Παρασκευή 15 Ιουνίου 2018

ΙΟΥΛΙΟΣ 21. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΘΕΟΦΙΛΟΣ, ΤΡΟΦΙΜΟΣ & ΕΤΕΡΟΙ ΔΕΚΑΤΡΕΙΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΚΑ΄!!
ΘΕΟΦΙΛΟΣ, ΤΡΟΦΙΜΟΣ
& ΕΤΕΡΟΙ ΔΕΚΑΤΡΕΙΣ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)

ΕΣΠΕΡΙΝΟΣ.

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄ τῆς Ὀκτωήχου καὶ γ΄ τῶν Ἁγίων. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὑπῆλθες τῷ στάδιον στεῤῥῶς, Μάρτυς τῆς ἀθλήσεως, καὶ σπαραγμοὺς ἐκαρτέρησας, καὶ ἐτραυμάτισας, ἐν τῷ τραυματοῦσθαι, ἐχθρὸν τὸν πολέμιον, καὶ νίκην κατ’ αὐτοῦ, ἥρας Τρόφιμε· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Χορὸν ἐπαγόμενος σοφέ, σὺν Μαρτύρων ἤθλησας, καὶ σὺν αὐτοῖς τὰ οὐράνια, χαίρων ἀπείληφας, ἀγαθὰ ἀξίως, μεθ’ ὧν ἡμῶν μέμνησο, τῶν πίστει ἐπὶ γῆς εὐφημούντων σε, Χριστῷ δεόμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Τρόφιμον Θεόφιλον πιστοί, σὺν λοιποῖς Τρεῖς καὶ Δέκα, ἀνευφημήσωμεν, Μάρτυσι σεπτοῖς γὰρ αἵμασι, τὸ πῦρ τῆς ἀπάτης, ἤδη κατασβέσαντες, τὰ ἄνω κατοικοῦσι Βασίλεια, ἀεὶ αἰτούμενοι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε βάτε ἄφλεκτε βουλῆς, τῆς μεγάλης Ἄγγελον, χαῖρε ἡ μόνη κυήσασα, χαῖρε τὸ βούλημα, τῆς σεπτῆς Τριάδος, χαῖρε βροτῶν στήριγμα, Παράδεισε τὸν στάχυν βλαστήσασα, τὸν ἀγεώργητον, τὸν βλαστήματα ξηράναντα, τῆς κακίας Βασιλέα Κύριον.
Ἢ Σταυροθεοτοκίον.
Παρθένος ἡ ἄσπιλε ποτέ, ἐπὶ ξύλου βλέπουσα, ὃν ἐξ ἀσπόρου ἐκύησε, γαστρὸς μὴ φέρουσα, τὴν τῶν σπλάγχνων τρῶσιν, τρυχομένη ἔλεγεν, ὁ νεύματι κρατῶν κτίσιν ἅπασαν, πῶς ὡς κατάδικος, ἐν Σταυρῷ ἐναπῃώρησαι, πάντων θέλων σῶσαι τὸ ἀνθρώπινον.





ΟΡΘΡΟΣ

Ὁ Κανών, ποίημα Ἁγίου Ἀνδρέου Κρήτης.
ᾨδὴ α΄. Ἦχος δ΄. ᾌσομαί Σοι Κύριε.
ᾌσομαί Σοι Κύριε ὁ Θεός μου, ὅτι ἀνέτειλας ἡμῖν ἡμέραν χαρμόσυνον, τὴν πλάνην σκεδάζουσαν, τὴν μνήμην τῶν Μαρτύρων Σου.
Ἥλιος ἐξέλαμψας ἐν τῷ κόσμῳ, ἐν τῷ τῆς πίστεως φανεὶς Μάρτυς στερεώματι, ἐν ᾗ περιήστραψας, τοῖς ἄθλοις σου τὰ πέρατα.
Τριαδικόν.
Τριάδα δοξάσωμεν ὀρθοδόξως, σὺν τῷ Πατρὶ καὶ τὸν Υἱὸν καὶ Πνεῦμα Ἅγιον, τὴν μίαν Θεότητα, Μονάδα τρισυπόστατον.
Θεοτοκίον.
Ἄγγελος τὰ μνῆστρά Σοι οὐρανόθεν, τῆς πρὸς Θεὸν συναλλαγῆς Παρθένε ἐκόμισε, καὶ κόσμῳ ἐκρότησε χαρᾶς τὰ εὐαγγέλια.

ᾨδὴ γ΄. Ἐν Κυρίῳ Θεῷ μου.
Ἐν σταδίῳ ὁ Μάρτυς, σὺν ἄθλοις αἰκιζόμενος, ἠγάλλετο προβλέπων, τὴν ἀνεκλάλητον ἀπόλαυσιν.
Ἐκρυέν σου τὸ αἷμα, τὴν ἀθεΐαν ἀπετέφρωσε, πυρσὸν θεογνωσίας, ἀνάψαν ἅπασι Τρόφιμε.
Ὡς ἀστέρες ἐν μέσῳ ἥλιον ἔχοντες τὸν Μάρτυρα, ἠμαύρωσαν τὴν πλάνην, οἱ Ἀθλοφόροι Σου Κύριε.
Θεοτοκίον.
Ἐν μητρᾶσι Παρθένος, καὶ ἐν παρθένοις Μήτηρ πέφυκας, ἐνῷ καὶ καταπλήττεις πᾶσαν διάνοιαν Ἄχραντε.

Κάθισμα. Ἦχος α΄. Χορὸς ἀγγελικός.
Γενναίῳ λογισμῷ, ὑπελθὼν τὰς βασάνους, καὶ νίκην κατ’ αὐτῶν, κομισάμενος μάκαρ, τὸν λύκον μετέβαλες, εἰς ἀρνὸν θείᾳ χάριτι, καὶ συνέπεισας, τοῦ συναθλῆσαί σοι πίστει· ὅθεν ἅπαντες, χαρμονικῶς σὲ τιμῶμεν, πανένδοξε Τρόφιμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὸν τάφον Σου Σωτήρ.
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.
Ἢ Σταυροθεοτοκίον.
Ὢ θαύματος καινοῦ! ὢ φρικτοῦ μυστηρίου! ἐβόα ἡ Ἀμνάς, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἑώρακεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, πῶς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, σταυρῷ κατακρίνεται;

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε ὁ Θεός μου.
Εἰσακήκοα ὁ Θεός, τὴν τῶν Μαρτύρων στεῤῥὰν ἀνδρείαν, ἣν ἀθλοῦντες ἀπεδείξαντο ὑπὲρ τῆς ἀγάπης Σου, καὶ ἐκπλαγεὶς δοξάζω Σε μόνε Σωτήρ.
Ἐκθλασθέντων σου τῶν μελῶν ὑπὸ δημίου, τὸν δῆμον ἔσχες τῶν Ἀγγέλων εὐφημοῦντά σε, ἀθλητὰ Θεόφιλε, ὥσπερ ἀρνός, τὸ πνεῦμά σου δοὺς τῷ Θεῷ.
Τριαδικόν.
Ἐν μιᾷ οὐσίᾳ ὑμνῶ τρεῖς ὑποστάσεις τῆς Θεαρχίας, τοῦ Πατρὸς Υἱοῦ καὶ Πνεύματος, ὅτι μία ἔλλαμψις, τῆς τρισηλίου φύσεως, εἷς γὰρ Θεός.
Θεοτοκίον.
Ἡ Παρθένος πῶς γαλουχεῖς, πῶς τοῖς μητρώοις τοκεύεις νόμοις; ὅτι ὅνπερ ἀπεκύησαι, σαρκωθεὶς Θεὸς ἐστί, καινοτομῶν τὴν φύσιν, ὡς οἶδεν Αὐτός.

ᾨδὴ ε΄. Τὸ ζοφερὸν διάλυσον.
Τὸ ζοφερὸν διέλυσας τῆς ἀθεότητος, τοῖς λαμπροῖς κηρύγμασι, τῆς θεολαμποῦς ὁμολογίας σου, ἐχθροὺς αἰσχύνας Τρόφιμε, Ἀθλητὰ τοῦ Χριστοῦ.
Ἐκ τοῦ οἰκείου αἵματος περιβαλλόμενοι, ἀλουργὸν ἀξίωμα ἐν τοῖς οὐρανοῖς συμβασιλεύετε, Θεῷ τῶν ὅλων Μάρτυρες, ὡς Αὐτοῦ μιμηταί.
Τριαδικόν.
Ἰσοκλεὴς ἰσότιμε Τριὰς συνάναρχε, Πάτερ ὁ ἀγέννητος, γεννητὲ Υἱὲ καὶ Πνεῦμα Ἅγιον, Σὺ εἶ Θεός μου Κύριε, τὸ ἀπρόσιτον φῶς.
Θεοτοκίον.
Τὴν ἐν παρθένοις τίκτουσαν, καὶ ἐν μητράσιν ἁγνήν, Μαριὰμ ὑμνοῦμεν Σε, τοῦ Θεοῦ ἀμίαντον κειμήλιον, ἐξ οὗ προῆλθες Κύριε, ὁ Σωτὴρ τοῦ παντός.










ᾨδὴ στ΄. Τῶν πταισμάτων μου τὴν  ζάλην.
Ἐν τοῖς λίθοις καὶ ξύλοις συντριβόμενοι, οὐχ ὑπεμείνατε θραῦσιν, ὅλως πίστεως, ἀλλ’ ὀλετήρες μάκαρες γεγόνατε, τῶν εἰδωλομανούντων ἄραντες νίκης τὰ βραβεῖα.
Ἐπηρμένον ὕψος καὶ ζεόμενος, τὴν τῶν εἰδώλων μανίαν ἐστηλίτευσεν ὁ θεολόγος Τρόφιμος, θρεψάμενος τῶν πιστῶν τὰς καρδίας δόγμασι ἀξιοπαρόχοις.
Τριαδικόν.
Ὁμοβασίλειε σύμμορφε Τριὰς ἄναρχε, ἰσοκλεὴς ἐνυπόστατε Μονάς, ἄτμητε Θεότης ὑπερούσιε, Πάτερ Υἱὲ καὶ τὸ Ἅγιον Πνεῦμα, Σὲ ὑμνεῖ ἅπασα ἡ κτίσις.
Θεοτοκίον.
Ὑπεφυής Σου ὁ Τόκος, ὅτι ἄσπορος μητροπρεπῶς πάλιν, τίκτεις νόμῳ φύσεως, παναληθῆ ἀμφότερα, φιμούσθωσαν αἱ λυσσώδεις αἱρέσεις, ἐπὶ Θεοτόκε ἁγνή.

Συναξάριον
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Θεοφίλου, Τροφίμου καὶ ἑτέρων Δεκατριῶν.
Ὁ Θεόφιλος καὶ Tρόφιμος ἐν πόλῳ,
Tροφὴν ἐφεῦρον καὶ Θεοῦ τὴν φιλίαν.
Tρισκαίδεκα Tρόφιμος ἄνδρας συντρόφους,
ἔχων συνάθλους τέμνεται τούτοις ἅμα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰούστου καὶ Ματθαίου, τῶν συναθλησάντων τῶν ἄνωθεν Ἁγίων.
Ξίφει τραχήλους ἄνδρες ἐκδόντες δύω,
Kοινοῦ τέλους λάβωσι κοινὰ καὶ στέφη.












Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Συμεὼν τοῦ διὰ Χριστὸν σαλοῦ καὶ Ἰωάννου
Ἔμφρων σὺ μωρός, ὃς βίον παίζων Πάτερ,
Ὄφιν φρόνιμον λανθάνεις τέλους ἄχρι.
Ἔρημον εἵλου, ὦ Ἰωάννη μάκαρ,
Δι' ἧς ἔρημα εἰργάσω σαρκὸς πάθη.
Ψευδαέφρων περίφρων Συμεὼν θάνεν εἰκάδι πρώτῃ.
Οὗτοι ἐκ πόλεως Ἐδέσσης τῆς κατὰ Συρίαν κειμένης ὁρμώμενοι, ἐπὶ τῆς βασιλείας Ἰουστίνου τοῦ νέου, θείῳ πόθῳ κινούμενοι, παρεγένοντο εἰς τὴν Ἁγίαν πόλιν. Καὶ τὸ ζωοποιὸν Ξύλον προσκυνήσαντες, τῇ μονῇ τοῦ Ἁγίου Γερασίμου παραβάλλουσι, καὶ τὸ ἅγιον παρὰ Νίκωνος τοῦ ἐν Ἁγίοις σχῆμα λαβόντες, τοῦ μοναστηρίου, πρὸ τῆς συμπληρώσεως τῶν ἑπτὰ ἡμερῶν ἐξέρχονται. Καὶ τῇ ἐρήμῳ προσβάντες, τεσσαράκοντα ἔτη διεκαρτέρησαν, πᾶσαν ἄσκησιν καὶ σκληραγωγίαν ἐν αὐτῇ μετελθόντες. Ἐκεῖθέν τε ὁ μὲν Ἰωάννης ἐν τῇ ἐρήμῳ προσέμεινεν· ὁ δὲ μακάριος Συμεὼν εἰς τὴν Ἁγίαν Πόλιν ὑπέστρεψε, καὶ εὐξάμενος λαθεῖν τοὺς ἀνθρώπους, μωρίαν τε προσποιησάμενος, ἐν τῇ πόλει Ἐμέσῃ παρεγένετο. Καὶ πολλὰ θαύματα ἐν τῇ προσποιήσει ταύτῃ ἐπιδειξάμενος, ἀνεπαύσατο ἐν Κυρίῳ, διεγνώσθη δὲ μετὰ τὴν τελευτὴν αὐτοῦ, ἄλλου ἄλλο τι τῶν θαυμάτων αὐτοῦ διηγουμένου.
Εἰ καὶ τἆλλα δὲ τῶν θαυμάτων αὐτοῦ εἰς μνήμην ἐλθεῖν οὐ παρεχωρήθη, ἀλλ’ οὖν ἀναγκαῖον ῥηθῆναι τὸ τελευταῖον. Ἐκφέροντες γὰρ αὐτὸν ἄνδρες δύο ἀνεπιμέλητον, καὶ λουτρῶν καὶ θυμιαμάτων καὶ ψαλμῳδιῶν ἄμοιρον, καὶ πρός τι πολυάνδριον ἐπιφέροντες, ἐγένοντο κατ’ οἶκον τινὸς Ἑβραίου παρερχόμενοι, ὅτε τὸ τοῦ Ἁγίου λείψανον ὑπὸ τοσαύτης ἔδοξε δοξολογίας καὶ πλήθους ἀνθρώπων μέλος ἀνακινούντων ἤδη δοορυφορεῖσθαί τε καὶ προπέμπεσθαι ὡς τὸν ποτὲ Ἑβραῖον προκύψαντα, καὶ ὑπὸ δύο μόνον τὸν Ὅσιον ἐκφερόμενον πενιχρῶν ἀνθρώπων, ἰδόντα εἰπεῖν: Μακάριος εἶ Σαλέ, ὅτι μὴ ἔχων ἀνθρώπους ψάλλοντάς σε, ἔσχες επουρανίους Δυνάμεις, ἐν ὕμνοις τιμώσας σε· ὅς καὶ κατελθών, ἰδίαις αὐτὸν χερσὶ περιέστειλε, καὶ ἐκήδευσε. Μεθ’ ἡμέρας δέ, ἐλθὼν ὁ φίλος αὐτοῦ καὶ συνασκητὴς εὗρεν ὅτι πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι HYPERLINK "http://www.saint.gr/2020/saint.aspx"Τρεῖς Μάρτυρες οἱ ἐν Μελιτινῇ, κατὰ πετρῶν συρόμενοι τελειοῦνται.
Δώσουσι φωνὴν ἐκ μέσου πετρῶν ἅμα,
Tὸ τῆς Γραφῆς τρεῖς θνήσκοντες σεσυρμένοι.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος HYPERLINK "http://www.saint.gr/2022/saint.aspx"Μάρτυς Εὐγένιος, ξίφει τελειοῦται.
Γενναιότητος εὖγε τῆς Eὐγενίου!
ὃς εὐγενῶς στὰς πλήττεται κατ’ αὐχένος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδώρου καὶ Γεωργίου
Ὁ Θεόδωρος καὶ Γεώργιος μέγα
Tρόπαιον ἦραν κατὰ πλάνης ἐξ ἄθλων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Παρθενίου Ἐπισκόπου Ῥαδοσβυσδίου Ἄρτης,.
Βίῳ εὐαγεῖ Παρθένιε ἐμπρέψας,
Χάριτος πλείστης πρὸς Θεοῦ ηξιώθης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Αὐτοκράτορος Μανουήλ, τοῦ διὰ τοῦ ἀγγελικοῦ σχήματος μετονομασθεὶς Ματθαῖος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βίκτωρος τοῦ στρατιώτου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Μελετίου ἐπισκόπου Κίτρου, μαρτυρήσαντος ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1821.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ὀνουφρίου τοῦ σιωπηλοῦ τοῦ ἐν τῷ Σπηλαίῳ τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Πῦρ φλέγον ἐν καμίνῳ.
Σαρκὸς καταφρονούντων τῶν Ἀθλοφόρων Σου, Ἄγγελοι ἐθαύμαζαν, καὶ βροτοὶ ἀνέκραζον· Εὐλογητὸς εἶ ὁ μόνος ὑπάρχων Θεὸς τῶν πατέρων ἡμῶν.
Οἱ μὲν λιθολευστοῦνται τῶν Ἀθλοφόρων Σου, ἄλλοι κατακαίονται, οὖν αὐτοῖς δὲ Τρόφιμος τελειωθείς, Σὲ ἀνύμνει, ὑπάρχειν Θεόν, τῶν πατέρων ἡμῶν.
Τριαδικόν.
Τρισήλιε Θεότης ὁμοβασίλειε, ἄναρχε ἀΐδιε Πάτερ Υἱὲ καὶ τὸ Πνεῦμα, Εὐλογητὸς εἶ ὁ μόνος ὑπάρχων Θεὸς τῶν πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὼ φρικτοῦ μυστήριου, ὦ ξένου θαύματος, πῶς καὶ Μήτηρ πέφηνας, καὶ Παρθένος ἔμεινας, εὐλογημένη ἡ τεκοῦσα Θεόν, τὸν τῶν πατέρων ἡμῶν.

ᾨδὴ η΄. Πάντα τὰ ἔργα τοῦ Θεοῦ.
Στῦλος ἐδείχθης νοητός, ὑποστηρίζων τοὺς συνάθλους Τρόφιμε, ὤλεσας τῶν ἀσεβούντων τὰ θράση, δυνάμει Χριστοῦ, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Φαιδρῷ προσώπῳ ἐπιστάς, ἐν τῷ σταδίῳ τοὺς ἀνόμους ἐξέπληξας, ἔδειξας περιχαρές σου τὸ πάθος ὑπὲρ Χριστοῦ, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικόν.
Τὸν ἄναρχον Πατέρα καὶ Υἱόν, σὺν τῷ Ἁγίῳ ἀνυμνήσωμεν Πνεύματι, Τριάδα ὁμοούσιον, μίαν ἀρχὴν καὶ Θεόν, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Πᾶσα Σὲ γλῶσσα γηγενῶν ὑμνεῖ Παρθένε, ὅτι φῶς τὸ ἀπρόσιτον ηὔγασας, φωταγωγοῦντα τὸν κόσμον, Χριστὸν τὸν Θεόν, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Σὲ τὴν ἀπειρόγαμον.
Σὲ τὸν διανύσαντα θαυμασίως τῆς ἀθλήσεως τὸν δρόμον, καὶ στεφθέντα νικητικῶς Χριστοῦ Ἀθλητά, ὑπ’ Αὐτοῦ ὕμνοις μεγαλύνομεν.
Σὲ τὸν θεοφάντορα Ἀθλοφόρον, ὡς ἡγήτορα δειχθέντα τῶν συνάθλων, μωσαϊκῶς πρὸς τὴν ἀγήρω ζωήν, ὕμνοις μεγαλύνομεν.
Χορὸς ἀξιόθεος τῶν Μαρτύρων, ὡς νικήσαντες τὴν πλάνην, καὶ στεφάνους παρὰ Θεοῦ ἀπειληφότες λαμπρούς, εὔξασθε σωθῆναι ἡμᾶς.
Θεοτοκίον.
Σὲ τὴν βάτον, ἥνπερ Μωϋσῆς προεῖδε καιομένην καὶ μὴ φλεχθεῖσαν, τὴν τὸ πῦρ δεξαμένην τῆς Θεότητος, ὕμνοις μεγαλύνομεν.

Καὶ τὰ λοιπὰ τοῦ Ὄρθρου καὶ Ἀπόλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου