τοῖς ἐν θλίψεσιν καὶ
κακοῖς, ἐν στενοχωρίαις, ἐν κινδύνοις καὶ φυλακαῖς, Κόρη παναγία, τῇ Σῇ
ἐπιστασίᾳ, ὡς Μήτηρ τοῦ ἐλέους, σπεῦσον διάσωσον.
Καὶ ἡμᾶς Σοὺς δούλους τοὺς
ταπεινούς, προστρέχοντας Μῆτερ, τῷ ναῷ Σου τῷ ἱερῷ, πάσης ἐπηρείας, ἐχθροῦ τοῦ
ὀλεθρίου, τῇ Σῇ ἐπιστασίᾳ, σῶζε καὶ φύλαττε.
Χαῖρε τῶν Ἀγγέλων ἡ
χαρμονή, τῶν ἐν δυστυχίαις, ἡ ταχεία καταφυγή· χαῖρε τῶν πιστῶν Σου, ἡ σκέπη
καὶ προστάτις, καὶ πάντων ἐν κινδύνοις, Μῆτερ πανάχραντε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τὴν θείαν καὶ
σεπτήν, κατασπαζόμενους Εἰκόνα, τὴν Σὴν πανύμνητε, ἥνπερ ὀνομάζομεν,
Βλαχερνιώτισσα, πειρασμῶν ἐλευθέρωσον, καὶ νόσων ποικίλων, καὶ πταισμάτων
χάριζε ἡμῖν τὴν ἄφεσιν, τῇ Σῇ πρὸς Θεὸν παῤῥησίᾳ Παρθένε, ἵνα γηθοσύνως Σε
γεραίρομεν!
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου