ΑΥΓΟΥΣΤΟΣ ΚΘ΄.
ΤΙΜΙΟΥ ΠΡΟΔΡΟΜΟΥ ΑΠΟΤΟΜΗ ΚΕΦΑΛΗΣ
ΑΝΑΠΛΗΡΩΣΙΣ ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους δ΄, καὶ ψάλλομεν τὰ παρόντα προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Πρόδρομον Ἰωάννην καὶ Βαπτιστὴν
τοῦ Χριστοῦ, δεῦτε συμφώνως πάντες, οἱ πιστοὶ ἐπαξίως, τιμήσωμεν γνησίως,
Προφήτης γὰρ ὢν, προφητεύει τὰ μέλλοντα, ὡς ὑπηρέτης καὶ μύστης θεοπρεπής, τῶν
ἀποῤῥήτων θαυμασίων Χριστοῦ. (Δίς)
Ἡρώδης ἄφρων ἐκτέμνει σοῦ
κεφαλὴν ἀφειδῶς, ἐλέγχοντος τὴν τούτου, μιαρωτάτην γνώμην, Χριστὸς δέ σε
τρισμάκαρ ὡς Βαπτιστήν, κεφαλὴν ἀπεργάζεται, τῆς Ἐκκλησίας ὁ πάντων Δημιουργός,
Ἰησοῦς καὶ πάντων λύτρωσιν.
Πίνακι φέρειν σου κάραν Ἠρώδης
ἄνομος, αἰσχρᾷ Ἠρωδιάδι, ἐκτομὴν παῤῥησίᾳ, ὑπέσχετο τρισμάκαρ ὦ θαῦμα φρικτόν, καὶ
παράδοξον ἄκουσμα, ἀλλ’ ἡ Χριστοῦ Ἐκκλησία χαρμονικῶς, ἑορτάζει σου τὴν ἄθλησιν.
Δόξα. Ἦχος πλ. δ΄.
Πρόδρομε τοῦ Σωτῆρος, εἰ καὶ
φόνῳ διέλυσεν ὁ Ἠρώδης, σὲ τὸν τῆς ἀληθείας κήρυκα, ἀλλ’ ἡ τοῦ στόματός σου φεγγοβόλος
λαμπάς, καὶ τοῖς ἐν Ἅδῃ τὸ τῆς πίστεως φέγγος, καλῶς ἐδαδούχει, ὅθεν ἱκέτευε, ἐλεηθῆναι,
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὰ Ἀπόστιχα. Ἦχος β΄.
Οἶκος τοῦ Εὐφραθᾶ.
Μείζων ἐν γεννητοῖς, γυναικῶν
ὤφθης μάκαρ, ὡς τὸν Δεσπότην πάντων, βαπτίσας Ἰωάννη, Προφῆτα κῆρυξ Πρόδρομε.
Στ.: Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅτε Ἠρωδιάς, τῇ μέθῃ καὶ τῷ
οἴστρῳ, βεβακχευμένον εἶδε, τὸν ἄνομον Ἠρώδην, πρὸς φόνον τοῦτον ὤτρυνε.
Στ.: Εὐφρανθήσεται
δίκαιος ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Μνήμην τὴν ἱεράν, τοῦ θείου
Ἰωάννου, καὶ Βαπτιστοῦ σὺν πόθῳ, τελέσωμεν ὑμνοῦντες, Τριάδα τὴν ὑπέρθεον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μόνη χριστιανῶν, ἐλπὶς καὶ
προστασία, ἁγνὴ σὺν τῷ Προδρόμῳ, δυσώπει τὸν Υἱόν Σου, ὑπὲρ οἰκείων δούλων Σου.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος β΄. Ὅτε κατῆλθες πρὸς τὸν θάνατον.
Ὅτε
κατῆλθες πρὸς τὸν θάνατον, Ἀποτομῇ τῇ ἐνδόξῳ σου· τότε κἀκεῖ πάντας εὔφρανας,
Χριστοῦ κηρύξας τὴν ἔλευσιν· ὅτε δὲ καὶ τὴν πρὸς ἐκείνους Αὐτοῦ κάθοδον ἔνδοξον
εὕρηκας, πάντες ὁμοφώνως, ἐν ἀγαλλιάσει ἐκραύγαζον· Ζωωδότα Χριστὲ ὁ Θεὸς ἡμῶν
δόξα Σοι.
Δόξα.
Ἦχος β'
Μνήμη
Δικαίου μέτ' ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε·
ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι
κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω
καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ
κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Πάντα
ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη,
καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν
ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
(ἀρχιμ.
Ἰωάννου Δημητριάδου Κατουνακιώτου)
Τὰ τρία Ἰδιόμελα τοῦ Μηναίου·
Ὠρχήσατο ἡ μαθήτρια..., Οὐκ ἔδει σε ὦ
Ἡρώδη..., Πάλιν Ἡρωδιὰς μαίνεται... Καὶ ἔπειτα
τὰ κάτωθι γ΄. Ἦχος πλ. β΄. Βουλὴν προαιώνιον.
Τὸν
ἔνδοξον Πρόδρομον, καὶ Βαπτιστὴν τοῦ Σωτῆρος, τοῦ Χριστοῦ τὸν κήρυκα, τὸν
τρανῶς κηρύξαντα τοῦτον ἅπασι· δεῦτε νῦν ᾄσωμεν, θεϊκοῖς ᾄσμασι· χαῖρε τούτῳ
ἀνακράζοντες, ὁ τὸν παράνομον, καὶ θεοστυγῆ καὶ ἀκόλαστον, Ἡρώδην καὶ τὴν
ἔκνομον, πρᾶξιν ὁ ἐλέγξας σοφώτατα· χαῖρε θεῖε Μάρτυς, τοῦ Λόγου χαῖρε κῦρος
Προφητῶν, χαῖρε ἡμῶν ὁ ὑπέρμαχος, καὶ μεσίτης ἔνθεος.
Ἡ
γῆ μὲν λελύπηται, ἀποτμηθείσης σῆς Κάρας, Ἰωάννη ἔνδοξε, ὁ δὲ ᾅδης ἔχαιρε σὲ
δεχόμενος, ἐν αὐτῷ κήρυξ γάρ, τῆς Χριστοῦ γέγονας, ἀποῤῥήτου καταβάσεως, καὶ
τῆς Βαπτίσεως, ἥσπερ ὑπηρέτης γεγένησαι· βαπτίσας ἐν τοῖς ὕδασιν, Ὃν Ἀμνὸν Θεοῦ
προσηγόρευται· Τοῦτον ἐκδυσώπει, παμμάκαρ δοῦναι ἄφεσιν ἡμῖν, τῶν ἐπταισμένων
καὶ χάριτος, θείας τὴν ἀπόλαυσιν.
Ὀρχήσεως
μίσθωμα, ἀσελγεστάτῳ Κυρίῳ, ἡ ἁγία Πρόδρομε, Κεφαλή σου δέδοται ἐπὶ πίνακι·
σφόδρα ἐλέγχουσα, Ἡρώδου τὸ ἔκνομον· παῦσε δόλιε μοιχεύειν τε, μέγα
κραυγάζουσα, τὴν τοῦ ἀδελφοῦ σου ὁμόζυγον. Ἐγὼ γὰρ νῦν ἀπέρχομαι, εἰ καὶ ὑπὸ
σοῦ τεθανάτωμαι· κήρυξ τοῖς ἐν ᾅδη, σὺ δ’ ὅμως εἶχες δίκην φοβεράν, τῷ Βασιλεῖ
τῶν Δυνάμεων, ἐν ἡμέρᾳ τῆς Κρίσεως.
Δόξα.
Ἦχος πλ. β΄. Ἐκ τοῦ Μηναίου.
Γενεθλίων
τελουμένων...
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
ΔΙΑΦΟΡΑ ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ & ΕΠΙΠΛΕΟΝ
Κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὴν
φαιδράν σου σήμερον, μνήμην Τελοῦμεν, τὸν Σωτῆρα Κύριον καθικετεύειν ἐκτενῶς,
ἐκδυσωποῦμέν Σε Πρόδρομε, πᾶσι δοθῆναι πταισμάτων συγχώρησιν.
Ἰδιόμελον.
Ἦχος β΄.
Σήμερον
κεφαλῇ ἐκτέμνεται, ὁ Πρόδρομος Κυρίου, διὰ μίσος ἄθεσμον Ἡρώδου παρανόμου,
κεφαλῇ ἑνούμενος Χριστοῦ τοῦ πάντων κτίστου.
Κανὼν ἕτερος. Ποίημα κὺρ Ἀνδρέου.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι ἐν Αἰγύπτῳ.
Τὸ
τῆς ἐρήμου κάλλιστον θρέμμα, τοῦ Ζαχαρίου ὁ καρπός, καὶ τῆς Ἐλισάβετ παρ’
ἐλπίδα τὸ βλάστημα, προτρέπεται τοὺς πιστούς, πανηγυρίσαι τὴν σεπτὴν αὐτοῦ μνήμην.
Ὢ
Γενεσίων πλήρους αἱμάτων, ὢ συμποσίου μισητοῦ· φόνῳ γὰρ τὴν μέθην ὁ Ἡρώδης
ἐκέρασεν, ἡ τράπεζα δὲ αὐτοῦ, μιαιοφονίας πικρᾶς ἀντεκατέστη.
Τὸν
διελέγξαντα τὸν Ἡρώδην, παρανομοῦνται οἱ πιστοί, καὶ τὴν ἐκτομὴν τῆς κεφαλῆς
ὑπομείναντα, ὑμνήσωμεν Βαπτιστήν, ὡς διὰ ζῆλον Θεοῦ θανατωθέντα.
Θεοτοκίον.
Τὸν
ἀπερίγραπτον Θεὸν Λόγον, ὅλον σκηνώσαντα ἐν Σοί, τέτοκας ἁγνὴ Θεογεννῆτορ,
διπλοῦν τὸν Αὐτὸν ὡς ἕνα ὄντα Υἱόν, σεσαρκωμένον ἐκ Σοῦ ἀπεριγράπτως.
ᾨδὴ
γ΄. Οὐκ ἔστιν ἅγιος.
Μείζων
οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν, Ἰωάννου ἀνέκραξε, Χριστὸς ἡ ἀλήθεια · ἐν
γαστρὶ γὰρ ἐπέγνω, τὸ κτίσμα τὸν κτίσαντα, κηρῦξαν τῇ μητρώᾳ φωνῇ.
Δακτύλῳ
τὸ πρότερον δεικνὺς τὸν ἀμνόν, καὶ τῇ γλώσσῃ τὸ δεύτερον Ἡρώδην διήλεγξας, τῇ
κεφαλῇ δὲ τὸ τρίτον πηγάζεις τὰ θαύματα, ἐξ ὀστρακίνου σκεύους ἡμῶν.
Ἡ
γέννησις ἔνδοξος Βαπτιστὰ τοῦ Χριστοῦ, καὶ ὁ βίος σου ἄμωμος, ἡ πρόοδος
ἔνδοξος, καὶ ἡ ἀνάδειξις ξένη, ὁ θάνατος τίμιος, καὶ ἡ ταφὴ σεβάσμιος.
Θεοτοκίον.
Θεὸς
ὢν ἐκένωσας, σεαυτὸν μονογενῆ, ἵνα σώσης οὓς ἔπλασας· δι’ οὓς ἐνηνθρώπησας,
σαρκωθεὶς ἐκ Παρθένου, καὶ ὅλην κατηλλάξας μου τὴν φύσιν τῷ ἰδίῳ Πατρί.
ᾨδὴ
δ΄. Ἐξ ὄρους κατασκίου.
Ἐτράνωσας
ἡμῖν, Χριστοῦ τὴν Βασιλείαν, ὑπέδειξας λαοῖς, ὁδοὺς τῆς μετανοίας, καὶ τὸν
Ἡρώδη διήλεγξας ἀνομοῦντα, μεγαλοκῆρυξ Ἰωάννη σοφέ.
Μὴ
φέρων Βαπτιστά, Ἡρώδης τοὺς ἐλέγχους, ἐτράπη πρὸς ὀργήν, καὶ φόνον καὶ πικρίαν,
καὶ συνεταίροις, τὸν χρόνον τῶν γενεσίων, ἐν ᾧ ἐμηνάτό σε κῆρυξ Χριστοῦ.
Εὐφραίνου
Βαπτιστά, σκιρτάτω σου τὸ πνεῦμα, ἐλέγχεις γὰρ κᾀκεῖ τὸν ἄθεον Ἡρώδην· καὶ τοῖς
ἐν ᾅδῃ κηρύττεις πατράσι λέγων· ἡ σωτηρία ἡμῶν ἤγγικε.
Θαυμάζη
σου ἡ γῆ, τὸν βίον Ἰωάννην, κηρύττει οὐρανὸς τὴν ἄδικον σφαγήν σου, καὶ
θριαμβεύει τὰ πλήθη τῶν ἀρετῶν σου, ἡ Ἐκκλησία ἀναμέλπουσα.
Θεοτοκίον.
Ἐτέχθης
ἐκ μητρός, Παρθένου ἀλοχεύτως, ἐφύλαξας αὐτήν, ἁγνὴ μετὰ τὸν τόκον, ὁ μὴ κατ’
ἔκστασιν ὅλην μου τὴν οὐσίαν, ἀναλαβὼν τῆς ἁμαρτίας χωρίς.
ᾨδὴ
ε΄. Ὁ ἐκ νυκτὸς ἀγνοίας.
Τὸ
τῆς ἐρήμου θρέμμα, καὶ οἰκουμένης τὸ κτῆμα ὁ Πρόδρομος, σήμερον ἑτοιμάζει τὴν
πνευματικὴν πανδαισίαν ἡμῖν.
Τῶν
ἡδονῶν οἰκέτων, καὶ τῶν θεσμῶν παραβάτην διήλεγξας, Ἰωάννη Ἡρώδην, τὸν
Ἡρωδιάδος πικρὸν ἐραστήν.
Ἡρωδιὰς
ὀρχεῖται, καὶ Ἰωάννης δεσμεῖται καὶ σφάττεται, ὢ τῆς μέθης Ἡρώδου, ὢ τῆς
παροινίας τῆς τούτου ψυχῆς.
Θεοτοκίον.
Χαῖρε
τὸ θεῖον ὄρος, ἐξ οὗ ὁ λίθος ἐτμήθη, καὶ ἄνευ χειρῶν, ἡ ἄχραντος παγεῖσα, τῷ
Θεῷ καὶ Λόγῳ, πανάμωμος σάρξ.
ᾨδὴ
στ΄. Ὡς τὸν Προφήτην.
Τὴν
ἐκτομὴν τῆς τιμίας, καὶ πανσέπτου σου κάρας, Προφήτα Χριστοῦ, τιμῶντες
γεραίρομεν, τὴν σὴν ἀεισέβαστον, καὶ παγκόσμιον μνήμην παμμακάριστε.
Ὢ
βδελυκτῆς εὐωχίας, ὢ πικρῶν γενεσίων, ὢ μέθης αἰσχρᾶς, Ἡρώδης ὁ ἄνομος ἁλοὺς
πρὸς παρανομίαν ἐλεγχόμενος, προφητοκτονεῖν μελετᾶ.
Ὀρχησαμένη
ἡ νέα αἰγυπτία, ἐν μέσῳ τοῦ πότου αἰσχρῶς, τὴν κάραν ἠτήσαντο, τοῦ ταύτης
ἐλέγξαντος τὴν γεννήτριαν, καὶ τοῦ Ἡρώδου εὐνήν.
Θεοτοκίον.
Ὁ
νῦν Υἱὸς τῆς παρθένου, πρὶν Υἱὸς τοῦ Πατρὸς ἀναδέδεικται, οὐκ ἄλλος νοούμενος
παρὰ τὸν ὁρώμενον, καὶ ἔμεινεν Θεὸς κατ’ ἄμφω τέλειος.
ᾨδὴ
ζ΄. Ὁ ἐν ἀρχῇ τὴν γῆν θεμελιώσας.
Νόμον
Θεοῦ κηρύττων Ἰωάννης, τὸν δυσσεβῆ οὐκ ἔπεισεν Ἡρώδην, παρανομοῦντα σωφρονισθῆναι· τὸ πῦρ γὰρ ἦν ἐν αὐτῷ, τῆς
ἁμαρτίας αὐτοῦ.
Τῆς
κεφαλῆς τρανῶς νομοθετούσης, καὶ ἐκ τῆς γῆς Ἡρώδην προσφωνούσης, οὐκ ἔξεστί σοι
παρανομοῦντι, τὴν ἀλουργίδα φορεῖν, ὡς τυραννίδος στολήν.
Ὅπλοις
αἰσχροῖς ὁ ἄνομος Ἡρώδης, θωρακισθεὶς μεθ’ ὅρκων ἀπεπλήρου, τὴν ἀνομίαν ἐν
εὐωχίᾳ, τὴν μέθην ἔχων ἐκεῖ συστρατηγοῦσαν αὐτῷ.
Θεοτοκίον.
Ἄσαρκος
ὢν ἀτρέπτως ἐσαρκώθεις, ἄχρονος ὢν ἐν χρόνῳ, ἐπεγνώσθης, ἐκ τῆς Παρθένου ὁ
πάντων κτίστης, ἀφύρτως μείνας ὃ ἦς, καὶ γεγονὼς ὁ οὐκ ἦς.
ᾨδὴ
η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Ὁ
κηρύξας, Χριστοῦ τὴν παρουσίαν, τοῖς ἐν ᾅδῃ, ἐν πίστει ἀναγγέλει· ὁ τὰς ὀδύνας
λύων παραγίνεται, Κύριος τῆς δόξης· Ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἐν
φρουρᾷ σε, κατέκλεισεν Ἡρώδης, Ἰωάννη, τὸν δεύτερον Ἡλίαν, καὶ σιδηροῖς δεσμοῖς
πεδήσας ἔκτεινε· τὸν τῆς μετανοίας, καὶ τῆς Βασιλείας πιστὸν ἱεροφάντην.
Γενεσίων,
Ἡρώδου ἀγομένων, τῆς ἀσέμνου, ἡ παῖς ὀρχησαμένη, προεβιβάσθη ὑπὸ τῆς μητρὸς
αὐτῆς· ὅθεν ἐξαιτεῖται, τὴν τοῦ Βαπτιστοῦ, κεφαλὴν ἀποτμηθῆναι.
Ὢ
τραπέζης, αἱμάτων πεπλησμένης, ὢ βρωμάτων, ἐκ φόνου ἠρτημένων, ὢ πανδαισίας πλήρους
ματαιότητος, ὢ ἀπανθρωπίας, καὶ μιαιφονίας, Ἡρώδου τοῦ ἀνόμου.
Θεοτοκίον.
Ἄνω
ὅλος, καὶ κάτω ὅλος Λόγε, ἐν τοῖς κόλποις, Πατρὸς καὶ τῆς Μητρός Σου· ὅλος Θεὸς
καὶ καὶ ὅλος φύσει ἄνθρωπος, εἷς τῇ ὑποστάσει, καὶ διττὸς τῇ φύσει, ὑπάρχεις
ἐλεῆμον.
ᾨδὴ
θ΄. Τὸν προδηλωθέντα.
Πάλιν
Ἱεζάβελ, χορεύει κατὰ Ἡλία· πάλιν αἰγυπτία, τὸν Ἰωσὴφ ἐξαιτεῖται· τὸν δὲ
Προφήτην, καὶ Βαπτιστὴν τοῦ Σωτῆρος, ἡ ἀρτιφαῆς Ἡρωδιὰς ἡ αἰσχρά.
Εἶθε
μὴ ὡράθῃς, μὴ ἐγεννήθῃς Ἡρώδη· εἶθε προεσβέσθη σου τὰ γεννέσια πάλαι, οὐ γὰρ αν
σὺ τὸν Βαπτιστὴν τοῦ Σωτῆρος, τοῦ συμποσίου ἐθεάτρισας.
Καρατομηθείς,
Ἰωάννη ὑπὸ Ἡρώδου, τοῖς ἐν ᾅδῃ πνεύμασιν, ἀπεστάλῃς κηρῦξαι τὸν ἐρχόμενον, καὶ
αὐτοὺς σῶσαι πάντας, τοὺς προτελευτήσαντας πιστοὺς ἐξ Ἀδάμ.
Λύχνος
τοῦ φωτός, καὶ φωνὴ τοῦ Λόγου ὑπάρχων, κήρυξ τοῦ ἀμνοῦ τοῦ Θεοῦ, καὶ τῆς ἐρήμου
θρέμμα, Ἰωάννη παρθενομάρτυς Κυρίου, πρέσβευε σωθῆναι τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον.
Μόνη
γυναικῶν, μετὰ τόκον ὤφθης παρθένος, μόνη γυναικῶν Σὺ Θεογεννῆτορ ἐδείχθης,
μόνη ἔλυσας τῶν ὀδύνων τὴν Εὔαν, καὶ τῆς πρωτογόνου ὑπεξῆρας ἀρᾶς.
Ἐξαποστειλάριον.
Ἦχος γ΄. Φῶς ἀναλλοίωτον Λόγε.
Φῶς
τῆς μοιχείας τὸν σφάκτην, μοιχὸς Ἡρώδης δωρεῖται, βεβακχευμένῳ κορίῳ, φονεῦσαι
τοῦτον διψόντι· φῶς ἥλιε μὴ αὐγάσῃς, ἄθεσμον φόνον, ὁρῶν τοῦ θείου Προδρόμου.
Ἕτερον.
Ὅμοιον.
Ὁ
ἀσελγὴς Ἡρώδης, τὸν τῆς ἁγνείας φυτουργόν, σὲ Βαπτιστὰ τοῦ Σωτῆρος, καρατομήσας
δολερῶς, σοῦ τοὺς ἐλέγχους τῆς γλώττης, τεμεῖν οὐκ ἴσχυσεν ὅλως.
Θεοτοκίον.
Ὅμοιον.
Φῶς
ἡ τεκοῦσα Παρθένε, τὸ ἐκ φωτὸς ἀγεννήτου, ἐν τῷ ἀδύτῳ φωτί Σου, τῆς ἀκοιμήτου
πρεσβείαις, φωταγωγοῦσα μὴ λίπῃς, τοὺς Σὲ ὑμνοῦντας, καὶ τὸν ἐκ Σοῦ σαρκωθέντα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου