Παρασκευή 8 Ιουνίου 2018

ΚΥΤΙΑΚΗ 2-8 ΙΟΥΛΙΟΣ. ΠΑΝΑΓΙΑ ΕΙΚΟΝΙΣΤΡΙΑ ΣΚΙΑΘΟΥ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΚΥΡΙΑΚΗ 2-8 ΙΟΥΛΙΟΥ
ΠΑΝΑΓΙΑ ΕΙΚΟΝΙΣΤΡΙΑ ΣΚΙΑΘΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀλεξάνδρου Μωραϊτίδου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δύο Ἀναστάσιμα, καὶ δύο τῆς Θεοτόκου. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Τὰς χεῖρας κροτοῦντες ἐν χαρᾷ, οἱ πιστοὶ συνέλθωμεν, καὶ χαριστήρια ᾄσματα τῇ Θεομήτορι, καὶ Παρθένῳ Κόρῃ, πόθῶ ἀναμέλψωμεν, Εἰκόνα γὰρ αὐτῆς ἡμῖν ἔπεμψε, τὴν Εἰκονίστριαν, τεῖχος σκέπην καὶ ὀχύρωμα, καὶ παντοίων δεινῶν ἀπολύτρωσιν.

Χαρᾶς ἐπληρώθη μυστικῆς, Συμεὼν ὁ δοῦλός Σου, Παρθενομῆτορ πανάχραντε, ὅτε ἐκλάμπουσαν, φέγγει οὐρανίῳ, τὴν πεύκην ἑώρακε· διὸ ἀναδραμὼν ἐθεάσατο, δῶρον πανέντιμον, ἐν τοῖς κλάδοις τὴν Εἰκόνα Σου, τὴν ἁγίαν ὑπὲρ ἥλιον ἀστράπτουσαν.

Δόξα. Τῆς Θεοτοκοῦ. Ἦχος β΄.
Προκαθαρθεῖσα τὴν ψυχήν, τῷ φωτὶ τοῦ Πνεύματος, ὅλον ἐδέξω ἐν γαστρὶ τῆς δόξης τοῦ Πατρὸς τὸ ἀπαύγασμα, Θεὸν ἐν μήτρᾳ Σου ἀφράστως σωματώσασα· Ὃνπερ ἱλέωσαι ἡμῖν, τοῖς ἐν πίστει βοῶσί Σοι· σῶσον ἡμᾶς ἐκ θλίψεων, καὶ κινδύνων καὶ πάσης κακώσεως, τοὺς τελοῦντας ἐν ᾠδαῖς χαριστηρίοις νῦν, τὴν ἑορτὴν τὴν ὑπέρλαμπρον, τῆς εὑρέσεως τῆς θείας Εἰκόνος Σου, Παρθένε πανύμνητε.

Καὶ νῦν. Τὸ Δογματικὸν τοῦ ἤχου.















Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε χαρμονικῶς, τῆς μόνης Θεοτόκου, τὴν ἱερὰν Εἰκόνα, ἐν ἄνθεσιν ᾀσμάτων, ἐνθέως καταστρέψωμεν.

Στ.: Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.
Φῶς καὶ ἀναψυχή, καὶ θυμηδία ἅμα, ἡμῶν τῶν Σκιαθίων, ὑπάρχεις Θεοτόκε, Παρθένε Εἰκονίστρια.

Στ.: Αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.
Ἄνω πρὸς τὸν Βουνόν, ἀνέλθωμεν ἐν ὕμνοις, καὶ ἴδωμεν τὸ ἄλσος, ἐν ᾧ ποτὲ κατέπτη, Εἰκὼν ἡ Εἰκονίστρια.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Φρένας τε καὶ ψυχάς, κεκαθαρμένοι πάντες, τὴν πάνσεπτον Εἰκόνα, τῆς παναμώμου Κόρης, ἐν φόβῳ ἀσπασώμεθα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἀναστάσιμον.
Δόξα. Καὶ νῦν. Τῆς Εἰκόνος. Ἦχος δ΄.
Χαρὰν ἥκεις φέρουσα ἡμῖν πανάχραντε, Εἰκὼν τῆς Θεόπαιδος ὦ Εἰκονίστρια, τοῖς πόθῳ τιμῶσί Σε· οὕσπερ καὶ περιέπεις, εἰς αἰῶνας αἰώνων, σκέπουσα βοηθοῦσα, καὶ τηροῦσαν βοᾶν Σοι· ὄντως ἀνωτέρα πάντων ὑπάρχεις, Παρθένε ἁγνή.
Ἀπόλυσις.


















ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι’ καὶ ψάλλομεν δ’ Ἀναστάσιμα τοῦ ἤχου, καὶ στ’  τῆς Θεοτόκου. Ἦχος α’. Ὢ τοῦ παραδόξου θαύματος.
Σήμερον πιστοὶ συνδράμωμεν, τῆς Παρθένου Κόρης, τῷ ναῷ γηθόμενοι, καὶ ᾄσμασιν ἱεροῖς εὐχαριστήσωμεν, τὴν Δέσποιναν καὶ ἁγνήν, καὶ πολιοῦχον ἡμῶν ἀπροσμάχητον, Εἰκόνα γὰρ τὴν αὐτῆς, τὴν Εἰκονίστριαν ἡμῖν δέδωκε, περισκέπουσαν τὴν νῆσον, καὶ πάντας τοὺς ἄγοντας, ἐν ᾠδαῖς ἐπαγρύπνοις, τὴν ἡμέραν τῆς εὑρέσεως.

Λάμψις φαεινὴ ἐπέλαμψε, καὶ τὴν πεύκην ἄφνω, ἐν φωτὶ κατηύγασε, Εἰκὼν ὅτε τῆς ἁγνῆς ὡράθη ἔκπαγλος, τοῖς κλάδοις ξενοπρεπῶς, λικνιζομένη εἰς θάμβος τοῦ γέροντος, τοῦ πρώτου ἐν τῇ νυκτὶ αὐτὴν ἰδόντος, ὁπότε προσηύχετο, ὃς ἐξεστηκὼς ἐβόα· χαῖρε ἡ ἀκήρατος τοῦ παντάνακτος Νύμφη, Παναγία Εἰκονίστρια.

Δέχου Μαριὰμ τὴν δέησον, τῶν οἰκτρῶν Σου δούλων, τῶν λιτανευόντων Σοι, ἐν ταύτῃ τῇ ἑορτῇ νῦν τῆς εὑρέσεως, Εἰκόνος Σου τῆς σεπτῆς, καὶ τῷ Υἱῷ Σου ἐκθύμως προσάγαγε, αἰτοῦσα ψυχῆς ἡμῶν, τὴν ῥῶσιν ἅμα τε καὶ τοῦ σώματος, ἵνα κράζομέν Σοι πόθῳ· χαῖρε ἀγλαόμορφε, τοῦ παντάνακτος Νύμφη, Παναγία Εἰκονίστρια.

Ἕτερα. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Ἔδωκας βοήθειαν, ἡμῶν τῇ νήσῳ Εἰκόνα Σου, τὴν σεπτὴν Εἰκονίστριαν, Παρθένε πανάμωμε, καὶ φρουρὸν καὶ σκέπην, κραταιὰν προστάτιν, τῶν θλιβομένων χαρμονήν, ἀπηλπισμένων τὸ παραμύθιον· δι’ ὃ κατασπαζόμενοι, ταύτην πιστῶς ἐκβοήσωμεν, ὥς ποτε ὁ Ἀρχάγγελος· χαῖρε Νύμφη ἀνύμφευτε.

Ἔδωκας πανάχραντε, τὴν Σὴν Εἰκόνα τοῖς δούλοις Σου, ἀσφαλὲς περιτείχισμα, ἀσπίδα καὶ θώρακα, καὶ ἄμαχον ῥῦστιν, καὶ φόβητρον μέγα τοῦ πολεμήτορος ἐχθροῦ, ὠρυομένου οἷάπερ λέοντος, ἡμᾶς δεινῶς καταπιεῖν, ὥσπερ στρουθίον παιζόμενον· διὰ τοῦτο τὴν εὕρεσιν, ταύτης πόθῳ γεραίρομεν.

Ἔδωκας πανάσπιλε, τὴν Σὴν Εἰκόνα τῇ πόλει Σου, ἰατρὸν θεοπρόβλητον· δι’ ἧς φυγαδεύονται, ἀνιάτων νόσων, ἀνύποιστα πάθη, καὶ λύπη πᾶσα καὶ φθορά, δίκην ἀχλύος ἐξαφανίζετια, δαίμονες ἐκδιώκονται, καὶ οἱ τυφλοὶ ἀναβλέπουσιν, οἱ χωλοὶ δὲ ἐφάλλονται, εὐτεκνοῦσιν οἱ ἄγονοι.


Δόξα. Τῆς Εἰκόνος. Ἦχος πλ. δ΄.
Τίς ἐξείποι πανάμωμε, ἢ τίς ἐξιχνιάσειε τῶν θαυμάτων Σου τὰ πλήθη· ἰάματα γὰρ βρύεις ἑκάστοτε, ἐκ παλάμης Σου θεουργικῆς, τῷ πιστῷ λαῷ Σου, τὰ Σὰ ἐλέη πλουσίως παρέχουσα. Καὶ πανταχοῦ προφθάνεις καὶ τοῖς πόῤῥῳ τε καὶ τοῖς ἐγγύς, τοῖς ἐν γῇ καὶ θαλάσσῃ· ἐξαιρέτως δὲ τὴν Σὴν νῆσον περιέπεις πανεύσπλαγχνε, τὴν ἀῤῥήτῳ λόγῳ, πολιοῦχόν Σε πλουτήσασαν.

Καὶ νῦν. Τοῦ ἤχου.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κβ. κη᾿ 10)
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ᾿ ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῆ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτὴν· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματι σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολὰς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματι σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὑ ἐὰν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην ὅτι οὑ μὴ σὲ ἐγκαταλίπω, ἕως τοῦ ποίησαι με πάντα ὅσα ἐλάλησα σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἐστὶ τοῦτο, ἀλλ᾿ ἡ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 27-μδ᾿ 1)
Ἕσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολὰς καὶ αὕτη ἢν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλησμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὑ μὴ διέλθῃ δι᾿ αὐτῆς ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. Θ-1)
Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα. Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον ὅν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσετε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἐλέγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἐλέγχε κακούς, ἵνα μὴ μισήσωσε σε· ἐλέγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου καὶ βουλὴ Ἁγίων σύνεσις τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεται σοι ἔτη ζωῆς.

Λιτή. Ἦχος α’.
Σταλάξατε τὰ ὄρη Σκιάθου γλυκασμόν, καὶ ὁ βουνὸς τῆς Κουνιστρίας σκίρτα καὶ χόρευε, ὅτι ἐν τῇ πεύκῃ σου, ὡς ὄρνις ἱερά, ἡ Εἰκὼν τῆς Θεόπαιδος, ἐκ τῶν ἄνωθεν, ἀῤῥήτῳ λόγῳ καταπτᾶσα, ἅπαντα τὸν δρυμὸν οὐρανίῳ φωτὶ κατηγλάϊσεν· ἥνπερ χαρμονικῶς παραλαβόντες οἱ ἔνοικοι, λαμπαδηφοροῦντες, εἰς τὸ ἐγγὺς ἡσυχαστήριον ἐναπέθεντο, ψαλμοῖς καὶ ὕμνοις αἰνοῦντες τὴν ἀνύμφευτον Νύμφην. Χαῖρε, λέγονττες, ἡ τριετίζουσα Δάμαλις, ἡ εἰς τὰ Ἅγια τῶν Ἁγίων ἀνατραφεῖσα· χαῖρε, ἡ οὐράνιος σκηνὴ τοῦ Βασιλέως τῶν ἁπάντων· χαῖρε, τῶν Χριστιανῶν τὸ καταφύγιον.

Ἦχος β΄.
Προκαθαρθεῖσα τὴν ψυχήν, τῷ φωτὶ τοῦ Πνεύματος, ὅλον ἐδέξω ἐν γαστρὶ τῆς δόξης τοῦ Πατρὸς τὸ ἀπαύγασμα, Θεὸν Λόγον ἐν μήτρᾳ Σου ἀφράστως σωματώσασα. Ὅνπερ ἱλέωσαι ἡμῖν τοῖς ἐν πίστει βοῶσί Σοι· σῶσον ἡμᾶς ἐκ θλίψεων καὶ κινδύνων καὶ πάσης κακώσεως, τοὺς τελοῦντας ἐν ᾠδαῖς χαριστηρίοις νῦν, τὴν ἑορτὴν τὴν ὑπέρλαμπρον, τῆς εὑρέσεως τῆς θείας Εἰκόνος Σου, Παρθένε πανύμνητε.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.
Ἐπιφανεῖσα Παρθένε, διὰ τῆς θείας Εἰκόνος Σου, ῥεῖθρα ἰάσεων ἡμῖν ἀναπηγάζεις. Καὶ γὰρ τυφλοῖς τὸ βλέπειν, καὶ κωφοῖς τὴν ἀκοήν, καὶ παρειμένοις καὶ χωλοῖς τὴν εὐδρομίαν θαυμαστῶς ἐχορήγησας. Δαιμονῶντας ἰάσω, καὶ τοὺς πάθεσιν ἀνιάτοις βεβλημένους, τῇ εὐσπλαγχνίᾳ Σου ἠλέησας· διὸ καὶ ἡμᾶς τοὺς τὴν ἑορτὴν τῆς εὑρέσεως τῆς Εἰκόνος Σου ἄγοντας, λῦσον τῶν παρενοχλούντων λυπηρῶν, αἰτούμεθά Σου Δέσποινα, καὶ τῆς αἰωνίου χαρᾶς ἀξίωσον.

Εἰς τὸν Στίχον. Τὰ Ἀναστάσιμα.

Δόξα. Καὶ νῦν. Ἦχος δ΄.
Τὴν μόνην ἀειπάρθενον, τὴν κιβωτὸν τὴν παναγίαν, τὴν σκιαζομένην τῷ θείῳ Πνεύματι, συνελθόντες νῦν εὐφημήσωμεν· εἰκὼν γὰρ αὐτῆς ἡ καλλίμορφος, ἐκθάμβως καταγλαΐζει ταῖς τῶν θαυμάτων βολαῖς, τὴν νῆσον ἡμῶν, τὴν πλουτήσασαν, ἀσύλητον αὐτὴν καὶ πανέντιμον θησαυρόν· ἧς ἐν τῇ θείᾳ εὑρέσει γηθόμενοι σήμερον, τὸν ὕμνον τὸν Ἀρχαγγελικόν, μελῳδικῶς ἀναμέλψωμεν· χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ, ὁ παρέχων ἡμῖν τὸ μέγα καὶ πλούσιον ἔλεος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἀναστάσιμον.
Δόξα. Καὶ νῦν. Τῆς Εἰκόνος. Ἦχος δ΄.
Χαρὰν ἥκεις φέρουσα ἡμῖν πανάχραντε, Εἰκὼν τῆς Θεόπαιδος ὦ Εἰκονίστρια, τοῖς πόθῳ τιμῶσί Σε· οὕσπερ καὶ περιέπεις, εἰς αἰῶνας αἰώνων, σκέπουσα βοηθοῦσα, καὶ τηροῦσαν βοᾶν Σοι· ὄντως ἀνωτέρα πάντων ὑπάρχεις, Παρθένε ἁγνή.

Ἀπόλυσις.



















ΟΡΘΡΟΣ

Τὰ συνήθη. Εἰς τοὺς Κανόνες· ὁ Ἀναστάσιμος, καὶ τῆς Εἰκόνος.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τὴν χάριν Σου δίδοι μοι, Παρθενομῆτορ πανάχραντε, ἡ μόνη ὑπάρχουσα χαρίτων ἔμπλεως, ὡς τὴν εὕρεσιν, ὑμνήσω Σῆς Εἰκόνος, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Ἐφάνης τῷ γέροντι, ὡς φῶς ἐν πεύκῃ οὐράνιον, αὐγάζον τὴν φάραγγα τοῦ ὄρους ἄχραντε, ὁ δ’ ἀναδραμών, κατεῖδε Σὴν Εἰκόνα, ὦ θαῦμα ἐξαίσιον, ἐναπαστράπτουσαν.
Καὶ κλῆρος καὶ ἄρχοντες, ἄνδρες γυναῖκες συνέδραμον, λαμπάδας βαστάζοντες καὶ θυμιάματα, καὶ παρέλαβον, σεπταῖς ἐν μελῳδίαις, Εἰκόνα τὴν πάντιμον, τὴν Εἰκονίστριαν.
Τὸ εἶδός Σου ἄχραντε, πᾶσαν ἐκπλήττει διάνοιαν, γαλήνην τὴν ἔνθεον ἡ θεία Σου μορφή, ταῖς τῶν εὐσεβῶν, καρδίαις ἐνσταλάζει, ψυχὴν κατευφραίνει δέ, ὄμμα τὸ εὔσπλαγχνον.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ἐλέους τὴν χάριν Σου Παρθένε, καὶ σκέπης ἰσχὺν τὴν κραταιάν, οὐ σιωπῶμεν πώποτε, κηρύττομεν τοῖς πέρασιν, ὅτι κινδύνων ἔσωσας, πολλῶν ἡμᾶς Εἰκονίστρια.
Κωφοῖς τὸ ἀκούειν ἐχαρίσω, τυφλοῖς δὲ τὸ βλέπειν καὶ χωλοῖς, τὴν εὐδρομίαν πάναγνε, τοὺς παρειμένους ἔσφιγξας, δαίμονας ἀπεδίωξας, καὶ τοὺς ἀλάλους ἰάτρευσας.
Καὶ γῆ τε καὶ θάλασσα κηρύττει, τὰ Σὰ μεγαλεῖα ἐν χαρᾷ, ὑμνεῖ τε καὶ δοξάζει Σε, ὁ σύμπας κόσμος ἄχραντε, καὶ στόματι καὶ πνεύματι, χρεωστικῶς μεγαλύνων Σε.
Φωτός Σου μαρμαρυγαῖς Παρθένε, τοὺς Σὲ ἀνυμνοῦντας εὐσεβῶς, φωτοειδεῖς ἀπέργασαι, ψυχῆς αὐτῶν τὰ ὄμματα, θεουργικῶς αὐγάζουσα, λαμπὰς Κυρίου ὁλόφωτε.

Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῆς σεπτῆς Εἰκόνος Σου, ἐν τῇ εὑρέσει, ἑορτὴν χαρμόσυνον, ἐπιτελοῦντες οἱ πιστοί, εὐσεβοφρόνως βοήσωμεν· χαῖρε Παρθένε, βροτῶν ἡ ἀνάκλησις.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.







ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον.
Πύλη τοῦ φωτὸς τοῦ ζωαρχικοῦ, πύλας μετανοίας ὑπάνοιξον, τῇ ταπεινῇ μου, παναμώμητε ψυχῇ, ὅπως τὴν πύλην εὕροιμι, τὴν εἰς Βασιλείαν εἰσάγουσαν.
Ἔνθα ἡ Εἰκών Σου Μῆτερ ἁγνή, πάλαι ἀνευρέθη περίκλυτος, ναὸς ἠγέρθη, καὶ ὑπέρκαλος Μονή, ἐξ ἧς προῤῥέει ἄπαυστα, ποταμὸς Χρυσοῤῥόας ἰάσεων.
Τῶν ἀπηλπισμένων μόνη ἐλπίς, τῶν πολεμουμένων βοήθεια, ἰσχὺς καὶ σκέπη, Σὺ ὑπάρχεις ἀληθῶς· διὸ καὶ Σοὶ προσπίπτομεν, ἐν ἀνάγκαις τοῦ βίου πανάχραντε.
Ἄλλον παραστάτην Μῆτερ ἁγνή, πρὸς Θεὸν ἢ μεσίτην πανεύσπλαγχνον, οὐκ εὐποροῦμεν, εἰ μὴ σέ· διὸ θερμῶς, λιτάζομέν Σοι κράζοντες· μὴ ἡμᾶς καταισχύνῃς τοὺς δούλους Σου.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἐπέστης ὁράματι, Σὺ τῷ ζωγράφῳ ἄχραντε, τὴν θείαν Εἰκόνα Σου ποθοῦντι, ἀποκαθᾶραι, ἀμαυρωθεῖσάν ποτε, καὶ εἶπας θανάτῳ Σε βαλῶ, εἰς ἁπάντων ἔκπληξιν, εἰ τελέσοις τὸ τόλμημα.
Διέσωσες ἄρχοντα, τῆς νήσου διωκόμενον, ὃς ἀποδιδοὺς πιστῶς τὴν χάριν, τὴν ἱεράν Σου Εἰκόνα πάσῃ σπουδῇ, καὶ πάσῃ δαπάνῃ εὐμαρῶς, ὅλην κατεχρύσωσεν, ὡς ὁρᾶται τὴν σήμερον.
Δαιμόνιον πύθωνος, ἀπό τινος ἐδίωξας, δεινόν τε καὶ κραταιὸν ἰσχύϊ, οὗ ἱερέως εἶτα ἐν τῷ Σῷ ναῷ, χειροθετουμένου ὡς βροντή, βαρυτάτη ἤχησεν, ἡ τελεία φυγὴ τοῦ ἀλάστορος.
Τὸν κράββατον ἤγειρεν, ἡ κόρη ἡ ταλαίπωρος, παρειμένη τε καὶ μογιλάλοις, ἐξερχομένη δ’ ἐκ τοῦ ναοῦ Σου ἁγνή, στεῤῥῷ βηματίζους αποδί, ἔνθους ἀνεκραύγαζε, χαριστήριον αἴνεσιν.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν τῆς εὑρέσεως, σεπτῆς Εἰκόνος Σου, δεῦτε τὰς χεῖρας κροτήσωμεν, καὶ ἐν χαρᾷ ψαλμικῶς ἀλαλάξωμεν.
Οὐκ ἔστιν ἀπαριθμήσασθαι, τὰ Σὰ ὦ Εἰκονίστρια θαύματα, ὡς ὑπερβαίνοντα, τὴν τῶν ἀστέρων ὁλότητα, καὶ τὴν τῆς παραλίας ψάμμον τὴν ἄμετρον.
Παράδεισος θεοφύτευτος, ὑπάρχει ὁ ναός Σου πανάχραντε, ἐν ᾧ ὡς ξύλον ζωῆς, ἡ Σὴ Εἰκὼν ἀνατέθηλεν, ἐξ ἧς ζωὴν πνευματικὴν δρεπόμεθα.
Χαῖρε Ἀδὰμ ἡ ἀνάκλησις· τῆς Εὔας χαῖρε ἡ ἀπολύτρωσις· χαῖρε ἡ ἄφεσις, τῆς κατακρίσεως ἄχραντε, καὶ ἡ εὐλογία τοῦ βροτείου φυράματος.


Κοντάκιον. Ἦχος δ’. Ὁ ὐψωθείς.
Ἡ πολυΰμνητος Εἰκὼν τῆς Παρθένου, ἐν διαχρύσῳ καὶ ἀχράντῳ ἑσθῆτι, πεποικιλμένη οἷα παῖς βασιλική, ἦλθε νῦν ἐπέφανεν, ὡς λαμπρὸς ἑωσφόρος, ἅπαντας αὐγάζουσα, ταῖς βολαῖς τῶν θαυμάτων, τοὺς πρὸς αὐτὴν βοῶντας ἐκ ψυχῆς· χαῖρε ἡ δόξα τῆς νήσου ἡμῶν Εἰκονίστρια.
Ὁ Οἶκος.
Τὴν ἀπειροδύναμον χάριν σου αἰτοῦμαι, πανάχραντε Δέσποινα, ὅπως λόγῳ κηρύξω ἅπασι τὰ σὰ μεγαλεῖα· δι’ ὧν ἑκάστοτε τοὺς πιστούς δούλου παραμυθῇ ἡ ὄντως Μήτηρ τῆς παραμυθίας. Ἥτις καὶ τὴν σήμερον ἡμέραν εὐδοκήσας, ἐν τῷ ἀπείρῳ ἐλέει Σου, καταπέμψασθαι εἰς τὴν νῆσον ἡμῶν τὴν πανθαύμαστον καὶ κρινοστάλακτον Εἰκόνα Σου, ἐν τῇ πεύκῃ τοῦ ὄρους ὡς ἐν θρόνῳ πυριμόρφῳ ἐνιδρυμένην, καὶ φαειναῖς ἀκτινοβολίαις ἅπαντα τὸ σύνδεδρον ἐκεῖνον χῶρον καταυγάσασα. Ἥνπερ ψαλμοῖς καὶ ὕμνοις ἀναλαβόντες οἱ ἔνοικοι εἰς τὸ ἐκεῖ ἡσυχαστήριον τοῦ γηραιοῦ Συμεών, τοῦ πρώτου τὸ τεράστιον ἰδόντος, ἐναπέθεντο κραυγάζοντες· χαῖρε ἡ δόξα τῆς νήσου ἡμῶν Εἰκονίστρια.

Συναξάριον, τοῦ Μηναίου καὶ εἶτα τὸ ἑξῆς:
Τῇ αὐτῇ ἡμέρᾳ, ἑορτάζομεν τὴν ἀνάμνησιν τῆς εὑρέσεως τῆς Εἰκόνος τῆς Παναγίας, ἔν τινι ὄρει τῆς Σκιάθου εὑρεθείσης, ἐν τοῖς κλάδοις πεύκης, φωτὶ καταυγαζομένης καὶ δάσος ἅπαν φωταγωγούσης.
Ἐκ κλάδων πεύκης, σεπτὴ Εἰκὼν κρεμᾶται,
τῆς τετοκυίας τὸν κρεμασθέντα ξύλῳ.
Ἐν τρισολβίοις ἡ νῆσος τῆς Σκίαθου,
εἰς κατοικίαν ἣν Μήτηρ Θεοῦ Λόγου.
Νῦν παραδόξως ᾑρετισάτο μόνην.
Ταῖς τῆς Θεοτόκου καὶ τῶν Ἁγίων, Χριστὲ ὁ Θεὸς, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Χεῖρας ἅπαντες κροτήσωμεν γηθόμενοι ὁ τῆς Σκιάθου λαός, πτωχοί τε καὶ πλούσιοι, κλῆρος καὶ ἄρχοντες, ἀνακράζοντες· εὐλογημένη Δέσποινα, Σὺ ἡμῶν ἡ σωτηρίαν.
Δεῦτε ἴδετε πάντες λαοὶ θαυμάσατε τὴν πρὸς ἡμᾶς τῆς ἁγνῆς, συμπάθειαν ἄῤῥητον, καὶ χάριν ἄφραστον, ὅτι ἔπεμψε, πρὸς τὴν ἡμῶν ἀσθένειαν, κραταιὰν παραμυθίαν.
Ἱκετεύομεν οἱ δοῦλοί Σου πανάχραντε Σὲ τὴν πανεύσπλαγχνον, μὴ ὑπερίδῃς ἡμᾶς, διενῶς κινδυνεύοντας ἐν ὥρᾳ θλίψεων· ἀλλ’ ἐμφάνηθι, καὶ λάμψει τῆς Εἰκόνος Σου, ἐξελοῦ τῆς τυραννίδος.
Ὑπερθαύμαστος ἡ δύναμίς Σου ἄχραντε καὶ γὰρ προφθάνεις ἀεί, πρὸς πάντα καλοῦντά Σε, ἀπὸ βαθέων ψυχῆς, τὸν μὲν σώζουσα, ἀπὸ θανάτου ἄλλον δέ, ἀπὸ νόσου ἀνιάτου.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Κύκλῳ τῆς Εἰκόνος Σου Παρθένε, ἐν τῇ ἱερᾷ ἡμέρᾳ τῆς εὑρέσεως, οἱ παντοίοις πάθεσι, νόσοις τε καὶ θλίψεισν, ἀθλίως χειμαζόμενοι, χοροὺς στησάμενοι, αἰτούμεθα, Παρθένε τὴν λύσιν, Σὲ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Πηγὴ ἡ ἀκένωτος ὑπάρχει, Παρθένε ὁ θεῖός Σου ὄντως ναός, βρύουσα θαυμάσια, παύουσα νοσήματα, δαίμονας φυγαδεύουσα, στειρώσεις λύουσα, τῶν πίστει Σοι, καὶ πόθῳ βοώντων· Σὲ ὑπερυψοῦμεν, ὦ κεχαριτωμένη.
Ὡς πάλαι τυφλώττοντα ἰάσω, ἐν δάκρυσι προσπεσόντα τῇ Εἰκόνι Σου, οὕτω ἱκετεύω Σε, πόνῳ τῆς καρδίας μου, τὸν τυφλωθέντα φώτισον, ἐμεῆς ψυχῆς ὀφθαλμόν, τὴν ὁδὸν τὴν φέρουσαν ὡς εὕρω, εἰς τὰς αἰωνίους, μονὰς τῆς ἄνω δόξης.
Σὲ πρὸς τὸν Χριστὸν στεῤῥὸν μεσῖτιν, προβάλλομαι Παναγία Εἰκονίστρια, ὅπως ὑπερίδῃς μου, τὰ βορεὰ πταίσματα, τὴν ὥρᾶν τῆς ἐτάσεως ἅπερ ἐξήμαρτον, ἐν ἔργῳ τε καὶ λόγῳ Παρθένε, γνώσει καὶ ἀγνοίᾳ, λυπῶν τὸν εὐεργέτην.

ᾨδὴ θ’. Ἅπας γηγενής.
ᾌσωμεν πιστοί, καινὸν ᾆσμα σήμερον, τῇ Θεομήτορι, καὶ πανηγυρίσωμεν, χοροὺς κροτοῦντες ἐν τῷ πανσέπτῳ ναῷ, ἐν ᾧ τελοῦνται ἄπειρα ξένα τεράστια, πρὸς τοὺς πίστει, τούτῳ καταφεύγοντας, καὶ αἰτοῦντας αὐτῆς τὴν ἀντίληψιν.
Ἴδε φωταυγής, ἡμέρα χαρμόσυνος ἡμῖν ἐπέλαμψεν, ὡραϊζομένη δέ, τοῖς τῶν χαρίτων εὐχρόοις ἄνθεσιν, τῆς θαυμαστῆς Εἰκόνος Σου, Κόρης Θεόπαιδος, ἣν ὑμνοῦντες, πόθῳ μεγαλύνωμεν, τὴν τὴν νῆσον ἡμῶν μεγαλύνασαν.
Κλῖνον καὶ ἡμῖν, τὸ οὖς Σου τὸ εὔσπλαγχνον, καὶ οἰκτρὰν δέησιν, Δέσποινα ἐπάκουσον, ἥνπερ ἱκέται πιστοὶ προσφέρομεν, τῇ κραταιᾷ δυνάμει Σου, καὶ ῥῦσαι ἄχραντε, τὴν Σὴν πόλιν, λιμοῦ λοιμοῦ καὶ σεισμοῦ, καταγίδος καὶ πάσης κακώσεως.
Δέχου παρ’ ἐμοῦ, τοὺς ὕμνους πανάμωμε οὓς νῦν προσφέρω Σοι, ὥς τινα ψελλίσματα, ἀπόρου γλώττης· ἀλλ’ ἐκ καρδίας θερμῆς, καὶ τῇ ἐσχάτῃ ὥρᾳ μου, φθάσασα δίωξον, τελωνείων, τὴν δεινὴν ἐνόχλησιν, καὶ πρὸς θείας ἐπαύλεις διάσωσον.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Σκιρτήσωμεν χορεύσωμεν, ἐν εὐφροσύνῃ σήμερον, καὶ ψαλμικῶς τῷ Κυρίῳ, ᾄσωμεν ᾄσματα ξένα· καὶ γὰρ ὡς φῶς ἐπέλαμψεν, ἐν πεύκῃ ἀστραπόμορφος, Εἰκὼν ἡ τῆς Θεόπαιδος, ξένῳ τῷ τρόπῳ ἐλθοῦσα, ἡμῶν φρουρός τε καὶ φύλαξ. (Δίς)


Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῇ εὑρέσει Σου πάνσεπτε, Εἰκονίστρια ἅπασα, Ἐκκλησία χαίρουσα ὡραΐζεται, καὶ ἡ μικρὰ νῆσος Σκίαθος, ἐν Σοὶ μεγαλύνεται, ἀνυμνοῦσά Σε πιστῶς, Θεοτόκε ἀνύμφευτε, χαῖρε λέγουσα, τὸ ἐμὸν ἐγκαλλώπισμα καὶ κλέος, ἡ βοήθεια καὶ σκέπη, καὶ ἱερὸν καταφύγιον. (Δίς)

Τοῖς ἐγγὺς καὶ τοῖς πόῤῥωθι, τὰς ἰάσεις παρέχουσα, Παναγία Δέσποινα Εἰκονίστρια, πᾶσαν τὴν Εὔβοιαν ἔπλησας, τῆς δόξης Σου ἄχραντε, καὶ τὴν γῆν τῶν Θετταλῶν, τῶν Τρικέρων τὴν ἔκτασιν, εἰς Λεβάδειαν, ἐπεφάνης καὶ ἄρχοντος τὴν παῖδα, ἐθεράπευσας ἀθλίως, ὑπὸ τοῦ δαίμονος πάσχουσαν.

Ῥιπιζόμενον πάντοτε, τῆς κακίας τῷ λαίλαπι, λογισμόν μου Δέσποινα ἐπιστήριξον, καὶ συμπτωμάτων ἐξάρπασον, δεινῶς τὴν ταλαίπωρον, συμπνιγόντων μου ψυχήν, ἵνα Κόρη πανάμωμε, μεγαλύνω Σε, τὸ παλάτιον τοῦ Παμβασιλέως, τῆς Τριάδος τε τὸν οἶκον, καὶ τῆς Σκιάθου τὸ καύχημα.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Αὕτη ἡμέρα Κυρίου, ἡ τῆς εὑρέσεως Εἰκόνος Σου τῆς σεπτῆς, ἀγαλλιᾶσθε λαοί, ἰδοὺ γὰρ πρὸ ἡμῶν ἀνάκειται ἡ ὡραιόμορφος Παρθένος, οἷα τριετίζουσα δάμαλις, ὅλη καλὴ καὶ ἄμωμος, ἱλαρῷ τῷ βλέμματι ὁρῶσα τὸν πιστὸν αὐτῆς λαόν, οὗ τὴν νῆσον, εἱς ἑαυτὴν κατοίκησιν ᾑρετίσατο, σκέπουσα αὐτὴν καὶ λυτρουμένη ἀπὸ πάσης περιστάσεως. Πρὸς αὐτὴν οὖν ἀνακράξωμεν· Παναγία Εἰκονίστρια, μὴ παύσῃ φωτίζουσα ἡμᾶς, φωτισμῷ γνώσεως καὶ εὐσεβείας, ὅπως ἀκυμάντως διαπλεύσαντες, τὸ τῆς ζωῆς μέγα πέλαγος, καταντήσωμεν εἰς τὴν Βασιλείαν τὴν οὐράνιον.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.













ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς παναχράντου τῇ Εἰκόνι προσπελάσωμεν, οἱ θλίψεσι καὶ νόσοις συνεχόμενοι, ἐν μετανοίᾳ κράζοντες καὶ ἐν στεναγμοῖς· δὸς ἡμῖν βοήθειαν, Εἰκονίστρια Κόρη, δεῖξον τοῦ ἐλέους Σου, τὴν ἀδάπανον χάριν, ὥσπερ τὸ πάλαι καὶ σκέπε ἡμᾶς· Σὲ γὰρ ἁγνὴ πολιοῦχον κεκτήμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών. 
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χοροὺς συγκροτήσαντες μυστικούς, Σκιαθίων παῖδες, συμπροπέμψωμεν εὐλαβῶς, τῆς προστάτιδος ἡμῶν τὴν Εἰκόνα, τὴν χαριτόβρυτον Εἰκονίστριαν.
Παρθένοι ἐξάρξατε τῆς ᾠδῆς, λαμπαδηφοροῦσαι, τῇ σεπτῇ ταύτῃ προπομπῇ, τῆς ἀειπαρθένου Κουνιστρίας, πρὸς τὰ ἀγαπητὰ αὐτῆς σκηνώματα.
Χοροὶ ἱερέων πανευλαβῶς, νῦν ἀναλαβόντες, τὸν ἀτίμητον θησαυρόν, τῆς τρισευτυχοῦς ἡμῶν πατρίδος, καινοπρεπῶς μελῳδοῦντες προάγετε.
Οὐκ ἔστι Παρθένε ᾆσμα καινόν, ἄλλον ἢ τὸ ᾄδειν, τῆς Εἰκόνος Σου τῆς σεπτῆς, εὕρεσιν τὴν ξένην καὶ τὰ ξένα, ὑμνολογεῖν αὐτῆς τεράστια.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γηραιὸς ἐρημίτης ὁ Συμεὼν εὗρέ Σε, πρῶτος ἐν τῇ πεύκῃ ἀγλαῶς ἐναπαστράπτουσαν, ὡς φῶς τὸ ἀνέσπερον, εἰς τὸν βουνὸν τὸν δασώδη, Εἰκὼν τῆς πανάγνου Κόρης, ὦ Εἰκονίστρια.
Θαυμαστῶς αἰωρεῖτο ἐν τοῖς κλάδοις ἄφθαστος, ἡ Εἰκὼν τῷ γέροντι οὖσα, ὅστις καὶ ἔδραμε, τῇ κώμῃ φέρων χαράν, τὴν ἔνθεον καὶ κραυγάζων· δεῦτε ἴδετε μέγιστον θέαμα.
Καὶ λαός τε καὶ κλῆρος ἐκ τοῦ Κάστρου ἔσπευσαν, λαμπαδηφοροῦντες ὑμνοῦντες, καὶ Σὲ παρέλαβον, ἐν φόβῳ τε καὶ χαρᾷ, καὶ ἐναπέθεντο τότε, ἐν τῷ ἱερῷ εὐκτηρίῳ τοῦ γέροντος.
Τῆς Εἰκόνος Σου Κόρη ἡ θαυμαστὴ εὕρεσις, διαβοηθεῖσα τοῖς πέριξ πιστῶς συνήγαγε, Παρθενομῆτορ ἁγνή, προσκυνητῶν Σου πληθύας, αἰτουμένων ἑκάστῳ, τὸ καταθύμιον.
Τί μοι ὕδωρ δροσίζον ἐν τῷ φλογμῷ καύματος; Τίς μοι αὔρα λεπτὴ καὶ δρόσος; ἡ κρινοστάλακτος, μορφή Σου Κόρη ἁγνή, πλέον εὐφραίνει καρδίας, τῶν πιστῶν ἀστράπτουσα, χάριν καὶ ἔλεος.
Νῦν κροτήσωμεν χεῖρας πανδημεὶ Σκιάθιοι, ὅτι τὴν αὐτῆς εὐλογίαν, ἡμῖν κατέπεμψεν, οὐσιωδῶς ἡ ἁγνή, τὴν αὐτῆς σεπτὴν Εἰκόνα, χαρισαμένην ἡμῖν, τὴν Εἰκονίστριαν.
Ἡμᾶς, τοὺς εὐλαβῶς κυκλοῦντας, τὴν Εἰκόνα Σου Παρθένε ὦ Εἰκονίστρια σεπτή, διάσωζε πάντοτε· Σὺ γὰρ εἶ καὶ τεῖχος ἡμῶν καὶ σκέπη.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.





Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πταιόντων Σὺ εἶ συγχώρησις πανάχραντε, δικαίου Κριτοῦ, δυσώπησις ἀνίκητος· διό Σοι προσπίπτομεν, ἡμᾶς τοὺς καθ’ ἑκάστην πταίοντας συγχώρησον, καὶ τὴν ὑγείαν δίδου τῆς ψυχῆς, καὶ σώματος τὴν ῥῶσιν ὦ Εἰκονίστρια.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εἰσακήκοε Δέσποινα, ὁ πιστὸς λαός Σου τὰ Σὰ τεράστια, κατενόησε τὴν χάριν Σου, καὶ ναὸν εὐπρεπῆ Σοι ἀνήγειρε.
Τυφλοὺς Κόρη ὠμμάτωσας, παρειμένους ὅλως ἄφνω συνέσφιγξας, καὶ χωλοὺς εὐδρόμους ἔδειξας, καὶ ὑγείαν νοσοῦσιν ἀπέδωκας.
Δαιμονῶντας πανάχραντε, τοῖς αὐτῶν οἰκείοις Σὺ ἐναπέδωκας, σωφρονοῦντας καὶ δοξάζοντας, τὴν ἀπειροδύναμόν Σου δύναμιν.
Ἀσεβῶς ἀποκόψαντα, καὶ ἀφρόνως κλάδον ἀπὸ τῆς πεύκης Σου, φρικτῷ θανάτῳ ἐπάταξας, εἰς φόβον τῶν ὁρώντων καὶ αἴσθησιν.
Ἐξαιτοῦμαί Σε Δέσποινα, φώτισον κἀμοῦ τὴν τυφλὴν διάνοιαν, ὅπως ἴδω τὴν ἀσθένειαν, τῆς ψυχῆς μου Κόρη καὶ σωθήσομαι.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἵνα τί ὦ Παρθένε, ἀπὸ τοῦ προσώπου Σου νῦν ἀπώσω ἡμᾶς, καὶ ὀδύναι καὶ θλίψεις τε, ἀνάγκαι τε εὕροσαν ἄχραντε· ἀλλὰ πέμψον ἡμῖν, τὸ πρῶτόν Σου φῶς τὸ τοῦ δάσους, καῖ ὁδοὺς τοῦ Υἱοῦ Σου ὀψόμεθα.
Δαιμονῶντα ἰάσω, Πύθωνος δαιμόνιον πάνδεινον ἔχοντα, ἱερέως δ’ εἶτα τούτου χειροτονουμένου, ἐν Σῷ ναῷ βροντὴ ἐγεγόνει, ξενήκουστον μέγα τέρας! Τελέως τότε ἐξελθόντως τοῦ δαίμονος.
Ἄλλον δαίμονα αὖθις, ἄνθρωπον δεινῶς βασανίζοντα ἄχραντε, φοβερὸν ἐγγίσαι φρικτόν τε θεάσασθαι, ἀπήλασας, τοῦ Σοῦ ἡγουμένου, ταῖς προσευχαῖς καὶ ταῖς νηστείαις, καὶ ἐξῆλθεν ὁ δαίμων ἀπὸ τοῦ ὄνυχος.
Ἐν κραββάτῳ προσήχθη, ἐκ Τρικέρων Κόρη μογιλάλος παράλυτος, ποτὲ τῷ ναῷ Σου, ἐλλεινὸν τοῖς ἅπασι θέαμα, πίστει τε καὶ πόθῳ, καὶ μεθ’ ἡμέρας ἐπανήει, δοξολογοῦσά τε καὶ βαδίζουσα.
Ἀγαλλέσθωσαν πάντες, οἱ δρυμοὶ τῆς Σκιάθου οἱ παντευλόγητοι, καὶ ἤχῳ τῶν φύλλων, καινοτρόποις ἐν ὕμνοις σκιρτάτωσαν· ὅτι ὡς τρυγών τις ἐσκήνωσεν ὑμῶν τοῖς κλάδοις, ἡ Εἰκὼν τῆς ἁγνῆς ἡ φιλέρημος.








ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἀπαριθμῆσαι οὐδείς, τὰ Σὰ θαυμάσια δύναται, οὐ λόγοις οὐδὲ γραφῇ, ταῦτα διηγήσασθαι· ὡς ὄμβρος ἐκχέονται, ἀπὸ Σοῦ ἀφθόνως, Παναγία Εἰκονίστρια.
Τίς ὄνομά Σου ἡδύ, ἐπεκαέσατο ἄχραντε, ἐν θλίψεσι καὶ δεινοῖς, ἐν ταλαιπωρίαις τε, καὶ πόθου οὐκ ἔτυχε, δαψιλῶς ἐν πᾶσι, Παναγία Εἰκονίστρια.
Διαβληθέντα ποτέ, τῇ ἀρχῇ ἄνδρα περίδοξον, καὶ φεύγοντας τὰ δεινά, καὶ περιπλανωμένον, διέσωσας Δέσποινα, ὃς εὐγνωμονῶν Σοι, τὴν Εἰκόνα κατεχρύσωσεν.
Ἀγγέλων αἱ στρατιαί, τὰς χάριτάς Σου θαυμάζουσαι, ὦ παρθενίας ἁγνόν, ἱερὸν ἀπάνθισμα, εἰς ναὸν ὁρῶσαί Σε νῦν εἰσαγομένην, χαῖρε Κόρη ἀνευκραύγαζον.
Βλέψον ἱλαρῶς, ὦ Παρθένε ἡ κατάκαρπος, ἐλαία ἐφ’ ἡμῖν τῆς θλιβομένοις, ἡ πάντων πιστῶν, τὰς ψυχὰς φαιδρῶς ἱλαρύνουσα, καὶ πλήρωσον χαρᾶς ἡμῶν τὴν καρδίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰωακεὶμ καὶ τῆς Ἄννης φυτὸν τὸ θεόβλαστον, πανακήρατε Κόρη, πιστῶν ἱλαστήριον, εἰσαγομένη σήμερον εἰς Ναὸν τοῦ Θεοῦ, συνεισάγαγε ἔνδον Αὐτοῦ, καὶ τὰς δεήσεις ἡμῶν τῶν θερμῶς δεομένων Σου· ἴδε ἡμῶν τὴν πίστιν, τὴν ὀδύνην καὶ τὴν θλίψιν, ἡ προστασία τῶν Χριστιανῶν ἡ ἀκαταίσχυντος.

Προκείμενον. Ἦχος δ´: Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. α´ 39-49, 56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα: Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...
Τὰ θεῖα ἐλέη Σου, μὴ ἀποστρέψης Παρθένε, ἀφ’ ἡμῶν τῶν δούλων Σου, οἷς ποτε εὐδόκησας τὴν Εἰκόνα Σου, τὴν Εἰκονίστριαν, δῶρον ἀτίμητον, καταπέμψαι θαυματόβρυτον, κρήνην ἰάσεων, καὶ ἐν τοῖς δεινοῖς παραμύθιον· μεθ’ ὧς περ λιτανεύοντες, νῦν ἐν μετανοίᾳ δεόμεθά Σου· ἄνοιξον Παρθένε, τὰ σπλάγχνα τῶν ἀπείρων οἰκτιρμῶν, καὶ τὰς αἰτήσεις ἐπάκουσον, τῶν παρακαλούντων Σε.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἰδὼ κἀγὼ Παρθενομῆτορ, τὴν ἀνταύγειαν τῆς ἱλαρᾶς μορφῆς Σου, ὅτε μου ἡ ψυχή, χωρίζεται τοῦ σκήνους, καὶ λυτρωθῶ τῆς ὄψεως, τῆς ζοφώδους τῶν δαιμόνων.
Πάθη δεινὰ καὶ κλόνους Κόρη, τὴν ἀθλίαν συσπαράσσοντα ψυχήν μου, καταμάστιξον νῦν, ὡς πνεύματα πολλάκις, ἐμάστιξας ἀκάθαρτα, τῶν σωμάτων μαστικτῆρας.
Εὔπλοιαν δίδου μοι Παρθένε, Εἰκονίστριαν ἐν τῷδε μου τῷ βίῳ, ὅπως φθάσω κἀγώ, εἰς ἄκλυστον λιμένα, καὶ γὰρ πολλάκις ἔσωσας, ἐν κινδύνοις τοὺς πλωτῆρας.
Χαίρων ἀνέθετό Σε Κόρη, εἰς τὰ Ἅγια ὁ θεῖος Ζαχαρίας, τὴν σεπτήν Σου δὲ νῦν, Εἰκόνα εἰς ναόν Σου, ἐν δόξῃ καθιέρωσε, Συμεὼν ὁ ἐρημίτης

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Παριστάμενοι κύκλῳ Σου ἐν πίστει, οἱ τῆς νόσου δεινῶς ποντούμενοι τῷ σάλῳ, δεόμεθά Σου Κόρη ἐλευθέρωσον, τῆς ὀδύνης ταύτης, ἵνα Σε ὑμνώμεν, τὴν κεχαριτωμένην.
Τριετίζουσαν Δάμαλιν τοῦ Νόμου, Σὲ παρέστησε γραφεὺς τῇ σεπτῇ Εἰκόνι, πάγκαλον βλάστην τῆς Ἀαρωνίτιδος, ὑμνουμένης ῥάβδου, ἐν Ναῷ Κυρίου, νῦν εἰσαγομένην.
Τῶν Ἀγγέλων μιμούμενοι τὰς τάξεις, μελῳδήσωμεν νῦν πρὸς τὴν Παρθένον Κόρην, θυμιατήριον χαῖρε τὸ πάγχρυσον, ἄνθρακος ἀΰλου τε, ἅμα καὶ ἀστέκτου, εὐῶδες χαῖρε ῥόδον.
Ἄλλη βάτος πυρφόρος ἀνεφάνη, ἡ τοῦ δάσους Εἰκονοφόρος σεπτὴ πεύκη, ἐφλέγετο γὰρ καὶ οὐ κατεκαίετο, φλόγα τῆς Εἰκόνος, αὐτῇ ἀναδιδούσης, δρόσῳ κεκραμένην.


ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐπέστης τῷ ζωγράφῳ νυκτός ποτε, σκοπουμένῳ καθᾶραι πανάχραντε, τὴν θαυμαστήν, ταύτην Σου Εἰκόνα καὶ γεραράν, ἀμαυρωθεῖσαν χρόνοις τε, καὶ καιροῖς πλὴν θάλλουσαν δαψιλῶς, τῇ θείᾳ Σου δυνάμει, καὶ εἶπας· μὴ τολμήσῃς, χεῖρα βαλεῖν ἢ θανατώσω σε.
Ὥπως ἡ θεία χάρις Σου κραταιά, Παναγία μου ὦ Εἰκονίστρια, εἰς πᾶσαν γῆν, φθάνει καλουμένη πανευλαβῶς· διὸ καὶ εἰς Λεβάδειαν, ἐπεφάνης ἄρχοντι εὐσεβεῖ, τῷ Φίλωνι καὶ τούτου, θυγάτριον ἰάσω, ἐπιληψίᾳ κατεχόμενον.
Εὐφραίνου καὶ ἀγάλλου ὦ Συμεών, τῇ παρούσῃ ἡμέρᾳ καὶ χόρευε, καὶ γὰρ πολλῷ, Σὺ τοῦ Μωϋσέως τῆς παλαιᾶς, ἐφάνης εὐτυχέστερος, ὅτι καὶ προσήγγισας τῇ φλογί, τῆς καιομένης πεύκης, καὶ τὴν σεπτὴν Εἰκόνα, κατηξιώθης ἀγκαλίσασθαι.
Ἡμᾶς τοὺς λιτανεύοντάς Σοι ἁγνή, καὶ ἐν δάκρυσιν ὕμνους προσφέροντας, καὶ ἐν ψυχαῖς, νῦν ὀδυνομέναις τὴν κραταιάν, προσδεχομένους σκέπην Σου, πρόφθασον ὡς πάλαι ἀντιλαβοῦ, καὶ ῥῦσαι τῆς ἀνάγκης, τῆς ἐνεστώσης ὅτι, τέκνα ἐσμέν Σου Εἰκονίστρια.
Τὸ ἔλεός Σου δίου Μῆτερ ἁγνή, τῇ νήσῳ τῇδε ἣν καθηγίασας, τῇ ἱερᾷ, ταύτῃ Σου Εἰκόνι καὶ κατοικεῖν, ἣν ᾑρετίσω πάναγνε, ἐκ πασῶν τῶν πόλεων καὶ χωρῶν, ὡς ἂν εὐχαριστοῦντες, ἀεὶ τὰ ἀρεστά Σοι, ἐπιτελῶμεν Εἰκονίστρια.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε οἱ τελοῦντες τὴν προπομπήν, τῆς σεπτῆς Εἰκόνος, τῆς Θεόπαιδος Μαριάμ, ταύτην προσκυνοῦντες, ἐν πίστει τε καὶ πόθῳ, ἀντλήσωμεν ὑγείαν, ψυχῆς καὶ σώματος.
Ἔχοντες πανάχραντε τὴν σεπτήν, ταύτην Σου Εἰκόνα, ἀπροσμάχητον βοηθόν, πρὸς αὐτὴν ἐν πίστει, προσφεύγοντες ἐν πάσῃ, ἀνάγκῃ τε καὶ θλίψει, παραμυθούμεθα.
Ἄπειρος ἡ δόξα Σου πανταχοῦ, τὰ θαυμάσιά Σου ὑπερέχοντα πάντα νοῦν, ἔκθαμβον τὸ κάλλος, τῆς ἱλαρᾶς μορφῆς Σου, ἄχραντε Παναγία, ὦ Εἰκονίστρια.
Καθαρθέντες σώματι καὶ ψυχῇ, ὥσπερ αἱ παρθένοι, συμπροπέμψωμεν καὶ ἡμεῖς, λαμπαδηφοροῦντες, ἐν τῷ αὐτῆς τεμένεις, ὴν τῆς ἁγνῆς Εἰκόνα, τὴν Εἰκονίστριαν.
Χάρμα τῆς Σκιάθου καὶ θησαυρός, Σὺ ὑπάρχεις ὄντως, ἡ προστάτις Εἰκὼν σεπτή, τῆς ἀειπαρθένου, Παιδὸς ἐλπὶς καὶ σκέπη, καταφυγὴ καὶ τεῖχος, ὦ Εἰκονίστρια.
Ἵλεως Παρθένε γενοῦ ἡμῖν, τοῖς Σὲ Θεοτόκον, καὶ κυρίως καὶ ἀληθῶς, καθομολογοῦσι, καὶ ῥῦσαι πάσης βλάβης, καὶ νόσου καὶ κινδύνων, καὶ περιστάσεων.
Δέξασθε τὰ ἄλση καὶ οἱ δρυμοί, οἱ τῆς Κουνιστρίας, ἀρωμάτων ἐν ἐμπνοαῖς, λαλιαῖς πτηνῶν τε, ὑμῶν τὴν ὀρεινόμον, τὴν λάμψασαν ἐν πεύκῃ, τὴν Εἰκονίστριαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς φρονοῦντάς Σε ἁγνή, ὄντως Θεοτόκον καὶ πίστει, ἀσπαζομένους ἀεί, τὴν σεπτήν Εἰκόνα Σου, τὴν Εἰκονίστριαν, καὶ τιμῶντας πανάχραντε, τὴν τῶν Εἰσοδίων, ἑορτὴν τὴν πάντιμον, σῶζε παντοίων δεινῶν, θλίψεων καὶ νόσων ποικίλων, ὅτι Σὲ κεκτήμεθα μόνην, σκέπην καὶ φρουρὸν καὶ καταφύγιον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου