Δευτέρα 11 Ιουνίου 2018

ΙΟΥΛΙΟΣ 8. ΟΣΙΟΣ ΘΕΟΦΙΛΟΣ ΜΥΡΟΒΛΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ Η΄!!
ΘΕΟΦΙΛΟΣ ΟΣΙΟΣ ΜΥΡΟΒΛΥΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ὁσίου Νικοδήμου ἁγιορείτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν μοναστῶν αἱ χορεῖαι δεῦτε συνδράμωμε, τῇ μνήμῃ τοῦ Ὁσίου, καὶ Πατρὸς Θεοφίλου· οὗτος γὰρ ἀσκήσας ᾧδε καλῶς, μακαρίου τετύχηκε, τέλους καὶ μύρα ἐκβλύζειν ὑπερφυῶς, ἠξιώθη μετὰ θάνατον.

Τῆς διακρίσεως λύχνος ὤφθης ἀοίδιμε, φωτίζων τοὺς ἐν ὄρει, διδαχαῖς σου ἐνθέοις, καὶ πάντας πλανωμένους καθοδηγῶν, πρὸς ὁδὸν τὴν σωτήριον· ὅθεν καὶ γέγονας πᾶσιν ὀνομαστός, καὶ ἐξάκουστος Θεόφιλε.

Τοῦ Ἀρσενίου τὸν τρόπον ἐκμιμησάμενος, Θεόφιλε τρισμάκαρ, ἐν πολλῇ ἡσυχίᾳ, διήνυσας τὸν βίον καὶ μαθητῇ, τῷ σαὐτοῦ παρηγγύησας, εἰς τὸν δρυμὸν ἀποῤῥῖψαι σῶμα τὸ σόν, ἵνα τοῦτο μείνῃ ἄτιμον.

Εἰς τὴν ὀσμὴν τῶν σῶν μύρων Πάτερ συνήλθομεν, ὀσμή σου γὰρ ὑπάρχει, ὡς ὀσμὴ ἀγροῦ πλήρους, διάπνοια λιβάνου τοῦ θαυμαστοῦ, Παραδείσου ἀπόῤῥοια, τῶν ἀρωμάτων ἁπάντων ἀποφορά· διὸ πάντας εὐωδιάσον.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα, πνευματικὴν χορείαν στησάμενοι, τὸν μυροβλύτην Θεόφιλον μακαρίσωμεν. Οὗτος γὰρ ἅπαντας τοὺς μακαρισμοὺς τοῦ Κυρίου, ἐν ἑαυτῷ ἐθησαύρισε. Πτωχεύσας γὰρ τῷ πνεύματι, ἀνυψώθη· πραϋνθείς, τὴν γῆν τῶν πραέων ἐκληρονόμησε· πενθήσας παρεκλήθη, πεινάσας ἐχορτάσθη, ἐλεήσας ἠλεήθη, καθαρθεὶς τὴν καρδίαν, τὸν Θεὸν ὡς δυνατὸν ἐθεάσατο· εἰρηνοποιήσας, υἱὸς Θεοῦ ἐκλήθη, καὶ ὀνειδισθεὶς ὑπὲρ δικαιοσύνης, τῆς οὐρανῶν Βασιλείας κατηξιώθη. Καὶ νῦν πρεσβεύει ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ πάντων τῶν τιμώντων, τὴν πάνσεπτον αὐτοῦ κοίμησιν.

Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Πράξεως ἐπιβάς, τῷ ἅρματι θεόφρον, καὶ καθαρθεὶς τὴν φρένα, ἀνέδραμες εἰς ὕψος, τῆς θεωρίας Ὅσιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Πρᾷος καὶ ταπεινός, φαιδρός τε καὶ χαρίεις, ὑπῆρχες θεοφόρε, σιγῶσα καὶ λαλοῦσα, παραίνεσις Θεόφιλε.

Στ.: Ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐν τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ.
Μύροις σου τοῖς σεπτοῖς, μύρισον ἡμᾶς πάντας, τοὺς σὲ ἀνευφημοῦντας, μεμυρισμένοις ὕμνοις, ὦ Μυροβλύτα Ἅγιε.

Δόξα.
Δόξα Σοι Ἰησοῦ, Υἱὲ Θεοῦ τοῦ ζῶντος, ὅτι ἐν τοῖς ὑστέροις, χρόνοις τὸν Ὅσιόν Σου, ἡγίασας Θεόφιλον.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, συνάμα Θεοφίλῳ, δυσώπει τὸν Υἱόν Σου, ἡμᾶς κατοικτιρῆσαι, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Ζίχνης θεῖος γόνος καὶ Θεοῦ φίλος γνήσιος, φερωνύμως ἐδείχθης, θεοφόρε Θεόφιλε, ἀσκήσας ἐν τῷ Ἄθωνι στεῤῥῶς, καὶ μύρον ἀναβλύσας θαυμαστῶς· διὰ τοῦτό σου τὴν μνήμην τὴν ἱεράν, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν Πάτερ τὰ κρείττονα.
Δόξα. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Σωτῆρος γνησιώτατον φίλον, καὶ τῶν ἐν Ἄθῳ εὐωδέστατον κρῖνον, καὶ νοητὸν ἀλάβαστρον ὁσίων ἀρετῶν, ἱεροῖς ἐν ἄσμασιν, εὐφημοῦμεν σὲ Πάτερ, εἰς ὀσμὴν τῶν μύρων σου, εὐλαβῶς συνδραμόντες, δι' ὧν εὐφραίνει πάντοτε ἡμᾶς, τοὺς σὲ τιμώντας, Θεόφιλε Ὅσιε.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἱερέων ἀγλάϊσμα, ἀσκητῶν τὸ καλλώπισμα, Ζίχνης τε τὸ καύχημα καὶ ἐξαίρετον, Ὄρους τοῦ Ἄθω ἐντρύφημα, Θεόφιλον ἅπαντες, μοναζόντων οἱ χοροί, ἐπαξίως τιμήσωμεν, ἐκμιμούμενοι, τὸν φιλήσυχον τρόπον τὴν πτωχείαν, καὶ ταπείνωσιν τὴν τούτου, καὶ τὴν ζωὴν τὴν ἰσάγγελον. (Δίς)

Ἐπὶ γῆς σε ἐδόξασεν, ὁ Χριστὸς παναοίδιμε, ὡς Αὐθτὸν δοξάσαντα ἔργοις πρότερον· τὸ γὰρ σὸν λείψανον ἔδειξε, πηγὴν μύρων Ὅσιε, ἀναβλύζουσαν ἀεί, καὶ δυσώδη ἐκπλύνουσαν, πάθη ἅπαντα, καὶ ψυχῆς τε καὶ σώματος αἰσθήσεις, τῶν πιστῶς σοι προστρεχόντων, εὐωδιάζουσαν πάντοτε. (Δίς)

Τῇ ἀγάπῃ πυρούμενος, τοῦ Χριστοῦ ἱερώτατε, ἅπαντα μεμίσηκας κόσμον Ὅσιε, τρυφὴν καὶ δόξαν τὴν ῥέουσαν, τὸν πλοῦτον τὸν πρόσκαιρον, καὶ ματαίας ἡδονάς, καὶ ἐνταῦθα κατώκησας, παναοίδιμε, καὶ ἡσύχως τὸν βίον διανύσας, μετ’ Ἀγγέλων νῦν ἀγάλλῃ, καὶ τῶν Ὁσίων Θεόφιλε.

Ταπεινώσεως ἔφθασας, εἰς τὸ ἄκρον Θεόφιλε· διὸ παρηγγύησας τῷ θεράποντι, τῷ σῷ μὴ θάψαι τὸ σῶμά σου, εἰς γῆν ἀλλὰ ἄταφον, ἀποῤῥῖψαι εἰς δρυμόν· ὅθεν βλέπων ὁ Κύριος, τὴν ταπείνωσιν, τῆς ψυχῆς σου σὲ ὕψωσε δικαίως, καὶ πλουσίαν τὴν τῶν μύρων, χάριν σοι δέδωκεν Ἅγιε.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐπέφανεν ὡς ἀστὴρ νεοφανής, ἡ τοῦ Ὁσίου Θεοφίλου πανσεβάσμιος μνήμη, τὰς διανοίας τῶν πιστῶν καταυγάζουσα. Δεῦτε οὖν οἱ τὸν ἱερὸν Ἄθω οἰκοῦντες, ᾀσματικοῖς ἐγκωμίοις αὐτὸν προσείπωμεν λέγοντες· χαίροις, ὁ τοῖς χρόνοις μὲν νέος, τοῖς δὲ τρόποις χρηματίσας, τῶν παλαιῶν Ὁσίων ἐφάμιλλος· χαίροις, ὁ ἐπὶ γῆς ὡς ἄγγελος τῷ Θεῷ λειτουργήσας, διὰ τῆς μυστηριώδους ἱερωσύνης· χαίροις, ὁ γενόμενος ναὸς τῆς ἁγνείας καὶ καθαρότητος, καὶ διὰ τοῦτο μύρα βλύζειν ἠξιωμένος. Πρέσβευε ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, τῶν μετὰ πόθου τελούντων, τὸ ἱερόν σου μνημόσυνον.





Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  






Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

























Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ τὸν Ὅσιον Θεόφιλον κατέχουσα Καψάλα· ἀγάλλου καὶ χόρευε, ὡς καλλίστη μήτηρ· ἐν σοὶ γὰρ ἀνετράφη, ὡς ἄνθος πανεύοσμον, καὶ τὴν Ἐκκλησίαν εὔφρανε, τῇ τῶν θείων χαρισμάτων εὐωδίᾳ· ἀγγελικῶς γὰρ ἐν σοὶ βιωσάμενος, μυροθήκη ὤφθη τοῦ Πνεύματος, καὶ μετὰ θάνατον βλύζειν μύρα, θαυμαστῶς ἠξίωται, ἐμφαίνων πᾶσι, τὴν πρὸς Θεὸν οἰκείωσιν. Καὶ τὴν σεπτὴν αὐτοῦ μνήμην ἑορτάζουσα, τῷ Σωτῆρι βόησον· Κύριε, δόξα Σοι.

Ὁ αὐτός.
Πάτερ Θεόφιλε, σὺ τῷ θεοφόρῳ Νήφωνι συνομιλήσας, καὶ φίλος γενόμενος, εἰκότως καὶ τῶν ἀρετῶν ἐκείνου καὶ τῆς ἀσκήσεως, μιμητὴς καὶ κληρονόμος γέγονας· ὅθεν κόσμον καὶ τὰ ἐν κόσμῳ τερπνά, παραβλέψας ὡς σκύβαλα, διὰ τῆς ἐνταῦθα ἡσυχίας, τῶν παθῶν σεαυτὸν ἀπεκάθηρας, καὶ καθαρὸν ἐχρημάτισας, τῶν χαρίτων τοῦ Ἁγίου Πνεύματος, ἐνδιαίτημα, ὅπερ μετάδος δεόμεθα, καὶ ἡμῖν τοῖς ἐκ πόθου τιμῶσι τὴν μνήμην σου.

Ὁ αὐτός.
Ὅσιε τρισμάκαρ, Μυροβλύτα Θεόφιλε, σὺ παῤῥησίαν ὡς ἔχων πρὸς Χριστὸν τὸν Θεόν, Ὃν ἐκ νεότητός σου ὁλοψύχως ἠγάπησας, καὶ τὰς σάρκας σου δι’ Αὐτὸν τῇ ἀσκήσει κατέτηξας, ταύτην τὴν Μονήν, ἣν μετὰ πόνων καὶ ἱδρώτων ἀνήγειρας, σκέπασον ὡς ἀετὸς σκεπάζει τὴν ἑαυτοῦ νοσσιάν. Καὶ ἡμᾶς τοὺς ἐν αὐτῇ οἰκοῦντας, ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ καὶ ὑπομονῇ περιφρούρησον. Μνήσθητι Πάτερ τῆς μετὰ σώματος ἐνταῦθα ἀναστροφῆς σου, κληρονόμους ἡμᾶς, τὰ σὰ τέκνα, τῶν ἀρετῶν καὶ τοῦ μακαριστοῦ τέλους ἀνάδειξον, ἵνα σε κατὰ χρέος, ὡς προστάτην καὶ εὐεργέτην ἡμῶν, ἀεὶ μεγαλύνωμεν.

Δόξα. Ἦχος β΄.
Τίς ἡ ὀσμὴ αὕτη ἡ γλυκυτάτη καὶ εὔοσμος; Τίς ἡ εὐωδία διὰ τοῦ μύρου, ἡ ἐντεῦθεν ἀναδιδομένη, καὶ τοὺς ἀσκοῦντας εὐωδιάζουσα; Τοῦ Μυροβλύτου Θεοφίλου ὑπάρχει τὸ θαυματούργημα. Οὗτος γὰρ μύρῳ θείῳ χρισθείς, πρότερον τῆς ἱερωσύνης, εἶτα καὶ ἄνθη ποικίλα τῶν ἀρετῶν ἐν ἑαυτῷ συλλέξας, τῷ πυρὶ τῆς καρδίας ἐψήσας, μύρον νοητὸν κατεσκεύασε, τῇ χάριτι τοῦ Ἁγίου Πνεύματος· διὸ καὶ μετὰ θάνατον, τὸ λείψανον τούτου ἐνταῦθα ἀποτεθέν, μύρα εὐώδη πηγάζει, ὧν εἰς τὴν όσμὴν καὶ ἡμεῖς συνελθόντες, δοξάζομεν Χριστὸν τὸν αὐτὸν δοξάσαντα.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου
Φίλος, ἀνεδείχθης τοῦ Θεοῦ, Ὅσιε Θεόφιλε Πάτερ, ὡς ἀγαπήσας Αὐτόν, ὅλης ἐκ καρδίας σου, ἀπὸ νεότητος, ἐφετῶν ὡς ἀκρότατον, καὶ μόνον ποθήσας, ὄντα ὑπεράξιον ἐκ πάσης φύσεως· ὅθεν, φερωνύμως τὴν κλῆσιν, τὴν τοῦ Θεοφίλου ἐκτήσω, σύμφωνον τοῖς ἔργοις τε καὶ πράγμασιν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὖγε, τῆς ἡδείας σου ὀσμῆς, εὖγε τῆς τερπνῆς εὐωδίας, τῶν θείων μύρων σου, Ὅσιε Θεόφιλε· δι’ ἧς εὐφραίνεις ἡμᾶς, τοὺς σοὺς δούλους ἑκάστοτε, ὧδε εἰσιόντας, εἰς ναὸν τὸν ἅγιον, ἐν ᾧ ἀπόκειται, λείψανον τὸ θεῖόν σου Πάτερ, καὶ πρὸς πόθον πάντας ἀνάγεις, μύρου οὐρανίου παναοίδιμε

Στ.: Ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐν τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ.
Ὅτε, ἐκαθάρθης τῶν παθῶν, διὰ προσευχῆς καὶ νηστείας, καὶ ἡσυχίας πολλῆς, τότε πρᾷος γέγονας, Πάτερ Θεόφιλε, ταπεινὸς καὶ ἀκέραιος, χαρίεις τὸ σῶμα, λαμπρὸς δὲ τῷ πνεύματι καὶ χαριέστερος, νέος, Ἀβραὰμ ἐν τοῖς τρόποις· ὅθεν καὶ ἡμᾶς μιμητάς σου, τοὺς ἀνευφημοῦντάς σε ἀνάδειξον.

Δόξα. Ἦχος δ’.
Δοξάζομέν σου τὴν περὶ ἡμᾶς εὐσπλαγχνίαν, Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, ὅτι ἐν τοῖς ὑστέροις καιροῖς τὸν Ὅσιον Θεόφιλον, τῇ ἁγιαστικῇ σου χάριτι ἁγιάσας, Ἅγιον καὶ Μυροβλύτην, ὡς ἕνα τῶν παλαιῶν Ἁγίων ἀνέδειξας. Καὶ ἡμῖν τοῖς νωθροῖς καὶ ἀμελέσι, τοῦτον ἐχαρίσω πατέρα καὶ παράδειγμα ζωῆς ἐναρέτου, προτεθειμένον εἰς μίμησιν, ἵνα ἀναπολόγητοι ὦμεν, καὶ μὴ ματαίως ἔχωμεν λέγειν, ὅτι ἐξέλιπον ἐν τοῖς ὑστέροις χρόνοις οἱ Ἅγιοι· ὅθεν ταῖς πρεσβείαις αὐτοῦ, καὶ ἡμᾶς ἀξίωσον Κύριε, ἐν ὁσιότητι βίου εὐαρεστῆσαί σοι, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Ζίχνης θεῖος γόνος καὶ Θεοῦ φίλος γνήσιος, φερωνύμως ἐδείχθης, θεοφόρε Θεόφιλε, ἀσκήσας ἐν τῷ Ἄθωνι στεῤῥῶς, καὶ μύρον ἀναβλύσας θαυμαστῶς· διὰ τοῦτό σου τὴν μνήμην τὴν ἱεράν, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν Πάτερ τὰ κρείττονα.
Δόξα. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Σωτῆρος γνησιώτατον φίλον, καὶ τῶν ἐν Ἄθῳ εὐωδέστατον κρῖνον, καὶ νοητὸν ἀλάβαστρον ὁσίων ἀρετῶν, ἱεροῖς ἐν ἄσμασιν, εὐφημοῦμεν σὲ Πάτερ, εἰς ὀσμὴν τῶν μύρων σου, εὐλαβῶς συνδραμόντες, δι' ὧν εὐφραίνει πάντοτε ἡμᾶς, τοὺς σὲ τιμώντας, Θεόφιλε Ὅσιε.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.






















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἡ μνήμη σου σοφέ, νῦν ἡμῖν ἐπιστᾶσα, εὐφραίνει νοητῶς, καὶ πρὸς πόθον ἐγείρει, τῆς θείας πολιτείας σου, καὶ τοῦ τέλους οὗ ἔτυχες, παμμακάριστε, ἐν τῷ Κελλίῳ σου τούτῳ· ὅθεν πρέσβευε, σοῦ μιμητὰς ἡμᾶς πάντας γενέσθαι Θεόφιλε.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Παρθένος ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε, παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε, παρθένος ἀειπάρθενος, μετὰ τόκον διέμεινας· ὅθεν δέομαι, ὡς ἡγεμὼν τῶν παρθένων, παρθενεύειν με, νοΐ ψυχῇ σώματι τε, Παρθένε ἐνίσχυσον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ᾿. Τὴν ὡραιότητα.
Τίς οὐ θαυμάσειε, μύρου τὴν εὔπνοιαν, Πάτερ Θεόφιλε, ἣν τὸ σὸν λείψανον, ἀναπηγάζει μυστικῶς, τοῖς ὧδε εἰσερχομένοις; Χάριτι τοῦ Πνεύματος, ὑπὲρ νάρδον καὶ λίβανον, καὶ ὑπὲρ πᾶν ἄρωμα, σμύρναν κρόκον καὶ κάλαμον, μυρίζον τὰς αἰσθήσεις θεόφρον, ψυχῶν ὁμοῦ καὶ τῶν σωμάτων.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Κατατριτώσκει με, βέλος γλυκύτατον, τῆς ἀγαπήσεως, τῆς Σῆς πανύμνητε, καὶ καταθέλγει με πυκνῶς, βοᾶν Σοι εὐλογημένη· χαῖρε πύλη πάγχρυσε, ἡ Θεὸν ἀναδείξασα, ἄνθρωπον γενόμενον, εἰς τὸ σῶσαι τὸν ἄνθρωπον, ἀτρέπτῳ Αὐτοῦ φύσει, τῷ τοκετῷ Σου, ἀνθρώπους δὲ θεοὺς κατὰ χάριν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἀποῤῥήξας τὴν ψυχήν, τῆς συμπαθείας τῆς σαρκός, καὶ γηΐνων καὶ τῆς γῆς, ἁπάσης σχέσεως σοφέ, ἀκτήμων ἔζησας ἐν ἡσυχίᾳ, μελέτῃ τῶν Γραφῶν, ἐκτρεφόμενος, καὶ δάκρυσιν ἀεὶ ἀρδευόμενος, Θεοῦ ἀγάπης ἔφθασας εἰς ὕψος, Πάτερ Θεόφιλε Ὅσιε, Ὃν ἐκδυσώπει ὦ Μυροβλύτα, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Ἀπειρόγαμε ἁγνή, πῶς συλλαμβάνεις ἐν γαστρί, τῶν ἁπάντων τὴν πνοήν, περιλαμβάνοντα χερσί; Φράσον ἡμῖν τὸν λόγον τοῦ μυστηρίου· πανάληθές ἐστι, τοῦτο ὦ ἄνθρωπε, καὶ παῦσαι ἐρευνῶν, τὸ δυσθεώρητον, ὕψος καὶ βάθος, μῆκος καὶ πλάτος, τῆς ἀποῤῥήτου λοχείας μου· νικᾷ γὰρ ὄντως, ἔννοιαν πᾶσαν, τὴν βροτῶν καὶ Ἀγγέλων.





Εἶτα, οἱ Ἀναβαθμοί· τὸ ἀ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐν τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον, ὁ ἱερεὺς τοῦ Χριστοῦ καὶ Ὅσιος, Θεόφιλος, ἡ Ἀβραμιαία πολιὰ καὶ αἰδέσιμος, τὸν δρόμον τοῦ βίου τελέσας, τὸν τοῖς Ὁσίοις πρέποντα ὔπνωσε θάνατον, καὶ καταλιπὼν τὰ ἐπὶ γῆς, καὶ τὴν παροῦσαν κέλλαν, εἰς οὐρανοὺς ἀνέρχεται, ὑπὸ φωτεινῶν Ἀγγέλων παραπεμπόμενος, ἵνα κομίσηται τῶν τῆς ἀσκήσεως πόνων τὰ ἔπαθλα. Καὶ νῦν, ἐν ταῖς φωτειναῖς τῶν Ὁσίων σκηναῖς αὐλίζεται, ἀμέσως τῷ ποθουμένῳ Ἰησοῦ παριστάμενος. Καὶ φωτὸς Αὐτοῦ καὶ ὡραιότητος ἀπολαύων, πρεσβεύει ἐκτενῶς ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων τὴν αὐτοῦ σεπτὴν κοίμησιν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Φωτιστικαῖς τοῦ συμφυοῦς σου Πνεύματος ἀκτῖσι φώτισον, τὴν ἐμὴν καρδίαν, Λόγε ὑπεράγαθε, ὡς ἂν ἀξίως σήμερον, Θεοφίλου τὴν μνήμην, ἀνευφημήσω ἐν ᾄσμασι, τοῦ τὸ σὸν τελέσαντος θέλημα.
Ἐκ νεαρᾶς σου ἡλικίας γέγονας φρόνιμος Ὅσιε, καὶ τῷ τοῦ Κυρίου, φόβῳ στοιχειούμενος, πάσας Αὐτοῦ ἐτήρησας, ἐντολὰς θεοφόρε, ἐν αἷς ζωὴν τὴν αἰώνιον, εὕρηκας παμμάκαρ Θεόφιλε.
Ἐν ἐγκρατείᾳ τῆς σαρκὸς ἐμάρανας τὰς ἀκαθέκτους ὁρμάς, καὶ ἐπιθυμίας, σώματος Θεόφιλε, καὶ πρὸς Θεοῦ τὸν ἔρωτα, ταύτας ἔτρεψας πάσας, Θεὸν ποθῶν μόνον Ὅσιε, καὶ Θεῷ ἀεὶ προσκολλώμενος.
Θεοτοκίον.
Χείλη Σου Κόρη κρίνα ὤφθης στάζοντα σμύρναν ὡς γέγραπται, καὶ γλυκὺ κηρίον, ὡς πυκνῶς φιλήσαντα, καὶ πόθῳ ἀσπασάμενα, τὸν Θεὸν τῶν ἁπάντων, βρέφος ἐκ Σοῦ χρηματίσαντα, Ὃν ἐμοὶ Παρθένε ἱλέωσαι.









ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Τὸ θυμικὸν τῆς σῆς ψυχῆς, τῇ τοῦ πλησίον ἀγάπῃ, ἀπενέκρωσας Θεόφιλε Πάτερ, καὶ μετήνεγκας αὐτοῦ, κατὰ παθῶν τὴν κίνησιν, καὶ κατὰ τῶν δαιμόνων, νοῦν ἡγεμόνα κτησάμενος.
Τὸ τῆς ψυχῆς λογιστικόν, ἐν προσευχῇ ἀενάῳ, καὶ μελέτῃ τῇ τῶν θείων λογίων, ἀπεκάθηρας σοφέ, τῶν πονηρῶν προσλήψεων, καὶ πρὸς θεωρίαν, Θεοῦ ἐπτέρωσας Ὅσιε.
Ὅλον ψυχῆς τὸ τριμερές, ἀποκαθάρας θεόφρον, τῶν παθῶν τῆς ὑπερθέου Τριάδος, ἐχρημάτισας τερπνόν, παμμάκαρ ἐνδιαίτημα, καὶ τῶν Αὐτῆς χαρίτων, ἔμπλεως γέγονας Ὅσιε.
Θεοτοκίον.
Χεῖρές Σου Κόρη τορευταί, καὶ ἀποστάζουσαι σμύρναν, ὡς ἡ ᾌσματος φωνή Σοι προσάδει· τὸν Θεὸν γὰρ ἐν αὐταῖς, ἐνηγκαλίσω πάναγνε, καὶ τὸν κρατοῦντα πάντα, ἐν ταῖς χερσί Σου ἐκράτησας.

Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Ὠς ἀηδὼν γοργογλυκύφωνος Πάτερ, ἔνδον τοῦ ἄλσους κατοικῶν τοῦ παρόντος, τοῦ Ἰησοῦ τὸ ὄνομα τὸ θεῖον καὶ τερπνόν, ἐμελέτας πάντοτε, γλυκερῶς ἐν καρδίᾳ, τὸν μὲν νοῦν φωτίζων σου, τῷ φωτὶ τῷ ἐκ τούτου, θέλγων δὲ τὴν θέλησιν, τῇ ἐκεῖθεν βλυζούσῃ, ὁμαλωτάτῃ θέρμῃ καὶ χαρᾷ, ἥνπερ παράσχου ἠμῖν τοῖς ἱκέταις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς Σοὺς δούλους κενούς· Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἐμπαθείας μὲν σῶμά σου, τῆς δὲ προσπαθείας τὸν νοῦν καθάρας σου, τὴν ψυχὴν ἡδυπαθείας τε, ἀπαθείας ὤφθης οἶκος Ὅσιε.
Εἰς τὸ ἄκρον ἀνέδραμες, Πάτερ τῆς ἁγνείας καὶ καθαρότητος, καὶ τὰ μύρα τούτου σύμβολον, τὰ ἐκ τῶν ὀστέων σου πηγάζοντα.
Καλλιγράφος γεγένησαι, βίβλους τὰς ἁγίας ἐπιμελούμενος, εἰς πολλῶν ψυχῶν ὠφέλειαν, αἳ καὶ νῦν εἰσέτι Πάτερ σώζονται.
Θεοτοκίον.
Ὡς ὡραία ἡ ὄψις σου, καὶ ἡ λαλιά Σου ὑπάρχει Δέσποινα! Τὸν γὰρ Κύριον ἐγέννησας, τὸν ὡραῖον κάλλει ὑπὲρ ἅπαντας.





ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Ἐν καρδίᾳ σου ἔχων, μύρον τὸ ἀκένωτον Χριστὸν τὸν Κύριον, καὶ ταῖς ἐνεργείαις, ταῖς Αὐτοῦ πιωθεὶς καὶ ταῖς χάρισι, μύρον ἐσκευάσθης, καὶ μύρα βλύζειν ἠξιώθης, ἐκ τοῦ θείου λειψάνου σου Ὅσιε.
Ὡς ἀστὴρ ἑωσφόρος, ἔλαμψεν ὁ βίος σου Πάτερ Θεόφιλε, ἐν ὑστέροις χρόνοις, διαλύων ἡμῶν τὴν σκοτόμαιναν, καὶ θερμαίνων πάντας, σοῦ μιμητὰς μάκαρ γενέσθαι, ἵνα δόξης τῆς σῆς ἐπιτύχωμεν.
Ἐσταυρώθη σοι κόσμος, αἰσθητῶς φυγόντι τὸν κόσμον Θεόφιλε, καὶ σὺ ἐσταυρώθης, ἀντιστρόφως τῷ κόσμῳ μακάριε, νοητῶς τοῦ κόσμου, τοὺς λογισμοὺς φυγὼν καὶ πάθη, κατὰ Παῦλον τὸν θεῖον Ἀπόστολον.
Θεοτοκίον.
Ὀφθαλμοί Σου Παρθένε, ὡς περιστεραὶ καθαραὶ ἀνεδείχθησαν, κατὰ Σολομῶντα· τὸν Θεὸν γὰρ ἐθεάσαντο, ἐκ Σοῦ βρεφωθέντα, καὶ αἰσθητῆς καὶ νοουμένης, θεωρίας Αὐτοῦ κατετρύφησαν.

ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Μακάριος ἀληθῶς, ἐγένου Πάτερ Θεόφιλε, ὅτι ἐν νόμῳ Θεοῦ, ᾀεὶ ἐμελέτησας, καὶ ὅτι τὸν Κύριον, φοβούμενος ὤφθης, ὡς Δαυΐδ ψάλλει ὁ ἔνθεος.
Τῇ εὐωδίᾳ τῶν σῶν, μύρων ἀπόσμηξον Ἅγιε, τὴν δυσωδίαν παθῶν, ψυχῆς μου καὶ εὔοσμον, ἀρεταῖς με ποίησον, ἵνα σε κηρύττω, Μυροβλύτην ἐν τοῖς πέρασιν.
Ὡς ἱερέα τὸν νοῦν, ἔχων παμμάκαρ Θεόφιλε, τὴν δὲ καρδίαν τὴν σήν, ὡς θυσιαστήριον, Θεῷ ὡλοκαύτωσας, τὴν προαίρεσίν Σου, πυρὶ θλίψεων ὡς σφάγιον.
Θεοτοκίον.
Δύω μαστοί Σου ἁγνή, νεβροὶ δορκάδος ὡς δίδυμοι· τὸν τρέφοντα γὰρ Θεόν, πνοὴν πᾶσαν ἔθρεψαν, γάλακτι πανάμωμε, ἐπὶ σωτηρίᾳ, τῶν βροτῶν ἐνανθρωπήσαντα.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τοῖς ἀνθρώποις Κύριος, θέλων γνωρίσαι τρισμάκαρ, ὅτι ἧν ὁ βίος σου, πάνυ εὐάρεστος τούτῳ, ἔδειξε, τὸ λείψανόν σου πηγὴν τῶν μύρων, ἅπαντας, εὐωδιάζον τοὺς προσιόντας· διὰ τοῦτό σε τιμῶμεν, οἱ σοὶ ἱκέται, Θεόφιλε Ὅσιε.
Ὁ Οἶκος.
Τῷ ἐν Ὁσίοις ἱερεῖ, καὶ ἐν ἱερεῦσιν Ὁσίῳ, Θεοφίλῳ τῷ Μυροβλύτῃ, τίς μὴ προσοίσῃ τὸν ὀφειλόμενον ἔπαινον; Δίακια γὰρ αὐτῷ τὰ γέρα, εἴγε, κατὰ τὸν εἰπόντα, μισθὸς ἀρετῆς ἔπαινος. Τοῦτον τοίνυν τὸν μέγαν, ἀγέραστον μέχρι τοῦδε ὁρῶν, ᾀσματικοῖς ἐγκωμίοις τιμῆσαι προήχθην ἐγώ, ὁ δυσώδης τὸν Μυροβλύτην, καὶ ὁ ἐναγὴς τὸν Ἅγιον. Κόσμον γὰρ καὶ τὰ ἐν κόσμῳ λιπὼν ὁ ἀοίδιμος, ἐν τῇ παρούσῃ Κέλλῃ ἡσυχαστικῶς τὸν βίον διήνυσε, πράξεως καὶ θεωρίας, τῶν δύο τῆς σοφίας ἀκρωτηρίων, εἰς τὸ τέλος ἐληλακώς, καὶ μετὰ θάνατον μύρα ὤφθης, ἐκ τοῦ λειψάνου αὐτοῦ ἀναβλύσας, εἰς δεῖγμα τῆς ἄκρας Αὐτοῦ ἁγνείας καὶ καθαρότητος. Ἀλλ’, ὦ Πάτερ ἁγιώτατε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν τῶν σῶν τέκνων, τῶν μετὰ πόθου τὴν σὴν μνήμην τελούντων, Θεόφιλε Ὅσιε.

Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ὅσιος Θεόφιλος ὁ Ἁγιορείτης καὶ Μυροβλύτης, ὁ ἀσκήσας ἐν τῷ Παντοκρατορινῷ κελλίῳ τοῦ Ἁγίου Βασιλείου ἐν Καψάλᾳ, ἐν ἔτει 1548, ἐν εἰρήνῃ τελειοῦται
Θεὸν φιλήσας Θεόφιλος γεννάδας,
ἤδη σύνεστι τῷ φιλουμένῳ ἄνω.
Εἰς πόλον ὀγδοάτῃ ἀνέβη, Θεόφιλος ἀμύμων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Προκοπίου.
Ἔοικε Προκόπιος, αὐχένα κλίνων,
λέγειν, Κοπείτω· τῇ πλάνῃ γὰρ οὐ θύω.
Οὗτος ὁ τοῦ Κυρίου Μάρτυς κατὰ τοὺς χρόνους ἦν Διοκλητιανοῦ, πατρὸς μὲν εὐσεβοῦς καὶ τὸν Χριστὸν ὁμολογοῦντος, τοὔνομα Χριστοφόρου, μητρὸς δὲ Θεοδοσίας, τὰ εἴδωλα θρησκευούσης, τῆς Αἰλιαίων (Ἱερουσαλὴμ δηλ.) πόλεως γέννημα· ὃν ἡ μήτηρ, μετὰ τὴν τοῦ πατρὸς τελευτήν, πρὸς Διοκλητιανὸν ἀγαγοῦσα, Δοῦκα τῆς Ἀλεξανδρέων πεποίηκεν. Ὃς ἐντολὰς παρὰ τοῦ βασιλέως δεξάμενος, τοὺς χριστιανοὺς τιμωρεῖσθαι, καὶ ὁδοῦ τῆς πρὸς Ἀλεξάνδρειαν ἁψάμενος, ἐξαίφνης κατὰ τὴν ὁδὸν ἀστραπῶν καὶ βροντῶν γενομένων, φωνῆς ἤκουσεν οὐρανόθεν, καλούσης τε αὐτὸν ἐξ ὀνόματος, Νεανίαν (τοῦτο γὰρ αὐτῷ τὸ πρότερον ὄνομα), καὶ τὴν πορείαν ὀνειδιζούσης καὶ θάνατον ἀπειλούσης, ὅτι θεομαχήσων πορεύεται κατὰ τῶν χριστιανῶν. Τοῦ δὲ Ἁγίου σαφέστερον ἐμφανισθῆναι τὸν λαλοῦντα παρακαλέσαντος, ὤφθη αὐτῷ Σταυρὸς ἐν εἴδει κρυστάλλου, καὶ φωνὴ ἐκεῖθεν ἠκούσθη λέγουσα· Ἐγώ εἰμι ὁ ἐσταυρωμένος Υἱὸς τοῦ Θεοῦ. Καὶ λοιπὸν ἅπαν τὸ τῆς οἰκονομίας μυστήριον μυηθείς, ὑποστρέψας ἐν Σκυθοπόλει, ἐπέταξε γενέσθαι, κατὰ τὸν δειχθέντα τύπον αὐτῷ, σταυρὸν ἐκ χρυσοῦ καὶ ἀργύρου συγκείμενον. Ἐπεὶ δὲ μετὰ ταῦτα κατὰ τῶν Σαρακηνῶν μέγιστον στήσας τρόπαιον, πρὸς τῆς μητρὸς θυσίας τοῖς εἰδώλοις εὐχαριστηρίους προσενεγκεῖν προετρέπετο καί, ᾧ τινι ἐπεπιστεύκει, δῆλος ἦν, αὐτίκα τοῦτον ἡ μήτηρ διαβάλλει ὡς χριστιανὸν πρὸς τὸν βασιλέα. Ὁ δέ, Οὐλκίῳ τῷ τῆς Καισαρείας ἡγεμόνι, ἐπέτρεψε τὴν κατὰ τοῦ Ἁγίου ἐξέτασιν· ὑφ᾿ οὗ τύπτεται σφοδρῶς καὶ τῷ δεσμωτηρίῳ δίδοται, δόξας ἡμιθανὴς εἶναι· τῇ δὲ τοῦ Κυρίου ἐπιστασίᾳ τῶν δεσμῶν ἐλύθη, καὶ Προκόπιος ἐκλήθη. Εἶτα ἄγεται ἐν τῷ τῶν εἰδώλων ναῷ· καὶ διὰ προσευχῆς τὰ ἐκεῖσε εἴδωλα καταβαλών, τοὺς στρατιώτας τῶν δύο νουμέρων, σὺν τοῖς αὐτῶν τριβούνοις (τοὺς στρατιώτας δηλ. τῶν δύο Ταγμάτων σὺν τοῖς στρατηγοῖς αὐτῶν) Νικοστράτῳ καὶ Ἀντιόχῳ, καὶ δώδεκα γυναῖκας Συγκλητικάς, ἅμα τῇ μητρὶ Θεοδοσίᾳ, πρὸς τὴν εἰς Χριστὸν ἐπισπᾶται πίστιν· ὧν οἱ μὲν τὰς κεφαλὰς ἀπετμήθησαν, αἱ δὲ ἀφειδῶς αἰκίζονται καὶ τοὺς μασθοὺς ἐκκόπτονται καὶ πυρωθείσαις σφαίραις τὰς μασχάλας διαπείρονται καὶ ξίφει τὰς κεφαλὰς ἐκκόπτονται. Μετὰ ταῦτα, ὑπὸ Φλαβιανοῦ ἡγεμόνος εἰς ἐξέτασιν ὁ Ἅγιος καθίσταται. Ὃς Ἀρχελάῳ τινί, ξίφει πλῆξαι αὐτὸν κατὰ τῆς γαστρὸς κελεύσας, ὁ εἰς τοῦτο προπηδήσας, κατὰ γῆν νεκρὸς ἔκειτο. Εἶτα τείνεται ὁ Ἅγιος καὶ ξέεται· καὶ ἐπ᾿ ἀνθρακιᾶς ἁπλωθεὶς καταφλέγεται καὶ ὄξος ἐπαντλεῖται ταῖς καύσεσι· καὶ τῇ χειρὶ πῦρ καὶ λιβανωτὸν δεξάμενος, ἀκίνητον τὴν χεῖρα ἐκράτησεν, ἵνα μὴ δόξῃ τοῖς ἀσεβέσι, σκορπίσας τὸ πῦρ, θυσίαν τοῖς εἰδώλοις προσαγαγεῖν. Ἐπὶ πᾶσι τούτοις, ἀναρτηθεὶς ξέεται· καὶ τὰς χεῖρας προσδέδεται· καὶ εἰς κλίβανον ἐκπυρωθέντα μέλλων ἐμβληθῆναι, ἐπεὶ τῇ τοῦ Χριστοῦ σφραγῖδι τοῦτον κατέψυξε, τὴν διὰ ξίφους ἀπόφασιν δέχεται· καὶ τμηθεὶς τὸν αὐχένα, στεφηφόρος εἰς οὐρανοὺς ἀνελήλυθε.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Θεοδοσία, ἡ μήτηρ τοῦ Ἁγίου Προκοπίου, ξίφει τελειοῦται.
Ἀθλητομήτωρ οὖσα Θεοδοσία,
ἔσπευσεν εἶναι κᾲκ ξίφους ἀθληφόρος.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἁγίαι Δώδεκα Γυναῖκες οἱ Συγκλητικές, αἱ πιστεύσασαι διὰ τοῦ Ἁγίου Προκοπίου, ξίφει τελειοῦνται.
Δὶς ἓξ ἀνεῖλεν εὐκλεεῖς κόρας ξίφος,
ἡγουμένας σκύβαλα τῆς γῆς τὰ κλέη.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἀντίοχος καὶ Νικόστρατος οἱ Τριβούνιοι, οἱ διὰ τοῦ Ἁγίου Προκοπίου πιστεύσαντες, ξίφει τελειοῦνται.
Ὁ Nικόστρατος τὴν τομὴν οἴσω λέγει,
ὡς Ἀντίοχος· Mὴ γὰρ οὐ κᾀμοὶ κάρα;


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σάββας, ξίφει τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ ἐφορκιστοῦ τοῦ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Ἀναστάσιος Γουναρᾶς, ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1745, ξίφει τελειοῦται.
Ἀναστασίῳ ἐπλάκη διπλοῦν στέφος,
αἵμασι κοσμήσαντι ἱερωσύνην.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Προκοπίου τοῦ Βόλογκντα, τοῦ  διὰ Χριστὸν σαλοῦ, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Παναγίας τοῦ Καζάν, ἐν Ῥωσσίᾳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.





ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Κλαύσας πενθήσας καὶ στενάξας, ὦ Θεόφιλε ἐν τῷ προσκαίρῳ βίῳ, παρεκλήθης ἐκεῖ, ἀῤῥήτω παρακλήσει, καὶ χαίρεις ἀτελεύτητα, εἰς αἰῶνας τῶν αἰώνων.
Ὕπνον οὐκ ἔδωκας τρισμάκαρ, τοῖς βλεφάροις σου ἕως οὗ εὗρες τόπον, ἐν καρδίᾳ τῇ σῇ, ἐν ᾧ Μονὴν ποιήσας, Χριστὸς ὥσπερ ὑπέσχετο, ἔπλησέ σε χαρισμάτων.
Βέλη πυρφόρα τῶν δαιμόνων, σὺ κατέσβεσας περιφραχθεὶς τῇ πίστει· ταπεινώσει δὲ τῇ σῇ, κατέβαλες γενναίως, τὸν ἀλαζόνα δράκοντα, καὶ ἐνίκησας εἰς τέλος.
Θεοτοκίον.
Ζῶντί μοι πάρεσο προστάτις, καὶ ἐκλείποντι παρήγορος γενοῦ μοι, καὶ ἑστῶτι ἁγνή, ἐν κρίσει φάνηθί μοι, ὑπέρμαχος Θεόνυμφε, ῥυομένη καταδίκης.

ᾨδὴ η’. Τὸν ἐν ὄρει ἁγίῳ.
Ὡς τεθρίππῳ ἅρματι κεχρημένος, τῇ φρονήσει ἀνδρείᾳ σωφροσύνῃ, δικαιοσύνῃ δι’ αὐτῶν ἀνέδραμες, γνώσεως εἰς ὕψος, καὶ τῆς ἀπαθείας, Θεόφιλε τρισμάκαρ.
Στῦλος ὤφθης πυρὸς τοὺς ἐν τῷ Ὄρει, καταυγάζων Θεόφιλε σοῖς λόγοις, καὶ ὁδηγῶν πρὸς πολιτείαν ἔνθεον, τοὺς σοὶ πειθομένους, καὶ πρὸς τὴν εὐθεῖαν, ὁδὸν τῆς σωτηρίας.
Μύρισόν με μεμυρισμένε Πάτερ, μυριπνόοις ὀδμαῖς σεπτῶν σου μύρων, μεμυρισμένοις ὕμνοις ἵνα μέλψω σοι, τὸ μυροβλυτῆσαν, παμμάκαρ λείψανόν σου, ἔνδοξε μυροῤῥόα.
Θεοτοκίον.
Ἐν ἀγκάλαις βαστάζουσα τὸν Κτίστην, ἠ Παρθένος ἐβόα δεομένη· ἐπεὶ μητέρα ἔσχες με τὴν δούλην Σου, σῶσον ὦ Υἱέ μου, τοὺς προσφεύγοντάς μοι, καὶ ῥῦσαι τῆς γεέννης.














ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Νικήσας σάρκα κόσμον καὶ τὸν δεινόν, κοσμοκράτορα Πάτερ Θεόφιλε, τῷ παντουργῷ, σθένει δυναμούμενος τοῦ Χριστοῦ, τὸ στέφος νῦν ἀπείληφας, ὡς τῆς συνειδήσεως τὸ μακρόν, μαρτύριον ἐν βίῳ, γενναίως ὑπομείνας, τῇ προαιρέσει θνήσκων πάντοτε.
Τὸ ἔσχατον κατείληφας ἐφετῶν, καὶ ὁρᾷς τὸν γλυκὺν καὶ ποθούμενον, καὶ ἐραστήν, πράγματι καὶ ὄνομα Ἰησοῦν, πρόσωπον νῦν πρὸς πρόσωπον, καὶ Αὐτοῦ τῆς δόξης τῆς θεϊκῆς, ἀμέσως ἀπολαύεις, Θεόφιλε τρισμάκαρ, οἷα θεὸς θέσει καὶ χάριτι.
Οὐκ ἔχω ἄλλο τί σοι προσαγαγεῖν, Μυροβλύτα Θεόφιλε Ὅσιε, ὁ ταπεινὸς ἐγώ, καὶ ταλαίπωρος ἀληθῶς, ᾠδὴν μικράν σοι Ἅγιε, πλέξας προσενήνοχα ἐκ ψυχῆς, καὶ δέξαι λοιπὸν ταύτην, χηριακὸν ὡς δῶρον, καὶ ἐμὲ σῶσον ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Παράκλητον προβάλλομεν πρὸς Θεόν, Σὲ Παρθένε οἱ δοῦλοί Σου ἅπαντες· ὅθεν ἁγνή, δέησιν προσάγαγε Σῷ Υἱῷ, Πατρί τε καὶ τῷ Πνεύματι, τῷ ἑνὶ τῶν πάντων Δημιουργῷ, Τριάδι τῇ Ἁγίᾳ, ἵνα ἠμᾶς οἰκτίρῃ, καὶ πάντας σώσῃ κοσμοσώτειρα.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀγάλλεσθε οἰκήτορες, τῆς Κέλλης ταύτης σήμερον, δεδοξασμένον ὁρῶντες, παρὰ Κυρίου τὸν ταύτης, δομήτορα καὶ κτίτορα, Θεόφιλον τὸν Ὅσιον, μυροβλυτῶν ἀγλάϊσμα, τῶν μοναζόντων τὸ κλέος, καὶ ἱερέων τὴν δόξαν.
Θεοτοκίον.
Χαῖρε κατάρας λύτρωσις, καὶ τοῦ Ἀδὰμ ἀνάκλησις· χαῖρε ἁγνὴ Θεοτόκε, ἐλπὶς καὶ σκέπη τοῦ κόσμου· χαῖρε σεμνὴ Μητρόθεε· χαῖρε τὸ θεῖον ὄχημα· χαῖρε ἡ κλῖμαξ καὶ πύλη· χαῖρε κούφη νεφέλη· χαῖρε τῆς Εὔας ἡ λύσις.














Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιε Πάτερ Θεόφιλε, τὴν τεθλιμμένην ὁδόν, καὶ στενὴν σὺ διώδευσας, τῷ ψύχει πηγνύμενος, καὶ πενίᾳ στενούμενος, καὶ ταῖς νηστείαις κατατηκόμενος, καὶ ἀγρυπνίαις ἐκπιεζόμενος· ὅθεν κατώκησας, πλάτος τὸ εὐρύχωρον νῦν τῆς Ἐδέμ, καὶ ἐπαναπέπαυσαι, ἐν ταῖς Ἁγίων μοναῖς.

Ὅσιε Πάτερ Θεόφιλε, ἐν ἡσυχίᾳ πολλῇ, τὴν ζωήν σου διήνυσας, καὶ τὸν σπόρον ἔσπειρας, ἀρετῶν ἐν τοῖς δάκρυσιν· ὅθεν θερίζεις, νῦν χαρᾶς δράγματα, καὶ συγκομίζεις, καρποὺς τῶν πόνων σου, συναυλιζόμενος, ταῖς Ἀγγέλων τάξεσι, καὶ ἀσκητῶν, θείαις ὁμηγύρεσι, συνευφραινόμενος.

Ὅσιε Πάτερ Θεόφιλε, τῇ θεωρίᾳ ὁμοῦ, καὶ τῇ πράξει χρησάμενος, δυσὶν ὥσπερ πτέρυξιν, ἐκ τοῦ ἄλσους ἐπέταξας, τούτου εἰς ὄρη τὰ ὑπερκόσμια, καὶ καλιάν σου ἐκεῖ πηξάμενος, νῦν ἀπαπέπαυσαι, ὡς χρυσῆ καὶ πάγκαλλος περιστερά, ἔνθα ἡμῶν μέμνησο, τῶν μεμνημένων σου.

Ὢ τοῦ παραδόξου θαύματος! Πῶς τὰ νεκρά σου ὀστᾶ, θεοφόρε Θεόφιλε, μύρον ἀναβλύζουσι, καὶ εὐφραίνουσιν ἅπαντας, τοὺς εἰσιόντας ἐνταῦθα Ἅγιε, καὶ ἰαμάτων πηγὰς προχέουσιν; ὄντως οὐ δώρημα, τῆς θνῃσκούσης φύσεως τοῦτό ἐστι, τῆς δὲ θείας χάριτος, ἥ σε ἡγίασεν.

Δόξα. Ὁ αὐτός.
Θεόφιλε Ὅσιε, τὴν σὴν ἐτήσιον μνήμην, δικαίως ὡς Ἁγίου γεραίρομεν· ὁ βίος σου γὰρ θεοφιλής, τὸ τέλος θεοφιλέστερον, καὶ τὰ μετὰ τέλος θεοφιλέστατα. Μαρτύριον δὲ ἀψευδὲς τῆς σῆς ἁγιότητος, τὸ μύρον ὑπάρχει, τὸ ἐκ τῶν ἱερῶν ἀναβλύζον λειψάνων σου, ὃ σπανίοις τῶν Ἁγίων, παρὰ Θεοῦ ἐχαρίσθη· ὅθεν τίς μὴ καλέσῃ σε Ἅγιον, ὃν ἡ Ἁγία Τριὰς ἐδόξασεν; Ἅγιος ἀληθῶς ὑπάρχων, καὶ πρὸς Θεὸν Ἁγίων ἔχων τὴν παῤῥησίαν, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν σῶν φιλοπατόρων υἱῶν, τῶν ἐκ πόθου τελούντων, τὴν σεβάσμιον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Χαίροις Μυροβλύτα Πάτερ σοφέ, Θεόφιλε μάκαρ, τῶν Ὁσίων ἡ καλλονή, Ζιχναίων τὸ κλέος, Ἄθω ἡ εὐωδία, ἡμῶν δὲ τῶν σῶν δούλων πρέσβυς θερμότατος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου