Τετάρτη 27 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 28. ΟΣΙΟΣ ΑΥΞΕΝΤΙΟΣ ΑΛΑΜΑΝΟΣ ΚΥΠΡΟΥ


ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΗ΄!!
ΑΥΞΕΝΤΙΟΣ ΟΣΙΟΣ ΑΛΑΜΑΝΟΣ ΚΥΠΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου νῦν ἠξιώθης οἰκεῖν, καὶ σὺν Ἀγγέλοις μέλπειν, τὸν Τρισάγιον ὕμνον, Αὐξέντιε τρισμάκαρ ὑπὲρ ἡμῶν, τῶν σῶν δούλων δεήθητι, ἐλεηθῆναι ῥυσθῆναί τε τῶν δεινῶν, καὶ κινδύνων εὐφημούντων σε.

Τῶν οὐρανίων τὰ κάλλη Πάτερ ἀπείληφας, καὶ σὺν Ὁσίοις πᾶσι, τῷ Θεῷ ἐκκολήθης, Αὐξέντιε σῶν πόνων τὰς ἀμοιβάς, πρὸς Χριστοῦ τοῦ Κυρίου σου, Ὃν ἐκδυσώπει κινδύνων καὶ πειρασμῶν, ῥῦσαι πάντας τοὺς τιμῶντάς σε.

Στρατείαν πλοῦτον καὶ κόσμου πᾶσαν τερπνότητα, διὰ Χριστοῦ τὸν πόθον, εἰς οὐδὲν ἐλογίσω· διὸ καὶ ἀνεβόας τοῖς περὶ σέ, ἀγαθὸν ἐστὶ φίλοι μου, τῷ δυνατῷ προσκολλᾶσθαι σώζειν ὁμοῦ, ψυχὰς πάντων καὶ τὰ σώματα.
 
Δόξα. Ἦχος πλ. β΄.
Τῶν ἀσκητῶν τὴν καλλονήν, καὶ τῶν Ὁσίων κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ τῶν πιστῶν ἀντιλήπτορα μέγιστον, συνελθόντες ἀναδύσωμεν διαδήμασιν ἐγκωμίων, καὶ τούτῳ προσείπωμεν· χαίροις, ὁ τῶν Κυπρίων φρουρός, καὶ ἔρεισμα σεπτόν, καὶ στύλος ἀδιάπτωτος· χαίροις, Ἀλαμανίας βλαστός, καὶ τῆς κώμης κοσμήτωρ καὶ λαμπτήρ, διαλάμπων τοῖς θαύμασι· χαίροις, τῶν θλιβομένων μεγίστη χαρμοσύνη, καὶ ἀδικουμένων θερμότατος ἔκδικος· καὶ νῦν παμμάκαρ Αὐξέντιε, μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν τῷ Χριστῷ, τῶν ἐν πίστει καὶ πόθῳ τιμώντων ἀεί, τὴν πάνσεπτον καὶ πανέορτον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδς. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄.
Ἐνατενίσας ἀκλινῶς, τῷ ὕψει τῆς γνώσεως, ἐμυήθης τὰ ἀπόῤῥητα· ὅθεν καὶ κόσμον ἔλιπες, καὶ τὴν τούτου τερπνότητα, Χριστῷ προσεκολλήθης· διὸ ὑπὲρ ἡμῶν, Αὐτὸν δυσώπει, Ὅσιε Πάτερ Αὐξέντιε.

Ὁ αὐτός.
Στήλη ἔμψυχος, καὶ ἔμπνους εἰκών, ἀνεδείχθη ἡμῖν ἡ σὴ πολιτεία Ὅσιε Αὐξέντιε· τοῖς συνοῦσί σοι γὰρ ἔλεγες· οὐδὲν ἡμᾶς χωρίσει τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, ὦ συστρατιῶται, διὰ στρατείαν πρόσκαιρον, εἰς οὐδὲν λογισάμενος, πατρίδα ἠρνήσω καὶ Κύπρον κατέλαβες, καὶ στενωτάτῳ ἄντρῳ σεαυτὸν ἐγκαθήρξας, νηστείᾳ καὶ ἀγρυπνίᾳ καὶ προσευχῇ ἐπιμόνῳ, χάριν ἔλαβες παρὰ Χριστοῦ τοῦ Κυρίου σου, διώκειν δαίμονας, καὶ ἰᾶσθαι νοσήματα· Αὐτὸν δυσώπει ὑπὲρ ἡμῶν Πάτερ ἀοίδιμε.

Ἦχος δ΄.
Ἀλαμανίας ἄνθος τὸ τερπνότατον, ὁ ἐν πολέμοις καὶ στρατείᾳ διαπρέψας, μέγιστος Αὐξέντιος, ὁ διὰ Χριστὸν Κύπρον οἰκήσας, καὶ Καρπασέων μέγας φρουρὸς ὑπ’ Αὐτοῦ προχειρισθείς, συγκαλεῖται νῦν ἡμᾶς, πρὸς ἑστίασιν πνευματικήν· δεῦτε οὖν φιλέορτοι ἐντρυφήσωμεν, τῶν τερατουργημάτων αὐτοῦ· ὃν καὶ πρὸς Κύριον πρέσβυν ληψώμεθα, ἵνα δι’ αὐτοῦ τύχωμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Δόξα. Ἦχος πλ. δ΄.
Ὢ τοῦ μεγίστου μυστηρίου τῆς τοῦ Χριστοῦ δυνάμεως· ὁ ἐν πολέμοις καὶ στρατιαῖς εὐδοκιμῶν, καὶ τοῖς ἐχθροῖς ἀνάλωτος, τὸν τῶν ἀζύγων βίον ὕστερον ᾑρετίσατο, τῶν ἀρχέκακον ἐχθρὸν πτερνίσας, Κύπρον ᾤκησε, καὶ ταύτης τὰς ἐρήμους ὡς πόλεις εἰργάσατο πλήθη πάμπολλα Χριστῷ προσαγαγών· δι’ ἀσκήσεως καὶ σεμνῆς πολιτείας, καὶ τούτους πρέσβες πρὸς Κύριον ἡμῖν ἀναδειξάμενος, προς ὃν καὶ ἡμεῖς ἱκετικῶς οὕτως εἴπωμεν· Ὅσιε Πάτερ Αὐξέντιε, τοὺς τὴν σὴν πανήγυριν χαρμονικῶς ἐπιτελοῦντας, λύτρωσαι ἐκ κινδύνων ψυχικῶν, τῇ πρὸς Θεὸν πρεσβείᾳ σου, καὶ τῶν τοῦ Κόσμου δυσχερῶν ἀπάλλαξον, Πάτερ ἀοίδιμε.



Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶς.
Χαίροις, ἀγωνισμάτων σεπτόν, καὶ καθαρὸν τῶν ἀρετῶν καταγώγιον, ἡ κρήνη τῶν ἰαμάτων, ἡ τῶν θαυμάτων πηγή, τοῖς πιστοῖς τὰ ῥεῖθρα ἡ προχέουσα, ὁ θεῖος Αὐξέντιος, ὁ αὐξήσας τὸ τάλαντον, καὶ τῷ Δεσπότῃ, σωζομένην παρέστησε, πληθὺν ἄπειρον, καὶ Ἀγγέλοις κατέσμιξεν· ὅθεν Χριστὸς ἠμείψατο, αὐτὸν θείαις χάρισι, καὶ πρεσβευτὴν τῶν τιμώντων αὐτοῦ τὴν μνήμην ἀνέδειξε· διὸ νῦν εἰρήνην, ἱκετεύει δοῦναι πᾶσι, καὶ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δένδρον, ἀειθαλὲς τοῖς πιστοῖς, πεφυτευμένον τῶν ὑδάτων ὡς γέγραπται, παράθου τὰς διεξόδους, καρποὺς τοὺς αὐτοῦ, ἐν καιροῖς τοῖς ἰδίοις παρεχόμενον, ἡμῖν καὶ γλυκαῖνον, τὰ τῶν ψυχῶν αἰσθητήρια, ἀπομαραῖνον, τῶν παθῶν τὰ νοσήματα, ἐκριζοῦν αὐτά, τῶν ψυχῶν θείᾳ χάριτι· ὅθεν νῦν ἐκβοήσωμεν, παμμάκαρ Αὐξέντιε, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει, ἐπιτελούντων τὴν μνήμην σου, μὴ παύσῃ πρεσβεύων, τοῦ δοθῆναι τὴν εἰρήνην, καὶ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Φοίνιξ, πεφυτευμένος αὐλαῖς, προφητικῶς ταῖς τοῦ Κυρίου σου Ὅσιε, ἀνθήσας καὶ ὡσεὶ κέδρος, ἐν τῷ Λιβάνῳ σαφῶς, πληθυνθεὶς τὴν Κύπρον κατεπλούτησας, αὐτῆς τὰς ἐρήμους, ὡς πόλεις μάκαρ ἀνέδειξας, καὶ μοναζόντων, συστημάτων ἐπλήρωσας, καὶ ἐδίωξας, τῶν δαιμόνων τὰς φάλαγγας· ὅθεν Πάτερ Αὐξέντιε, τὴν θείαν σου λάρνακα, τὴν τῶν λειψάνων κυκλοῦντες, περιχαρῶς ἀσπαζόμεθα, ἐξ ἧς ἡμῖν δίδου, ταῖς εὐχαῖς σου εὐρωστείαν, καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν τῇδε ὑπερφρονήσας, τοῦ Κυρίου ἐραστής, ἐγένου Πάτερ Αὐξέντιε· καὶ Χριστὸν ἐνστερνησάμενος, κόσμον κατέλιπες, καὶ παρ’ αὐτοῦ τὰ γέρα, ἀντάξια τῶν σῶν πόνων εὑράμενος, τὸν χρυσὸν ὡς πηλὸν γὰρ λελόγισαι, καὶ τοῖς συνεπομένοις σοι κραυγάζων ἔλεγες· τἢν σάρκα νεκρώσωμεν ὦ συστρατιῶταί μου, τὸ γὰρ ταύτης φρόνημα, ἔχθρα εἰς Θεόν, ὡς Παῦλος φησὶν ὁ μέγας Ἀπόστολος· ὅθεν καὶ ἡ θήκη τῶν λειψάνων σου, εὐωδίαν πνευματικὴν ἀναπέμπουσα, εὐωδιάζει τῶν πιστῶν τὰς διανοίας· διὸ Πάτερ Ὅσιε, μὴ παύσῃ πρεσβεύων πρὸς Κύριον, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν θείαν καὶ πάνσεπτον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Χαίρει ἔχουσα ἡ Καρπασέων Κώμη λάρνακα τῶν σῶν λειψάνων, παναοίδιμε πάτερ Αὐξέντιε. Ὡς γὰρ ποτὲ πολεμίους κατήσχυνας, καὶ τῶν δαιμόνων τὸ θράσος ἐνίκησας καὶ κατηύφρανας ἡμᾶς τοὺς πιστῶς σοὶ κράζοντας, ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.




















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογία, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιος φαιδρός, ἡ ἁγία σου μνήμη, ἀνέτειλε νυνί, καὶ ἐφαίδρυνε πάντας, πιστοὺς προσπελάζοντας, τῇ σωρῷ τῶν λειψάνων σου, Πάτερ Ὅσιε, ἀδιαλείπτως ἀμείβων, χάριν ἔλεος, καὶ τῶν δεινῶν νῦν τὴν λύσιν, εὐχαῖς σου πρὸς Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε ἁγνή, Θεοτόκε Μαρία, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη, κινδύνων καὶ θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ Σοὶ τὰς ἐλπίδας, Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις Σου.

Μετὰ τὴν β΄ Στιχολογία, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὑψοῦ διάνοιαν, ἄνω μετάρσιος, γηΐνης σχέσεως, καταπεφρόνηκας, ἐν στενωτάτῳ καὶ σμικρῷ, ἄντρῳ συνθλιβόμενος, τήξας τὸ σαρκίον σου, προσευχαῖς τε καὶ δάκρυσιν· ὅθεν καὶ ἠμείψατο, ὁ Χριστός σε Αὐξέντιε, χωρίσμασιν αὐτοῦ, ἀθανάτοις, ὅπως ἀεὶ σὲ δοξάζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀκατανόητον, καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα, θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ Σοί, φρικτὸν τοῦτο μυστήριον· τὸν γὰρ ἀπερίγραπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων Σου, Ὃν πάντοτε ἁγνὴ ὡς Υἱόν Σου, δυσώπει τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὸν Πολυέλεον. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐδεσμεύθης τῷ πόθῳ τῷ τοῦ Χριστοῦ, καὶ στρατόν τε καὶ πλοῦτον καταλιπών, τῆς ἐνεγκαμένης σε, μετανάστης γενόμενος, καὶ πρὸς Κύπρον ἔφθασας, ἐρήμοις καὶ ὄρεσιν, φυγαδεύων ὥσπερ σαυτὸν ἀπεμάκρυνας· ὅθεν Καρπασέων, οἱ χοροὶ συνελθόντες, ἐν ὕμνοις γεραίρουσι, τὴν σεπτήν σου πανήγυριν, θεοφόρε Αὐξέντιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
 Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀσθενείᾳ βαρείᾳ περιπεσών, καὶ δεινῶς ἐν τοῖς πόνοις κατακαμφθείς, οὐ φέρω τὸ καύσωνα, τῆς δεινῆς ῥαθυμίας μου, ἀλλ’ ὁ εἰδὼς ἑκάστου, σωτὴρ τὴν ἀσθένειαν, καὶ ὡς Πατὴρ παιδεύων, τοὺς γνώμῃ σοι πταίσαντας, Σύ με ἐξανάστησον, δυνατὸς γὰρ ὑπάρχεις, ἰᾶσθαι νοσήματα, τῶν ψυχῶν καὶ σωμάτων ἡμῶν, ἵνα πάντοτε κράζωμεν· μεγάλα Σου τὰ ἔργα Σωτήρ, καὶ φοβερὰ τὰ θαυμάσια, λύτρωσαι γὰρ πιστοὺς ἐξ ἀναγκῶν, ταῖς πρεσβείαις τῆς μόνης θεόπαιδος.



Εἶτα, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὀ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας· παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου εἰς στ΄, καὶ τοῦ Ἁγίου εἰς η΄.
Ὁ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἄνω πρὸς μόνον τὸν ἐν τῆ φύσει πέλοντα, ἕνα Θεὸν τοῦ παντός, ἠτενικῶς ὄμμα, τὸ τῆς διανοίας μου, κἀκεῖθεν ἐξαιτούμενος, λύσιν τῶν ἐγκλημάτων, καὶ φωτισμόν μοι δωρήσασθαι, μέλψαι Αὐξεντίου πανήγυριν.
Μόνον Χριστὸν ἐπιποθῶν Αὐξέντιε, οὗ τὸν ζυγὸν τὸν Χριστόν, ἀναλαβὼν μάκαρ, ἀκλινῶς διώδευσας, καὶ νουνεχῶς διήνυσας, τὴν στενὴν ὄντως τρίβον, πρὸς πλατυσμὸν δέ σε φέρουσαν, εἰς τὰ τῶν Ἁγίων σκηνώματα.
Ἀνακαθάρας διανοίας ὄμματα, ταῖς ἐπαγρύπνοις εὐχαῖς, καὶ τὴν ἰλὴν πᾶσαν, ἀποτιναξάμενος, τῶν κοσμικῶν συγχύσεων, καὶ στρατείαν καὶ πλοῦτον, Αὐξέντιε καταλέλοιπας, καὶ Χριστοῦ κατ’ ἴχνος ἐβάδισας.
Θεοτοκίον.
Ξενίζει πᾶσαν ἀκοὴν καὶ ἔννοιαν, καὶ λογισμὸν ἐξετᾷ, τὸ τῆς ἁγνῆς θεῖον, καὶ φρικτὸν μυστήριον· ἐπεὶ γὰρ ὡς ἐδέξατο, τὴν φωνὴν τοῦ Ἀγγέλου, δίχα σπορᾶς ἀπεκύησας, λόγον τοῦ Πατρὸς τὸν ἀοίδιον.










ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὁ συναθροίσας νῦν ἡμᾶς, Αὐξέντιος ἐν τῇ κώμῃ τῇ μεγίστῃ, πρὸς φαιδρὰν πανδαισίαν, ἐν τῇ μνήμῃ τῇ αὐτοῦ, δοξολογοῦντες Κύριον, τὸν θαυμαστὸν Ἁγίοις, ἐν γῇ τοῖς τοῦτον δοξάσασι.
Σὺν τῇ ἁμάξῃ καὶ ἡμεῖς, ἀκολουθοῦντες ἐν κώμῃ, Καρπασέων τοῖς χοροῖς συνημμένοι, λιτανεύοντες θερμῶς, τὸν Ὅσιον Αὐξέντιον, ὅπως πρεσβείαις τούτου, ῥυσθείημεν τῶν κολάσεων.
Φωτὶ τῷ θείῳ παρεστώς, ὡς ἔχων νῦν παῤῥησίαν, καὶ πρὸς πρόσωπον ὁρᾷς τὴν Τριάδα, ἣν καὶ μέλπεις ἐκβοῶν· Ἅγιος εἶ Φιλάνθρωπε, σῶσον τῇ Σῇ ἰσχύϊ, λαὸν καὶ ποίμνην Σὴν Δέσποτα.
Θεοτοκίον.
Ἐκ τῶν τῆς Ἄγαρ νῦν υἱῶν, ἐκλυτρωθῆναι τοὺς πίστει, προσεδρεύοντας τῷ θείῳ ναῷ Σου, καὶ πάντων συμφορῶν ἀπάλλαξον Μητρόθεε, ὡς παῤῥησίαν ἔχεις, πρὸς τὸν Υἱόν Σου καὶ Κύριον.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν ὁπλίτην Κυρίου ἀνευφημήσωμεν, Ἀλαμάνης τὸ βλάστημα τὸ φαιδρότατον, ἐν ὑμνῳδίαις οἰ πιστοὶ νῦν μακαρίσωμεν, τὸν καταλειψαντα στρατόν, καὶ κοσμικὴν ὑπεροχήν, καὶ ἧρε τὸν τοῦ Σωτῆρος, Σταυρὸν ἐπ’ ὤμων καὶ Τοῦτον, καθικετεύει σωθῆναι πάντας ἡμᾶς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄσπορος τόκος ὁ τῆς γεννήσεως, ἐν Σοὶ ἐγνώρισται ἁγνὴ ἀειπάρθενε· καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα Σου Θεοτόκε, τοῖς πᾶσιν ἐφηπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ δ΄. Σύ μου Χριστὲ Κύριος.
Ῥῦσαι δεινῶν καὶ συμφορῶν καὶ τῶν θλίψεων, τὴν σὴν ποίμνην Ὅσιε Αὐξέντιε· καὶ ἀποδίωξον νοητοὺς λύκους τε καὶ κύνας, τοὺς καταπίειν ἐθέλοντας· αὐτὴν μεγίστην ἔχεις, πρὸς Θεὸν παῤῥησίαν, τὸν δυνάμενον σώζειν τὰ σύμπαντα.
Ἵνα ὑμνῶ καὶ πόθῳ ἀνακραυγάζω σοι, χαρμοσύνως Ὅσιε Αὐξέντιε τῶν μοναστῶν, χαῖρε καλλονή, σὺ γὰρ τὰς ἐρήμους ἐπόλισας, Πάτερ Ὅσιε, καὶ πλήθη σωζομένων τῷ Χριστῷ προσηγάγῳ, λατρευσάντων πιστῶς τῷ Σωτῆρι Θεῷ.
Θεοτοκίον.
Σῶσον κἀμὲ τὸν πίστει ἀνακραυγάζονται, Σοὶ τῇ μόνῃ μεγίστῃ μεσίτριᾳ, ἁμαρτανόντων πρὸς τὸν Θεόν· καὶ τὰ γραμματεῖα, τῶν μολυσμῶν μου ἐξάλειψον, Παρθένε Θεοτόκε, παῤῥησίαν ὡς ἔχεις, καὶ γὰρ δύνασαι Μήτηρ ἀπείρανδρε.


ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὄλβος Πάτερ ἐδόθης, καὶ πνευματικὸν ἰατρεῖον Αὐξέντιε, τοῖς νοσοῦσιν ὥσπερ τὰς ἰάσεις ὡς νάματα βρύεις γάρ, ἐκ των σῶν λειψάνων, καὶ εὐωδίαν ἀναπέμπεις, τοῖς ἐν πίστει τιμῶσι τὴν μνήμην σου.
Νέαν ἔδειξας τρίβον, Πάτερ τοῖς νοσοῦσί σοι τὴν ἄνω φέρουσαν, καὶ στρατείαν ὥσπερ, ἐπιζήμιον καταλελείπατε, καὶ τὸν κόσμον πάντα, καὶ τῷ Χριστῷ προσκολληθέντες, παρ’ αὐτοῦ τοὺς στεφάνους ἐδέξασθε.
Συνὼν θείαις χωρίαις, καὶ συναυλιζόμενος Πάτερ Αὐξέντιε, τοῦ Θεοῦ τὸ κάλλος, καθορῶν ἐποπτεύεις τὸ ἄῤῥητον, ἡμῶν τῶν σῶν δούλων, ἐπιτελούντων τὴν σὴν μνήμην, μνημονεύων μὴ παύσῃ δεόμεθα.
Θεοτοκίον.
Κλίμαξ ἣν ἴδε πάλαι, Ἰακὼβ ὁ μέγιστος ἐν Πατριάρχαις ἁγνή, ὑψουμένην ἄνω, ἀπὸ γῆς πρὸς οὐράνια Δέσποινα, Σὺ ὑπάρχεις ὄντως, ὁ γὰρ Θεὸς ἐν Σοὶ σκηνώσας, πρὸς ἡμᾶς καταβέβηκεν ἄχραντε.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἡμέρα φωτοειδής, ἡμῖν ἐπέστη ἡ μνήμη σου, Αὐξέντιε φωτισμόν, ἡμῖν ἐπιπέμπουσα, τοῖς λειψάνοις ψαύουσιν, ἀκλινῇ τῇ πίστει, τοῖς σοῖς Πάτερ ἱερώτατε.
Ναμάτων ζωοποιῶν, ἐμφορηθεὶς Πάτερ Ὅσιε, καταγλυκαῖνον ἡμῶν, ψυχῶν αἰσθητήρια, τοῖς πόθῳ προστρέχουσι, τῷ σεπτῷ λειψάνῳ, σοῦ ἀοίδιμε Αὐξέντιε.
Ὁ Καρπασέων λαός, πανηγυρίζει φαιδρότατα, συμπαριστάμενος νῦν, τῇ σορῷ τῶν θείων σου, λειψάνων δεχόμενος, ἰαμάτων χάριν, παμμακάριστε Αὐξέντιε.
Θεοτοκίον.
Σὺ μόνη τῶν ὑπὲρ νοῦν, κυοφορίᾳ Σου ἄχραντε, τὰ διεστῶτα τὸ πρίν, εἰς ἓν ἐπανήγαγες, καὶ γὰρ τὸν ποιήσαντα, πάντα ὑπὲρ λόγον, καὶ διάνοιαν γεγένηκας.














Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν ἐν στρατείᾳ καὶ πολέμοις διαπρέψαντα, διὰ Χριστὸν σμικρῷ σπηλαίῳ εἰσοικήσαντα, ὑμνωδίαις τὸν Αὐξέντιον δεῦτε πάντας, ἀναδήσωμεν, ὡς ἔχοντα παῤῥησίαν καὶ πρεσβεύει πρὸς Χριστὸν τοῦ λυτρωθῆναι ἡμᾶς, τοὺς κραυγάζοντας· χαίροις Πάτερ Αὐξέντιε.
Ὁ Οἶκος.
Ἄνθρωπος μὲν τῇ φύσει, Ἄγγελος δὲ τοῖς τρόποις, ἐφάνης ὦ Αὐξέντιε μάκαρ· τῆς γὰρ σαρκὸς τὰ πάθη νεκρώσας, καὶ τὰς ἡδονὰς καταπτύσας, ὑπέταξας τὸ χεῖρον τῷ κρείττονι, ἔξω σαρκὸς ἔτι ζῶν διετέλεις· διόπερ καὶ ἡμεῖς σοὶ βοῶμεν·
Χαίροις, Ἀλαμανίας ὁ βλαστὸς καὶ τὸ ἄνθος·
χαίροις, ὁ ἐν γῇ πολιτεύων ὡς ἄσαρκος.
Χαίροις,στρατιῶν ὁ κοσμήτωρ καὶ πρόβολος·
χαίροις, πολεμίων νικήσας θρασύτητα.
Χαίροις, ὅτι ἀπονέκρωσας τὸν ἀρχαίον πτερνιστήν·
χαίροις, ὅτι Κύπρον ᾤκησας ἵνα λάβῃς κατ’ ἐχθρῶν.
Χαίροις, συστρατιώτας τῷ Χριστῷ προσηγάγῳ·
χαίροις, τῶν σωζομένων πλήθη πάμπολλα δείξας.
Χαίροις, Ἀγγέλοις νῦν συναρίθμιος·
χαίροις, τῶν ἁγίων χοροῖς ἀγαλλόμενος.
Χαίροις ὁ τὴν Τριάδα καθαρῶς ἐποπτεύων·
χαίροις, ἀδιαλείπτως ὑπὲρ ἡμῶν πρεσβεύεις.
Χαίροις, Πάτερ Αὐξέντιε.




















Συναξάριον.
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Αὐξεντίου τοῦ ἐν Κύπρῳ, τοῦ Ἀλαμάνου.
Τὸν Αὐξέντιον ἐπαίνοις τοῖς μεγίστοις,
ἐπαινῶ αὐξήσαντα, τάλαντος θεῖον.
Ὀγδοάτῃ ἀμφ’ εἰκάδι, Αὐξέντιος πρὸς πόλον ἤρθη.

Ποιμὴν ὁ Μᾶρκος, Μᾶρκος, ὃν κτείνει ξίφος,
Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ.
Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου,
Ἐκεῖθεν ἐκδύνουσιν εἰς θείαν δρόσον.
Ἡλιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων,
Χριστοῦ κατ' ἐχθρῶν ἐκ ξίφους νίκη νέα.
Τμηθέντα Παίδων καὶ Γυναικῶν μύρια,
Ὦ παῖ γυναικός, καὶ Θεέ, πλήθη δέχου.
Οὗτοι οἱ Ἅγιοι ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ βασιλέως, ἐν πόλει Πισσιδείας, Μάγνου ἡγεμονεύοντος.
Ὁ δὲ μακάριος Μάρκος ἦν ποιμαίνων πρόβατα, λευκὴν ἔχων τὴν κόμην τῆς κεφαλῆς καὶ βαθείαν, μέχρι καὶ πτέρνης αὐτῆς. Ἐπεὶ δὲ διεγνώσθη ὡς εἴη Χριστιανός, παραχρῆμα κρεμασθείς, ξέεται. Εἶτα, παρεπέμφθη ἐν Κλαυδιουπόλει. Προσκληθέντων δὲ χαλκοτύπων, κατασκευῆς ἕνεκα τῶν τοῦ Μάρτυρος δεσμῶν, προσήχθησαν τρεις ἀδελφοί· Ἀλέξανδρος, Ἀλφειὸς καὶ Ζώσιμος, τὴν Κατάλυτον οἰκοῦντες κώμην, βάναυσοι τὴν τέχνην, καὶ τῆς τοῦ σιδήρου ἐργασίας ἐπιστήμονες. Ἀρξαμένων δὲ τύπτειν, καταῤῥέει ὁ σίδηρος ὡς ὕδωρ, καὶ αἱ χεῖρες αὐτῶν ἐνάρκουν. Οἱ δέ, τὸ συμβὰν θαυμάσαντες, καὶ φωνῆς θείας ἐπακούσαντες, προτρεπούσης συναθλῆσαι αὐτοὺς τῷ Μάρκῳ, οὐκ ἠμέλησαν, ἀλλὰ Χριστιανοὺς ἑαυτοὺς ὡμολόγησαν. Εὐθὺς δὲ στρέβλαις ὑπεβλήθησαν, καὶ μόλυβδον ζέοντα διὰ τοῦ στόματος ἐδέξαντο, καὶ ἐν πέτρᾳ προσηλώθησαν, καὶ τοῦ βίου ἐξῆλθον. Ὁ δὲ Μάρκος ὑποδυθεὶς κρηπῖδας, καὶ μαστιχθεὶς ἱκανῶς, καὶ ὀβελίσκοις καταπαρείς, καὶ τὴν γλῶτταν τμηθείς, καὶ ἐν πέτρᾳ καθηλωθείς, τὴν κεφαλὴν ἀπετμήθη.
Ὁμοίως δὲ καὶ Νίκων καὶ Ἡλιόδωρος καὶ Νέων, κρατηθέντες μετὰ νηπίων καὶ παρθένων πολλῶν, ἐν τῷ λεγομένῳ Μωρομιλίῳ, ὑπὸ ξίφους ἀνηρέθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Χαρίτωνος τοῦ Ὁμολογητοῦ
Τῆς γῆς πατήσας τάς τρυφὰς ὁ Χαρίτων,
Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων.
Οὗτος ὑπῆρχεν ἐπὶ Αὐρηλιανοῦ τοῦ βασιλέως, καὶ ἐκ πόλεως Ἰκονίου τῆς Λυκαόνων ἐπαρχίας. Ὃς προσαχθεὶς τῷ Ὑπαττικῷ καὶ παῤῥησίᾳ τὸν Χριστὸν Θεὸν ὁμολογήσας, τύπτεται ἐκ τεσσάρων, καὶ πυρὶ καταφλέγεται. Μετὰ δὲ τὴν καταστροφὴν Αὐρηλιανοῦ, ἀπολυθείς, καὶ ἐν τῇ ἐρήμῳ λησταῖς περιπεσών, καὶ δεσμευθείς, λυτροῦται τούτων τρόπῳ τοιῷδε: Εἰς τὸ κεράμιον, ἐν ᾧ εἶχον τὸν οἶνον οἱ λησταί, ἔχις προσερπύσασα, τὸν ἰὸν ἐξέχεεν, οὗ ἐμφορηθέντες ἐξέψυξαν. Αὐτὸς δὲ τὸ σπήλαιον ἐκκλησίαν ποιήσας, καὶ πλῆθος μοναχῶν συναγαγών, εἰς Μονὴν ἀποκατέστησεν, ἐξ ἀκροτόμου πέτρας ὕδωρ ἐξενεγκών, καὶ ἰατὴρ παντοίων νοσημάτων φανείς, ἐν γήρᾳ βαθεῖ τὸν βίον κατέλυσε.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Βαρούχ
Bαροὺχ Προφήτης Ἱερεμίου φίλος,
Xριστοῦ Προφήταις συγχορεύει ἐν πόλῳ.
Ἡ τῶν Προφητῶν ἀκριβὴς διόπτρα, ἡ τοῦ Ἱερεμίου πνοὴ καὶ ἀνάπαυλα, ὁ θεῖος Βαρούχ, ἐφεπόμενος ἧν τῷ διδασκάλῳ Ἱερεμίᾳ, ὅτε ὡς αἰχμάλωτος οὗτος εἰς Αἴγυπτον κατήγετο, θρηνῶν τὴν ἅλωσιν τῆς Ἱερουσαλήμ. Καὶ ὡς ἐν δυσὶ σώμασι, μία ψυχὴ ἐν ἀμφοτέροις ἐγνωρίζετο τοῖς Προφήταις. Ἐπεὶ ἕνα ταξίαρχον εἶχον, τὸ Θεῖον Πνεῦμα ἀμφότεροι. Τρανοτέρως μέντοι ὁ Βαροὺχ τὰ περὶ τῆς Χριστοῦ οἰκονομίας ἀνεκελάδησεν λέγων: Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· καὶ τὰ ἑξῆς. εὕροι δ’ ἄντις καὶ πλείονα, φιλοπόνως τὰς προφητικὰς βίβλους ἐπανακρίνων, τὸν Προφήτην Βαροὺχ τὰ περὶ τοῦ Χριστοῦ καὶ τῆς Ἱερουσαλὴμ προαγγέλοντα. Οὗτος οὖν θεοφιλῶς πολιτευσάμενος, πρὸς Κύριον ἐξεδήμησεν.

Ῥωμαῖός ἐστιν, ἀλλὰ καὶ ῥωμαλέος.
Ὁ Μάρτυς Εὐστάθιος, ἄθλων πρὸς ξίφος.

Ἔξαρχον Ἀλέξανδρον εἶχον τοῦ τέλους,
Τμηθέντες ἄνδρες, ὧν ἀριθμὸς τρισδέκα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰσαὰκ τοῦ Σύρου



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἠρωδίωνος τῆς Λίμνης Ἴλης, τοῦ Ῥώσσου.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Εὐστοχίας.
Ἔρωτι θείῳ τρωθεῖσα Εὐστοχία,
Χριστοῦ παστάδι ᾤκησεν ἐπαξίως.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.


ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Ἐν Κύπτῳ ἐμάκρυνας, τῶν φίλων πάντων ἐπιλαθόμενος, ἔτι δὲ γεννητόρων, καὶ τὴν στρατείαν καὶ πλοῦτον ἐπίκηρον, καὶ τὴν πενίν ἠσπάσω, καὶ ἔμελπες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νεῦσον ταῖς δεήσεσιν, ἡμῶν τῶν πίστει ἀνακυκλούντων, τὴν σὴν πανσεβάσμιον θήκην, τῶν σῶν λειψάνων Πάτερ Αὐξέντιε, καὶ τῶν δεινῶν σοὺς ἱκέτας ἐκλύτρωσαι, ἵνα βοῶμεν πιστῶς· ὁ τῶν Πατέρων Θεός.
Μειζόνων ἠξίωσας τῶν χαρισμάτων Πάτερ τοῦ Πνεύματος, πρὸς Χριστὸν γὰρ παμμάκαρ, τὸν νοῦν καθάρας καὶ τὴν διάνοιαν, καὶ σὺν Ἀγγέλοις βοᾷς ἀγαλλόμενος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου μόνη τὸν Ποιητὴν τοῦ παντός, συλλαβοῦσα ἐν μήτρᾳ, μὴ λυμανθείσης τῆς παρθενίας τῆς Σῆς· διὸ καὶ χαῖρε βοῶ Σοι πανύμνητε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινος.
Ἰδοὺ ἡμῖν ἐφέστηκεν, ἡ σὴ μνήμη Αὐξέντιε, ὡς φωτοφανὴς τῆς εὐσεβείας ἥλιος, ἀκτίνας ἐκπέμπουσα, τὰς τῶν θαυμάτων Πάτερ τῶν σῶν καὶ καταφωτίζει, τοὺς πιστῶς μελῳδοῦντας· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ζῶν κἂν νεκρὸς λελόγισαι, τῇ ἁμάξῃ φερόμενος, ἔστησας αὐτῆς καὶ τῶν βοῶν τὴν κίνησιν, παμμάκαρ Αὐξέντιε, τὸ τοῖς ὁρῶσι θαῦμα φρικτόν· ὅθεν μετὰ φόβου καὶ χαρᾶς ἀνεβόων· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ ταῖς ἀΰλοις τάξεσιν αὐλιζόμενος ἔνδοξε, καὶ τὸ ὀρεκτὸν καὶ ἐφετὸν ἀκρότατον, παμμάκαρ ἀπήλαυσας, καὶ σὺν Ἀγγέλοις τούτου τρυφᾶς, πρέσβευε καὶ νῦν ὑπὲρ ἡμῶν τῶν ἐν πίστει τελούντων σου τὴν μνήμην, τὴν σεπτὴν καὶ φωσφόρον, Αὐξέντιε τρισμάκαρ, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νόσος δεινὴ κατέχει με, ῥαθυμίας πανάχραντε, τῶν ἀνομιῶν μου, ταῖς σειρᾶς σφιγκόμενος, οὐκ ἔχω τὶ πράξασθαι, ἢ ποῦ προσφύγω πλήν Σου ἁγνή, λύτρωσαι τῆς τούτων ἀθυμίας με ὅπως, βοῶσί Σοι εὐχαρίστως, τὸ χαῖρε τοῦ Ἀγγέλου, χαῖρε δεδοξασμένη, εἰς πάντας τοὺς αἰῶνας.








ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἰδών σου τῆς καρδίας τὸ καθαρόν, ὁ εἰδὼς τῶν βροτῶν τὰ νοήματα, Χριστός σοφέ, καὶ στρατείας ἥρπασέ σε τῆς πρίν, καὶ κοινωνὸν ἀνέδειξε, δόξης θείας μάκαρ καὶ φωτισμοῦ, καὶ νῦν καθικετεύεις, ὑπὲρ ἡμῶν τῶν πίστει, τιμώντων Πάτερ τὴν σὴν πανήγυριν.
Κοσμήσας τῆς ψυχῆς σου τὸ εὐγενές, καὶ δακρύων κρουνοῖς κατεμάρανας, τὰς τῶν παθῶν, ἄκανθας Αὐξέντιε καὶ σοφός, ἐγένου μεγαλέμπορος, τὸν γὰρ Μαργαρίτην τὸν νοητόν, εὑρὼν Χριστόν, καὶ τούτου πρὸς τρίβους ὡδηγήθης, καὶ νῦν ἡμῶν Πάτερ μνημόνευε.
Πλουσίως περιέλαμψας τῷ φωτί, τῆς ἁγίας μπαμμάκαρ Αὐξέντιε, φωτοειδῶς περιπολευούσης τὸ τρισσὸν φῶς, καὶ δεχόμενος χάριτι, τὰς τῆς θεοπτίας φωτοβολάς· μὴ παύσῃ ἱκετέυων, ἀφέσεως πταισμάτων, ἀξιωθῆναι τοὺς ὑμνοῦντάς σε.
 Θεοτοκίον.
Ἡνίκα ἔλθῃς κρίναι πᾶσαν τὴν γῆν, καὶ σαλπίσει ὁ μέγας Ἀρχάγγελος, καὶ ποταμός, ὑπερεκχυθήσεται τοῦ πυρός, τότε Χριστέ με σύνταον, δεξιοῖς προβάτοις καὶ ἐξελοῦ, μερίδος τῶν ἐρίφων, προβάλλομαί Σε πρέσβυν, τὴν Σὲ τεκοῦσαν ἀειπάρθενον.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὁ ἐν πολέμοις πρότερον, καὶ στρατείᾳ σχολάζων, Αὐξέντιος ὁ μέγιστος, Ἀλαμάνων τὸ θράσος, τὸν ἀσκητὴν ἐφάμιλλος, ἠγωνίσθη γενναίως, τοῦ διαβόλου ἔλυσε πᾶσαν τὴν τυραννίδα, καὶ τῆς Τριάδος γέγονε, μυ΄στης ἀξιολέκτης, ὁ καὶ νῦν παριστάμενος, πρεσβεύει ὑπὲρ πάντων.
Θεοτοκίον.
Τὸ χαῖρέ Σοι ὁ Ἄγγελος, προσεφώνει Παρθένε, τὸν τοῦ Ὑψίστου λέγων Σοι· Υἱὸν τέξεις ἀσπόρως, καὶ παρθενίαν καὶ τόκον, εἰς ἓν συνάψεις προσφόρως· ὅθεν πᾶσα δόξα γεραίρει καὶ μακαριζει, καὶ τὸν Υἱόν, τὸν ἐκ Σοῦ τεχθέντα ἀνερμηνεύτως, ὑμνολογεῖ ὡς ῥύστην τε, καὶ Σωτῆρα τοῦ κόσμου.












Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τῆς ὑπὲρ νοῦν ἀσκήσεως, τοῦ Αὐξεντίου καὶ γάρ, ὅστις ἄσαρκος γέγονε, προσευχαῖς καὶ δάκρυσι, καὶ νηστείᾳ ἠλόγησε, κακίαν κόσμου, πᾶσαν τερπνότητα, Θεοῦ τὴν δόξαν, ἐνοπτριζόμενος, ὢ καὶ παρίστασαι, πρέσβυς ἀκατάπαυστος καὶ πρὸς Χριστόν, πάντοτε δεόμενος, τοῦ οἰκτειρῆσαι ἡμᾶς. (Δίς)

Δεῦτε, εὐφημῆσαι σπεύσωμεν, οἱ ἀθροισθέντες πιστῶς, Αὐξεντίου πανήγυριν, ἀσκητῶν τὸ καύχημα, καὶ Ὁσίων ἀγλάϊσμα, καὶ τῶν κωμήτων, μέγιστον ἔρεισμα, καὶ Καρπασέων, τὸν ἀντιλήπτορα, δράμωμεν ἅπαντες, πιστῶς καὶ βοήσωμεν, ταῖς σαῖς εὐχαῖς, πρέσβευε πρὸς Κύριον, οἰκτειρηθῆναι ἡμᾶς.

Θαῦμα, τοῖς ὄρεσι πρόκειται, ἡ τῶν λειψάνων σωρός, τοῦ Ὁσίου καὶ βλύζει γάρ, κρουνιδὸν ἰάματα, τοῖς νοσοῦσι καὶ δαίμονας, ἀποδιώκει, καὶ τούτων φάλαγγας, καὶ καταπαύει, πᾶσαν δυσχέρειαν, ὦ νῦν βοήσωμεν· Ἅγιε Αὐξέντιε, πάντων ἡμῶν, μέμνησο πρὸς Κύριον, τοῦ ἐλεῆσαι ἡμᾶς.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τῆς εὐαγγελικῆς φωνῆς ἀκήκοας, ἐπικαλούσης σε καὶ κόσμον ἐβδελύξω, εἰς οὐδὲν λογισάμενος ἅπαντα, στρατείαν, πλοῦτον καὶ τρυφὴν τὴν ἐνήδονον, ζωὴν ὡς μοχθηρὰν κατέῤῥιψας, φυγαδεύων σεαυτόν, τούτων πάντων κατεμάκρυνας, ἵνα αὐξήσῃς τῆς ψυχῆς σου τὰ χαρίσματα, Αὐξέντιε παμμακάριστε, κατάλληλον τῇ κλήσει, καὶ τὸν τρόπον ἐνδειξάμενος· ὅθεν συναγαλλόμενος ταῖς οὐρανίαις χοροστασίαις, καὶ τῇ Τριάδι παρεστώς, μνείαις ὑπὲρ ἡμῶν τῶν πιστῶς ἐπιτελούντων τὴν ἀεισέβαστον μνήμην σου.

Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου