ΑΥΓΟΥΣΤΟΣ ΙΣΤ΄!!
ΑΓΙΟΣ ΜΑΝΔΗΛΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν. Ἦχος β΄. Ποίοις
εὐφημιῶν.
Ποίοις οἱ γηγενεῖς ὄμμασιν,
ἐποψώμεθά σου τὴν εἰκόνα, τὴν τὰ τῶν Ἀγγέλων στρατεύματα, βλέπειν ἀδεῶς οὐ
δεδύνηνται, θεϊκῷ φωτὶ ἀστραπτόμενην; Ἀπαίρει γὰρ ἀπὸ γῆς ἀπίστων σήμερον, καὶ
πόλιν πρὸς βασιλίδα, καὶ λαὸν εὐσεβῇ. Ἐπιδημεῖ θείᾳ νεύσει, ἧς περ τῇ εἰσόδῳ
ἐπιφαίνονται βασιλεῖς, προσπίπτοντες ταύτῃ, μετὰ φόβου Χριστὲ καὶ πίστεως.
Ποίαις οἱ χοϊκοὶ ψαύσωμεν,
τῆς εἰκόνος σου Λόγε παλάμαις; Οἱ ῥερυπωμένοι τοῖς πταίσμασι, τοῦ ἀναμαρτήτου
Θεοῦ ἡμῶν, οἱ ἐν μολυσμοῖς τοῦ ἀπροσίτου. Καλύπτει τὰ Χερουβὶμ τὰς ὄψεις
τρέμοντα. Οὑ φέρει τὰ Σεραφὶμ ὁρᾷν τὴν δόξαν σου. Φόβῳ δουλεύει σοι Κτίσις. Μὴ
οὖν κατακρίνῃς ἀναξίως σου τὴν μορφήν, Χριστὲ τὴν φρικτήν, ἀσπαζομένους ἡμᾶς ἐκ
πίστεως.
Πάλιν δεσποτικῆς παρέστι,
πανηγύρεως θείᾳ ἡμέρα. Ὁ γὰρ ἐν ὑψίστοις καθήμενος, νῦν ἡμᾶς σαφῶς ἐπεσκέψατο,
διὰ τῆς σεπτῆς αὐτοῦ εἰκόνος. Ὁ ἄνω τοῖς Χερουβὶμ ὤν ἀθεώρητος, ὁρᾶται διὰ
γραφῆς οἷς περ ὡμοίωται, παιδὸς ἀχράντῳ δακτύλῳ, μορφωθεὶς ἀῤῥήτως, καθ’
ὁμοίωσιν τὴν αὐτοῦ, ἥν πίστει καὶ πόθῳ, προσκυνοῦντες ἁγιαζόμεθα.
Καὶ τῆς ἑορτῆς γ΄. Ἦχος α΄. Ὤ τοῦ παραδόξου θαύματος...
Ὢ τοῦ παραδόξου θαύματος! ἡ
πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται, Εὐφραίνου
Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος, βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ
κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ
διὰ σοῦ τὸ μέγα ἔλεος.
Βαβαὶ τῶν σῶν μυστηρίων
ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης
σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι, Παρθένοι σὺν τῇ
Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ
παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Τὴν σὴν δοξάζουσι Κοίμησιν,
Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ
Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι
βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ
Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄.
Εὐφραίνεται σήμερον ἡ ἐξ
ἐθνῶν ἐκκλησία, τῷ τιμίῳ καὶ ζωηῤῥύτῳ αἵματι, τῆς ἀχράντου καὶ ἀκηράτου
πλευρᾶς, τοῦ σαρκωθέντος ἐκ τῆς Ἁγίας Παρθένου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Διὸ
ἀθροισθεῖσαι τῶν πιστῶν αἱ χορεῖαι, δοξάσωμεν τὸν Πατέρα, καὶ Υἱόν, καὶ τὸ
Ἅγιον Πνεῦμα, τὴν μίαν θεότητα, τὴν κρατοῦσαν τὰ σύμπαντα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πάνσεπτόν σου Κοίμησιν
Παναγία Παρθένε Ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν Οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ
τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ Ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ
Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τὴν εἰς σὲ μετὰ Θεόν, τὰς
ἐλπίδας θεμένων, Θεοτόκε Πανύμνητε καὶ Ἀπειρόγαμε.
Εἴσοδος, φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ
εἵνεκεν ἐχρισί με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς
συντετριμμένους τῇ καρδίᾳ, κυρήξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοὶς ἀνάβλεψιν.
Καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν, καὶ ἡμέραν ἀνταποδώσεως, παρακαλέσαι πάντας
τοὺς πενθοῦντας. Δοθῆναι τοῖς πενθοῦσι Σιών, δόξα ἀντὶ σποδοῦ, ἄλειμμα
εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης, ἀντὶ πνεύματος ἀκηδείας. Καὶ
κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσιν
ἐρήμους αἰωνίους, ἐξηρημωμένας πρότερον, ἐξαναστήσουσι, καὶ καινιοῦσι πόλεις
ἐρήμους, ἐξηρημώμενας εἰς γενεάς. Καὶ ἤξουσιν ἀλλογενεῖς, ποιμαίνοντα τὰ
πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆραν, καὶ ἀμπελουργοί. Ὑμεῖς δὲ ἱερεῖς Κυρίου
κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν, ῥηθήσεται ὑμῖν. Ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν
τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. Οὕτως ἐκ δευτέρου κληρονομήσουσι τὴν γῆν, καὶ
εὐφροσύνη αἰώνιος ὑπὸ τῆς κεφαλῆς αὐτῶν. Ἐγὼ γὰρ εἰμὶ Κύριος, ὁ ἀγαπῶν
δικαιοσύνης, καὶ μισῶν ἄρπαγμα ἐξ ἀδικίας, καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις,
καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν ἔθνεσι τὸ σπέρμα
αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν, ἐν μέσῳ τῶν λαῶν. Πᾶς ὁ ὁρῶν αὐτούς, ἐπιγνώσεται
αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ, καὶ εὐφροσύνῃ
εὐφρανθήσονται ἐπὶ Κύριον.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
Ἀγαλλιάσθω ἡ ψυχἠ μου ἐπὶ
τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με.
Ὡς Νυμφίω περιέθηκέ μοι Μήδαν, καὶ ὡς Νύμφην, κατεκόσμησέ με Κόσμῳ. Καὶ ὡς γῆ
αὔξουσα τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἐκφύει, οὕτως ἀνατελεῖ
Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν· διὰ Σιῶν οὑ
σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἄν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη
αὐτῆς, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσται. Καὶ ὄψονται οἱ Βαιλεῖς τῆς γῆς
τὴν δόξαν σου, καὶ καλέσει τὸ ὄνομά σου τὸ καὶνὸν ὅ ὁ Κυριος ὀνομάσει αὐτό. Καὶ
ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ. Καὶ
οὐκέτι κληθήσῃ καταλελειμμένη, καὶ ἡ γῆ σου οὐκ ἔτι κληθήσεται ἔρημος, σοὶ δὲ
κληθήσεται, θέλημα τὸ ἐμόν, καὶ τῇ γῇ σου, οἰκουμένη, ὅτι εὐδοκήσει Κύριος ἐν
σοί, καὶ ἡ γῆ σου συνοικισθήσεται. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω
κατοικήσουσιν οἱ Υἱοί σου μετὰ σοῦ, καὶ ἔσται ὅν τρόπον εὐφρανθήσεται Κύριος
ἐπὶ σοί.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
Ἐπίβλεψον ἐκ τοῦ Οὐρανοῦ
Κυριε, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ Ἁγίου σου καὶ δόξης. Ποῦ ἔστι τὸ πλῆθος τοῦ
ἐλέους σου, καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν Κύριε; Σὺ δὲ ἡμῶν εἶ Πατήρ,
ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς. Ἀλλὰ σὺ Κύριε Πατὴρ ἡμῶν
ῥῦσαι ἡμᾶς Κύριε ἀπὸ τῆς ὁδοῦ σου; Ἐσκλήρυνας τὰς καρδίας ἡμῶν, φοβεῖσθαί σε;
Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν
κληρονομήσωμεν τοῦ ὄρους τοῦ Ἁγίου σου. Οἱ ὑπεναντίοι ἠμῶν κατεπάτησαν τὸ
ἁγίασμά σου. Ἐγενόμεθα ὡς τὸ ἀπ’ ἀρχῆς, ὅτε οὐκ ἤρξας ἡμῶν, οὐ δὲ ἐπεκλήθη τὸ
ὄνομά σου ἐφ’ ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν Οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ
τακήσονται ὡσεὶ κηρὸς τήκεται ἀπὸ πυρός, καὶ κατακαύσει πῦρ τοὺς ὐπεναντίους
σου, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις σου. Ἀπὸ προσώπου σου ἔθνη
ταραχθήσονται. Ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος
οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εῖδον Θεὸν πλήν σου, καὶ τὰ ἔργα σου
ἀληθινὰ καὶ ποιήσεις τοῖς ὑπομένουσί σε ἔλεος. Συναντήσεται γὰρ ἔλεος τοῖς
ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Καὶ νῦν ἐπίβλεψον Κύριε, ὅτι
λαός σου πάντων ἡμεῖς.
Εἰς τὴν λιτήν, ἦχος δ΄.
Θαυμαστὸν τὸ ὄνομά σου
Ἰησοῦ Σωτὴρ ἡμῶν, Ἄγγελοι ὐμνοῦσιν ἐν οὐρανοῖς, ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ ἐπὶ γῆς
πηλίνοις στόμασιν ᾄδομεν, διὸ ἐλέησον ἡμᾶς.
Τὸ μέγιστον ὄνομα Σῶτερ
τόσον, καθημένου σου ἐκ δεξιῶν τοῦ Πατρὸς ἐν Οὐρανοῖς τιμᾶται, καὶ ἐπὶ γῆς ἡ
ἄῤῥητός σου σάρκωσις δοξάζεται. Ἡ δὲ ἐν ᾅδῃ κάθοδος, ἀπειλὴν καταγγέλλει τοῖς
δαίμοσι. Ἐξ ὧν καὶ ἡμᾶς Χριστὲ ὁ Θεὸ λύτρωσαι, καὶ σῶσον ἡμᾶς.
Ἀββακούμ, ὡς ἐν αἰνίγματι
κατανοῶν ἔργα τὰ σὰ θαυμάσια, ἐν φόβῳ ἐξέστη, τῶν χρόνων ἐγγιζόντων, πόρναις
καὶ λησταῖς Ἰησοῦ ἀνεδείχθης. Ἐγὼ δὲ ὁ ἄθλιος, ἀμερίμνως διαμενώ, ἀλλὰ δίδου
μοι ἀπὸ τοῦ νῦν τὴν σύνεσιν, καὶ τὸν φόβον σου εὔσπλαγχνε, καὶ τὸ μέγα ἔλεος.
Δόξα, ἦχος πλ. β΄.
Φοβερὸς εἶ Κύριε, καὶ τίς
ὑποστήσεται τῆς δικαίας σου ὀργῆς; Ἤ τίς σὲ δυσωπήσει, ἠ τίς παρακαλέσει ἀγαθέ,
ὑπὲρ λαοῦ ἡμαρτηκότος, καὶ ἀπεγνωσμένου; Τὰ Οὐράνια τάγματα, Ἄγγελοι, Ἀρχαὶ καὶ
Ἐξουσίαι, Θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, ὑπὲρ ἡμῶν σοὶ βοῶσιν·
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε. Τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς ἀγαθέ. Διὰ
σπλάγχνα ἐλέους, σῶζε ἡμᾶς οὕς ἔπλασας.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δεῦτε τὴν παγκόσμιον
κοίμησιν, τῆς Παναμώμου Θεοτόκου ἑορτάσωμεν. Σήμερον δὲ Ἄγγελοι πανηγυρίζουσι,
τὴν σεπτὴν μετάστασιν τῆς Θεομήτορος. Καὶ πρὸς εὐωχίαν ἡμᾶς, τοὺς γηγενεῖς
συγκαλοῦσι, τοῦ βοᾷν ἀσιγήτῳ φωνῇ. Χαῖρε ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς
οὐρανίους μονὰς μετοικήσασα, χαίροις ἡ τῶν μαθητῶν τὸν χορόν, διὰ νεφέλης
κούφης εἰς ἕν συναγαγοῦσα. Χαίροις ἡ ἐλπὶς καὶ προστασία ἡμῶν, σὲ γὰρ
χριστιανῶν τὸ γένος, ἀπαύστως μακαρίζομεν.
Εἰς τὸν στίχον, ἰδιόμελα, ἦχος πλ. β΄.
Σωτήρ μου Ἰησοῦ, ὁ τὸν
ἄσωτον σώσας, Σωτήρ μου Ἰησοῦ, ὁ τὴν πόρνην δεξάμενος κᾀμὲ νῦν ἐλέησον Ἰησοῦ
πολυέλεε, σῶσον καὶ οἴκτειρον, ὦ Ἰησοῦ εὐεργέτα, ὡς τὸν Μανασσῆν Ἰησοῦ μου,
εὔσπλαγχνε, ὡς μόνος φιλάνθρωπος.
Στ.: Ἐνώτισαι ὀ Θεὸς τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς
τὴν δέησίν μου
Μηδεμίαν ἐπὶ γῆς τῶν
ἐντολῶν σου τελέσας, πῶς σοὶ τῷ ἐπὶ θρόνου καθεζομένῳ φανήσωμαι καὶ λόγον ἀποδώσῳ,
καὶ κρίσιν ποιήσωμαι περὶ πάντων, ὧν ἐν γνώσει καὶ ἀγνοία καθ’ ἑκάστην
εἰργασάμην Χριστέ μου Ἰησοῦ; Ὅθεν κραυγάζω σοι· ἱκεσίαις τῶν σῶν δούλων Ἰησοῦ
σῶσόν με τὸν ἁμαρτωλόν.
Στ.: Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ
μου.
Τίς οὐ θρηνήσει με Ἰησοῦ
τὸν παραβεβηκότα τὴν σὴν ἐντολὴν διὰ τῆς ἀκρασίας μου; Τὸν ᾅδην Ἰησοῦ ἀντὶ
Παραδείσου ᾠκοιωσάμην. Γλυκέα τῇ ὁράσει, τὸν θάνατον μεσιτεύοντα κατέφαγον, καὶ
τῆς σῆς Σωτήρ μου Ἰησοῦ δόξης γέγονας καὶ ζωῆς ἀλλότριος. Ἀλλὰ δέξαι με
μετανοοῦντα, ὡς ἐλεήμων καὶ φιλάνθρωπος Ἰησοῦ μου, διὰ τὸ μέγα σου ἔλεος.
Δόξα, ἦχος β΄.
Τῆς γῆς συνταρασσομένης τῷ
τῆς ὀργῆς σου φόβῳ, βουνοὶ καὶ τὰ ὄρη συσσείονται κύριε, ἀλλ’ εὐσπλαγχνίας
ὄμματι ἐφ’ ἡμᾶς ἐπιβλέψας, μὴ τῷ θυμῷ σου ὀργισθῇς ἡμῖν, ἀλλὰ σπλαχνισθεὶς ἐπὶ
τὸ πλάσμα τῶν χειρῶν σου, τῆς φοβερᾶς ὀργῆς ἡμᾶς ἐλευθέρωσον, ὡς ἀγαθὸς καὶ
φιλάνθρωπος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα
ὑπᾶρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι’
ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένην, ἐν ταῖς τοῦ
Υἰοῦ χερσί, σήμερον τὴν Παναγίαν παρατίθεται ψυχή. Καὶ σὺν αὐτῇ πληροῦνται τὰ
σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον, ἦχος β΄.
Τὴν ἄχραντον εἰκόνα σου
προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν. Βουλήσει δὲ
ηὐδόκησας, σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὕς ἔπλασας τῆς δουλείας τοῦ
ἐχθροῦ. Ὅθεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντας ὁ Σωτὴρ ἡμῶν,
παραγενόμενος, εἰς τὸ σῶσαι τὸν κόσμον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν
παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης
πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς
λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα, ἦχος α΄. Πρὸ τὸν τάφον σου
Σωτήρ.
Ἀγκάλας Πατρικάς, διανοῖξαί
μοι σπεῦσον, ἀσώτως τὸν ἐμόν, κατηνάλωσας βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν
τῶν οἰκτιρμῶν σου Σωτήρ. Νῦν πτωχεύουσαν, μὴ ὑπερίδης καρδίαν. Σοὶ γὰρ Κύριε ἐν
κατανύξει κραυγάζω, ἥμαρτον εἰς τὸν Οὐρανὸν καὶ ἐνώπιόν σου.
Δόξα.
Τὸ βήμα σου φρικτόν, καὶ ἡ
κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ’ αὐτὸς Ἐλεῆμον, προφθάσας με διάσωσον,
καὶ κολάσεως λύτρωσαι, ῥῦσαι Δέσποτα τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον ἐκ
δεξιῶν σου μὲ στῆναι, Κριτὰ δικαιότατε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ πάντιμος χορός, τῶν σοφῶν
Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον,
Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν,
τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα, ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὰ ἐπουράνια, καὶ τὰ
ἐπίγεια, λόγῳ παρήγαγεν, ὡς Παντοδύναμος. Οἱ τῶν Ἀγγέλων δὲ χοροί, σὺν τρόμῳ
παρεστηκότες, ἄπαυστον τὴν αἴνεσιν, σοὶ προσφέρουσι Δέσποτα, πάντα
καταυγάζοντες, τῷ φωτί σου τὰ πέρατα, δι’ ὧν σοὶ ἡμεῖς ἐκβοῶμεν, σῶσον ἡμᾶς τῇ
εὐσπλαγχνία σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὰ οὐράνια, ἡ νοερὰ σου
ψυχή, εἰς τὸν Παράδεισον, ἡ καθαρά σου σκηνή, μετατεθεῖσα ἐκ φθορᾶς, ἀγάλλεται
Παναγία. Ὅθεν ἀνταπέδωκε, τοῖς ἀνόμοις ὁ Κύριος. Δόλον δὲ εἰργάσαντο, τῷ τιμίῳ
λειψάνῳ σου. διὸ σὺν Ἀποστόλοις βοῶμεν· χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὸν Πολυέλεον, κάθισμα, ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀναλόγισαι ψυχή, πῶς παραστῶμεν
τῷ Κριτῇ, ἐν τῇ ὥρᾳ τῇ φρικτῇ, τίθενται θρόνοι φοβεροί, καὶ τῶν ἀνθρώπων αἱ
πράξεις διελέγχονται. Τότε ὁ Κριτὴς ἀδυσώπητος. Πρὸ βήματος γὰρ πῦρ,
προπορεύεται, ὥσπερ ἡ ἀγρία θάλασσα σὺν ἤχῳ, κατακαλύπτον τοὺς πταίσαντας.
Ἀναλογίζου ταῦτα ψυχή μου, καὶ τὰ ἔργα σου εὔθυνον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐν χερσὶ τοῦ δι’ ἡμᾶς,
ἐνανθρωπίσαντος ἐκ σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός σου καὶ Θεός,
πρὸς τὴν ἀκήρατον μετέστησεν εὐφροσύνην. Ὅθεν σε σεπτῶς μακαρίζομεν, τὴν μόνην
καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντα, κυρίως ὁμολογοῦντες κραυγάζομεν,
Χριστὸν δυσώπει, πρὸς ὅν μετέστης, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Οἱ ἀναβαθμοί,
τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον,
ἦχος δ΄: Πᾶσα ἡ γῆ προσκυνησάτωσάν
σοι, καὶ ψαλάτωσάν σοι.
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας
αὐτῷ Ἰουδαίους. Τοῦτο ἔστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν
Υἰόν, καὶ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον, καὶ άναστήσω αὐτὸν ἐγώ, τῇ
ἐσχάτῃ ἡμέρα...
Δόξα: Πάτερ, Λόγε, Πνεῦμα..
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Φοβερὸς εἶ Κύριε, καὶ τίς
ὑποστήσεται τῆς δικαίας σου ὀργῆς; Ἤ τίς σὲ δυσωπήσει, ἠ τίς παρακαλέσει ἀγαθέ,
ὑπὲρ λαοῦ ἡμαρτηκότος, καὶ ἀπεγνωσμένου; Τὰ Οὐράνια τάγματα, Ἄγγελοι, Ἀρχαὶ καὶ
Ἐξουσίαι, Θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, ὑπὲρ ἡμῶν σοὶ βοῶσιν·
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε. Τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς ἀγαθέ. Διὰ
σπλάγχνα ἐλέους, σῶζε ἡμᾶς οὕς ἔπλασας.
Ὁ α΄ Κανὼν
τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας Εἰκόνος β΄.
Ὁ α΄ Κανὼν
τῆς Ἁγίας Εἰκόνος, οὗ ἡ Ἀκροστιχίς: Σῆς
ἐκσφράγισμα Σῶτερ ὄψεως σέβω. Γερμανοῦ Πατριάρχου.
ᾨδὴ α' Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας
Σωματικῶς μορφωθῆναι τὸ καθ' ἡμᾶς, ὁ τὸ πρὶν ἀσώματος,
εὐδοκίᾳ πατρικῇ, μὴ ἀπανηνάμενος μορφῆς, ἐχαρίσατο ἡμῖν θεῖον Ἐκτύπωμα.
Ἡ ἀπαράλλακτος φύσις ὁ τοῦ Πατρός, ὅρος ἀκριβέστατος,
τὴν βροτείαν ὑπελθών, σάρκα ἰδιώματα ἐν γῇ, καταλέλοιπεν ἡμῖν εἰς οὐρανοὺς
ἀνελθών.
Σαλευομένην ἀπάτῃ τοῦ δυσμενοῦς, τὴν κληρονομίαν σου,
ἐδικαίωσας Χριστέ, τοῖς σεπτοῖς σου πάθεσιν αὐτήν, ἑδραιώσας, καὶ μορφῆς τῷ
ἐκτυπώματι.
Θεοτοκίον
Ἐκ τῶν ἀγνῶν σου λαγόνων ὑπερφυῶς, σάρκα δανεισάμενος,
ὁ τὸ εἶναι παρασχών, πᾶσι Παναμώμητε βροτοῖς, καθωράθη, οὐκ ἐκστὰς οὗ ἦν τὸ
πρότερον.
Ὁ β΄ κανών, ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.
Ἰησοῦ γλυκύτατε Χριστέ,
Ἰησοῦ μακρόθυμε, τὰ τῆς ψυχῆς μου θεράπευσον τραύματα, Ἰησοῦ καὶ γλύκανον, τὴν
καρδίαν μου Πολυέλεε δέομαι, Ἰησοῦ Σωτήρ μου, ἵνα μεγαλύνω σε σωζόμενος.
Ἰησοῦ γλυκύτατε Χριστέ,
Ἰησοῦ διάνοιξον, τῆς μετανοίας μοι πύλας φιλάνθρωπε, Ἰησοῦ καὶ δέξαι με, σοὶ
προσπίπτοντα, καὶ θερμῶς ἐξαιτούμενον, Ἰησοῦ Σωτήρ μου, τῶν πλημμελημάτων τὴν
συγχώρησιν.
Ἰησοῦ γλυκύτατε Χριστέ,
Ἰησοῦ ἐξάρπασον, ἐκ τῆς χειρὸς τοῦ δολίου βελίαρ με, Ἰησοῦ καὶ ποίησον, δεξιὸν
παραστάτην τῆς δόξης σου, Ἰησοῦ Σωτήρ μου, μοίρας εὐωνύμου λυτρωσάμενος.
Θεοτοκίον
Ἰησοῦ γεννήσασα Θεόν,
Δέσποινα δυσώπησον, ὑπὲρ ἀχρείων οἰκετῶν Πανάχραντε, ὅπως τῆς κολάσεως, ταῖς
πρεσβείαις σου λυτρωθῶμεν Ἀμόλυντε, οἱ μεμολυσμένοι, δόξης ἀϊδίου ἀπολαύσαντες.
ᾨδὴ γ'. Οὐκ ἔστιν Ἅγιος ὡς σὺ
Καταστολῇ τῶν ἀρετῶν, περιέδησας Σῶτερ, τὴν σεπτὴν
Ἐκκλησίαν, κινήσας βασιλικήν, καρδίαν συνασπισμόν, ἐκζητῆσαι σοῦ τὸ ἀφομοίωμα.
Συλῆσαι θέλων τὰ καλά, καὶ χρόνῳ μειῶσαι, ὁ τοῦ φθόνου
γεννήτωρ, χερσὶ βεβήλοις αὐτά, περέδωκεν ἀναιδῶς, ἀλλ' ἠλέγχθη, μάτην
λογιζόμενος.
Φαιδρῶς ἠγάλλετο ποτέ, ὁ Δαυῒδ προχορεύων, Κιβωτοῦ τῆς
ἁγίας, καὶ νῦν ὁ σκῆπτρα λαχών, ἰθύνειν βασιλικά, πλέον χαίρει, θείῳ
ἐκτυπώματι.
Θεοτοκίον
Ῥιζόθεν πᾶσαν ἐκτεμεῖν, τοῦ προπάτορος θέλων, ὁ Υἱός
σου Παρθένε, φυεῖσαν παρακοήν, ἐκ τῆς γαστρός σου ἁγνή, προσλαμβάνει, ὅλον τὸ
ἀνθρώπινον.
Ἕτερος. Ἐν πέτρα με τῆς πίστεως στερεώσας.
Εἰσάκουσον φιλάνθρωπε Ἰησοῦ
μου, τοῦ δούλου σου βοώντος ἐν κατανύξει, καὶ ῥῦσαι Ἰησοῦ μου τῆς καταδίκης,
καὶ τῆς κολάσεως μόνε μακρόθυμε, Ἰησοῦ γλυκύτατε Πολυέλεε.
Ὑπόδεξαι τὸν δούλον σου
Ἰησοῦ μου, προσπίπτοντα σὺν δάκρυσι Ἰησοῦ μου. καὶ σῶσον Ἰησοῦ μετανοοῦντα, καὶ
τῆς γεέννης με Δέσποτα λύτρωσαι, Ἰησοῦ γλυκύτατε Πολυέλεε.
Τὸν χρόνον Ἰησοῦ μου ὅν
δέδωκάς μοι, εἰς πάθη ἐδαπάνησα Ἰησοῦ μου, διὸ Ἰησοῦ μου μὴ ἀποῤῥίψῃς, ἀλλ’
ἀνακάλεσαι, δέομαι Δέσποτα, Ἰησοῦ γλυκύτατε, καὶ διάσωσον.
Θεοτοκίον
Παρθένε ἡ τεκοῦσα τὸν Ἰησοῦ
μου, ἱκέτευε ῥυσθῆναί με τῆς γεέννης, ἡ μόνη προστασία τῶν θλιβομένων,
θεοχαρίτωτε, καὶ καταξίωσον, τῆς ζωῆς Πανάμωμε τῆς ἀγήρω με.
Κάθισμα, ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Σωτήρ μου Ἰησοῦ, ὁ τὸν
Ἄσωτον σῶσας, Σωτήρ μου Ἰησοῦ, ὁ δεξάμενος πόρνην, κᾀμὲ νῦν ἐλέησον, Ἰησοῦ
πολυέλεε, σῶσον οἴκτειρον, ὡ Ἰησοῦ εὐεργέτα, ὥσπερ εὔσπλαγχνε, τὸν Μανασσῆ
Ἰησοῦ μου, ὡς μόνος φιλάνθρωπος.
Δόξα.
Ἐδέσσης βασιλεύς, Βασιλέα
τῶν ὁλων, οὐ σκῆπτρα καὶ στρατόν, ἀλλὰ πλήθη θαυμάτων, τω λόγῳ προφέροντα,
ἐπιγνούς σε ἱκέτευε, τὸν Θεάνθρωπον, τοῦ πρὸς αὐτὸν ἀφίκεσθαι. Ἐκμαγεῖον δέ, ὡς
σὲ ὁρῶν ἀνεβόα. Θεὸς Σὺ καὶ Κύριος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ γεννήσει σου,
σύλληψις ἄσπορος, ἐν τῇ κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι
διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἀγνεύουσα; Πῶς
δὲ ἡ Μητρόθεος νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· χαῖρεἡ
Κεχαριτωμένη.
ᾨδὴ δ'. Χριστός μου δύναμις
Ἀπανιστάμενον, τῆς πρὸς ἀνίσχοντα, καὶ πρὸς τὴν
ἡμετέραν τὸ ἱερόν, Σῶτερ ἐκμαγεῖόν σου· νῦν ὁ θεόφρων Βασιλεύς, πλησιάσαν
ὑποδέχεται.
Γλυκὺ μὲν ἥλιος, αὐγάζων ὄμμασι, γλυκυτέρα δὲ ὄψις ἡ σὴ
Χριστέ, τοῦ ἀφομοιώματος, ὅτι ὁ μὲν τὰ αἰσθητά, αὕτη δὲ τὰ νοητὰ φωταυγεῖ.
Ἰσχὺς ἐξέλιπεν, Ἰσμαηλίτιδος, δεξιᾶς· τῷ γὰρ ὅπλῳ τῷ
τοῦ Σταυροῦ, πᾶσαν τὴν περίβολον, ὁ κραταιόφρων Βασιλεύς, τὴν αὐτῆς εἰς γῆν
κατέβαλεν.
Θεοτοκίον
Συντηρηθῆναί σου, τὴν πόλιν Ἄχραντε, ἀσινῆ ἐξ ἐφόδου
βαρβαρικῆς, πρέσβευε δεόμεθα· ἴδε γὰρ οἷα κατ' αὐτῆς, οἱ ἀλάστορες
τεκταίνουσιν.
Ἕτερος. Ἐλήλυθας ἐκ Παρθένου.
Θεράπευσον, Ἰησοῦ μου ψυχῆς
μου τὰ τραύματα. Ἰησοῦ μου δέομαι, καὶ τῆς χειρός με ἐξάρπασον, Ἰησοῦ μου
εὔσπλαγχνε, τοῦ ψυχοφθόρου Βελίαρ, καὶ διάσωσον.
Ἡμάρτηκα, Ἰησοῦ μου
γλυκύτατε εὔσπλαγχνε, Ἰησοῦ μου σῶσόν με, τὸν προσφυγόντα τῇ σκέπῃ σου, Ἰησοῦ
μακρόθυμε, καὶ βασιλείας τῆς σῆς με καταξίωσον.
Οὐχ ἥμαρτεν, Ἰησοῦ μου
οὐδεὶς ὥσπερ ἥμαρτον, ἐγὼ ὁ ταλαίπωρος. Νῦν δὲ προσπίπτω δεόμενος, Ἰησοῦμ μου
σῶσόν με, καὶ τὴν ζωὴν Ἰησοῦ μου κληροδότησον.
Θεοτοκίον
Πανύμνητε, Ἰησοῦ ἡ
γεννήσασα Κύριον, αὐτὸν καθικέτευε, τοῦ λυτρωθῆναι κολάσεως, πάντας τοὺς
ὑμνοῦντάς σε, καὶ Θεοτόκον κυρίως ὀνομάζοντας.
ᾨδὴ ε'. Τῷ θείῳ φέγγει σου
Μικρά σοι πόλις ὑποδοχήν, πρῴην κατηυτρέπιζε Χριστέ, ἣν
ἡ Θαδδαίου ἐπέλευσις, νόσων ἀπαλλάττει, καὶ τῆς χειρός σου γραφήν, καὶ θεῖον
ἀπεικόνισμα τοῦ προσώπου σου.
Αἱ τῶν χαρίτων σου δωρεαί, ὑπερεπληθύνθησαν Χριστέ· ἃ
γὰρ τὸ πρῴην ἡ Ἔδεσσα, ἐγκολπωσαμένη ἐνεκαυχήσατο, ἡ Νέα δεχομένη Ῥώμη
ἀγάλλεται.
Θεοτοκίον
Στῆσον Παρθένε τῶν δυσμενῶν, τὰς ἐπαναστάσεις τὰς
πυκνάς· λῦσον αὐτῶν τὰ βουλεύματα, τῇ κληρονομίᾳ τῇ σῇ βοήθησον· ὁρᾷς γὰρ
ἀπειρήκαμεν ταῖς κακώσεσιν.
Ἕτερος. Ὁ φωτισμός.
Σὺ φωτισμός, Ἰησοῦ μου νοός
μου, σὺ σωτηρία, τῆς ἀπεγνωσμένης ψυχῆς μου Σῶτερ, σὺ Ἰησοῦ μου τῆς κολάσεως
ῥῦσαι, καὶ γεένης ἐμὲ κραυγάζοντα, σῶσον Ἰησοῦ μου, Χριστέ με ἄθλιον.
Ὁλοσχερῶς Ἰησοῦ μου πρὸς
πάθη τῆς ἀτιμίας, καταβεβλημένος ἤδη κραυγάζω, σὺ Ἰησοῦ μου, βοηθείας μοι
χεῖρας, καταπέμψας ἔκσπασον κράζοντα, σῶσον Ἰησοῦ μου, Χριστέ με τὸν ἄθλιον.
Βέβηλον νοῦν, Ἰησοῦ
περιφέρων ἀναβοῶ σοι, κάθαρον τοῦ ῥύπου με τῶν πταισμάτων, καὶ λύτρωσαί με τὸν
εἰς βάθη κακίας, ἐξ ἀγνοίας κατολισθήσαντα, Σῶτερ Ἰησοῦ μου, καὶ σῶσόν με
δέομαι.
Θεοτοκίον.
Τὸν Ἰησοῦν, ἡ γεννήσασα
Κόρη Θεογεννῆτορ, τοῦτον ἐκδυσώπει σωθῆναι πάντας, τοὺς ὀρθοδόξους, μοναστὰς
καὶ μιγάδας, καὶ γεέννης ῥυσθῆναι κραυγάζοντας, πλήν σου προστασίαν βεβαίαν οὐκ
ἔγνωμεν.
ᾨδὴ ς'. Συνεσχέθη
Ὡραιώθης, κάλλει παρὰ πάντας, Σῶτερ τοὺς υἱοὺς τῶν
βροτῶν· κἂν γὰρ οὐκ εἶδος εἶχες, οὐδὲ κάλλος ἐν καιρῷ τοῦ πάθους, ἀλλὰ τῷ ὄντι
πάντα κατεφώτιζες, καὶ δηλοῖ σου τῆς μορφῆς ἡ θέα, ἧς τὸ ὁμοίωμα, ῥάκει
ἐκτυπωθέν, ὥσπερ θησαυρὸς ἡμῖν δεδώρηται.
Τῆς ἰσχύος, προσαφαιρεθεῖσα, τῶν Ἀγαρηνῶν ἡ πληθύς,
ὥσπερ ἐξ ἀλλοφύλων, κιβωτόν, Ἰσραηλίτῃ νέῳ, τὸ τοῦ προσώπου νῦν προσέτι
δέδωκεν, ἐκμαγεῖόν σου Χριστὲ καὶ δόξαν, ἣν προσεκτήσατο· οὐδὲ γὰρ θεμιτόν,
Ἅγια προσεπιρρίπτεσθαι.
Θεοτοκίον
Ἐκ χειρός σου, Σῶτερ τῆς ἰσχύος, νῦν ὑπεξέλιπον ἐγώ,
ἀλλὰ τὰς μάστιγάς σου, ἀποστήσας ἀπ' ἐμοῦ πρεσβείαις, τῆς ἀπειράνδρως Λόγε
κυησάσης σε, μὴ τῷ κλύδωνι τῆς ἁμαρτίας καταποντίζεσθαι, καὶ δεινῶς ναυτιᾶν,
μόνε λυτρωτὰ ἐγκαταλίπῃς με.
Ἕτερος. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἰησοῦ μου Χριστὲ Πολυέλεε,
ἐξομολογούμενον δέξαι με Δέσποτα, ὦ Ἰησοῦ καὶ σῶσόν με, καὶ φθορᾶς Ἰησοῦ με
ἐξάρπασον.
Ἰησοῦ μου γέγονεν ἕτερος,
ἄσωτος οὐδεὶς ὡς ἐγὼ ὁ ταλαίπωρος, ὦ Ἰησοῦ φιλάνθρωπε, ἀλλὰ σὺ Ἰησοῦ με
διάσωσον.
Ἰησοῦ μου καὶ Πόρνην καὶ
Ἄσωτον, καὶ τὸν Μανασσσῆν καὶ Τελώνην νενίκηκα, ὦ Ἰησοῦ μου πάθεσι, καὶ Ληστὴν
Ἰησοῦ Νινευΐτας τε.
Θεοτοκίον
Ἰησοῦν τὸν Χριστόν μου
κυήσασα, Ἄχραντε Παρθένε ἡ μόνη Ἀμόλυντος, μεμολυσμένον ὄντα με, πρεσβειῶν σου
ὑσσῴπῳ νῦν κάθαρον.
Κοντάκιον, ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἰησοῦ γλυκύτατε, τὸ φῶς τοῦ
κόσμου, τῆς ψυχῆς μου φώτισον τοὺς ὀφθαλμούς Υἱὲ Θεοῦ, τῇ θεαυγεῖ σου
λαμπρότητι, ἵνα ὑμνῶ σε τὸ φῶς τὸ ἀνέσπερον.
Συναξάριον.
Τῇ ΙΣΤ΄
Αὐγούστου, ἀνάμνησις τῆς εἰσόδου τῆς ἀχειροτεύκτου Μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ
καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς Ἐδεσσηνῶν πόλεως, εἰς ταύτην τήν
θεοφύλακτον καὶ Βασιλίδα τῶν πόλεων ἀνακομισθείσης.
Ἐν σινδόνι ζῶν ἐξεμάξω σὴν θέαν,
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Εἰς τὸ Κεράμιον
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Φέρει κέραμος παντοτεῦκτα Χριστέ μου.
Ἤκουσταί μοι τὰ περὶ σοῦ
καὶ τῶν σῶν ἰαμάτων, τῶν ἄνευ φαρμάκων ὑπὸ σοῦ γινομένων· ὡς γὰρ λόγος, τυφλοὺς
ἀναβλέπειν ποιεῖς, χωλοὺς περιπατεῖν κατασκευάζεις, λεπροὺς καθαρίζεις, καὶ
ἀκάθαρτα πνεύματα καὶ δαίμονας ἐλαύνεις, καί τους ἐν μακρονοσίᾳ βασανιζομένους
θεραπεύεις, καὶ νεκροὺς ἐγείρεις, καὶ ταῦτα πάντα ἀκούσας περὶ σοῦ, κατὰ νοῦν
ἐθέμην τὸ ἕτερον τῶν δύο, ἢ ὅτι Θεοῦ Υἱὸς εἶ, ποιῶν ταῦτα, ἢ Θεός. Διὰ τοῦτο
τοίνυν γράψας ἐδεήθην σου σκυλῆναι καὶ ἐλθεῖν πρός με, ἵνα καὶ τὸ πάθος, ὃ ἔχω
θεραπεύσῃς, καὶ μετ' ἐμοῦ ἐνταῦθα συνέσῃ· καὶ γὰρ ἤκουσα, ὅτι καὶ οἱ Ἰουδαῖοι
καταγογγύζουσί σου, καὶ βούλονται κακῶσαί σε. Πόλις δὲ σμικροτάτη μοι ἐστὶ καὶ
σεμνή, ἥτις ἀρκέσει ἀμφοτέροις ἡμῖν τοῦ κατοικεῖν ἐν εἰρήνῃ. Μακάριος εἶ,
Αὔγαρε, πιστεύσας ἐν ἐμοὶ καὶ μὴ ἑωρακώς με· γέγραπται γὰρ περὶ ἐμοῦ, τοὺς
ἑωρακότας μὴ πιστεύειν ἐν ἐμοί, ἵνα οἱ μὴ ἑωρακότες με, αὐτοὶ πιστεύσωσι καὶ
ζήσωνται. Περὶ δὲ οὗ ἔγραψὰς μοι ἐλθεῖν πρὸς σέ, δέον ἐστὶ πάντα δι' ἃ
ἀπεστάλην, πληρῶσαί με, καὶ μετὰ τὸ πληρῶσαι, ἀναληφθῆναι πρὸς τὸν ἀποστείλαντά
με Πατέρα, καὶ ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοι ἕνα τῶν Μαθητῶν μου, ὀνόματι
Θαδδαῖον, ὅστις καὶ τὸ πάθος σου θεραπευσει, καὶ ζωὴν αἰώνιον, σοί τε καὶ τοῖς
σὺν σοί, καὶ εἰρήνην παρέξει, καὶ ποιήσει τῇ πόλει σου τὸ ἱκανόν, πρὸς τὸ
μηδένα τῶν ἐχθρῶν κατισχῦσαι αὐτῆς.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἀνάμνησιν ποιούμεθα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ μεγίστης καὶ ἀνυπερβλήτου
φιλανθρωπίας, ἣν ἐδείξατο τότε ἀποστρέψας μέτ' αἰσχύνης τοὺς ἀθέους Ἀγαρηνούς,
μεσιτείᾳ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἡ ἐν τῷ ναῷ τῆς Ζωοδόχου Πηγῆς ἐξάντλησις τοῦ ἁγιάσματος, καὶ αὖθις ἀνάδοσις.
Πηγὴ κενοῦται θαυματουργῶν ὑδάτων,
Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη γίνεται τῆς καὶ μετὰ οἰκτιρμῶν ἐπενεχθείσης ἡμῖν ἐν τοῖς καιροῖς ἐκείνοις
φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, οὗ παρ' ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Θεός.
Στῆσον φόβῳ σῷ ἡμῶν τὰς διανοίας,
Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Γερασίμου τοῦ νέου ἀσκητοῦ, καὶ
προστάτου Κεφαλληνίας.
Γέρα πρέπουσι Γερασίμῳ τῷ Νέῳ.
Τῷ τοῖς γέρασι τῶν παλαιῶν στεφθέντι.
Ἧν ὁ Ὅσιος Πατὴρ Γεράσιμος,
ἐκ τῆς Πελοποννήσου ὁρμώμενος, ἐκ χώρας λεγομένης Τρίκκης, ἤ Τρίκκαλα, κατὰ τὴν
κοινὴν συνήθειαν. Ἔτυχε γονέων οὐχ ἦττον τὴν εὐσέβεια εὐγενῶν, ἤ τὸ γένος, καὶ
πλουσίων ἀρκούντως. Ἀφ’ οὗ ἦλθεν εἰς ἡλικίαν, περιῆλθεν καὶ Ἑλλάδα, καὶ
Θετταλίαν, καὶ Θράκην, ζητῶν πανταχοῦ τὴν ψυχικὴν τελειότητα. Διέτριψεν ἱκανὸν
καιρὸν μονάσας ἐν τῷ ἁγιωνύμῳ ὄρει τοῦ Ἄθω, ἐν ᾧ τοῖς τῆς ἀρετῆς καλλίστοις
ἄνθεσιν, αὕτα παρὰ τοῖς ἐκεῖσε ἀσκουμένοις μοναχοῖς ἔγνω, ἑαυτὸν καθωράϊσε.
Μετὰ δὲ ταῦτα εἰς τοὺς σεβασμίους τόπους τῆς Ἱερουσαλὴμ μετέβη, χάριν
προσκυνήσεως, ὅπου διαμείνας ἱκανὸν καιρόν, εἰς τὸν τῆς ἱερωσύνης βαθμὸν
κανονικῶς ἀνεβιβάσθη παρὰ τοῦ Μακαριωτάτου Πατριάρχου Γερμανοῦ, παρ’ οὗ καὶ
συγχώρησιν λαβών, μετέβη εἰς τὰ περίχωρα τοῦ Ἰορδάνου, ὅπου καὶ
τεσσαρακονθήμερον νῆστις διετέλεσε, κατὰ μίμησιν τοῦ Δεσπότου, καὶ πολλοὺς
περιελθῶν τόπους, καὶ νήσους, τελευταίον καὶ τὴν ἡμετέραν νῆσον κατέλαβεν, ἔνθα
πολλοὺς διετέλεσε χρόνους, τοὺς πιστοὺς παραινῶν καθ’ ἑκάστην εἰς τὸ κατὰ
Χριστὸν καὶ θεαρέστως ζῇν. Εἰς γηραλαίαν δὲ ἤδη ἐληλακὼς ἡλικίαν, καθ’ἑαυτὸν
μονάσαι ἠθέλησε. Διὸ εὑρὼν τινὰ ναὸν πεπαλαιωμένον ἐν τινι τόπῳ Ὁμαλᾶ
καλουμένῳ, ἀνήγειρε τοῦτον, καὶ ἐκ βάθρων ἀνεκαίνισε, καὶ εἰς διαγωγὴν ἰδίαν
ἀνῳκοδόμησεν. Ἀλλ’ οἱ ἐν ταύτῃ τῇ νήσῳ προέχοντες τὴν τοῦ ἀνδρὸς ἀρετὴν
ἐπιγνόντες, ἠνάγκασαν αὐτὸν ἀποδεχθῆναι τὰς ἐκείνων θυγατέρας, ὅσαι δηλαδὴ τὴν
μοναχικὴν πολιτείαν ἠσπάζοντο, καὶ θεαρέστως βίον προείλοντο. Ἐδέχθη δὲ τὸ
τοιοῦτον βάρος διὰ ψυχικὴν ὠφέλειαν ὁ Πατήρ, καὶ συνήχθησαν τὸ πρῶτον τινές, ἅς
καὶ διετέλεσε διδάσκων τὴν ἀγγελικὴν καὶ μοναδικὴν πολιτείαν χρόνους οὐκ
ὀλίγους. Οὗτος ὁ Ἅγιος Πατὴρ διέτριψε χρόνους τριάκοντα καὶ ἐν τῇ οἰκοδομηθείσῃ
παρ’ αὐτοῦ μονῇ καὶ ἐν ἄλλῳ τόπῳ, ἄρτου τὸ σύνολον μὴ γευσάμενος, ἀλλὰ διέζῃ
ὀσπρίοις μόνον ὀλίγῳ ὕδατι βεβρεγμένοις, καὶ συνεχῶς δακρύοις καὶ προσευχαῖς,
καὶ ἀγρυπνίαις ἑαυτὸν καθήγνιζε. Καὶ ποτε τῆς νήσου ὑπ’ ἀνομβρίας πασχούσης,
διὰ προσευχῆς ὑετὸν καταταγών, ἐθεράπευσεν. Οὐ μὴν δὲ ἄλλα καὶ πολλοὺς
ἀσθενεῖς, καὶ δαιμονῶντας ἰάσατο, ὧν τὰ πάθη καὶ τὰ ὀνόματα μακρὸν ἄν εἴη
λέγειν. Πιστεύεται βεβαίως παρὰ πᾶσι τοῖς ἐνταῦθα χριστιανοῖς διαφυλαχθῆναι τὴν
νῆσον ταύτην ἀναιχμαλώτιστον, ἐν τῷ καιρῷ τῆς τῶν Ἀγαρηνῶν μάχης, διὰ προσευχῆς
τοῦ αὐτοῦ Πατρός. Τῶν δὲ μετὰ τὸν θάνατον αὐτοῦ θαυμάτων, εἰ ἔστι τις ἐκ τῆς νήσου
ταύτης, ἤ καὶ τῶν ἐκείνου συγγενῶν, ὅς μὴ μετέλαβεν ἐκ τούτων, γέγονεν ὅμως
θεατὴς πολλῶν. Γυνή τις δαιμονιζομένη ἤχθη εἰς τὴν τοῦ Ἁγίου Μονὴν θεραπείας
χάριν, ἥτις εὐκαιρίας λαχοῦσα, καὶ ὑπὸ σατανικῆς ἐνεργείας κινουμένη, κατέπεσεν
εἰς φρέαρ βαθύτατον· ἀλλ’ ἐπιφανέντος τοῦ Ἁγίου, οὐ μόνον διεσώθη τοῦ πνιγμοῦ,
ἀλλὰ καὶ τοῦ ἐνοχλοῦντος αὐτὴν δαίμονος ἠλευθερώθη. Ἐκοιμήθη δὲ οὗτος ὁ Ὅσιος
ἐν ἔτει τῆς ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ 1579, Αὐγούστου
15. Ἐπειδὴ δὲ ᾗν ἀδύνατον κρύπτεσθαι, ἡ τοῦ Ἁγίου ἀρετή, διὰ τοῦτο μετὰ τὸ
αὐτοῦ θάνατον ἡ βουληθήσαν ποιῆσαι ἀνακομιδὴν τοῦ Λειψάνου, ἥτις καὶ γέγονε
παρὰ τοῦ Ἐξάρχου τοῦ τότε τὸν θρόνον τῆς βασιλευούσης πόλεως Ἱερεμίου
κανονικῶς, καὶ νομίμως κατέχοντος, ἐν ἔτει 1581. Ἀλλ’ ἐπειδὴ πολλοὶ τῶν ἐναντίων
πρὸς κατηγορίαν τῆς Ἐκκλησίας ἡμῶν κινούμενοι, ἐλάλουν ἀσέβειαν, ἠναγκάσθημεν,
προσταγῇ τοῦ μακαρίτου Φιλαδελφίας Κυρίου Γαβριήλ, αὖθις ἐνταφιάσαι, ὅ καὶ
γέγονεν. Ἐάσαντες δὲ τὸ ἱερὸν ἐκείνο λείψανον ἐν τῇ γῇ μέχρι τῆς τοῦ
Φιλαδελφίας διορίας, καὶ πάλιν δευτέραν ποιήσαντες ἀνακομιδήν, εὕρομεν τὸ αὐτὸ
λείψανον ἀκέραιον, πᾶσαν εὐωδίαν ἐκπέμπον, καὶ ἰάματα. Ἔμεινε δὲ ἐν τῇ γη τὸ
τοῦ Ἁγίου λείψανον καὶ πρῶτον, καὶ ὕστερον χρόνους δύω καὶ μήνας ὀκτώ.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ἁγίου Μάρτυρος Διομήδους.
Ἠθλησε καὶ ζῶν, καὶ θανὼν Διομήδης,
Προαιρέσει ζῶν, καὶ νεκρὸς τομῇ κάρας.
Εἶχεν οὗτος πατρίδα τὴν
Ταρσὸν τῆς Κιλικίας, γεννηθεὶς μὲν ὑπὸ ἀγαθῶν καὶ περιφανῶν γονέων, γενόμενος
δὲ αὐτὸς κατὰ προαίρεσιν ἀγαθώτερος καὶ ἐναρετώτερος. Ἐξήσκει δὲ τὸ ἰατρικὸν ἐπάγγελμα,
διὰ τοῦ ὁποίου μὲν ἰάτρευε τὰ σώματα πάντων τῶν εἰς αὐτὸν προστρεχόντων, τὰς δὲ
ψυχὰς τούτων ἰάτρευε διὰ τὴς εὐσεβείας καὶ θεογνωσίας. Κατὰ δὲ τοὺς χρόνους τοῦ
βασιλέως Διοκλητιανοῦ ἐν ἔτει 288 ἀφήσας τὴν πατρίδα του Ταρσόν, ὑπῆγεν εἰς τὴν
Νίκαιαν τῆς Βιθυνίας, ἔνθα εὐηργέτει ποικιλοτρόπως τοὺς προσερχομένους ἀυτῷ,
καὶ ὡς ἰατρός, καὶ ὡς διδάσκαλος τῆς πίστεως. Ὅθεν διεβλήθη πρὸς τὸν βασιλέα,
καὶ ἔνεκεν τούτου ἀπεστάλησαν ἄνθρωποι ἵνα τὸν φέρωσι ἔμπροσθεν αὐτοῦ· ἀλλ’
ἐπειδὴ ἀπῆλθε πρὸς Κύριον ὁ Ἅγιος, οἱ ἀπεσταλμένοι, εὑρόντες αὐτὸν νεκρόν,
ἔκοψαν τὴν ἁγίαν του κεφαλὴν ἵνα φέρωσι αὐτὴν εἰς τὸν βασιλέα, διὰ τὴν
ἀσπλαγχνίαν των ὅμως ταύτην εὐθὺς οἱ δήμιοι ἐτυφλώθησαν. Ἰδὼν δὲ τὴν κεφαλὴν
τοῦ Ἁγίου ὁ βασιλεύς, προσέταξε νὰ τὴν ἐπαναφέρωσι καὶ ν’ ἀποθέσωσιν εἰς τὸν
φυσικόν της τόπον, συναρμόζοντες αὐτὴν μὲ τὸ λοιπὸν σῶμα· ἅμα δὲ συνήρμοσαν τὴν
κεφαλὴν τοῦ Μάρτυρος μὲ τὸ σῶμά του, εὐθὺς ἔλαβον καὶ τὴν ὀπτικὴν ἐνέργειαν καὶ
τὸ φῶς τῶν ὀφθαλμῶν των. Τελεῖται ἡ αὐτοῦ σύναξις καὶ ἑορτὴ εἰς τὸ μαρτυρικὸν
αὐτοῦ ναόν, ὁ ὁποῖος εὑρίσκεται ἐντὸς τοῦ σεβασμίου οἴκου τῆς Ὑπεραγίας
Δεσποίνης ἡμῶν Θεοτόκου, παρὰ τῇ Χρυσῇ Πύλῃ.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ὅσιος Χαιρήμων ἐν εἰρήνῃ τελειοῦται.
Λήξει βίου σου χαῖρε, Χαιρήμων μάκαρ.
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.
Οὗτος ὁ Ὅσιος Χαιρήμων ἴσως
εἶναι ὁ ἀναφερόμενος ἐν τῷ Λαυσαϊκῷ, ὅστις ἐν ᾧ καθήμενος εἰργάζετο εὐθὺς
ἐξέψυξεν. Εἰς δὲ τὸν Παράδεισον τῶν Πατέρων γράφεται περὶ τοῦ Χαιρήμονος
τούτου, ὅτι τὸ σπήλαιον αὐτοῦ ἀπεῖχε μὲν τῆς Ἐκκλησίας μίλια τεσσαράκοντα,
ἀπεῖχε δὲ τοῦ ὕδατους μίλια δώδεκα, καὶ μ’ ὅλον τοῦτο ἡσύχαζε, φέρων δύο ὑδρίας
ὕδατος, τὴν μὲν τὴν μίαν ἡμέραν, τὴν δὲ τὴν ἄλλην.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ἅγιος Μάρτυς Ἀλκιβιάδης, πυρὶ τελειοῦται.
Ἀλκιβιάδου σάρκα πῦρ κατεσθίει,
Μωσῆς ἄν εἶπε θεῖος ὡσεὶ καλάμην.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τῶν Ἁγίων τριακοντατριῶν μαρτύρων τῶν ἐκ Παλαιστίνης, ξίφει τελειωθέντων.
Στερρὸς στρατός τε καὶ συνασπισμὸς
μέγας,
Ξίφει πεσών, στράτευμα δαιμόνων πρέπει.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ἁγίου Ἐπισκόπου Μακαρίου.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ὅσιος Πατὴρ ἡμῶν Νεῖλος ὁ Ἐρικούσιος. ἀνακαινιστὴς τῆς μονῆς τοῦ Γηρομερίου
ἐν Θεσπρωτίᾳ τῆς Ἠπείρου, ἐν ἐιρήνῃ τελειοῦται.
Οὗτος ἐγεννήθη ἐν
Κωνσταντινουπόλει τὸ 1190 ἔτος υἱὸς Ἰωάννου τοῦ Λασκαρέως ἀδελφοῦ τοῦ
αὐτοκράτορος Θεοδώρου τοῦ Λασκαρέως ὅς ἐβασίλευσεν ἐν Νικαίᾳ τῷ 1204. Ὁ Ὁσιος
Νεῖλος, ἀπὸ τὸν διωγμὸν τῶν Λατίνων ἀνεχώρησεν ἀπὸ τὰ βασίλεια καὶ ἤλθε εἰς τὴν
ἐν τῇ παραλίᾳ τοῦ Πόντου μονὴν τῶν Ἀκοιμήτων ἡγουμενεύοντος τοῦ Ὁσίου Μαρκέλλου
(28 Δεκεμβρίου)· ὅστις ἀπὸ Νῖκον ὠνόμασε Νεῖλον τὸν Ἅγιον, χειροτονήσας αὐτὸν μοναχόν,
καὶ ἔμεινεν ἐν τῇ μονῇ ἕως τὸ 1264 ὅτε ὁ θρόνος ἀπὸ τὴν Νίκαιαν ἐπανῆλθεν εἰς
Κωνσταντινούπολιν. Τότε ὁ Νεῖλος, λαβὼν χρήματα ἐκ τῆς μητρός του ὑπῆγεν εἰς
Ἱεροσόλυμα καὶ ἔμεινεν 6 ἔτη. Ἔπειτα, ἐπανήλθεν εἰς τὴν Κωνσταντινούπολιν μετά
τινος θεοφιλοῦς γέροντος, μεθ’ οὗ ἐλέγξαντες τὸν Λατινόφρονα αὐτοκράτορα Μιχαὴλ
τὸν Α’ τὸν Παλαιολόγον, ἐξωρίσθησαν εἰς πλοῖον ἄνευ πηδαλίου καὶ ἄνευ
πλοιάρχου, ἀλλὰ μετὰ τεσσαρακονθήμερον πάλην κυμάτων καὶ τρικυμιῶν
ἐλιμενίσθησαν εἰς τὸν Ἄθωνα, μονὴν τῶν Ἰβήρων, καὶ ἔμειναν 10 ἔτη καὶ ὁ μὲν
γέρος ἀπεβίωσε, ὁ δὲ Νεῖλος ἔμεινε θυρωρὸς τῆς αὐτῆς μονῆς, ὁπόθεν ἀνεκλήθη ἀπὸ
τὸν Αὐτοκράτορα Ἀνδρόνικο τὸν Παλαιολόγον, φανεὶς εἰς αὐτὸν καὶ εἰς πάντας τοὺς
αὐλικοὺς αἰδέσιμος, καὶ λαβὼν χρήματα ἐξ αὐτοῦ καὶ τῆς ἀδελφῆς του, ἐταξίδευσε
τὸ δεύτερον εἰς Ἱεροσόλυμα τὸ ἔτο 1300 περιελθὼν ἅπασαν τὴν Παλαιστίνην
Γαλιλαίαν, Συρίαν , καὶ τὰς νήσους Ῥόδον, Κύπρον, Κρήτην, Πελοπόννησον καὶ
Ἑπτάνησον. Ἐκ δὲ τῆς Κερκύρας ἐπέρασεν εἰς τὴν νῆσον Ἐρικοῦσαν ἔρημον οὗσαν,
ἐκεῖ ἔκτισε Μονὴν ἐξ οὗ ἔλαβε τὴν ἐπωνυμίαν Ἐρικούσιος, μονάσας ἐπὶ 10 ἔτη
παλαίων μόνος καθ’ ὅλων τῶν στοιχείων διωχθεὶς δὲ ἐκεῖθεν ἐκ πειρατῶν, ἔπλευσε
εἰς Κάνινα τοῦ Αὐλῶνος καὶ διελθὼν ὅλην τὴν παραλίαν Ἤπειρον, ἔφθασεν εἰς τὸ
Φαρμακοβοῦνι τῆς Θεσπρωτίας εἰς θέσιν Γούβα πήξας μοναστήριον τὸ ὁποῖον μέχρι
σήμερον σῴζεται, καὶ ἐκεῖ μετὰ τῶν δύων συνασκητῶν του Ἱερομονάχου Καλλινίκου
καὶ τοῦ μοναχοῦ Γερασίμου, ἔκτισαν ἔκκλησίαν ἔνδον τοῦ Σπηλαίου ὅτε εἶδον ἐν
μιᾷ νυκτὶ ἄνω τοῦ Σπηλαίου φῶς ἐξαίσιον, καὶ τὴν πρῳίαν μεταβάντες εἰς τὸ δάσος
δὲν ἠδύνατο νὰ διακρίνωσι τὸ μέρος ὅπου ἦτο τὸ φῶς, διότι τὸ δάσος ἦτο πυκνόν,
θέσαντες δὲ σταυρὸν μέγαν ἐκ δύο ξύλων μακρῶν τὴν ἄλλην νύκτα εἶδαν τὸ φῶς ἐπὶ
τοῦ Σταυροῦ, καὶ ἐκεῖ ὡδηγήθησαν καὶ εὗρον τὴν εἰκόνα τῆς Θεοτόκου Ὁδηγήτριαν
ἐπονομαζομένην, κεκρυμμένην ἀπὸ τὸ 840, ὅτε οἱ εἰκονομάχοι ἔκαυσαν πολλὰς
ἐκκλησίας καὶ μονάς. Ἐκεῖ ἔκτισαν τὴν νῦν μονὴν τοῦ Γηρομερίου κτίσμα Ἡρακλείου
τοῦ Αὐτοκράτορος ἀπὸ τὸ 630. Πυρποληθεῖσαν τὸ 840 καὶ ἀνακαινισθεῖσαν τὸ 1310.
Εἰς τὴν ὁποίαν μονὴν ἀφιέρωσεν ὁ πλούσιος Ἰωαννίτης Ἰωάννης Ἀψαρᾶς πολλὰ
κτήματα πρὸς διατροφὴν τῶν μοναχῶν. Τοῦτον ἐμιμήθησαν καὶ πολλοὶ ἄλλοι πλούσιο
καὶ ἀφιέρωσαν πολλὰ καὶ ηὔξησεν ὁ ἀριθμὸς τῶν Μοναχῶν. Ὁ δὲ Ὅσιος, φθάσας εἰς
γήρας βαθύ, ἐχειροτόνησεν ἡγούμενον τὸν Ἡσαΐαν καὶ αὐτὸς ἐκλείσθην εἰς τὴν
Σκήτην ἔξωθεν τῆς Μονῆς ἥτις σῴζεται ἕως σήμερον, μόνος μόνῳ Θεῷ προσευχόμενος,
ἐκεῖ ἔγραψε καὶ τὴν διαθήκην του, ἀφιερώσας εἰς τὴν μονὴν τὸ ἰδιόχειρον
Τετραυάγγελον καὶ τὰ ἅγια λείψανα, τὰ ὁποῖα σῴζονται κειμήλια τῆς μονῆς ἕως
σήμερον, θαύματα ποιοῦντα εἰς τοὺς ἀσθενεῖς, κατόπιν ἀναθεμάτισεν τοὺς
αἱρετικούς, εἶτα διέταξε τοὺς μοναχοὺς νὰ σέβωνται τὸν ἡγούμενον καῖ νὰ εἶναι
ἀκοίμητοι εἰς δοξολογίαν Θεοῦ καὶ διδάξας αὐτοὺς πολλὰς ὁδηγίας ἐκ τῶν Γραφῶν,
παρέδωκε τὸ πνεῦμά του.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Τιμοθέου, ἐπισκόπου Εὐρίπου, καὶ κτίτορος τῆς Ἱ. Μ.
Πεντέλης.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ἀγίου Νέου Ὁσιομάρτυρος Νικοδήμου τοῦ ἐκ Μετεώρων, μαρτυρήσαντος ἐν
ἔτει ᾳφνα΄ (1551).
Τί δαί συ Νικόδημε; Εἰπέ σον πάθος.
Τεθανάτωμαι δι’ ἀγάπην Κυρίου
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Ἀποστόλου τοῦ νέου, τοῦ ἐκ τῆς
κωμοπόλεως Ἁγίου Λαυρεντίου ἕλκοντος τὴν καταγωγὴν καὶ ἐν Κωνσταντινουπόλει
ἀθλήσαντος, ἐπὶ τῆς βασιλείας Σουλτὰν Μεχμὲτ τοῦ Δ΄, ἐν ἔτει 1686.
Ἀπῆρας ὄντως εἰς μονὰς τῶν Ἀγγέλων,
Πτεροῖς ἀγώνων φαίδιμος λίαν μάκαρ.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ἅγιος Νεομάρτυς Σταμάτιος, ὁ ἐκ Βόλου καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν
ἔτει ᾳχπ΄ (1680) ξίφει τελειοῦται.
Ὁ Σταμάτιος εὗρε τῶν κάτω στάσιν,
ἀεικίνητον δ’ εὗρε τῶν ἄνω δρόμον.
Οὗτος ὁ εὐλογημένος
Σταμάτιος ἦτο ἀπὸ ἕν χωρίον τοῦ Βόλου, λεγόμενον Ἅγιος Γεώργιος, τῆς ἐπαρχίας
Δημητριάδος. Συνέβη δὲ κατ’ ἐκεῖνον τὸν καιρόν, καὶ ἤλθεν εἰς τὴν χώραν του ἀπὸ
τὴν βασιλείαν ἕνας Ἀγᾶς, διὰ νὰ συνάξῃ τὰ βασιλικὰ δοσίματα, ἤτοι τοὺς φόρους,
ὁ ὁποῖος ἔκαμνε πολλὰς ἀδικίας, καὶ καταδυνάστευε τοὺς χριστιανούς, ὡς τὸν
παλαιὸν καιρὸν ὁ Φαραὼ τὸ γένος τῶν Ἑβραίων εἰς τὴν Αἴγυπτον καὶ ἦτο τὸ κακὸν
ὑπὲρ τὴν δύναμίν των, ὅθεν μὴ δυνάμενοι νὰ δώσουν οἱ χριστιανοί, ὑπῆγαν εἰς τὴν
Κωνσταντινούπολιν, θαῤῥοῦντες νὰ εὕρουν κρίσιν, καὶ δικαιοσύνην. Παρουσιάσθησαν
λοιπὸν καὶ εἰςτὴν Ὑψηλὴ Πύλην ἐνώπιον τοῦ Βεζίρου τοῦ ἐπιτρόπου τοῦ Βασιλέως,
καὶ ἔκλαιον τὴν ἀδικίαν των. Ὁ δὲ ὡς ἤκουσε, θέλων νὰ κάμῃ χάριν εἰς τὸν ἀδικητὴν
ἐκεῖνον Ἀγᾶν (ἐπειδὴ καὶ ἦτο φίλος του) ἐπρόσταξε νὰ τοὺς διώξουν. Δέροντες
λοιπὸν τοὺς χριστιανοὺς καὶ σπρώχνοντες αὐτοὺς οἱ ἄνθρωποί του, τοὺς ἔβγαλαν
ἔξω, ἀπὸ τοὺς ὁποίους ἦτον εἷς καὶ ὁ μακάριος οὗτος Σταμάτιος. Τινὲς δὲ
Ἀγαρηνοὶ φίλοι τοῦ ἀδικητοῦ ἐκείνου, ἰδόντες αὐτὸν ὅπου ἐφώναζε διὰ τὸν
ἀδικητήν, περισσότερον ἀπὸ τοὺς ἄλλους, τὸν ἐπῆραν καὶ τὸν ὑπῆγαν εἰς τὸν
Βεζίριν, λέγοντες, ὅτι αὐτὸς ἔγινε Τοῦρκος, καὶ τώρα εἰναι χριστιανός,
καταμαρτυρούντες οἱ κατάρατοι, καὶ συκοφατοῦντες τὸν μάρτυρα. Ὁ δὲ Μάρτυς
ἠρνεῖτο λέγων, ὅτι οὐδὲν τοιοῦτον ἐποίησε. Τὸν ἔπεμψε λοιπὸν ὁ Βεζίρης εἰς τὸν
Κριτὴν ὅπου κρίνει τὰς τοιαύτας ὑποθέσεις. Ὅθεν ἠρώτησεν αὐτὸν ὁ Κριτὴς, ἄν
ἀληθῶς ἔγινε Τοῦρκος. Ὁ δὲ Μάρτυς πάλιν ἠρνεῖτο, ὅτι ἀδίκως τὸν συκοφαντοῦν.
Ἐγὼ λέγει τοιοῦτον πράγμα δὲν ἔκανα, ἀλλὰ οὐδὲ ἦλθε ποτὲ εἰς τὸν νοῦν μου
τοιοῦτος λογισμός. Ὁ Κριτὴς τοῦ λέγει, καὶ ἄν δὲν ἔγινες γένου τώρα, καὶ ἔλα
εἰς τὴν ἰδικήν μας πίστιν. Ὁ δὲ Μάρτυς γεγωνυίᾳ τῇ φωνῇ ἀνέκραξε, μή μοι
γένοιτο νὰ ἔλθω εἰς τόσην ἀγνωσίαν, ὦ Κριτα! Καὶ νὰ ἀρνηθῶ τὸν Χριστόν μου·
κάλλιον μοι εἶναι νὰ ἀποθάνων, καὶ νὰ εἶμαι μὲ τὸν Χριστόν μου, πάρεξ νὰ ζῶ εἰς
τοῦτον τὸν κόσμον μὲ μυρίας ἀναπαύσεις, καὶ δόξας βιωτικάς. Ὁ δὲ Κριτής, ἰδῶν
τὸ στεῤῥὸν τοῦ Μάρτυρος, τὸν ἔπεμψε κατεπειγόντως εἰς τὸν Βεζίρην, καὶ τοῦ
ἐμήνυσε τὴν πολλὴν σταθερότητα ὅπου ἔχει εἰς τὴν πίστιν τοῦ Χριστοῦ. Ὁ δὲ
Βεζίρης ἔπασχε μὲ πολλοὺς τρόπους, καὶ κολακείας, ἴσως νὰ τὸν μεταστρέψῃ ἀπὸ
τὴν πίστιν τοῦ Χριστοῦ, καὶ τοῦ ἔλεγε· ἄν γένῃς Τοῦρκος θὰ σὲ κάμω πρῶτον τοῦ
παλατίου μου, καὶ θὰ σοῦ δώσω πλοῦτον πολύν, καὶ δόξαν καὶ τιμήν. Ὁ δὲ Μάρτυς
λαμπρᾷ τῇ φωνῇ ἐνόησεν· Ἐγώ, πλοῦτον, καὶ δόξαν, καὶ τιμὴν ἔχω τὸν Χριστόν μου,
ὅστις μοῦ ἔχει κατοικίαν ἐπάνω εἰς τοὺς οὐρανούς, δόξαν ἀμάραντον, καὶ ζωὴν
αἰώνιον· αἱ δὲ ἰδικαί σου τιμαὶ καὶ δόξαι, εἶναι φθαρταί, καὶ μάταιαι, καὶ
ταχέως ἀπολοῦνται ὁμοῦ μὲ ἐκείνους ὅπου τὰς ζητοῦν. Ταῦτα ἀκούσας ὁ Βεζίρης,
τὸν ἔπεμψεν εἰς τὴν φυλακήν, καὶ ἐπρόσταξε νὰ τὸν τιμωροῦν, καὶ μεθ’ ἡμέρας
τινὰς τὸν ἔβγαλαν ἀπὸ τὴν φυλακήν, καὶ τὸν ἔστησαν ἔμπροσθεν τοῦ βήματός του,
καὶ ὑπέσχετο πάλιν τὰ αὐτά. Καὶ ἰδών, ὅτι δὲν πείθεται εἰς τὸ θέλημά του, τὸν
ἠπείλησεν, ὅτι θὰ τοῦ κάμῃ μεγάλας, καὶ φρικτὰς τιμωρίας. Ὁ δὲ Μάρτυς ὡς
παιγνία ταῦτα λογιζόμενος ἔλεγεν· ἄν καὶ μυρίους θανάτους μοὶ δώσῃς ἐγὼ τὸν
Χριστόν μου δὲν ἀρνοῦμαι, ἀλλ’ εἶμαι ἔτοιμος νὰ βασανίζωμαι διὰ τὸ ὄνομά του,
εἰς ὅλην μου τὴν ζωήν. Ταῦτα ἀκούσας ὁ Βεζίρης, καὶ ὁργῆς μεγάλης ἐμπλησθείς,
τῷ παρέδωκε τῷ ἐπάρχῳ νὰ τὸν ἀποκεφαλίσῃ. Ὅστις, λαβὼν τὸν μακάριον τοῦτον
Σταμάτιον καὶ φέρων αὐτὸν ἔμπροσθεν τοῦ βασιλικοὺ παλατίου, εἰς τὴν Ἁγίαν
Σοφίαν, ἀπέτεμε τὴν ἁγίαν αὐτοῦ κεφαλήν. Καὶ οὕτως ἠξιώθη ὁ μακάριος νὰ
συμβασιλεύῃ μὲ τὸν Χριστόν, δι’ ὅν καὶ ἐτιμήθη· οὗ ταῖς πρεσβείαις τύχοιμεν
ἅπαντες τῶν οὐρανίων ἀγαθῶν.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἀνάμνησις τῆς εὑρέσεως τῶν τιμίων λειψάνων τῶν Ἁγίων Μαρτύρων ἐν Μεγάροις,
Σεραφείμ, Δωροθέου, Ἰακώβου, Δημητρίου, Βασιλείου, καὶ Σαράντου.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ὅσιος Πατὴρ ἡμῶν Δανιήλ, ὁ ἐκ Τσιοτίου (Φαρκαδόνα) καταγόμενος, καὶ ἐν τῇ
Μονῇ τοῦ Μεγάλου Μετεώρου ἀσκήσαντος, ἐν εἰρήνῃ τελειοῦται.
Ἐκ Τσιοτίου ἀπῆλθες θεοφόρε,
Καὶ ἐν τῷ βράχῳ ἀνῆλθες θεηγόρε,
ἔνθα θεοφιλῶς ἠσκήθης ἀπαύστως,
διὸ σὺ ἔλαβες στεφάνους ἐσχάτως.
Ταῖς τῶν Ἁγίων σου
πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Οἱ παῖδες ἐν
Βαβυλῶνι
Ῥήματι μὲν πᾶσαν νόσον, Λόγε Θεοῦ ἐφυγάδευσας, ἐπὶ γῆς
ἐνδημῶν, ἀλλὰ θώκους πρὸς πατρικοὺς ἀνερχόμενος, διὰ τοῦ Ἐκτυπώματος,
θεραπεύεις τὰς νόσους ἡμῶν.
Ὁ κτίσας λόγῳ τὰ πάντα, καὶ μορφωθεὶς τὸ ἀλλότριον, τῆς
ἰδίας μορφῆς, καταλέλοιπεν ἡμῖν ἰδιώματα, ἅπερ ὑποδεχόμενοι, ἐν χαρᾷ εὐφραινόμεθα.
Ψυχῆς ἐξ ὅλης ζητήσας, τῆς σῆς ἰδέας ἐκσφράγισμα, ὁ
πιστὸς Βασιλεὺς ὡς ἐζήτησεν, οὕτως ἔτυχε Κύριε, κατάλληλον εὑράμενος, θείου
πόθου τὸ πλήρωμα.
Θεοτοκίον
Ἐλύθη τῆς καταδίκης, τῆς παλαιᾶς τὸ ἀνθρώπινον, τῇ
κυήσει τῇ σῇ· σὲ γὰρ μόνην πλατυτέραν εὑράμενος, τῶν οὐρανῶν Πανάμωμε, ὁ Θεὸς
κατεσκήνωσεν.
Ἕτερος. Εἰκόνος χρυσῆς.
Χριστὲ Ἰησοῦ, οὐδεὶς
ἥμαρτον ἐν γῇ ἐκ τοῦ αἰῶνος, ὦ Ἰησοῦ μου ὥσπερ ἥμαρτον, ἐγὼ ο τάλας καὶ ἄσωτος,
ὅθεν Ἰησοῦ μου βοῶ σοι, μελωδοῦντά με οἴκτειρον. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Χριστὲ Ἰησοῦ, ἐν τῷ φόβῳ
σου βοῶ καθήλωσόν με, ὦ Ἰησοῦ μου καὶ κυβέρνησον, νῦν πρὸς λιμένα τὸν εὔδιον,
ὁπως Ἰησοῦ μου οἰκτίρμον, μελῳδῶ σοι σωζόμενος. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Χριστὲ Ἰησοῦ, μυριάκις
ὑπεσχέθην σοι ὀ τάλας, ὦ Ἰησοῦ μου τὴν μετάνοιαν, ἀλλ’ ἐψαυσάμην ὁ ἄθλιος, ὅθεν
Ἰησοῦ μου βοῶ σοι, τὴν ἀναίσθητον μένουσαν, ψυχήν μου φώτισον Χριστέ, ὁ τῶν
Πατέρων Θεός.
Θεοτοκίον
Χριστὸν Ἰησοῦν, ἡ γεννήσασα
φρικτῶς καὶ ὑπὲρ φύσιν, αὐτὸν δυσώπει Παναμώμητε, τὰ παρὰ φύσιν μου πταίσματα,
πάντα συγχωρῆσαί μοι Κόρη, ἵνα κράζω σωζόμενος, εὐλογημένη ἡ Θεὸν σαρκὶ
κυήσασα.
ᾨδὴ η'. Νόμων πατρῴων
Ὥσπερ ἐν ὄψει, σὲ τὸν Κύριον, ἐλπίζων ἐνδημῆσαι πᾶς ὁ
τῆς πόλεως, λαὸς ἔκκριτος ὑπάντησιν, θαυμαστήν σοι ποιεῖται, Ἀρχιερέων θεῖον
ἐπαγόμενος χορόν, ὧν ἐπ' ὤμων ὀχούμενος, καὶ πρὸς κληρονομίαν, εἰσβαλὼν τὴν
οἰκείαν Οἰκτίρμον, ἐν τῷ τῆς Μητρός σου, κατέπαυσας τεμένει.
Στόματα παίδων, τῶν ἀκάκων σε, πρὸς τὴν προφητοκτόνον
πόλιν ὁδεύοντα, ὑμνολόγουν, ἀλλ' ἡ ἄνομος, συναγωγὴ Ἑβραίων, φονῶσαν χεῖρα, ὥπλιζε
λυττῶσα κατὰ σοῦ· νῦν δὲ πόλις ἡ ἔννομος, πανδημεὶ προχυθεῖσα, ὡς οἷά σε τὸν
Κτίστην ὁρῶσα, χαίρει δεχομένη τὸν τύπον τῆς μορφῆς σου.
Θεοτοκίον
Σάρκα φορέσαι προελόμενος, τῆς τοῦ Πατρός, μεγάλης
βουλῆς ὁ Ἄγγελος, ἐν νηδύϊ σου Πανάχραντε, ἐτελεσιουργήθη, καὶ σὲ Μητέρα κάτω,
ἀπεγράψατο σεμνή, καὶ φθαρεῖσαν ἐκαίνισε τὴν βροτείαν οὐσίαν, ὃν πάντες
εὐλογοῦμεν ὡς Κτίστην, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος. Τὸν ἐν καμίνῳ τοῦ
πυρός.
Σὲ Ἰησοῦ μου δυσωπῶ, ὡς τὴν
Πόρνην Ἰησοῦ μου ἐλυτρώσω, τῶν πολλῶν ἐγκλημάτων. Οὕτω κᾀμὲ Ἰησοῦ, Χριστέ μου
λύτρωσαι καὶ κάθαρον, τὴν ῥερυπωμένην ψυχήν μου Ἰησοῦ μου.
Καθυποκύψας Ἰησοῦ, ταῖς
ἀλόγοις ἡδοναῖς, ἄλογος ὤφθην, καὶ τοῖς κτήνεσιν ὄντως, ὦ Ἰησοῦ μου οἰκτρῶς, ὁ
τάλας Σῶτερ ἀφωμοίωμαι, ὅθεν Ἰησοῦ μου τῆς ἀλογίας ῥῦσαί με.
Περιπεσὼν ὦ Ἰησοῦ,
ψυχοφθόροις ἐν Λησταῖς ἀπεγυμνώθην, τὴν στολὴν Ἰησοῦ μου τὴν θεοΰφαντον νῦν,
καὶ κεῖμαι μώκλωψι κατάστικτος, ἔλαιον Χριστέ μου ἐπίχεε καὶ οἶνον.
Θεοτοκίον
Τὸν Ἰησοῦν μου καὶ Θεόν, ἡ
βαστάσασα Χριστὸν ἀνερμηνεύτως, Θεοτόκε Μαρία, τοῦτον δυσώπει ἀεί, κινδύνων
σώζεσθαι τοὺς δούλους σου, καὶ τοὺς ὑμνητάς σου ἀπείρανδρε Παρθένε.
ᾨδὴ θ'. Ξενίας δεσποτικῆς
Ἐξέμηνε κατὰ σοῦ, λαὸς ἀσύνετος Σῶτερ, καὶ ἀντ'
εὐεργεσίας, σοὶ τὰ ἀνήκεστα, τολμηρῶς ἐπανετείνετο, ἀλλ' ἡμεῖς οἱ μακρὰν
ἀπωσθέντες, τοῖς σοῖς πάθεσι Σῶτερ υἱοθετήθημεν.
Βοήθειαν κατ' ἐχθρῶν, τοῖς εὐσεβέσι παράσχου, καὶ
πιστοῖς βασιλεῦσιν, ὅτι τὰ σύμβολα τῆς σαρκός σου, ὥσπερ ἄμαχον φρούριον,
Δέσποτα κεκτημένοι, δι' αὐτῶν ἀφορῶσι τὴν σωτηρίαν αὐτῶν.
Θεοτοκίον
Ὡράθη τοῖς ἐπὶ γῆς, σωματοφόρος ὁ Λόγος, διπλοῦς κατὰ
τὴν φύσιν ἐκ σοῦ Πανάμωμε, ἀντιδόσει τῆς Θεότητος, ὑποστάσει μιᾷ ἀφύρτως,
ἑνωθεὶς τῷ φυράματι, ὅν δοξάζομεν.
Ἕτερος. Τὸν ἐκ Θεοῦ Θεὸν
Λόγον.
Τὸν Μανασσῆν Ἰησοῦ μου, τὸν
Τελώνην, τὴν Πόρνην, τὸν Ἄσωτον, οἰκτίρμον Ἰησοῦ, καὶ τὸν Ληστὴν ὑπερβέβηκα,
Ἰησοῦ μου ἐν ἔργοις, αἰσχίστοις καὶ ἀτόποις Ἰησοῦ, ἀλλὰ σὺ Ἰησοῦ μου, προφθάσας
μὲ διάσωσον.
Τοὺς ἐξ Ἀδὰμ Ἰησοῦ μου,
ἁμαρτήσαντας πάντας, πρὸ νόμου καὶ ἐν νόμῳ Ἰησοῦ, καὶ μετὰ νόμον ὁ ἄθλιος,
Ἰησοῦ μου καὶ χάριν, νενίκηκα τοῖς πάθεσιν οἰκτρῶς, ἀλλὰ σὺ Ἰησοῦ μου, τοῖς
κρίμασί σου σῶσόν με.
Μὴ χωρισθῶ Ἰησοῦ μου, τῆς
ἀφράστου σου δόξης, μὴ τύψω τῆς μερίδος Ἰησοῦ, τῆς εὐωνύμου γλυκύτατε Ἰησοῦ,
ἀλλὰ σύ με τοῖς δεξιοῖς προβάτοις σου Χριστέ, Ἰησοῦ μου συντάξας, ἀνάπαυσον ὡς
εὔσπλαγχνος.
Θεοτοκίον
Τὸν Ἰησοῦν Θεοτόκε, ὅν
ἐβάστασας μόνη, ἀπείρανδρε Παρθένε Μαρία, τοῦτον Ἁγνὴ ἐξιλέωσαι, ὡς Υιόν σου
καὶ Κτίστην, ῥυσθῆναι τοὺς προστρέχοντας εἰς σέ, πειρασμῶν καὶ κινδύνων, καὶ
τοῦ πυρὸς τοῦ μέλλοντος.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν
τοῖς ἄστροις.
Τῶν Ἀποστόλων ὀ δῆμος,
συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως κηδεύει, τὴν τοῦ Κυρίου Μητέρα, παρόντος
καὶ τοῦ Σωτῆρος, σὺν μυριάσιν Ἀγγέλων.
Εἰς τοὺς αἴνους, ἦχος πλ.
β΄. Ὅλην ἀποθέμενοι.
Ἰησοῦ γλυκύτατε, ψυχῆς ἐμῆς
θυμηδία, Ἰησοῦ ἡ κάθαρσις, τοῦ νοός μου Δέσποτα πολυέλεε. Ἰησοῦ σῶσόν με, Ἰησοῦ
Σωτήρ μου, Ἰησοῦ μου Παντοδύναμε, μὴ καταλίπῃς με, Σῶτερ Ἰησοῦ με ἐλέησον, καὶ
λύτρωσαι κολάσεως, πάσης Ἰησοῦ μου τῷ χορῷ, τῶν ἐκλεκτῶν σου μὲ σύνταξον, Ἰησοῦ
φιλάνθρωπε. (Δίς)
Ἰησοῦ γλυκύτατε, τῶν
Ἀποστόλων ἡ δόξα, Ἰησοῦ μου καύχημα, τῶν Μαρτύρων Δέσποτα παντοδύναμε. Ἰησοῦ
σῶσόν με, Ἰησοῦ Σωτήρ μου, Ἰησοῦ μου ὡραιότατε, τὸν σοὶ προστρέχοντα, Σῶτερ
Ἰησοῦ με ἐλέησον. Πρεσβείαις τῆς Τεκούσης σε, πάντων Ἰησοῦ τῶν Ἁγίων σου,
Προφητῶν πάντων, Σωτήρ μου Ἰησοῦ καὶ τῆς τρυφῆς, τοῦ Παραδείσου ἀξίωσον, Ἰησοῦ
φιλάνθρωπε.
Ἰησοῦ γλυκύτατε, τῶν
Μοναζόντων τὸ κλέος, Ἰησοῦ μακρόθυμε, ἀσκητῶν ἐντρύφημα καὶ καλλώπισμα, Ἰησοῦ
σῶσόν με, Ἰησοῦ Σωτήρ μου, Ἰησοῦ μου ὑπεράγαθε. Χειρὸς ἐξάρπασον, Σῶτερ Ἰησοῦ
με τοῦ δράκοντος. Καὶ τούτου τῶν παγίδων , νῦν Σῶτερ Ἰησοῦ ἐλευθέρωσον, λάκκου
κατωτάτου, Σωτήρ μου Ἰησοῦ ἀναγαγών, καῖ δεξιοῖς συναρίθμησον, Ἰησοῦ προβάτοις
με.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.
Ἡγιάσθη ὁ αἰσθὴρ ἐν τῇ
ἀνόδῳ σου Δέσποινα, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ σου Θεοτόκε. Προπέμπουσιν
Ἀπόστολοι, καὶ Ἄγγελοι ὑποδέχονται. Ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά σου,
καὶ τὸν ἐπιτάφιον ὕμνον ἐξάδοντες, μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον· αὕτη ἡ
ἀλλοίωσις τῆς δεξιὰς τοῦ Ὑψίστου, αὐτὸς γὰρ ἐν μέσῳ σου οὐν σαλευθήσῃ. Ἀλλ’ ὦ
πολυΰμνητε Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα. Ἡμεῖς δὲ λαός σου καὶ πρόβατα
νομῆς σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ σοῦ σωτηρίαν, καὶ μέγα
ἔλεος.
Δοξολογία μεγάλη
ΧΑΙΡΕΤΙΣΜΟΙ
Κοντάκιον, Ἦχος πλ. δ΄.
Κύριε ὑπέρμαχε στρατηγὲ τοῦ
ᾍδου νικητά. Ὡς λυτρωθεὶς ἐκ τοῦ αἰωνίου θανάτου. Ἀναγράφω σοι τὸ κτίσμα καὶ
δοῦλος σὸς τὰ νικητήρια. Ἀλλ’ ὡς ἔχων εὐσπλαγχνίαν ἀνερμήνευτον. Ἐκ παντοίων μὲ
κινδύνων ἐλευθέρωσον. Κράζοντα Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ἀγγέλων Ποιητὰ καὶ Κύριε τῶν Δυνάμεων, ἄνοιξον τὸν
ἄπορον νοῦν καὶ τὴν γλῶτταν μου εἰς αἴνεσιν τοῦ παναχράντου ὀνόματός σου (ἐκ γ΄),
καθάπερ ἤνοιξας πάλαι τὴν γλῶτταν τοῦ κωφοῦ τε καὶ μογγιλάλου κραυγάζειν πρὸς
σὲ τοιαῦτα·
Ἰησοῦ πανθαύμαστε τῶν
Ἀγγέλων ἡ ἔκπληξις·
Ἰησοῦ παντοδύναμε τῶν προπατόρων ἡ λύτρωσις.
Ἰησοῦ γλυκύτατε Πατριαρχῶν τὸ καύχημα·
Ἰησοῦ πανένδοξε Βασιλέων ὀχύρωμα.
Ἰησοῦ ὑπερπόθητε Προφητῶν ἡ ἐκπλήρωσις·
Ἰησοῦ ἐκπληκτικώτατε ἀθλητῶν ἡ κραταίωσις.
Ἰησοῦ ἱλαρώτατε μοναζόντων τερπνότης·
Ἰησοῦ παντελεῆμον Πρεσβυτέρων γλυκύτης.
Ἰησοῦ ὑπερήδιστε χαρμοσύνη δικαίων·
Ἰησοῦ ὑπερεὐσπλαγχνε ἐγκρατείας νηστευόντων.
Ἰησοῦ μου πάντιμε σωφροσύνη Παρθένων·
Ἰησοῦ προαιώνιε σωτηρία πταιόντων.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ἰησοῦ παντοδύναμε τῶν προπατόρων ἡ λύτρωσις.
Ἰησοῦ γλυκύτατε Πατριαρχῶν τὸ καύχημα·
Ἰησοῦ πανένδοξε Βασιλέων ὀχύρωμα.
Ἰησοῦ ὑπερπόθητε Προφητῶν ἡ ἐκπλήρωσις·
Ἰησοῦ ἐκπληκτικώτατε ἀθλητῶν ἡ κραταίωσις.
Ἰησοῦ ἱλαρώτατε μοναζόντων τερπνότης·
Ἰησοῦ παντελεῆμον Πρεσβυτέρων γλυκύτης.
Ἰησοῦ ὑπερήδιστε χαρμοσύνη δικαίων·
Ἰησοῦ ὑπερεὐσπλαγχνε ἐγκρατείας νηστευόντων.
Ἰησοῦ μου πάντιμε σωφροσύνη Παρθένων·
Ἰησοῦ προαιώνιε σωτηρία πταιόντων.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Βλέπων Κύριε τὴν χήραν θρηνοῦσα σφόδρα, συνεπάθησας τὸν
υἱὸν αὐτῆς ἐπὶ τὸν τάφον φερώνυμον ἀναστήσας, σπλαγχνίσθητι κᾀμὲ φιλάνθρωπε,
καὶ τὴν ταῖς ἁμαρτίαις θανοῦσάν μου ψυχὴν ἁνάστησον κράζουσαν·
Ἀλληλούϊα.
Γνῶσιν ἄγνωστον γνῶναι ζητῶν ὁ Φίλιππος δεῖξον ἡμῖν
Κύριε ἔλεγε τὸν Πατέρα, σὺ δὲ πρὸς αὐτὸν, ὅτι ὁ Πατὴρ ἐν ἐμοὶ, κᾀγὼ ἐν τῷ
Πατρί, διὸ ἀνεξιχνίαστε κἀγὼ φόβῳ κραυγάζω σοι·
Ἰησοῦ Θεὲ προαιώνιε·
Ἰησοῦ Βασιλεῦ παντοδύναμε.
Ἰησοῦ Δέσποτα μακρόθυμε·
Ἰησοῦ Σωτὴρ πολυέλεε.
Ἰησοῦ φύλαξ μου ὑπεράγαθε·
Ἰησοῦ τὰς ἁμαρτίας μου πάριδε.
Ἰησοῦ ἄμελε τὰς ἐμὰς ἀνομίας·
Ἰησοῦ ἄφες τὰς ἐμὰς ἀδικίας.
Ἰησοῦ ἐμὴ ἡ ἐλπὶς μὴ ἐάσης με·
Ἰησοῦ βοηθὲ μὴ ἀποῤῤίψῃς με.
Ἰησοῦ Ποιητὰ μὴ ἀπώσῃ με·
Ἰησοῦ Ποιμὴν μὴ ἀπωλέσῃς με.
Ἰησοῦ Βασιλεῦ παντοδύναμε.
Ἰησοῦ Δέσποτα μακρόθυμε·
Ἰησοῦ Σωτὴρ πολυέλεε.
Ἰησοῦ φύλαξ μου ὑπεράγαθε·
Ἰησοῦ τὰς ἁμαρτίας μου πάριδε.
Ἰησοῦ ἄμελε τὰς ἐμὰς ἀνομίας·
Ἰησοῦ ἄφες τὰς ἐμὰς ἀδικίας.
Ἰησοῦ ἐμὴ ἡ ἐλπὶς μὴ ἐάσης με·
Ἰησοῦ βοηθὲ μὴ ἀποῤῤίψῃς με.
Ἰησοῦ Ποιητὰ μὴ ἀπώσῃ με·
Ἰησοῦ Ποιμὴν μὴ ἀπωλέσῃς με.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Δύναμιν ἐξ ὕψους τοὺς Ἀποστόλους ἐν Ἱερουσαλὴμ
καθημένους περιβαλλόμενος Κύριε, καμὲ τὸν πάσης ἀγαθοποιΐας γεγυμνωμένον
περιβαλοῦ τῆ ζέσει τοῦ Ἁγίου σου Πνεύματος, καὶ δός μοι μετὰ πόθου ψάλλειν σοι·
Ἀλληλούϊα.
Ἔχων πλοῦτον εὐσπλαγχνίας,
τελῶνας καὶ ἁμαρτωλούς, καὶ ἀπίστους ἐκάλεσας Ἰησοῦ, μὴ παρίδῃς κᾀμὲ τὸν
ὁμοιωθέντα αὐτοῖς, ἀλλ’ ὡς πολύτιμον μύρον πρόσδεξαι τὸν ὕμνον τοῦτον·
Ἰησοῦ δύναμις ἄμαχος·
Ἰησοῦ ἔλεος ἀτελεύτητος.
Ἰησοῦ ὡραιότης ὑπέρλαμπρος·
Ἰησοῦ ἔφεσις ἄφραστος.
Ἰησοῦ Υἱὲ Θεοῦ ζῶντος·
Ἰησοῦ ἁμαρτωλῶν σωτηρία ὄντως.
Ἰησοῦ ἐπάκουσόν μου τὸν συλληφθέντα ἐν ἀνομίαις·
Ἰησοῦ καθάρισόν με τὸν τεχθέντα ἐν ἁμαρτίαις.
Ἰησοῦ τὸν ἀχρεῖόν με δίδαξον·
Ἰησοῦ τὸν ἐν σκότει με φώτισον.
Ἰησοῦ τὸν ῥυπαρόν με καθάρισον·
Ἰησοῦ τὸν ἄσωτόν με μετάστρεψον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ἰησοῦ ἔλεος ἀτελεύτητος.
Ἰησοῦ ὡραιότης ὑπέρλαμπρος·
Ἰησοῦ ἔφεσις ἄφραστος.
Ἰησοῦ Υἱὲ Θεοῦ ζῶντος·
Ἰησοῦ ἁμαρτωλῶν σωτηρία ὄντως.
Ἰησοῦ ἐπάκουσόν μου τὸν συλληφθέντα ἐν ἀνομίαις·
Ἰησοῦ καθάρισόν με τὸν τεχθέντα ἐν ἁμαρτίαις.
Ἰησοῦ τὸν ἀχρεῖόν με δίδαξον·
Ἰησοῦ τὸν ἐν σκότει με φώτισον.
Ἰησοῦ τὸν ῥυπαρόν με καθάρισον·
Ἰησοῦ τὸν ἄσωτόν με μετάστρεψον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων, ὁ Πέτρος
κατεκλύζετο, ἰδὼν δέ σε Ἰησοῦ ἐν σαρκὶ πεφυκότα, ᾄμ τοῖς ὕδασι πορευόμενον,
ἐπέγνω σε Θεὸν ἀληθῇ, καὶ τῆς σωτηρίου σου λαβόμενος δεξιᾶς ἔλεγεν·
Ἀλληλούϊα.
Ἤκουσεν ὁ τυφλὸς δι’ οδοῦ σε βαδίζοντα Κύριε, καὶ
ἐβόησε Ἰησοῦ Υἱὲ Δαβὶδ ἐλέησόν με, καθάπερ ἐκεῖνον τοτ’ ἐπεκαλεσάμενον
ᾤκτειρας, διανοίξας αὐτοῦ τὰ ὄμματα, οὕτω φώτισον κἀμοῦ τοὺς νοεροὺς ὀφθαλμοὺς
τῷ ἐλέει σου, ὅπως κἀγὼ παῤῥησίᾳ σοι κράζω·
Ἰησοῦ τῶν ἄνω ὁ Ποιητής·
Ἰησοῦ τῶν κάτω ἐξαγοραστής.
Ἰησοῦ τῶν καταχθονίων ὁ παντολέτωρ·
Ἰησοῦ πάσης κτίσεως ὁ κοσμήτωρ.
Ἰησοῦ τῆς ἐμῆς ψυχῆς ἡ παραμυθία·
Ἰησοῦ τοῦ νοός μου ἡ φωταυγία.
Ἰησοῦ τῆς καρδίας μου ἀγαλλίασις·
Ἰησοῦ τοῦ σώματός μου ὑγίανσις.
Ἰησοῦ Σωτήρ με διάσωσον·
Ἰησοῦ λαμπρότης μὲ φώτισον.
Ἰησοῦ τυραννίδος παντοίας ἀπάλλαξον·
Ἰησοῦ τὸν ἀνάξιον φύλαξον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ἰησοῦ τῶν κάτω ἐξαγοραστής.
Ἰησοῦ τῶν καταχθονίων ὁ παντολέτωρ·
Ἰησοῦ πάσης κτίσεως ὁ κοσμήτωρ.
Ἰησοῦ τῆς ἐμῆς ψυχῆς ἡ παραμυθία·
Ἰησοῦ τοῦ νοός μου ἡ φωταυγία.
Ἰησοῦ τῆς καρδίας μου ἀγαλλίασις·
Ἰησοῦ τοῦ σώματός μου ὑγίανσις.
Ἰησοῦ Σωτήρ με διάσωσον·
Ἰησοῦ λαμπρότης μὲ φώτισον.
Ἰησοῦ τυραννίδος παντοίας ἀπάλλαξον·
Ἰησοῦ τὸν ἀνάξιον φύλαξον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Θεοῤῥύτῳ αἵματι, καθάπερ πάλαι Ἰησοῦ, ἐξηγόρασας
κατάρας τῆς νομικῆς, οὕτως ἐξελοῦ καὶ τῆς παγίδος τοῦ ὄφεως, μεθ’ ἥς πάθεσι
σαρκός, καὶ κέντρῳ ἀσωτίας ἐπτέρνισεν ἡμᾶς, πεδήσας τῇ φαύλῃ ῥαθυμίᾳ, ἵνα κράζωμέν
σοι·
Ἀλληλούϊα.
Ἴδον παῖδες Ἑβραίων ἐν μορφῇ ἀνθρωπίνῃ τὸν πλάσαντα
χειρὶ τὸν ἄνθρωπον, καὶ Δεσπότην νοοῦντα σε, ἔσπευσεν τοῖς κλάδοις θεραπεῦσαι,
τὸ ὡσαννὰ βοῶντες, ἡμεῖς δὲ τὸν ὕμνον προσφέρομέν σοι λέγοντες·
Ἰησοῦ Θεέ μου ἀληθινέ·
Ἰησοῦ τοῦ Δαβὶδ κατὰ τὴν σάρκα Υἱέ.
Ἰησοῦ Βασιλεῦ ὑπερένδοξε·
Ἰησοῦ ἀμνὲ πανακήρατε.
Ἰησοῦ τροφὲ τῆς νεότητός μου·
Ἰησοῦ βακτηρία τοῦ γήρως μου.
Ἰησοῦ ἐν θανάτῳ ἀπαντοχή·
Ἰησοῦ μετὰ τὸν θάνατον ἡ ζωή.
Ἰησοῦ ὅταν ἔλθῃς ἐν δόξῃ τοῦ κρίναι με·
Ἰησοῦ τηνικαῦτα μὴ καταισχύνῃς με.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ἰησοῦ τοῦ Δαβὶδ κατὰ τὴν σάρκα Υἱέ.
Ἰησοῦ Βασιλεῦ ὑπερένδοξε·
Ἰησοῦ ἀμνὲ πανακήρατε.
Ἰησοῦ τροφὲ τῆς νεότητός μου·
Ἰησοῦ βακτηρία τοῦ γήρως μου.
Ἰησοῦ ἐν θανάτῳ ἀπαντοχή·
Ἰησοῦ μετὰ τὸν θάνατον ἡ ζωή.
Ἰησοῦ ὅταν ἔλθῃς ἐν δόξῃ τοῦ κρίναι με·
Ἰησοῦ τηνικαῦτα μὴ καταισχύνῃς με.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Κηρύκων θεοφθόγγων τὰς ῥήσεις, ἐκπληρῶν Ἰησοῦ ἐπὶ τῆς
γῆς ὤφθης, καὶ τοῖς ἀνθρώποις ὁ ἀχώρητος συνανεστράφης, καὶ τὰς ἡμῶν ἐβάστασας
ἀσθενείας. Διὸ καὶ τοὺς μόλωπας ὑπὸ σοῦ ἰαθέντες, ἐδιδάχθημεν ψάλλειν·
Ἀλληλούϊα.
Λάμψας τῇ οἰκουμένῃ φωτισμὸν ἀληθείας, τὴν πλάνην
ἀπήλασας τῶν δαιμόνων. Τὰ γὰρ εἴδωλα Σωτὴρ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκε,
ἡμεῖς δὲ σωτηρίας τυχόντες βοῶμέν σοι·
Ἰησοῦ αὐτοαλήθεια τὴν
ἀπάτην καθελών·
Ἰησοῦ φῶς ὑπὲρτατον πάντα φῶτα νικῶν.
Ἰησοῦ ὁ ἄρτος τῆς ζωῆς, θρέψον με τὸν πεινῶντα·
Ἰησοῦ ἡ πηγὴ τῆς γνώσεως, πότισόν με τὸν διψῶντα.
Ἰησοῦ τὸν φθαρέντα με, εὐφροσύνης ἱμάτιον ἔνδυσον·
Ἰησοῦ ἡ τῆς χαρᾶς ὀρηφή, σκέπασόν με τὸν ἀνάξιον.
Ἰησοῦ παράσχου, ταῖς ἁμαρτίαις μου συντριβήν·
Ἰησοῦ δώρησαι, ταῖς ἐμαῖς ἀνομίαις ἐπιστροφήν.
Ἰησοῦ πᾶσάν μου, πονηρίας ἐξάλειψον·
Ἰησοῦ ἀπολυμένην, τὴν ψυχήν μου διάσωσον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ἰησοῦ φῶς ὑπὲρτατον πάντα φῶτα νικῶν.
Ἰησοῦ ὁ ἄρτος τῆς ζωῆς, θρέψον με τὸν πεινῶντα·
Ἰησοῦ ἡ πηγὴ τῆς γνώσεως, πότισόν με τὸν διψῶντα.
Ἰησοῦ τὸν φθαρέντα με, εὐφροσύνης ἱμάτιον ἔνδυσον·
Ἰησοῦ ἡ τῆς χαρᾶς ὀρηφή, σκέπασόν με τὸν ἀνάξιον.
Ἰησοῦ παράσχου, ταῖς ἁμαρτίαις μου συντριβήν·
Ἰησοῦ δώρησαι, ταῖς ἐμαῖς ἀνομίαις ἐπιστροφήν.
Ἰησοῦ πᾶσάν μου, πονηρίας ἐξάλειψον·
Ἰησοῦ ἀπολυμένην, τὴν ψυχήν μου διάσωσον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Μέλλων ἀποκαλύψαι κεκρυμμένον ἀπὸ τοῦ αἰώνος μυστήριον,
ὡς ἀμνὸς ἤχθης ἐπὶ σφαγὴν Ἰησοῦ· καὶ ὡς ἀρνίον ἐναντίον τοῦ κείροντος ἄφωνος, ἠγέρθης
δὲ Θεὸς ὤν ἐκ τῶν νεκρῶν, καὶ μετὰ δόξης ἀνῆλθον εἰς Οὐρανούς, καὶ ἡμᾶς
ἀνήγαγεν κράζοντάς σοι·
Ἀλληλούϊα.
Νέαν ἔδειξεν κτίστιν, ἐμφανισθεὶς ἡμῖν ὁ Κτίστης,
ἀσπόρως τ’ἐκ Παρθένου τεχθείς, ἀδιαφόρως ἠγέρθης τοῦ μνήματος, καὶ τῶν θυρῶν
κεκλεισμένων, ἐπέστης τοῖς σοῖς μαθηταῖς, διὸ καὶ ἡμεῖς θαυμάζοντες βοῶμέν σοι·
Ἰησοῦ Λόγε ἄῤῥητε·
Ἰησοῦ Λόγε ἀόρατε.
Ἰησοῦ δύναμις ἄπειρος·
Ἰησοῦ σοφία ἀμέτρητος.
Ἰησοῦ θεότης ἀπερίγραπτος·
Ἰησοῦ κυριότης ἀπέραντος.
Ἰησοῦ Βασιλεία ἀκαταμάχητος·
Ἰησοῦ δεσποτεία ἀτελεύτητος.
Ἰησοῦ ἰσχὺς ὑπερκόσμιος·
Ἰησοῦ ἐξουσία αἰώνιος.
Ἰησοῦ Ποιητά με οἰκτείρησον·
Ἰησοῦ Σωτήρ μου διάσωσον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ἰησοῦ Λόγε ἀόρατε.
Ἰησοῦ δύναμις ἄπειρος·
Ἰησοῦ σοφία ἀμέτρητος.
Ἰησοῦ θεότης ἀπερίγραπτος·
Ἰησοῦ κυριότης ἀπέραντος.
Ἰησοῦ Βασιλεία ἀκαταμάχητος·
Ἰησοῦ δεσποτεία ἀτελεύτητος.
Ἰησοῦ ἰσχὺς ὑπερκόσμιος·
Ἰησοῦ ἐξουσία αἰώνιος.
Ἰησοῦ Ποιητά με οἰκτείρησον·
Ἰησοῦ Σωτήρ μου διάσωσον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ξένως ὁρώντες Θεὸν ἐνανθρωπήσαντα, ξενωθῶμεν τοῦ
ματαίου κόσμου, τὸν νοῦν εἰς τὰ θεῖα μεταθέντες. Διὰ τοῦτο γὰρ ὁ Θεὸς ἐπὶ γῆς
κατῆλθεν, ἵνα ἡμεῖς ἀνάξῃ εἰς Οὐρανοὺς κράζοντας·
Ἀλληλούϊα.
Ὅλος ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν ὁ
ἀκατάληπτος, ἔπαθεν ἐπὶ γῆς ἑκουσίᾳ βολῇ, θανάτῳ θάνατον ἐνέκρωσε, καὶ τη
ἀναστάσει ζωὴν ἐδωρήσατο ἡμῖν τοῖς ὑμνοῦσι ταῦτα·
Ἰησοῦ τῆς καρδίας γλυκύτης·
Ἰησοῦ τοῦ νοὸς ἡ ταχύτης.
Ἰησοῦ τοῦ σώματος ἡ ἱσχύς·
Ἰησοῦ ῥωμαλαιότης ψυχῆς.
Ἰησοῦ χαρὰ συνειδήσεως·
Ἰησοῦ εὐπορία τῆς γνώσεως.
Ἰησοῦ σοφία ἡ προαιώνιος·
Ἰησοῦ αἴνεσις ὑπερουράνιος.
Ἰησοῦ δόξα ὕψιστος·
Ἰησοῦ ἔφεσις ἀκόρεστος.
Ἰησοῦ Ποιμὴν ἀναζήτησον
Ἰησοῦ Σωτήρ με διάσωσον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ἰησοῦ τοῦ νοὸς ἡ ταχύτης.
Ἰησοῦ τοῦ σώματος ἡ ἱσχύς·
Ἰησοῦ ῥωμαλαιότης ψυχῆς.
Ἰησοῦ χαρὰ συνειδήσεως·
Ἰησοῦ εὐπορία τῆς γνώσεως.
Ἰησοῦ σοφία ἡ προαιώνιος·
Ἰησοῦ αἴνεσις ὑπερουράνιος.
Ἰησοῦ δόξα ὕψιστος·
Ἰησοῦ ἔφεσις ἀκόρεστος.
Ἰησοῦ Ποιμὴν ἀναζήτησον
Ἰησοῦ Σωτήρ με διάσωσον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Πᾶσα φύσις Ἀγγέλων, ἀπαύστως δοξάζει τὸ πανάγιόν σου
ὄνομα, Ἰησοῦ τὸν τρισάγιον ἐν Οὐρανοῖς ἀναβοῶντές σοι, ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ
χοϊκοῖς χείλεσιν ἐπὶ γῆς, ψάλλομεν τῷ Θεῷ σοι·
Ἀλληλούϊα.
Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ
Σωτὴρ ἡμῶν, ἀποροῦσι γὰρ λέγειν τὸ πῶς Θεὸς ἀναλλοίωτος καὶ ἄνθρωπος τέλειος
μένεις, ἡμεῖς δὲ τὸ φρικτὸν μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·
Ἰησοῦ Θεὸς ὁ πρὸ τῶν
αἰώνων·
Ἰησοῦ Βασιλεῦ τῶν βασιλευόντων.
Ἰησοῦ Δεσπότης τῶν δεσποζόντων·
Ἰησοῦ Κριτὰ τῶν νεκρῶν καὶ ζώντων.
Ἰησοῦ ἐλπὶς τῶν ἀπηλπισμένων·
Ἰησοῦ παρακλήτωρ τῶν θλιβομένων.
Ἰησοῦ τῶν πενήτων ἡ προμήθεια·
Ἰησοῦ τῶν κρινομένων ἡ βοήθεια.
Ἰησοῦ πᾶσαν ἀκηδίαν μου διασκόρπισον·
Ἰησοῦ πάσης με πλημμελείας καθάρισον.
Ἰησοῦ τὴν ἐμὴν διάνοιαν λάμπρυνον·
Ἰησοῦ μνήμην θανάτου μοι πάρεξον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ἰησοῦ Βασιλεῦ τῶν βασιλευόντων.
Ἰησοῦ Δεσπότης τῶν δεσποζόντων·
Ἰησοῦ Κριτὰ τῶν νεκρῶν καὶ ζώντων.
Ἰησοῦ ἐλπὶς τῶν ἀπηλπισμένων·
Ἰησοῦ παρακλήτωρ τῶν θλιβομένων.
Ἰησοῦ τῶν πενήτων ἡ προμήθεια·
Ἰησοῦ τῶν κρινομένων ἡ βοήθεια.
Ἰησοῦ πᾶσαν ἀκηδίαν μου διασκόρπισον·
Ἰησοῦ πάσης με πλημμελείας καθάρισον.
Ἰησοῦ τὴν ἐμὴν διάνοιαν λάμπρυνον·
Ἰησοῦ μνήμην θανάτου μοι πάρεξον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Σῶσαι θέλων τὸν κόσμον, ἀνατολὴ ἀνατολῶν εἰς δύσιν
ζοφώδη τὴν φύσιν ἡμῶν προσείληφας, μέχρι θανάτου σεαυτὸν ταπεινώσας. Διὸ τὸ
ὄνομά σου ὑπὲρ πᾶν ὄνομα ὑπερύψωται, καὶ ἐκ πασῶν γενεῶν ούρανίων καὶ ἐπιγείων
ἀκούεις·
Ἀλληλούϊα.
Τεῖχος εἶ τῶν γηγενῶν Βασιλεῦ προαιώνιε, ἀπόστειλον
ἡμῖν τὸν Παράκλητον, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλίδος, ὡς πάλαι τοὺς δέκα
λεπροὺς ἐκαθάρισας, καὶ ἴασαι ἡμᾶς, καθάπερ ἰάσω τὴν τοῦ τελώνου Ζακχαίου
φιλόχρυσον ψυχήν, ὅπως ἐν κατανύξει βοῶμέν σοι·
Ἰησοῦ θησαυρὸς ἀνέκλειπτος·
Ἰησοῦ πλοῦτος ἀδαπάνητος.
Ἰησοῦ τροφὴ ζωοπάροχε·
Ἰησοῦ πόσις ἀνεξάντλητε.
Ἰησοῦ γυμνῶν ἡ ἀμφίασις·
Ἰησοῦ χηρῶν τε καὶ ὀρφανῶν ἡ ἀντίληψις.
Ἰησοῦ τῶν ἀπορουμένων ἡ ὑπεράσπισις·
Ἰησοῦ τῶν κοπιόντων ἡ ἀνάπαυσις.
Ἰησοῦ τῶν ὁδοιπόρων ὁ συνοδίτης·
Ἰησοῦ τῶν πλεόντων ὁ κυβερνήτης.
Ἰησοῦ ἡ γαλήνη τῶν ἐν ζάλῃ καὶ τρικυμίᾳ·
Ἰησοῦ τῶν πιπτόντων χειραγωγία.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ἰησοῦ πλοῦτος ἀδαπάνητος.
Ἰησοῦ τροφὴ ζωοπάροχε·
Ἰησοῦ πόσις ἀνεξάντλητε.
Ἰησοῦ γυμνῶν ἡ ἀμφίασις·
Ἰησοῦ χηρῶν τε καὶ ὀρφανῶν ἡ ἀντίληψις.
Ἰησοῦ τῶν ἀπορουμένων ἡ ὑπεράσπισις·
Ἰησοῦ τῶν κοπιόντων ἡ ἀνάπαυσις.
Ἰησοῦ τῶν ὁδοιπόρων ὁ συνοδίτης·
Ἰησοῦ τῶν πλεόντων ὁ κυβερνήτης.
Ἰησοῦ ἡ γαλήνη τῶν ἐν ζάλῃ καὶ τρικυμίᾳ·
Ἰησοῦ τῶν πιπτόντων χειραγωγία.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ὑμνον ἐν κατανύξει προσφόρω σοι ὁ ἀνάξιος, καὶ βοῶ σοι
ὥσπερ ἡ Χαναναία Ἰησοῦ ἐλέησόν με, οὐ Θυγατέρα, ἀλλἀ σάρκα κέκτημαι δαιμονῶσαν
δεινῶς, καὶ τῶ θυμω φλεγομένων, καὶ παράσχου μοι τὴν ἴασιν ὑμνοῦντί σοι·
Ἀλληλούϊα.
Φωτοπάροχον φῶς καὶ ἀληθινόν, τοῖς ἐν σκότει τῆς
ἀγνωσίας, ὥσπερ πάλαι τοῦ διώκοντός σε Παύλου, διὰ τῆς οὐρανόθεν φωνῆς
διανοίξας τὰς ἀκοὰς τῆς ψυχῆς, καὶ τὴν τοῦ νοὸς κατηύγασας ὀξύτητα. Οὕτω κἀμοῦ
τὰ ζοφώδη βλέφαρα, φώτισον τῆς καρδίας βοῶντάς σοι·
Ἰησοῦ Βασιλεῦ πανθενέστατε·
Ἰησοῦ Θεὲ παντοδύναμε.
Ἰησοῦ Παντοκράτορ ἀθάνατε·
Ἰησοῦ Κτίστα μου ὐπερδόξαστε.
Ἰησοῦ ὁδηγὸς τῶν ἐσκοτισμένων·
Ἰησοῦ ἀνάπαυσις τῶν πεφορτισμένων.
Ἰησοῦ Δέσποτα ἐλεῆμον·
Ἰησοῦ Σῶτέρ μου πανοικτίρμον.
Ἰησοῦ φώτισόν μου τὰς αἰσθήσεις σκοτισθείσας τοῖς πάθεσιν·
Ἰησοῦ ἴασόν με ὅλον λεπρωθέντα τοῖς πλημμελήμασι.
Ἰησοῦ καθάρισόν μου τὸν νοῦν ἀπὸ αἰσχρῶν λογισμῶν·
Ἰησοῦ διατήρησον τὴν καρδίαν μου ἀπὸ ὀρέξεων πονηρῶν.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ἰησοῦ Θεὲ παντοδύναμε.
Ἰησοῦ Παντοκράτορ ἀθάνατε·
Ἰησοῦ Κτίστα μου ὐπερδόξαστε.
Ἰησοῦ ὁδηγὸς τῶν ἐσκοτισμένων·
Ἰησοῦ ἀνάπαυσις τῶν πεφορτισμένων.
Ἰησοῦ Δέσποτα ἐλεῆμον·
Ἰησοῦ Σῶτέρ μου πανοικτίρμον.
Ἰησοῦ φώτισόν μου τὰς αἰσθήσεις σκοτισθείσας τοῖς πάθεσιν·
Ἰησοῦ ἴασόν με ὅλον λεπρωθέντα τοῖς πλημμελήμασι.
Ἰησοῦ καθάρισόν μου τὸν νοῦν ἀπὸ αἰσχρῶν λογισμῶν·
Ἰησοῦ διατήρησον τὴν καρδίαν μου ἀπὸ ὀρέξεων πονηρῶν.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Χάριν μοι παράσχου πάντων ὀφλημάτων ὁ χρεολύτης, καὶ
δέξαι με μετανοοῦντά σοι ὡς ἐδέξω ἀρνησάμενόν σε τὸν Πέτρον, καὶ ἀνακάλεσαι
ῥαθυμοῦντά με, ὡς ποτὲ τὸν Παῦλον προσκαλέσω διώκοντά σε, καὶ ἐπάκουσόν μου
ἀναβοῶντός σοι·
Ἀλληλούϊα.
Ψάλλοντές σου τὴν ἐνανθρώπησιν, ἀνυμνοῦμέν σε πάντες,
καὶ πιστεύοντες σὺν τῷ Θωμᾷ σοι βοῶμεν· ὁ Κύριος καὶ Θεὸς ημῶν, ὁ ἐν δεξιᾷ
καθεζόμενος τοῦ Πατρός, καὶ μέλλων κρῖναι ζῶντάς τε καὶ νεκρούς, καὶ ἡμᾶς
ἀξίωσον τότε, τῆς ἐκ δεξιῶν σου μερίδος ἀναβοῶντάς σοι·
Ἰησοῦ Βασιλεῦ τῶν αἰώνων
ἐλέησόν με·
Ἰησοῦ ἄνθος εὔοσμον μύρισόν με.
Ἰησοῦ τῇ ζέσει ἀγάπης τῆς σῆς με περίθαλψον·
Ἰησοῦ τῇ σῇ χάριτι.
Ἰησοῦ χιτῶνα φωτεινὸν ἔνδυσόν με·
Ἰησοῦ τῷ σῷ φωτὶ λάμπρυνόν με.
Ἰησοῦ τὸ ὄντως φῶς φώτισόν με·
Ἰησοῦ Ἥλιε τῆς δικαιοσύνης αὔγασόν με.
ἸησοῦΦωτουργὲ φαιδρόν με ἀνάδειξον·
Ἰησοῦ νόσου ψυχῆς καὶ σώματός με ἀπάλλαξον.
Ἰησοῦ χειρὸς ἐναντίων με ἐξάρπασον·
Ἰησοῦ πυρὸς ἀσβέστου καὶ πάσης βασάνου με λύτρωσον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ἰησοῦ ἄνθος εὔοσμον μύρισόν με.
Ἰησοῦ τῇ ζέσει ἀγάπης τῆς σῆς με περίθαλψον·
Ἰησοῦ τῇ σῇ χάριτι.
Ἰησοῦ χιτῶνα φωτεινὸν ἔνδυσόν με·
Ἰησοῦ τῷ σῷ φωτὶ λάμπρυνόν με.
Ἰησοῦ τὸ ὄντως φῶς φώτισόν με·
Ἰησοῦ Ἥλιε τῆς δικαιοσύνης αὔγασόν με.
ἸησοῦΦωτουργὲ φαιδρόν με ἀνάδειξον·
Ἰησοῦ νόσου ψυχῆς καὶ σώματός με ἀπάλλαξον.
Ἰησοῦ χειρὸς ἐναντίων με ἐξάρπασον·
Ἰησοῦ πυρὸς ἀσβέστου καὶ πάσης βασάνου με λύτρωσον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Ὦ Γλυκύτατε καὶ Πανοικτίρμον Ἰησοῦ, πρόσδεξαι ταύτην
ἡμῶν τὴν ἱκέσιον δέησιν (ἐκ γ΄), ὡς ἐδέξω τὰ τῆς χήρας δύο λεπτά, καὶ
συντήρησον τὴν κληρονομίαν σου ἀπὸ ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων, ἐπιδρομῆς
ἀλλοφύλων ἐκ νόσου λιμοῦ, παντείας ἀνάγκης, καὶ θανατηφόρου πληγῆς, καὶ
λύτρωσαι κολάσεως, τοὺς βοῶντάς σοι·
Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου