ΙΟΥΛΙΟΣ Ι’!!
ΝΙΚΟΔΗΜΟΣ ΝΕΟΜΑΡΤΥΣ ΒΕΛΙΓΡΑΔΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γρηγορίου
ἱερομονάχου, Μοσχοπολίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’.
Πανεύφημοι Μάρτυρες.
Τελείως
τοῦ σώματος σοφέ, τὰ πάθη ἐνέκρωσας, ὑπερβαλὼν ταῖς ἀσκήσεσι, σκληραγωγίαις τε,
ἐπιπόνοις πάντας· ὅθεν καὶ τὸ αἷμά σου, ἐκχεῖν διὰ Χριστὸν ἐπεπόθησας, ᾯ καὶ
νῦν πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ὁ
Μάρτυς Νικόδημος ἡμῖν, τράπεζαν παρέθετο, μαρτυρικὴν τῶν ἀθλήσεων, κατατρυφήσατε,
οἱ τῇ πανηγύρει, πίστει συνελθόντες νῦν, ἐντεῦθεν ἀπαντλήσατε χάριν τε, Χριστῷ
πρεσβεύει γάρ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ὡς
μῦρον τὸ αἷμά σου σοφέ, Χριστῷ προσενήνοχας, ὡς δι’ Αὐτὸν ἐκχυνόμενον· δι’ οὗ
ἐμύρισας, τὰς καρδίας πάντων, τῶν πιστῶς ὑμνούντων σε, καὶ πόθῳ εὐφημούντων
μακάριε, καὶ νῦν οὖν πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ
μέγα ἔλεος.
Ἀβρόχως
νηχόμενος σοφέ, βίου τὸ κλυδώνιον, τῇ συνεργείᾳ τοῦ Πνεύματος, πρὸς πόλιν
ἔφθασας, τῆς Σιὼν τῆς ἄνω, ἔνθα συναγάλλονται, καὶ Ὁσιομαρτύρων στρατεύματα·
μεθ’ ὧν πρεσβεύεις νῦν, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα
ἔλεος.
Δόξα.
Ἦχος δ’.
Τὸν
στερεὸν ἀδάμαντα τῆς καρτερίας, ἀδελφοί, πνευματικῶς εὐφημήσωμεν, Νικόδημον τὸν
ἀήττητον Ὁσιομάρτυρα. Οὗτος γάρ, τὴν ἀσέβειαν καταλιπών, κόσμον δὲ ἀρνησάμενος,
καὶ τῷ δι’ ἡμᾶς ἐν τῷ κόσμῳ σαρκὶ Θεῷ ἐλθόντι, ἀκολουθήσας Χριστῷ, ὡς ἄρτος
ἐπίσημος εἰς σφαγήν, τὴν ὑπερκόσμιον σφαγὴν ἐκληρώσατο, καὶ πρεσβεύει ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὢ
θαύματος καινοῦ, ὢ μυστηρίου ξένου, πῶς ἔρχεται ἐν πόλει, Βελιγραδίου πόθῳ,
Νικόδημος ἐκτέμνεσθαι.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Πᾶσα
τῶν Ἀλβανῶν, ἡ χώρα χορευέτω· ἰδοὺ γὰρ νῦν ἐκλάμπει, Νικόδημος τοῖς ἄθλοις, καὶ
στεφηφόρος φαίνεται.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Δόξα
τῶν εὐσεβῶν, καὶ καύχημα καὶ κλέος, Ὁσιομάρτυς πέλεις, τὸ αἷμά σου γὰρ χέων,
ὑπὲρ ἡμῶν πρεσβεύεις νῦν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἔχοντες
οἱ πιστοί, Παρθένε Θεοτόκε, ἐλπίδα Σὲ καὶ τεῖχος, ἐχθρῶν τὰς κακουργίας, οὐ
δειλιῶμεν πώποτε.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τον
κόσμον κατέλιπες προσκολληθεὶς τῷ Χριστῷ, την σάρκα ἐσταύρωσας ζήσας τῷ
Πνεύματι, Νικόδημε ἔνδοξε, ῥείθροις τῶν σῶν αἱμάτων, λαμπρυνθεὶς ἠξιώθης,
ἄνωθεν των βραβείων, παρεστὼς τῇ Τριάδι· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι
ἡμᾶς πειρασμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὸν ἀστέρα τὸν ἄδυτον, τὸν
πολύαθλον Ὅσιον, καὶ Ὁσίων καύχημα ἐν ἀσκήσεσι, τὸν ἐναντίοις ἀνάλωτον, τὸν θεῖον
Νικόδημον, εὐφημήσωμεν πιστοί, καὶ Χριστῷ ἐκβοήσωμεν· δόξα Κύριε τῷ Σῷ κράτει,
καὶ Σῇ φιλανθρωπίᾳ, ὅτι δέδωκας Σῷ δούλῳ, δύναμιν νίκης τὴν ἄμαχον.
Ἐγκρατείᾳ τοῦ σώματος, καὶ συντόνῳ
δεήσει σου, τὴν ψυχὴν ἐκόσμησας καὶ ἡτοίμασας, καὶ καταγώγιον Πνεύματος, αὐτὴν ἀπετέλεσας,
καὶ πρὸς ἄθλησιν στεῤῥῶς, ῥωμαλαίῳ φρονήματι, ηὐτομόλησας, πολυτρόπους βασάνους
δοκιμάσας, ὡς χρυσὸς κεκαθαρμένος, ἑπταπλασίως Νικόδημε.
Τῇ ἀσκήσει τὸ πρότερον, καὶ κακώσει
τοῦ σώματος, θαυμαστὰ διήνυσας ἀγωνίσματα, καὶ τῇ ἀθλήσει τὸ δεύτερον, πορφύραν
ἐξ αἵματος, ἐνδυσάμενος φαιδράν, καὶ τῷ σκήπτῳ τῶν ἄθλων σου, ἐγκοσμούμενος, εἰς
αἰῶνα αἰῶνος τὰς θαλάμους, οὐρανίους ἐκληρώσω, Ὁσιομάρτυς Νικόδημε.
Δόξα. Ἦχος πλ. δ΄.
Πεφυτευμένος τῇ λάμψει τῆς
Τρισηλίου Θεότητος, καὶ κόσμον καταλιπών, πρὸς συμπλοκὴν ἐξελήλυθας Ὅσιε, καὶ
τοὺς δερματίνους τῆς νεκρώσεως χιτῶνας ἀπέβαλες. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ ἄνωθεν,
καὶ ἀγαλλιάσθω ἡ γῆ, σὺν κρότοις, καὶ ἀλαλαγμοίς, καὶ ἡ μυστικὴ νύμφη τοῦ
Χριστοῦ Ἐκκλησία, σκιρτάτω νῦν ἐν τῇ μνήμῃ τοῦ Μάρτυρος. Οὗτος γάρ, δι’ ἔρωτος
σατανικοῦ, πρὸς ἀσέβειαν πρώην ἀπαχθείς, καὶ ἀθλήσεως τῆς πρὸς Χριστὸν πίστεως,
τὸν πολύπλοκον βελίαρ καταβαλών, στεφηφόρος τὰ γέρα τοῦ ἐπουρανίου Βασιλέως,
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐκομίσατο. Καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ
φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ
ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν
Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον
ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ
ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν
εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ'
αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις
καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ'
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α’.
Τὴν πλάνην τῆς ἀσέβειας
βδελυξάμενος Νικόδημε, καὶ τὰς ἐνέδρας τῶν ἀοράτων ἐχθρῶν θριαμβεύσας, πρὸς
συμπλοκὴν ἀθέων ἐν πόλει Βελεγράδων ἐξελήλυθας· ὅθεν λαμπρῶς νικητὴς τέως, καὶ
στεφανίτης ἀναδειχθείς, πρεσβεύεις ἀσιαλείπτως Θεῷ τῷ παντάνακτι, ὑπὲρ τῶν
πίστει καὶ πόθῳ ἐκτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος β΄.
Ἡ τῶν λειψάνων σου θήκη,
Ὁσιομάρτυς Νικόδημε, ἀναβλύζει τοῖς πᾶσιν ἰάματα, καὶ ἡ ἁγία σου ψυχή, Ἀγγέλοις
συνοῦσα, ἀξίως ἀγάλλεται. Καὶ τῇ Ἁγίᾳ Τριάδι, ὡς Ἀθλητὴς στεφηφόρος, τῷ
νικητικῷ παρεστὼς διαδήματι, καθαρῶς αὐτὴν ε’ποπτεύεις, ἐντυγχάνων ἀμέσως, ὑπὲρ
τῶν πίστει καὶ πόθῳ, εὐφημούντων σε.
Ἦχος γ’.
Καταλιπὼν τοῦ κόσμου καὶ
τοῦ βίου τὰ τερπνά, μηδὲν τῶν ἀστάτων ἐθαύμασας, ἐπ’ ὄρους δ’ ἀναβὰς τῶν
ἀρετῶν, καὶ βασάνων ἀλγεινῶν καταφρονήσας, φάλαγγας δαιμόνων ἐπτόησας, καὶ
μεμηνότων τυράννων μανίαν κατέβαλες· ὅθεν τὸ αἷμά σου ὑπὲρ Χριστοῦ προθύμως
ἐξέχεας, καὶ πρὸς τὸ ἀκήρατον φῶς, εἰς εὔδιον λιμένα κατήντησας, καὶ τοῖς
Ἁγίοις συναυλιζόμενος· μεθ’ ὧν ἱκέτευε, Χριστὸν τὸν Θεὸν Ὅσιε, δωρηθῆναι ταῖς
ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἦχος
δ΄.
Ἐξέλαμψας
Ὅσιε, ὥσπερ ἀστὴρ φαεινός, ἐν γῇ τῶν Ἀλβανῶν, τὴν γὰρ ἀσέβειαν καλῶς
βδελυξάμενος, καὶ τὸν σταυρὸν τοῦ Κυρίου ἐπ’ ὤμων ἀράμενος, Χριστῷ ἠκολούθησας·
δι’ Ὃν καὶ τὸ σεπτόν σου αἷμα ἐκχέων, καὶ μιμητὴς Αὐτοῦ γενόμενος, μαρτυρικῶς
ὡς Μάρτυς ἐκοσμήθης· διὸ αἰτοῦμέν σε Ἅγιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ, θείου Πνεύματος πλησθείς, ἐμιμήσω τὸν Χριστόν· δι’ Ὃν καὶ κόσμῳ
ἐσταύρωσαι· ἀλλ’ ἐκεῖνος μέν, τὸ χειρόγραφον πάντων ἐξήλειψε, σὺ δὲ τὴν
ἔνστασιν τῶν παθῶν ἔλυσας, καὶ τὴν δυσκάθεκτον μανίαν τῶν ἀπίστων κατέσβεσας·
ἐκεῖνος, ὡς πρόβατον, καὶ σὺ ὥσπερ σφάγιον· αὐτὸς ἐν τῷ Σταυρῷ τὰς χεῖρας
ἐκπετάσας τοὺς πάντας εἰς ἓν συνήγαγε, καὶ σὺ τὴν κεφαλήν σου τῷ ξίφει
ἀποτμηθείς, τοῖς πᾶσιν ἐβόας· δεῦτε σὺν ἐμοὶ καὶ τῶν αἰωνίων ἀγαθῶν μὴ
ὑστερηθῶμεν, Ὃν ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. δ᾿. Ὢ τοῦ παραδόξου θαύματος
Μάρτυς,
τοῦ Χριστοῦ Νικόδημε, τίς ἐξισχύσει εἰπεῖν, τῶν σῶν πόνων τὰ ἔπαλθα, καὶ τοῦ
μαρτυρίου σου, τὰ ἀνδρεῖα τεράστια· αὐτομολῶν γάρ, ὡς λέων Ὅσιε, πρὸς τῆς
Σερβίας πόλιν κατέῤῥαξας, τοὺς ἀντιπάλους σου· ὅθεν καὶ συνόμιλος ἐν οὐρανοῖς,
τῶν Μαρτύρων γέγονας, τῆς καρτερίας σου.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Μάρτυς,
τοῦ Χριστοῦ Νικόδημε, ἐν τῇ πόλει ποτέ, τῶν ἀθέων τὸ φρύαγμα, ἀνδρικῶς κατέβαλες,
τῇ δυνάμει τοῦ λόγου σου, καὶ τῶν ἀπίστων στόματα φράττονται, καὶ κατεπόθη, τὸ
τούτων σύστημα· ὢ τῆς ἀσκήσεως, καὶ τῆς στεῤῥᾶς ἀθλήσεως· δι’ ὧν ἐχθρόν,
πέπτωκεν ὁ δόλιος, Χριστοῦ νικήσαντος.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Μάρτυς,
τοῦ Χριστοῦ Νικόδημε, σὺ τὸν Δεσπότην Χριστόν, ὁλοψύχως ἐπόθησας, καὶ βασάνων
ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, οὐκ ἐπτοήθης ἐχθροῦ τὰς μάστιγας, αἰκίας
πάσας, ἔφερες ἄριστα, καὶ νῦν ἀπέλαβες, τοὺς στεφάνους ἔνδοξε τοὺς παρ’ Αὐτοῦ·
ὅθεν εὐφημοῦμέν σε, θεομακάριστε.
Δόξα.
Ἦχος β΄.
Δεῦτε
φιλεόρτων τὸ σύστημα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν τοῦ Χριστοῦ
ἀειλαμπέστατον Ὁσιομάρτυρα, ἐν ὕμνοις τιμήσωμεν, Νικόδημον τὸν πανένδοξον
Ἀθλητήν. Νῦν γὰρ ἐπ’ ἐσχάτων τῶν χρόνων, ὡς ἑωσφόρος τοῖς στίγμασι τῶν Μαρτύρων
καταυγαζόμενος, τῆς τρυφῆς τῆς Ἐδὲμ ἀξιοῦται, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε,
σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ
δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τον
κόσμον κατέλιπες προσκολληθεὶς τῷ Χριστῷ, την σάρκα ἐσταύρωσας ζήσας τῷ
Πνεύματι, Νικόδημε ἔνδοξε, ῥείθροις τῶν σῶν αἱμάτων, λαμπρυνθεὶς ἠξιώθης,
ἄνωθεν των βραβείων, παρεστὼς τῇ Τριάδι· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι
ἡμᾶς πειρασμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν
τάφον Σου Σωτήρ.
Ἀστὴρ ὁλολαμπής, ὡς δειχθεὶς ἐν τῷ
κόσμῳ, φωτίζεις ἀστραπαῖς, τῶν καλῶν σου ἀγώνων, τοὺς πόθῳ ὦ Νικόδημε, καὶ πιστῶς
εὐφημοῦντάς σε· ὅθεν σήμερον, τὴν φωτοφόρον καὶ θείαν, μνήμην ἅπαντες, χαρμονικῶς
ἐκτελοῦμεν, καὶ πίστει γεραίρομεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον,
ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων.
Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις
τοὺς δούλους σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ
Λόγον.
Τῇ ἀσκήσει καὶ πόνοις καὶ προσευχαῖς,
τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ὁσίων καὶ σύσκηνος,
καὶ τῶν Μαρτύρων ὄντως, ἐφάμιλλος ἔνδοξε, τὸν γὰρ βίον ἀνύεις, ἑκάτερον
θλίψεσιν· ὅθεν ἀμφοτέρων, ἀπολαύων τὸ στέμμα, ἐδέξω τὰ θαύματα, καὶ πηγάζεις ἰάματα,
Ἀθλοφόρε Νικόδημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ
πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν
Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι
σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο
βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὸ
προσταχθὲν μυστικῶς.
Ὡς στρατιώτης Χριστοῦ κατὰ ἀπίστων,
ἀγωνισάμενος ὑπὲρ τῆς εὐσεβείας, ταῖς ῥοαῖς τῶν αἱμάτων ἔσπευσας βυθίσαι,
βελίαρ καὶ τοὺς ἀθέους βασανιστάς, χωρίσαι γὰρ οὐδὲν ἴσχυσε τοῦ Θεοῦ, σὲ ὦ
Μάρτυς Νικόδημε· διὸ παρεστὼς Χριστῷ, θερμῶς Αὐτῷ ἀνάκραξον· δόξα Σοι τῷ Θεῷ ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν ἀναλλοίωτον Θεὸν ἡ τετοκυῖα, ἀλλοιουμένην
εἰς ἀεὶ τῇ ἁμαρτίᾳ, ταῖς προσβολαῖς τοῦ δολίου καὶ τῇ ῥαθυμίᾳ, στερέωσον τὴν
καρδίαν μου Ἀγαθή, πρεσβείαις ταῖς μητρικαῖς σου ὅπως κᾀγώ, εὐχαρίστως κραυγάζω
σοι∙ Θεογεννῆτορ Μαριάμ, ἐλέησον τὴν ποίμνην σου, ἣν ἐκτήσω Πανάμωμε.
Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἡ τῶν λειψάνων σου θήκη,
Ὁσιομάρτυς Νικόδημε, ἀναβλύζει τοῖς πᾶσιν ἰάματα, καὶ ἡ ἁγία σου ψυχή, Ἀγγέλοις
συνοῦσα, ἀξίως ἀγάλλεται. Καὶ τῇ Ἁγίᾳ Τριάδι, ὡς Ἀθλητὴς στεφηφόρος, τῷ
νικητικῷ παρεστὼς διαδήματι, καθαρῶς αὐτὴν ἐποπτεύεις, ἐντυγχάνων ἀμέσως, ὑπὲρ
τῶν πίστει καὶ πόθῳ, εὐφημούντων σε.
Εἶτα, οἱ Κανόνες· τῆς
Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου,
οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων: Σοί, Γρηγόριος, Νικόδημε.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Σοφίας τὴν ἄβυσσον,
τίς ἐξισχύσει ὑμνῆσαί σου, καὶ βάθος κριμάτων σου, ἐξιχνιᾶσαι Χριστέ, ἀνελκύσω
γάρ, βυθοῦ τῆς ἀπιστίας, τὸν Ὁσιομάρτυρα, θεῖον Νικόδημον.
Ὁδὸν τὴν εἰσάγουσαν,
Ὁσιομάρτυς σὺ ὥδευσας, πρὸς ὄρος τὸ ἅγιον, Ὁσίων καύχημα, ὢν γὰρ τὸ γὰρ ἅγιον, ὡδήγησέ
σε Πνεῦμα, ἐπαναπαυσάμενον, ἐν τῇ καρδίᾳ σου.
Ἱστάμενος Ὅσιε,
ἐν τῇ ἐρήμῳ ὡς ἄσαρκος, τὸν νοῦν ἀνεπτέρωσας, πρὸς θεωρίαν Θεοῦ, καὶ ὑπέταξας,
τὸ χεῖρον πρὸς τὸ κρεῖττον, σεπταῖς ἀναβάσεσιν, ἐμπλατυνόμενος.
Θεοτοκίον.
Ἡ γῆ πᾶσα
βλέπουσα, τὴν ἀπολύτρωσιν ἄχραντε, βοᾷ χαριστήρια, τῷ τοκετῷ Σου ἁγνή, ἱκετεύω
Σε, παθῶν τῆς δυσωδίας, βορβόρου τε ῥύσασθαι, τῶν παραπτώσεων.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου,
οὗ ἡ ἀκροστιχίς: Μέλισμα, Νικόδημε,
δεύτερον πλέκω.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Μεγάλων ἠξίωσαι
δωρεῶν, Μάρτυς ἀσεβείας, μοχθηρίαν διαφυγών· διόπερ ἀπαύστως ἀνεβόας· τῷ Λυτρωτῇ
καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Ἐξαίσιον
δέησιν πρὸς Θεόν, τοῦ φυγεῖν τὰς βρόχους, δυσσεβείας ἀναπληρῶν· διόπερ ἀπαύστως
ἀνεβόας· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Λαμπρύνας
ψυχήν σου ταῖς ἀρεταῖς, ταπείνωσιν πρῶτον, καὶ ἐγκράτειαν ἐσχηκώς· διόπερ ἀπαύστως
ἀνεβόας· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Θεοτοκίον.
Ἰάσω τὸ
σύντριμμα τῶν βροτῶν, αἵματί Σου Λόγος, ἐκ Παρθένου ὁ σαρκωθείς, καὶ πάλαι
συντρίψαντα δυνάστην, Σοῦ θεϊκῇ δυναστείᾳ συνέτριψας.
ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Γεώδεις
φροντίδας ἀπεσείσω, Ἀγγέλων σὺ βίον ἐσχηκώς, καλῶς ἀγωνισάμενος, καταβαλὼν τὸν
δράκοντα, πρὸς Σερβίαν ἔφθασας, Ὁσιομάρτυς Νικόδημε.
Ῥυόμενος
πλάνης δυσσεβείας, τὸ σῶμά σου ἤσκησας στεῤῥῶς, καὶ μαρτυρεῖν ἐπόθησας, ὑπὲρ
Χριστοῦ τῆς πίστεως, ἀσεβεστάτους ἤλεγξας, χάριτι θείᾳ ῥωννύμενος.
Ἡγήσω ὡς
σκύβαλα τὰ ὄντα, Θεοῦ ἐφιέμενος σοφέ, σταυρὸν ἀναλαβὼν ποτέ, καταπαλαίειν ἔσπευσας,
κόσμον καὶ κοσμοκράτορα, Ὁσιομάρτυς Νικόδημε
Θεοτοκίον.
Δεσπότην
τεκοῦσα τῶν ἁπάντων, ζωὴν χαριζόμενον ἡμῖν, τοῖς πόθῳ Σὲ γεραίρουσι, καὶ πίστει
μακαρίζουσι, δουλείας ἐλευθέρωσον, ἐχθροῦ ἡμᾶς Θεονύμφευτε.
Ἕτερος. Οὐρανίας ἁψῖδος.
Στεναγμοὺς ἀνενδότους
καὶ ψυχικὸν δάκρυον, καὶ διηνεκῆ ἀνεκτήσω, Πάτερ κατάνυξιν· ὅθεν ὁλόκληρος ὤν,
τῶν ἀρετῶν ταμιοῦχος, μαρτυρεῖν ἐπόθησας, θεομακάριστε.
Μαρτυρίου τὸν
δρόμον ἐπιποθῶν ὥδευσας, πρὸς Βελιγραδίου τὴν πόλιν, τὰ θεῖα παίζουσαν, καὶ ὡμολόγησας
σύ, τυραννικῶν πρὸ βημάτων, τοῦ Χριστοῦ τὸ ὄνομα, θεομακάριστε.
Θεοτοκίον.
Ἀληθῆ
Θεοτόκον ὁμολογῶ Δέσποινα, Σὲ τὴν τοῦ θανάτου τὸ κράτος, ἐξαφανίσασαν, ὡς γὰρ
φυσίζωος, ἐκ τῶν πυλῶν τοῦ θανάτου, πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Στηλιτεύων τὴν πλάνην τῶν δυσσεβῶν,
ἐν σταδίῳ παρέστης δικαστικοῦ, πρὸ βήματος Ὅσιε, καὶ βασάνους ὑπήνεγκας, ἀνδρειοφρόνως
ὄντως, καὶ θλίψεις τοῦ σώματος, κακουχίας τε πάσας, Χριστοῦ γὰρ νικήσαντος, καὶ
νῦν κατεσκήνωσας· ἔνθα τῶν Ἀγγέλων, καὶ Ἁγίων Μαρτύρων, χοροὶ συναγάλλονται, καὶ
τρυφῆς ἀπολαύουσιν, Ἀθλοφόρε Νικόδημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ
ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ
τοῦτο πάντες πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ
αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως τῆς ἐκεῖσε δεόμεθα, ἵνα πίστει
βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς πιστῶς
προσιοῦσι τῇ σκέπῃ σου.
ᾨδὴ
δ’. Τὴν ἀνεξιχνίαστον.
Γῆ καὶ τὰ οὐράνια γέγηθε
νῦν, σὲ στεφηφοροῦντα θεώμενα, μαρτυρικῷ τε, διαδήματι σεπτῷ, μεγαλοφώνως
ἔκραζον· δόξα τῇ δυνάμει Σου Κύριε.
Ὅλην σου τὴν ἔφεσιν πρὸς
Χριστόν, πόθῳ ἐκκέρασας πανόλβιε, τὸν σὸν Νυμφίον, καὶ ποθήσας ἀκλινῶς,
ἀκολουθεῖν τοῖς ἴχνεσι, δόξα Σοι ἐκραύγαζες Κύριε.
Ῥήγνυται χειρόγραφον τὸ τοῦ
Ἀδάμ, λόγχῃ νυττομένου σου Κύριε, καὶ Νικοδήμου, διαῤῥήγνυται σαφῶς, ῥεῖθρα
αἱμάτων στάξας γάρ, φάλαγγας δαιμόνων κατέκοψεν.
Θεοτοκίον.
Ὕμνοις Σὲ γεραίρομεν Μήτηρ
Θεοῦ, πόθῳ ἐκ καρδίας κραυγάζομεν· ῥῦσαι κινδύνων, καὶ παθῶν τῶν χαλεπῶν, ὅπως
ἀπαύστως κράζομεν· δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ Σου.
Ἔτερος.
Εἰσακήκοα Κύριε.
Νικοδήμου τὸ εὔτονον, παῖδες
παρανόμων τέως ἀκούσαντες, ἐξηρπάσαντο ὡς λέοντες, καὶ ὡς θῆρον ἦγον εἰς
ἀναίρεσιν.
Ἱλασμὸν ἡμῖν δώρησαι, τῶν
ἀγνοημάτων θεῖε Νικόδημε, καὶ εἰρήνευσον τὴν πόλιν σου, σαῖς λιταῖς πρεσβεύων
τῷ παντάνακτι.
Κατεναύσας τὰ πάθη σου, τὰς
τοῦ δυσμενοῦς παγίδας συνέτριψας· ὅθεν Ὅσιε ὑψούμενος, οὐρανοπολίτης
ἐχρημάτισας.
Θεοτοκίον.
Ὁλικῶς Σὲ δοξάζουσι, τὰ τῶν
Ἀσωμάτων θεῖα στρατεύματα, Θεοτόκε παναμώμητε, τὸν γὰρ κτίστην τούτων
ἀπεκύησας.
ᾨδὴ
ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἰδεῖν ἐφιέμενος, τὸ κάλλος
τὸ ἀμήχανον, κάλλιστον ἀγῶνα ἠγωνίσω, νῶτον καὶ στῆθος τοῖς ῥαβδισμοῖς
συντριβείς, λύσσαν τυραννούντων δυσσεβῶν, μάκαρ σὺ ἐνέπτυσας, καὶ τὴν τούτων
ὠμότητα.
Ὅλον νῦν λαμπρύνθητι, τῶν
Ὀρθοδόξων σύστημα, καὶ Βελιγραδίου ἅπαν πλῆθος, καὶ κατατέρπου ἐν εὐφροσύνῃ
πολλῇ, φῶς γὰρ εὐσεβείας τηλαυγές, ἔλαμψε Νικόδημος, ἀσεβῶν τοῖς παλαίσμασιν.
Σωμάτων τὰ τραύματα,
θεράπευσον Νικόδημε, ἴασαι τὰ πάθη τῆς ψυχῆς μου, τοὺς ἀνομίας χειμάῤῥους
ξήρανον σύ, ὅπως τὰ ἐλέη σου ὑμνῶ, καὶ τὴν εὐσπλαγχνίαν σου, ὁ ἀχρεῖος ἱκέτης
σου.
Θεοτοκίον.
Μεγάλων ἠξίωσαι, τῶν δωρεῶν
πανάχραντε, Σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν· δι’
Ὃν Βασιλείαν οὐρανῶν, πᾶσι προσιοῦσί Σοι, καὶ εἰρήνην χαρίζεται.
Ἕτερος.
Φώτισον ἡμᾶς.
Δὸς ἡμῖν Χριστέ, Νικοδήμου
ταῖς ἐντεύξεσι, τῶν αἰωνίων ἀγαθῶν τε τυχεῖν, καὶ σὴν εἰρήνην παράσχου ἡμῖν
φιλάνθρωπε.
Ἤθλησας στεῤῥῶς, τῇ ἀσκήσει
δαπανώμενος, ἐπισταζόμενος δὲ αἵματι σῷ, δίπλοκον στέφανον Πάτερ, ἔνθεν
ἀπείληφας.
Μόνῳ τῷ Θεῷ, μόνος Ὅσιε
ἑνούμενος, ἀγγελικὸν δὲ βίον σὺ ἐσχηκώς, σὺν τοῖς Ἀγγέλοις, ἀπαύστως Θεὸν
ἱκέτευε.
Θεοτοκίον.
Ἔμπλησον ἁγνή, εὐφροσύνης
τὴν ζωὴν ἡμῶν, τὴν Σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης ἡ γεννήσασα τὸν
αἴτιον.
ᾨδὴ
στ’. Τὴν θείαν ταύτην.
Νεκρὸς ὁ ὄφις ἐγένετο,
βασάνοις σὲ νεκρὸν καθορώμενος, θεῖε Νικόδημε, καὶ τὴν ζωὴν τὴν αἰώνιον,
κληρονομοῦντα ὄντως τῇ θείᾳ χάριτι.
Ἰδόντες πάντες εὐφράνθησαν,
καὶ πλήθη Ὀρθοδόξων θεόφρονα, χεῖρας ἐκρότησαν, τὰς ἀριστείας Νικόδημε, καὶ τὸν
δυναμοῦντά σε Θεὸν ἐδόξαζον.
Καλλίστην χάριν ἐπέτυχες,
χοροὺς σεπτῶν Μαρτύρων μιμούμενος, τούτοις καὶ σύσκηνος, ἐν οὐρανῷ γὰρ
γενόμενος, Τριαδικὴν μονάδα σέβεις θεότητα.
Θεοτοκίον.
Ἐπῆλθε Πνεῦμα τὸ ἅγιον, ἐν
Σοὶ καὶ Θεὸς Λόγος ἐσκήνωσε, τῇ Θεομήτορι, καὶ γένος βρότειον ἔσωσε, τῷ
ἀδιστάκτῳ πίστει σεπτῶς δοξάζον Σε.
Ἕτερος.
Τὴν δέησιν.
Δεδόξασται, ἐν Θεῷ Νικόδημος,
ὁ γὰρ Κύριος δοξάζει ἀξίως, τὸν δι’ Αὐτόν, κοπιῶντα νομίμως, καὶ τὴν ζωὴν τῷ
θανάτῳ ὀλέσαντα, καὶ θέλοντα ἡμᾶς παθῶν, καὶ φθορᾶς λυτρωθῆναι καὶ θλίψεων.
Ἐπέβη, ἀγριωπῶς πρὸς
σκάμματα, ὥσπερ λέων ὁ Νικόδημος τότε, ὅτε μανίαν τυράννων ἐλέγξας, καὶ τὸν Χριστὸν
θαρσαλέως τῷ βήματι, κηρύξας τὸν αὐτὸν Χριστόν, καὶ βροτὸν γεγονότα δι’ ἔλεος.
Ὑπέμεινας, τὸν ἡμέρας
καύσωνα, καὶ νυκτὸς τὸν παγετὸν ἐν ἐρήμῳ, διὰ Χριστόν, Ὃν ἐπόθησας Πάτερ, καὶ
τὴν ψυχήν σου θανάτῳ παρέδωκας, καὶ ἔτυχες ἐν οὐρανοῖς, Βασιλείας Θεοῦ ἀξιάγαστε.
Θεοτοκίον.
Τὰ τάγματα, τῶν Ἀγγέλων
ἄχραντε, καὶ Ἁγίων ἀνυμνοῦσί Σε πάντων, τῶν Χερουβίμ, ἀνωτέραν δειχθεῖσαν, καὶ
Σεραφὶμ ὑπὲρ νοῦν χρηματίσασαν, ἐντεῦθεν καὶ πᾶσα πνοή, ὡς Μητέρα δοξάζει τοῦ
Κτίσαντος.
Κοντάκιον.
Ἦχος γ’. Ἐπεφάνης σήμερον.
Ὡς
φωστὴρ πολύφωτος, ἐκ τῆς Σερβίας, ἀναλάμψας ηὔγασας, ἐν ταῖς καρδίαις τῶν
πιστῶν, ταῖς ἀρεταῖς τῶν ἐπάθλων σου, Ὁσιομάρτυς,
τρισμάκαρ Νικόδημε.
Ὁ
Οἶκος.
Τῆς
μετανοίας τὸν κήρυκα, καὶ ἀσεβείας ἀντίπαλον, τῶν ἀσκητῶν τὸ ἐγκαλλώπισμα, καὶ
τῶν Μαρτύρων ἀγλάϊσμα καὶ ἐφάμιλλον, δεῦτε πάντες ὑμνήσωμεν, Νικόδημον, τὸν
πανένδοξον Ὁσιομάρτυρα. Τὸν γὰρ ἐχθρὸν βελίαρ, καὶ ἀσεβῶν μανίαν ἀσκητικοῖς
ἀγωνίσμασι, καὶ ῥέιθροις αἱμάτων ἐκνικήσας, καὶ τῇ Τριάδι φαιδρὸς τῷ νικητικῷ
διαδήματι παρεστώς, κρουνηδὸν ἰαμάτων τὰ ῥεύματα, τοῖς προσιοῦσιν ἐν πίστει
ὀμβρίζει, καὶ πρεσβεύει ὑπὲρ ἡμῶν τῶν βοώντων αὐτῷ· Ὁσιομάρτυς, τρισμάκαρ Νικόδημε.
Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη
τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Νικοδήμου, τοῦ μαρτυρήσαντος ἐν τῇ πόλει τοῦ
Βελιγραδίου.
Χείρ,
Νικόδημον, πέφνεν ἡ μιαιφόνος,
χεὶρ Κυρίου
ἔνειμεν ἀξίως στέφος.
Ἦρεν ἄορ
δεκάτῃ Νικοδήμου αὐχένα θείαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων
Τεσσαράκοντα Πέντε Μαρτύρων, τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας.
Παρεμβολὴ
τις εὑρέθη Θεῷ νέα,
τόλμη παρεμβάλλουσα καὶ πυρὸς μέσον.
τόλμη παρεμβάλλουσα καὶ πυρὸς μέσον.
Οὗτοι, κατὰ τοὺς καιροὺς
Λικινίου βασιλέως, καὶ Λυσίου ἡγεμόνος, ὡμολόγησαν τὸν Χριστόν. Ἐξῆρχον δὲ
αὐτῶν, οἳ καὶ τῆς πόλεως ἦσαν πρῶτοι· Λεόντιος, Μαυρίκιος, Δανιήλ, καὶ
Ἀντώνιος. Διαφόροις δὲ βασάνοις ἐξετασθέντες, ὕστερον ἐν καμίνῳ πυρὸς
βληθέντες, τέλος τοῦ δρόμου τῆς ἀθλήσεως εὕραντο
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Βιάνορος καὶ Σιλουανοῦ
Oὐκ
ἠδυνήθη σὴν ἑλεῖν στεῤῥὰν φύσιν,
Mάρτυς Bιάνωρ, οὐδὲ τοῦ ξίφους βία.
Ὤφθη παταχθεὶς Σιλουανὸς τῷ ξίφει,
ἄλλος Σιλωὰμ ἐξιώμενος πάθη.
Mάρτυς Bιάνωρ, οὐδὲ τοῦ ξίφους βία.
Ὤφθη παταχθεὶς Σιλουανὸς τῷ ξίφει,
ἄλλος Σιλωὰμ ἐξιώμενος πάθη.
Ὁ μὲν Ἅγιος Βιάνωρ, τῆς
Πισσιδῶν ἐπαρχίας ἦν. Διὰ δὲ τὴν εἰς Χριστὸν ὁμολογίαν, Σεβηριανῷ ἡγεμόνι
Εὐφρατησίας εἰς ἐξέτασιν ἄγεται. Καὶ πρότερον μὲν κρεμασθείς, σπαθίζεται, καὶ
σφαίραις πυρὸς κατακαίεται, καὶ τοὺς ὀδόντας, καὶ τὰ ὦτα ἀφαιρεῖται. Ὁ δὲ
Σιλουανός, παρεστώς, καὶ τὴν τοῦ Ἁγίου καρτερίαν βλέπων, ἐπίστευσεν εἰς
Χριστόν, καὶ πάραυτα τὴν γλῶσσαν ἐξεκόπη, καὶ μετὰ ταῦτα τὴν κεφαλήν. Ὁ δὲ
Ἅγιος Βιάνωρ τρυπᾶται τοὺς ἀστραγάλους, καὶ τὸν δεξιὸν ὀφθαλμὸν ἐξορύττεται,
καὶ τὸ δέρμα τῆς κεφαλῆς ἀφαιρεῖται, καὶ τὸν αὐχένα τέμνεται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος
Ἀπολλωνίου τοῦ ἐκ Σαρδέων
Ἀπολλωνίῳ
σταυρὸς ἡ τιμωρία,
εἰπεῖν δ’ ἀληθῶς, Σταυρός ἡ σωτηρία.
εἰπεῖν δ’ ἀληθῶς, Σταυρός ἡ σωτηρία.
Ὃς Περινίῳ τῷ ἄρχοντι,
ἐνδημοῦντι τῷ Ἰκονίῳ, προσαχθείς, καὶ τὸν Χριστὸν ὁμολογήσας, καὶ τὰ εἴδωλα
μυκτηρίσας, σταυρῷ προσηλοῦται, καὶ τὸ μαρτύριον ἐκπληροῖ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μυρίων Ὁσιομαρτύρων, τῶν ἐν σπηλαίοις καὶ σκήταις κατοικούντων, οὓς θανάτῳ
πικρῷ παρέδωκεν ἐν πυρὶ καὶ καπνῷ, Θεόφιλος Ἀλεξανδρείας, διὰ Ἰσίδωρον τὸν
Πρεσβύτερον
Ἔκτεινεν
εἰς σπήλαια πῦρ τοὺς μυρίους,
σπήλαιον οἰκήσαντος οἰκέτας Λόγου.
σπήλαιον οἰκήσαντος οἰκέτας Λόγου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσία Ἀμαλίας, τῆς ἐν Βελγίῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τιθόη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Ἀθανασίου τοῦ Πεντασχοινίτου, τοῦ ἐν Κύπρῳ.
Ὁ πτωχοὺς
ξενίσας πλουσίως ἐξενίσθη,
Ἀθανάσιος
θεῖος ἐν πόλῳ δόξης.
Οὗτος,
ὡς εὔχημος καρπός, ἐξ εὐθαλοῦς προερχόμενος δένδρου, ἐβλάστησεν ἐν τῇ πάλαι
ποτὲ διαλαμψάσῃ κώμῃ τοῦ Πεντασχοίνου, τῇ παρὰ τὸ χωρίον τοῦ Ἁγίου Θεοδώρου
κειμένῃ, τῆς ἐπαρχίας Λάρνακος. Ὁ πατὴρ αὐτοῦ, εὐσεβὴς καὶ φιλόθεος, μετὰ τῆς
εὐλαβεστάτης μητρὸς αὐτοῦ, τῆς ἐνωρὶς μεταστάσης ἐκ τῶν προσκαίρων πρὸς τὰ
αἰώνια, ἀνέθρεψαν τὸν υἱὸν αὐτῶν ἐν φόβῳ Θεοῦ. Ὁ Ἀθανάσιος, ὑπείκων αὐτοῖς καὶ
ὑποτασσόμενος τοῖς θελήμασιν αὐτῶν, ἀρετῆς γέγονε σύνοικος καὶ ἀγάπης πρὸς Θεὸν
καὶ τὸν ἔγγιστα πρότυπον. Μὴ ἐπιλανθανόμενος τῆς φιλοξενίας, κατὰ τὸ ῥῆμα
Κυρίου ἐδαπάνησε τὰ ἀγαθὰ τοῦ πατρὸς αὐτοῦ, ξενίζων καὶ διατρέφων τοὺς πτωχοὺς
καὶ τοὺς ἐμπεριστάτους. Ἄξιον μνημονεύσεώς ἐστιν ὅτι, τῆς μητρυιᾶς αὐτοῦ
διαμαρτυρηθείσης τῷ ἀνδρὶ αὐτῆς διὰ τὴν
σπατάλην τῶν ἐν ἀποθήκαις ἀγαθῶν ὑπὸ τοῦ Ἀθανασίου, αὗται χάριτι θείᾳ εὑρέθησαν
μεσταὶ παντὸς ἀγαθοῦ ἐν τῇ ὑπ’ αὐτῶν ἐπιθεωρήσει. Ἐν τῇ ἀκμῇ τῆς νεότητος αὐτοῦ
ὁ Ἀθανάσιος μετέστη πρὸς Κύριον, ᾯ εὐηρέστησεν ἀκραιφνεῖ πολιτείᾳ καὶ ἀφάτῳ
πρὸς τὸν πέλας συμπαθείᾳ.
Μετὰ
πότμον ὁ Ἀθανάσιος ἐνεφανίσθη κυβερνήτῃ νεώς, κινδυνευούσης, καί, βαστάσας τοὺς
οἴακας αὐτῆς, ἴθυνε ταύτην πρὸς ἄκλυστον λιμένα. Τὴν κλῆσιν καὶ τὸν τόπον
καταγωγῆς αὐτοῦ ὡμολόγησε τῷ κυβερνήτῃ, τῷ ἐλθόντι εἶτα εἰς Πεντάσχοινον δοῦναι
χαριστήριον αὐτῷ αἴνεσιν, νομίσας αὐτὸν παλαιὸν Ἅγιον εἶναι. Ὑπαντήσας ἐν
Πεντασχοίνῳ τῷ τοῦ Ἀθανασίου πατρὶ καὶ τὴν θαυμαστὴν αὐτοῦ ἐν τῇ νηΐ ἐμφάνισιν
ὁμολογήσας, ἔγνω παρὰ τοῦ πολιοῦ τοῦ Ἀθανασίου πατρὸς ὅτι ναὸς ἐν τῇ κώμῃ ἐπ’
ὀνόματι τοῦ Ἁγίου Ἀθανασίου οὐχ εὔρηται. Ὄθεν, συνοδεύσας αὐτόν, ἦλθον εἰς τὸ
κοιμητήριον, ἔνθα ὁ τοῦ Ἀθανασίου τάφος, εἰς ὅν, προσελθὼν ὁ πατὴρ αὐτοῦ,
ἠρώτησε τὸν κοιμηθέντα υἱὸν αὐτοῦ, ὥσπερ ζῶντα, εἰ οὗτος ἐνεφανίσθη τῷ
κυβερνήτῃ τῆς νεώς, καὶ ταύτην εἰς γαληνὸν ἴθυνε λιμένα. Ἀπροκιρθεὶς ἐκ τοῦ
τάφου ὁ Ἀθανάσιος, ἐβεβαίωσε τὸν πατέρα αὐτοῦ περὶ τῆς ὑπ’ αὐτοῦ τῆς νεὼς ἐκ
τοῦ κλύδωνος διασώσεως εἰς ἐπήκοον τοῦ θαυμάζοντος τὸ γεγονὸς τῆς νεὼς
κυβερνήτου. Λαβὼν ὁ πατὴρ τοῦ Ἀθανασίου τὴν ποθεινὴν ἀπάντησιν, ἔφη· Ἡσύχαζε,
τέκνον μου περιπόθητον. Καὶ ὁ Ὅσιος ἐκοιμήθη αὖθις τὸν ὕπνον τῶν δικαίων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Ἀντωνίου τοῦ Ῥώσσου τοῦ Ἐσφιγμενίτου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ὁσίων Παρθενίου καὶ Εὐμενίου τῶν ἐν Κουδουμᾷ τῆς Κρήτης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Νεομάρτυς Νικόδημος ὁ ἐν Βελιγραδίῳ, ἐν ἔτει 1809 τελειοῦται.
Χεὶρ Νικόδημον
πέφνεν ἡ μιαιφόνος,
Χεὶρ Κυρίου
ἔνειμεν ἀξίως στέφος.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις
πάντων τῶν Βατοπεδινῶν Ἁγίων
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Βασιλείου, ἐπισκόπου Ῥιαζὰν καὶ Μουρώμ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις
τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Γρηγορίου ἐπισκόπου
Ἄσσου.
Ὁ Γρηγόριος
θαυματουργῶν καὶ πάλαι,
Θεῷ παραστάς,
θαυματουργεῖ νῦν πλέον.
Γόνος
εὐσεβῶν γεννητόρων ὁ Γρηγόριος, πατρίδα εἶχε τὸ χωρίον Ἀκόρμη, ὅπου σήμερον ἡ
θέσις Κουρκούτα τῆς ἀγροτικῆς περιφερείας Γέρας. Ταύτην καταλιπὼν τὸ 14ον
ἔτος τῆς ἡλικίας ἄγων ὁ Γρηγόριος ἐπὶ τὴν βασιλεύουσαν πόλιν ἔρχεται καὶ τῷ
σεβασμίῳ πνευματικῷ πατρὶ Ἀγάθωνι ὡς διδασκάλῳ καὶ καθοδηγητῇ εἰς τὰ περὶ τὴν
πίστιν καὶ ἀρετὴν προσομιλεῖ, μεθ’ οὗ καὶ τὴν ἀσκητικὴν βιοτὴν πάνυ εὐσεβῶς
διήνυεν. Εἶτα εἰς Ἱεροσόλυμα παραγίνεται μετὰ παρέλευσιν δὲ ἐτῶν εἰς τὴν τοῦ
Ἀγάθωνος Μονὴν ἐπιστρέφει, μεθ’ οὐ πολὺ δὲ Ἐπίσκοπος ἀναδεικνύεται τῆς
Ἐπισκοπῆς Ἄσσου. Ταύτην ποιμάνας θεοφιλῶς καὶ θεαρέστως τὴν πρᾶξιν, ἥγαγεν εἰς
θεωρίας ἐπίβασιν. Πλήν, τὴν φιλέρημον πολιτείαν ἐπιποθῶν, ἔρχεται εἰς τὰς
πλησίον τῆς Νήσου Λέσβου νησίδας, Τοκμάκια καλουμένας, ἐκεῖθεν δὲ εἰς τὴν περὶ
τὴν Ἀκόρνην πάτριον γῆν, εἰς θέσιν Λευκοπέδι καλουμένην, ἔνθα ἀνεγείρει ναὸν
τῆς Θεομήτορος καὶ περὶ αὐτὸν κελλία, ἔνθα πολλοὶ προσήρχοντο τῇ εὐλαβείᾳ καὶ
ἁγιότητι τοῦ ἀνδρὸς ἑλκυόμενοι. Ἐκεῖ πλήρης ἡμερῶν ἐν εἰρήνῃ τελειοῦται ὁ
μακάριος, τῆς τελευτῆς αὐτοῦ μηνυθείσης αὐτῷ ὑπὸ Ἀγγέλου, ὃς καὶ τὸν τόπον τῆς
ταφῆς αὐτοῦ κατέδειξεν εἰπὼν ὅτι: «ὁ σὸς
τάφος ὡς πηγὴ ὕδατος γενήσεται». Ταφεὶς δὲ σεμνοπρεπῶς ὁ Ἅγιος, μετὰ τρίτην
ἡμέραν τὸν τάφον αὐτοῦ κατέστησεν ὄντως πηγὴν κατὰ τὸ ῥηθὲν ὑπὸ τοῦ Ἀγγέλου.
Τόσον γὰρ ὕδωρ ἀνέβλυσεν ὥστε τὸ τίμιον αὐτοῦ λείψανον ἔπλεεν ἐπὶ τοῦ ὕδατος,
συνέῤῥεε δὲ τὸ πλῆθος, μεθ’ οὗ καὶ ἡ μήτηρ τοῦ Ἁγίου θρηνοῦσα καὶ κλαίουσα. Ἐκ
τοῦ τόπου τούτου ἀνακομισθὲν τὸ λείψανον, ἐτάφη ἐκεῖ πλησίον ἔνθα καὶ ἀνευρέθη
ἐπ’ ἐσχάτων.
Τοῦ
δὲ θησαυροῦ τῶν λειψάνων κεκρυμμένου ὑπὸ γῆν ἔτεσιν 750, ἐν ἔτει 1935ῳ, ὁ
Μητροπολίτης Μυτιλήνης Ἰάκωβος Κλεόμβροτος, ἀνασκαφὰς πρὸς τοῦτο ποιησάμενος,
εὗρε τὰ ἐρείπια τοῦ Καθολικοῦ τῆς Μονῆς, τὸν τάφον τοῦ Ἁγίου καὶ τὰ λείψανα
αυτοῦ, ἃ καὶ ἀνεκομίσθησαν, τῇ 17ῃ μηνὸς Νοεμβρίου, καὶ ἐν τῷ ναῷ τοῦ Ἁγίου
Γεωργίου ἐν Σκοπέλῳ Γέρας κατετέθησαν.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Οὐκ ἐλάτρευσαν τῇ κτίσει.
Ὁ πολέμιος ᾐσχύνθη καὶ
ἐκβέβληται πτῶμα ἐξαίσιον, σοὺς αἰκισμοὺς θεωρῶν, Ἀγγέλων δὲ τάγματα ἔχαιρον
ψάλλοντα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Διαδήματι Θεὸς σὲ
ἐστεφάνωσεν Ὁσίων καύχημα, Ὁσιομάρτυς Χριστοῦ, Ἁγίων δὲ τάγματα, ἔχαιρον
ψάλλοντα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἡ Τρισήλιος αὐγὴ καὶ
ὁμοούσιος ὁ μόνος Κύριος, τῶν ἀρετῶν σε εὑρών, δοχεῖον ἀκήρατον ἐν σοὶ
κατώκησεν· ὅθεν ἔκραζες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Λαμπρὸν ἄχραντε παλάτιον
τοῦ κτίσαντος γῆ ἀγεώργητος, πόλις Θεοῦ ἐκλεκτή, ἐδείχθης καὶ ἄμωμος· ὅθεν
βοῶμέν Σοι· χαῖρε Δέσποινα, ἡ τὴν ζωὴν κυήσασα, θεϊκῇ κυοφορίᾳ.
Ἕτερος.
Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐνεκρώθης τῷ κόσμῳ καὶ
νεκρὸν ζωηφόρον Χριστὸν γενόμενον, ἠρνήσω σὺ οὐδ’ ὅλως, γενναῖε Ἀθλοφόρε· ἀλλ’
ἐβόας καὶ ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥόδον Μάρτυς ἐφάνης ἀρετῶν
γλυκασμὸν σαφῶς εὐωδίαν τε, δωρούμενος καὶ πέμπων, τοῖς πίστει τε καὶ πόθῳ,
γηθοσύνως τε ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὁ Θεοῦ Θεὸς Λόγος ἐν γαστρί
Σου σκηνώσας θεοχαρίτωτε, ἁπάντων προστασίαν, τῶν καταπονουμένων, καὶ βοώντων
δεικνύει Σε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η’. Παῖδας εὐαγεῖς.
Μέμνησο ἡμῶν τῶν σὲ
τιμώντων, τῷ θρόνῳ τῷ τοῦ Δεσπότου παριστάμενον, μάκαρ ἀγαλλόμενον, νῦν καὶ
εὐφραινόμενον, σὺν τοῖς Ἁγίοις ἅπασι συμφώνως ψάλλοντα· τὸν Κύριον, ὑμνεῖτε τὰ
ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐπέβης τοῖς ἅρμασιν
οἰκείοις, ὡς ἅρματι πανόλβιε Νικόδημε, καὶ πρὸς ὑπερκόσμια, ἤρθης σὺ σκηνώματα,
παρὰ Χριστοῦ ἐπάξια γέρα λαμβάνων νῦν, τὸν Κύριον ὑμνεῖτε κραυγάζεις, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Εἴδωσάν σε τάγματα Ἀγγέλων,
Ἁγίων δὲ καὶ Ὁσίων καὶ Μαρτύρων τε, ἄθλοις στεφανούμενον, κρότοις ἀγαλλόμενα,
τὴν οἰκουμένην ἅπασαν, ἤγειρον ψάλλουσαν· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Λόγος Θεοῦ ἐν Σοὶ Παρθένε,
βροτῶν τὴν συγκεχωσμένην τοῖς παθήμασι, φύσιν ἀνεμόρφωσεν, ἄκρᾳ ἀγαθότητι, καὶ
ὅλην ἀνεκαίνισε καὶ καθηγίασε· διό, οἱ διὰ Σοῦ σεσωσμένοι, Σὲ δοξολογοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
Ἕτερος.
Τὸν Βασιλέα.
Νῦν μὲν συγχαίρει, τῶν
μοναστῶν καὶ Μαρτύρων, καὶ δικαίων ὁ δῆμος ἀπαύστως, στέφος γὰρ ἐδέξω, τῆς
νίκης ἐπαξίως.
Πολλὰς βασάνους, σὺ ἐνεγκὼν
μετανοίας, καὶ ἀσκήσεως Πάτερ ἀξίως, ἐδέξω βραβεῖα, τῆς ἄνω κληρουχίας.
Θεοτοκίον.
Λαμπροφανῆ Σε, καὶ χρυσαυγῆ
τὸ σκηνῶσαν, ἐν Σοὶ φῶς ἀπρόσιτον Παρθένε, ἔδειξε λαμπάδα, εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Ἅπασα ἡ γῆ, σκιρτάτω τῷ
Πνεύματι πανηγυρίζουσα, τὴν σὴν μνήμην Ὅσιε, ἀΰλων Νόων φύσις γεραίρουσα, τόν
σε Θεὸν δοξάσαντα, καὶ στεφανώσαντα, καὶ βοάτω· χαίροις παμμακάριστε, ὁ τὰ ἄνω
οἰκῶν εὐφραινόμενος.
Δεῦτε οἱ πιστοί, τῷ θείῳ
προσέλθωμεν Ὁσιομάρτυρι, ἀγαλλιασώμεθα, τὰ αὐτοῦ γέρα ἐνοπτριζόμενοι,
εἰλικρινῶς προσάπτοντες καὶ ἀρυσώμεθα, ἰαμάτων, ἄφθονα χαρίσματα, ἐκ πηγῆς
ἀκενώτου βλυστάνοντα.
Ἔλαμψαν ἰδού, τὰ ἔργα σου
Ὅσιε τὸν νοῦν λαμπόμενος, Θεῷ τῷ παντάνακτι, μαρμαρυγὰς δ’ ἀποστέλλων ἄνωθεν,
τοῖς ὑμνηταῖς σου, δώρησαι τοῖς σοὶ προστρέχουσι, καὶ βοῶσι· χαίροις
παμμακάριστε, ὁ τὰ ἄνω οἰκῶν εὐφραινόμενος.
Ἵστασο ποτέ, κρινόμενος
Ὅσιε, καὶ λοιδωρούμενος, ἔμπροσθεν τοῦ βήματος, ἀνόμων πάντων τῶν τυραννούντων
σε, στέφος δὲ νῦν ἀπείληφας τῆς σῆς ἀθλήσεως, τοῖς Ἀγγέλοις, ὄντως
εὐφραινόμενος, τοῖς Θεῷ σε σεπτῶς μακαρίζουσιν.
Θεοτοκίον.
Σῶσόν με Χριστέ, λιταῖς τῆς
τεκούσης Σε καὶ Σοῦ θεράποντος, οἴκτειρον ἐλέησον, καὶ τῶν πταισμάτων λύσιν
παράσχου μοι, τῷ ἐπταικότι πάντοτε καὶ παροργίσαντι, Σὲ τὸν μόνον κόσμον
ἐκλυτρούμενον, ἀγωνίᾳ δεινῇ συνεχόμενον.
Ἕτερος.
Κυρίως Θεοτόκον.
Ἐπέστη φαεσφόρος, σοῦ ἡ
σεβασμία, καθάπερ ἥλιος μνήμη Νικόδημε, τὰς τῶν πιστῶν διανοίας νῦν
σελαγίζουσα.
Κυρίως σὲ τρισμάκαρ, ὕμνοις
ἀναμέλπειν, οὐκ ἔχω κόρον καὶ λῆξιν ἀείποτε, ὡς παρεστῶτα Τριάδι πρέσβυν
εὐπρόσδεκτον.
Θεοτοκίον.
Ὡς ὄρθρος τοῖς ἐν σκότει,
καὶ πεπλανημένοις, δικαιοσύνης Παρθένε τὸν ἥλιον, ἐν ταῖς ἀγκάλαις κρατοῦσα
Χριστὸν ἀνέτειλας.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τὸν
νοῦν καθάρας Ὅσιε, τῆς τῶν παθῶν συγχύσεως, αἷμα δὲ σὸν ἐπιστάξας, ἐν πόλει
Βελιγραδίου, κατηξιώθης ἄριστα, συμμέτοχος γενέσθαι νῦν, τῆς οὐρανῶν Βασιλείας·
διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ἀνυμνούντων.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον,
τῆς ἀχωρήτου Τριάδος, δοχεῖον ὄντως ἐγένου, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε,
καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον.
Αἶνοι.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
Ὁσιομάρτυς Χριστοῦ, τῶν ἀσεβῶν γὰρ καταφεύγων δυσσέβειαν, σταυρὸν δὲ ἐπ’ ὤμων
ἄρας, καὶ τῷ Δεσπότῃ Χριστῷ, σὲ Αὐτὸν προθύμως ἀναθέμενος, σαρκὸς τὸ
χαμαίζηλον, κατεπάτησας φρόνημα, πολλῇ δ’ ἀσκήσει, τὴν ψυχήν σου ἐκόσμησας, καὶ
ὑπέφερες, τῶν παθῶν τὴν ἐνόχλησιν· ὄθεν καὶ τὸν τῆς νίκης σου, προδήλως
δεδώρηται, στέφανον Μάρτυς τῆς θείας, δικαιοσύνης ὁ πρύτανις, Χριστὸς Ὃν
δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. (Δίς)
Χαίροις,
τῶν ἀσκητῶν ἀληθῶς, καὶ τῶν Μαρτύρων εὐῶδες κειμήλιον, τοῖς ἄθλοις καὶ ταῖς
βασάνοις, κατατρωθεὶς ἀπηνῶς, πρὸς τῶν τυραννούντων ὦ Νικόδημε, ἀνδρείας
ὑπήνεγκας, αἰκισμῶν τὴν δριμύτητα, ἵνα τοῖς πᾶσι, τὸν τῶν πάντων δεσπόζοντα,
προσκυνούμενον, καὶ Θεὸν δοξαζόμενον, δείξῃς καὶ πλάνην ἅπασαν, αὐτοῦ θείᾳ
χάριτι, τῆς ἀσεβείας μειώσῃς, ὀρθῶς διδάσκων εὐσέβειαν· διὸ σαῖς πρεσβείαις,
καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.
Χαίροις,
ὁ ζήλου θείου πλησθείς, καὶ τῶν αἱμάτων ταῖς ὁραῖς καθηγίασας, τὴν πόλιν
Βελιγραδίου, καὶ τὸν Δεσπότην Χριστόν, τῷ ἀθέῳ ὄχλῳ ἀνεκήρυξας, σαρκὸς
κατεπάτησας, ἡδονὰς καὶ σκιρτήματα, ταῖς ἀρεταῖς δέ, τὴν ψυχὴν κατελάμπρυνας,
καὶ πρὸς ἔνθεον, ἀνεπτέρωσας ἔρωτα· ὅθεν τὴν παναγίαν σου, κυκλοῦντες
πανεύφημε, λάρνακα πόθῳ τῆς θείας, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς
πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Ταῖς
τῶν αἱμάτων ῥοαῖς ἐπισταζόμενος, καὶ τῷ κάλλει τῶν στιγμάτων ὡραϊζόμενος,
ὡραῖος ὤφθης, τῷ νικητικῷ διαδήματι, Θεῷ τῷ παντάνακτι, Ὃν ἐκτενῶς ἀδιαλείπτως
ἱκέτευε, Ὁσιομάρτυς Νικόδημε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ ἐκτελούντων, τὴν
ἀεισέβαστον μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα,
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου