ΟΚΤΩΒΡΙΟΣ Ε΄!!
ΕΥΔΟΚΙΜΟΣ ΟΣΙΟΣ ΒΑΤΟΠΕΔΙΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ
τῶν θαυμάτων Θεὸς τῶν ἐν τῷ κόσμῳ, ὅτε σὲ ηὐδόκησε φανερωθῆναι ἡμῖν, Ἀγγέλοις
ὄντα συνόμιλον, καὶ τοῖς δικαίοις, συνδιαιτώμενον ὦ Εὐδόκιμε, τότε σου τὰ
λείψανα, κατηρωμάτισε, καὶ εὐωδίας ἀνέπλησε, τῆς θείας Πάτερ, ἡμῖν ἐνδείξας σοῦ
τὸ ἰσάγγελον· σὺ γὰρ διῆλθες τὸν μονάζοντα, βίον ἁγνὸν καὶ θεάρεστον, διὰ τοῦτο
ἐγένου, θεοτίμητος σεβάσμιε.
Ὁ
ἐν τῷ Ἄθῳ ἀσκῶν διατελέσας, διάνοιαν ἥγνισας καὶ σῶμα Ὅσιε, πρὸς ἐποπτείαν
οὐράνιον, κατανοήσας, τὰ θεῖα κάλλη καὶ πανακήρατα· ὅθεν καὶ ὁ Κύριος τούτων
ἠξίωσε, καὶ σύγχορόν σε ἐποίησεν, Ἁγίων πάντων, ὧν καὶ τὸν βίον ἐν γῇ ἐζήλωσας·
ὅθεν αὐλίζῃ τὰ οὐράνια, σὺν Ἀγγέλοις Θεῷ παριστάμενος, Ὃν ἱκέτευε Πάτερ, καὶ
ἡμᾶς τοῦ συναυλίσασθαι.
Ὁ
ἐν τῷ Ὄρει Μωσῆ τερατουργήσας, Βάτον ἀκατάφλεκτον αὐτῷ ἐδήλωσε, καταδεξάμενος
σήμερον, καὶ ἐν τῷ Ἄθῳ, ἔνθα καὶ παῖδα βάτος διέσωσε, πάλιν ἐπιδείκνυται
τερατουργίαν ἡμῖν, καὶ τὸν ἐν Βάτῳ ἀσκήσαντα, ἡμῶν Πατέρα, τῇ αὐτοῦ χάριτι
ἐθαυμάστωσε, καὶ οὐρανίου κατεδρόσισεν, εὐωδίας ψεκάσας ἀρώματι, προτρεπόμενος
πάντας, βιοῦν βίον ἐνθεώτατον.
Βατοπεδίου
Μονὴν καταλαμπρύνας, τῷ βίῳ σου Ὅσιε Πάτερ Εὐδόκιμε, κεκαθαρμένος τῷ σώματι,
καὶ ἀγλαΐαις, τῶν ἀρετῶν σου πάντας ἐφώτισας· ὅλος γὰρ οὐράνιος ἐν γῇ ἐτέλεσας,
καὶ ἀρετῶν διὰ πράξεως, ἐκτελουμένων, εὗρες πορείαν τὴν ὑψιβάμονα· ὅθεν καὶ
μῦρον εὐωδίας σου, τῶν λειψάνων ἀεὶ διασκύδναται· θαῦμα νέον καὶ τοῦτο,
οὐρανόθεν ἐνεργούμενον.
Δόξα.
Ἦχος δ΄.
Ἄνθος
ἀληθῶς Βατοπεδίου, καὶ κρίνον εὐῶδες τοῦ Ἄθω, Θεός σε Πάτερ ἀνέδειξεν· ἐρασθεὶς
γὰρ τῆς αἰωνίου ζωῆς, δι’ ἐναρέτου πολιτείας καὶ ἀσκήσεως σώματος, ταύτης μάκαρ
ἠξίωσαι, καταψεκάζων ἡμῖν τοῦ σοῦ σκήνους εὐωδίαν οὐράνιον· διὸ καὶ τοῖς
Ἀγγέλοις συγχορεύων ἐν οὐρανῷ, ἀπολαύεις τῆς τῶν πόνων ἀντιδόσεως, καὶ
διδάσκεις Πάτερ ἐν θαύματι, πάλιν βεβαιῶν ἡμῖν, τὴν θείαν ἐπαγγελίαν· ὡς οὐ
μάτην βίος ἰσάγγελος ἐπὶ γῆς διανύεται, ἀλλὰ τὸν ἄνθρωπον, ὅπερ ἧν ἐξ ἀρχῆς
ἀπεργάζεται, εἰκόνα θείαν καὶ οὐράνιον, καὶ κληρονόμον καθίστησιν ἀγαθῶν τῶν
αἰωνίων· ὧν Πάτερ Εὐδόκιμε, διὰ τῶν πρὸς Κύριον εὐχῶν σου, πάντες ἀξιωθείημεν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου, φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
τῶν μοναστῶν, τὰ στίφη συνελθόντες, ὑμνήσωμεν ἐνθέως, Εὐδόκιμον τὸν θεῖον, τὸ
νέον ἡμῶν σέμνωμα.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δεῦτε
νῦν ἀδελφοί, Μονῆς Βατοπεδίου, τὸν ἐξ ἡμῶν φανέντα, Ἅγιον ἐν τῷ κόσμῳ,
προφρόνως ἐπαινέσωμεν.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Στίφος
τῶν ἀρετῶν, ἃς ἔκρυπτες σπουδάζων, διηνεκῶς ἐν βίῳ, παντάπασιν ἐκπλήττει, τὸν
λογικὸν διάκοσμον.
Δόξα.
Καὶ νῦν.
Δόξα
Τριαδικῇ, Ἑνάδι ὑπερθέῳ, Παρθένῳ τε πανάγνῳ, δι’ ὧν τῆς βοηθείας, Εὐδόκιμος
ἡγίασται.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Μύρον εὔοσμον, Βατοπεδίου, ἡδυπνόοις σου, ὁδμαῖς θαυμάτων,
ἀνεδείχθης τρισμάκαρ Εὐδόκιμε, εὐωδιάζων ψυχὰς καὶ τὰ σώματα, τῶν προσιόντων σορῷ τῶν
λειψάνων σου, θεοδόξαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Εὐωδίᾳ
λειψάνων σου, ἱερώτατε Ὅσιε, συνδραμόντες σήμερον ἀνυμνοῦμέν σε· ὅτι Θεός σε
ἐδόξασεν, ἡμῖν δ’ ἐφανέρωσεν, ἀρετῆς σου τὸ κρυπτόν, καὶ τοῦ βίου τὸ ἔνθεον·
ὅθεν Ἅγιε, δυσωπῶν τὸν Θεὸν ἀεὶ μὴ παύσῃ, ὑπὲρ τῶν συναδέλφων σου, τῶν σὲ
τιμώντων Εὐδόκιμε.
Ὁ
ἐνάρετος βίος σου, καὶ ἐπίγειος ἄσκησις, τῷ Θεῷ εὐάρεστα διεγένετο· ὅθεν
δικαίως ἐξέφηνεν, ἡμῖν τοῖς μονάζουσι, τὴν σὴν δόξαν παρ’ αὐτῷ, ἀγαθῶς
βιοτεύσαντος, καὶ συνήγαγεν· ἐπαινέσοντας βίον τὸν σεπτόν σου, καὶ θεάρεστον
ἀγῶνα, καὶ τοῦτον Πάτερ μιμήσασθαι.
Ὁ
τὸν βίον ἰσάγγελον, ἀληθῶς διερχόμενος, ὧν Θεὸς ὑπέσχετο οὐκ ἀπέτυχεν· ἀλλὰ σὺν
τούτοις ἀπείληφε, καὶ δόξαν ἐπίγειον, ἐφ’ οἷς ἔκρυπτεν ἑαυτόν, μὴ φανῆναι
βουλόμενος, τὸν ἐνάρετον, καὶ φιλόθεον βίον ἐν τῷ κόσμῳ, ὃν ἀπέφησε τελείως·
ἀλλ’ ὁ Θεὸς ἐνεδόξασεν.
Ἕτερα.
Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις,
μελῳδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν θεοφόρον; Τὸν νεοφανέντα Εὐδόκιμον, καὶ
φωτὶ θαυμάτων αὐγάζοντα, μοναστῶν τοῦ Ἄθω τὰς καρδίας· ἀστέρα, ἀειλαμπῆ καὶ
μυροχεύμονα· λαμπτῆρα, τὸν ἐν τῷ Ἄθῳ παμφαέστατον· τῶν μοναζόντων τὸ κλέος, οὗ
τὸ σκῆνος βρύει, ἰάματα τοῖς πιστοῖς, ψυχῆς ἀγαλλίασιν, εὐφροσύνην τε καὶ
ἔλεος.
Ποίοις,
μυρεψικοῖς ᾄσμασι, διηχήσωμεν τῷ μυροβλύτῃ; Τῷ ἀσκητικῶς διαπρέψαντι, καὶ
Βατοπεδίῳ μυρίσαντι, τὸν μυρεψικὸν τοῦ Πνεύματος δοχεῖον,, τὸν πάντας, τοὺς
προσιόντας κατοσφραίνοντα· καὶ πάντας, τοὺς ἀσθενοῦντας θεραπεύοντα· ἄγγελον
ὄντα ἐπίγειον, βροτὸν οὐράνιον· ὃν ἐδόξασεν ἡ Τριάς, ἐν μύροις καὶ θαύμασιν, ὡς
καλῶς ἀγωνισάμενον.
Ποίοις,
πνευματικοῖς ἔπεσιν, εὐφημήσωμεν τὸν θεοφόρον; Τὸν ἀσκητικῶς διαλάμψαντα, καὶ
ὑπὲρ βροτοὺς ἀγγελόφρονα· τὴν τῶν μοναζόντων εὐωδίαν· κινδύνων, καὶ δεινῶν
αὐτοὺς ῥυόμενον· τὸ κλέος, τῶν ἐν τῷ Ἄθῳ τὸ περίδοξον. Τούτῳ γὰρ δέδωκε δόσιν,
κατευωδιάζειν τοὺς πιστούς, Χριστὸς ὁ Θεοῦ Υἱός, καὶ Υἱὸς τῆς Θεόπαιδος.
Δόξα.
Ἦχος πλ. δ΄.
Ὁ
θαυμάσια ἐπιτελῶν Θεός, διὰ βροτῶν σωτηρίαν, οὐδέποτε ἐπαύσατο ἕως ἄρτι
ἐργαζόμενος, ἀλλ’ οὐδὲ παύσεται· τὸν γὰρ ἡμῖν συναδελφόν, οὗ τὸ ἅγιον ἡμᾶς
ἐλάνθανε, διὰ θαυμάτων ἐδήλωσεν· ἡ γὰρ ὀσμὴ τῶν ἱερῶν λειψάνων αὐτοῦ, ὑπὲρ
πᾶσαν εὐωδίαν λιβάνου, ὑπὲρ πᾶν μῦρον εὔοσμον, περὶ ἡμᾶς διακέχυται, καὶ ἀληθῆ
σμύρναν ἀποσταζόντων, εἰς δόξαν συγκαλεῖται Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Δόξα Σοι
Χριστέ, ὄτι μόνος ἐν κόσμῳ θαυμάσια ἐκτελεῖς. Δόξα Σοι Ὕψιστε τερατουργέ, ὅτι
ἐν τῷ Ὄρει Σου, ὃ προητοίμασας εἰς Σὴν δοξολογίαν, καὶ εἰς ἔπαινον τῶν
θαυμασίων Σου, τὰ θαύματά Σου ἐφανέρωσας. Ἀλλὰ μὴ παύσῃ Δέσποτα, καὶ τοῦ Ὄρους
σύμπαντος, καὶ τῆς Μονῆς ἡμῶν κηδόμενος· πρὸς Σὲ γὰρ ἅπασαν ἀεί, τὴν ἐλπίδα τῆς
σωτηρίας ἡμῶν ἀνατιθέμεθα.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν
οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ
Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως,
εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν,
καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν
ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς
αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας
οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ
ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι
ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ
ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην
δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν
ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ
μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ
τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν
ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ
τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας.
Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ
σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ
διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων
πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ
υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ
θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ
ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν
πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Ὁ
τῷ λανθάνειν ἀρετὰς ἐργαζόμενος, πρὸς οὐρανοπορείαν χρησάμενος κλίμακι, καὶ τὸ
ταπεινόφρον, ὑπόβαθρον ποιησάμενος πρὸς ἐπίβασιν, συγκαλεῖται ἡμᾶς σήμερον τοὺς
φιλαρέτους, πανηγυρίσοντας τὴν ἰσάγγελον πολιτείαν, δι’ ἧς δυνησόμεθα, τῶν
αὐτῶν ἐκείνῳ ἀξιωθῆναι, καὶ παραστῆναι τῷ Θεῷ ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.
Ὁ
αὐτός.
Χαῖρε
καὶ εὐφραίνου Εὐδόκιμε Ὅσιε, Θεῷ γὰρ εὐηρέστησας, τῷ μηδὲν πράττειν πρὸς τὸ
θεαθῆναι· ὅθεν καὶ ἅπαντάς σοι τοὺς ἐν Βατοπεδίῳ συμμοναστὰς ἔλαθες, ἡγιασμένος
ἔτι ζῶν ὑπάρχων· ἀλλ’ οὐκ ἔδει τὴν ἀρετὴν κρύπτεσθαι, οὐδὲ σκότιον διαμένειν·
διὸ καὶ ὁ Θεὸς ἡμῖν, σὲ ἐν θαύματι μυρωδίας ἀνέδειξεν.
Ὁ
αὐτός.
Εὐφράνθητι
ἡ καινὴ Σιών, ὁ κλῆρος τῆς πανυμνήτου· ἀγαλλιᾶσθε πάντες οἱ ἐν Ἄθῳ μονασταὶ καὶ
μιγάδες· ἐξαιρέτως δὲ οἱ τῇ ἀριζήλῳ Μονῇ τῆς Θεοτόκου Βατοπεδίου οἰκοῦντες, καὶ
δεῦτε πανηγυρίσωμεν πνευματικὴν ἑορτήν, καινὴν πανευφρόσυνον, ἐπὶ τῇ εὑρέσει
τοῦ νεοφανοῦς μυροβλύτου Πατρὸς Εὐδοκίμου, τοῦ κατ’ εὐδοκίαν Πατρός, Υἱοῦ τε
καὶ Πνεύματος, ἐπ’ ἐσχάτων ἡμῖν ἀναφανέντος. Οὗτος γάρ, ὁ τοῦ Χριστοῦ μιμητής,
ἀρετῶν χάρισιν ὡραϊζόμενος, ἐταπείνωσεν ἑαυτόν, ἐν ἀφανείᾳ παντελῇ, ἀλλ’
ἔλαμψεν ἀστέρος δίκης, καὶ ὡς ὑψηλὸς τῆς Ἐκκλησίας στῦλος δείκνυται· οὗ καὶ ἡ
θεία σορὸς τοῖς προσιοῦσι, πηγάζει ἀενάως τὰ θαύματα, εὐωδίαν ἄῤῥητον θαυμασίαν
ἐκπέμπει, καὶ πρεσβεύει σωθῆναι τὰς ψυχὰς τῶν ἐκτελούντων, τὴν θείαν αὐτοῦ καὶ
σεβάσμιον πανήγυριν.
Ἦχος
β΄.
Ἀναμφιβόλως
ὁ Θεός, θαυμαστὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ δείκνυται· δεῦτε χριστοφόροι μονασταὶ
συνδράμωμεν, καὶ τὸν ἐξ ἡμῶν ἀρετῇ ἐκλάμψαντα πανηγυρίσωμεν· οὗτος γάρ, καὶ
μεθ’ ἡμῶν ὑπάρχων, ἐνδιαίτημα τὸν οὐρανὸν ἐκέκτητο, καὶ ὑποβάθρᾳ τῇ
ταπεινοφροσύνῃ χρησάμενος, πρὸς τὴν ἐκεῖσε ἄνοδον, τοῖς Ἀγγέλοις συναυλίζεται,
σιγῇ δὲ τῆς αὐτοῦ ἀρετῆς, ὡς ὑπὸ μόδιον ὑπεκρύπτετο, καὶ ἐν μέσῳ ἡμῶν
συνδιαιτώμενος, τοὺς πάντας ἐλάνθανεν· ἀλλ’ οὐ πέφυκε τὰ τῆς ἀρετῆς, τῷ σκότει
ἐγκαλύπτεσθαι, οὐδὲ δυνατὸν τὸ ἀψευδὲς στόμα ψευσθῆναι, Χριστοῦ τοῦ Θεοῦ, ἀλλ’
ἀναλάμπειν τηλαυγῶς, καὶ ἡλίου φανώτερον. Ἀλλὰ τῷ μὲν Θεῷ, δόξα τῷ ἐν Ἁγίοις
θαυμαστῷ, ὅτι καὶ κρυπτόμενον, θαυματουργὸν ἡμῖν ἐξέφηνε. Σὺ δὲ Πάτερ, καὶ ἐν
οὐρανοῖς περιπολῶν, ἡμῖν ἀεὶ σύνεσο, καὶ ἐνδυνάμωσον ἡμᾶς, τὰ πυρφόρα τοῦ
ἀντιπάλου κατασβεννύειν βέλη, ἵνα σὺν σοὶ ἀπολαύσωμεν, ὧν ἀγαθῶν θεόθεν
ἀπολέλαυκας.
Δόξα.
Ἦχος δ΄.
Δεῦτε
μοναστῶν ὁ σύλλογος, καὶ Βατοπεδίου τὸ ἄθροισμα· δεῦτε καὶ χορείαν συστήσωμεν,
ἐν τῇ μνήμῃ τοῦ Εὐδοκίμου. Θαυματουργήσας γὰρ ὁ Κύριος, ἀρτίως ἐβεβαίωσε, τῆς
ἀγγελικῆς πολιτείας, τὸ ἁγιαστικὸν καὶ ὑπέρλαμπρον· πάντας ἐνισχύων διατρέχειν,
ὅπερ εἱλόμεθα στάδιον, καὶ ἐλπίδα ἀσφαλῆ παρεχόμενος. Μὴν οὖν κρυπτώμεθα,
καλοῦντος ἡμᾶς τοῦ οὐρανίου Βασιλέως, μηδὲ ἀναδυώμεθα, πρὸς τὸ ὅρον τὸν
προκείμενον σπεύδοντες.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε,
παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην
ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν
Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε
Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τῶν Ὁσίων ὁ χορός, τῶν ἐν τῷ
Ἁγίῳ τῷ Ὄρει, Θεὸν δοξάσωμεν, θαῦμα γὰρ ὑπέδειξεν, ἐν τῷ Ἁγίῳ Αὐτοῦ· τῶν
λειψάνων τὸ εὔοσμον, αὐτοῦ διαχεῖται, βίον τὸν οὐράνιον, ἡμῖν ἐδήλωσεν· ὅθεν, ἐπαξίως
τιμῶντες, τοῦτον εὐσεβεῖ διανοίᾳ, τὶν θαυματουργὸν Θεὸν ὑμνήσωμεν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Μῦρον,
εὐωδίας ἀληθῶς, Πάτερ τὰ ὀστᾶ σου προχέει, πᾶσι δεικνύοντα, βίον τὸν ἰσάγγελον,
Θεῷ εὐάρεστον· ὀσφρανθεὶς γὰρ τοῦ μύρου σου, ζωῆς τῆς ἀμέμπτου, μύρων
ἀντεμύρισε τὸ θεῖον σκῆνός σου· ὅθεν, εὐλαβῶς προσιόντες, τοῦτο ἀσπαζόμεθα
πόθῳ, οἱ Βατοπεδίῳ ἐνασκούμενοι.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Δόξα,
τῷ δοξάσαντι Θεῷ, πίστιν πρὸς Αὐτὸν τὴν ἁγίαν, διὰ σοῦ Ὅσιε, ὅτε ὁ παμπόνηρος
ἐπαλαμήσατο, παρατρέπειν τὸν ἔνθεον, ζωὴν ἑλομένους, πλάνῃ ἐφλεκόμενος, τοὺς
τῆς μερίδος αὐτοῦ· ὅθεν αἰσχυνθεὶς βαρυστόνως, θαύματα Θεοῦ συννοήσας, μάτην
ἐξηλέγχθη μηχανώμενος.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
οἱ ἐν Ἄθῳ ἀσκοῦντες, πνευματικὴν χορείαν σήμερον στήσωμεν· ᾄσμασιν τὸν ἐξ ἡμῶν
ὁσιωθέντα εὐφημήσωμεν· τῇ γὰρ ἀσκήσει τοῦ σώματος, τὸν κόσμον σὺν τοῖς
παθήμασι, καὶ ταῖς ἐπιθυμίαις ἀπειπάμενος, Θεῷ εὐάρεστος ἐξεγένετο· οὐδὲ γὰρ
ἔμελλε τὰ αἰώνια, διὰ προσκαίρων ἀνταλλάξασθαι. Διὸ καὶ ὁ Κύριος, τοῦτον ἐν
ἡμῖν ἐθαυμάστωσε· τὴν μὲν ψυχὴν αὐτοῦ τοῖς Ἄγγελοις ἀναδείξας σύγχορον· τὰ δὲ
ὀστέα εὐωδίᾳ κατεμύρισεν. Εὐφρανθῶμεν οὖν ἅπαντες, ὅσοι πολιτείαν ἰσάγγελον
ᾑρετισάμεθα, καὶ ἄνθη ζωῆς εὐόδμου, τῷ Θεῷ προσενέκγωμεν, ἀνταιτούμενοι
συγκληρονόμους, τῷ ἐξ ἡμῶν Ἁγίῳ ποιήσασθαι, ὧν ἀγαθῶν ἡμῖν ἐπηγγείλατο.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Μύρον εὔοσμον, Βατοπεδίου, ἡδυπνόοις σου, ὁδμαῖς θαυμάτων,
ἀνεδείχθης τρισμάκαρ Εὐδόκιμε, εὐωδιάζων ψυχὰς καὶ τὰ σώματα, τῶν προσιόντων σορῷ τῶν
λειψάνων σου, θεοδόξαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν
ἀνυπόκριτον, τῆς διανοίας σου, ἅπαν κατέπληξε, γένος τὸ ἔλλογον, τὴν πτῶσιν γὰρ
κατανοῶν, τοῦ πρωταγγέλου Ἅγιε, δόξαν κατηγώνισας, μελετῶν λαθεῖν ἅπαντας, ὅμως
καὶ δεδόξασαι, ἐκφυγὼν τὸ φιλόδοξον· διὸ καὶ κατὰ χρέος ὑμνοῦμεν, δοξάζοντες
Θεὸν τὸν σὲ δηλώσαντα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Κατατιτρώσκει
με, βέλος γλυκύτατον, τῆς ἀγαπήσεως, τῆς Σῆς πανύμνητε, καὶ καταθέλγει με
πυκνῶς, βοᾶν Σοι εὐλογημένη· χαῖρε ἡλιόμορφον, Βασιλέως παλάτιον· χαῖρε θρόνε
πύρινε, ἡ Θεὸν ἀναδείξασα, ἄνθρωπον φύσει τῷ τοκετῷ Σου, ἀνθρώπους δὲ θεοὺς
κατὰ χάριν.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Κατανοῶν
σου τῆς ψυχῆς τὴν ἀνδρείαν, ὁ θαυμαζόμενος Θεὸς ἐν Ἁγίοις, σὲ νικητὴν ἀνέδειξε
φιλοτιμίας κενῆς, πάθος γὰρ ἀρχέκακον, καὶ Ἀδὰμ καὶ Ἀγγέλους, ὁμοῦ
κατεκρήμνισεν, εἰς δεινὴν ἀδοξίαν, σὺ δὲ νικήσας τοῦτο κραταιῶς, ἐπεδοξάσθης
ὄντως ἐκ Θεοῦ, τοῦ μισοδόξους, πρεπόντως δοξάζοντος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τῆς
ἀρετῆς καὶ μετανοίας τὴν τρίβον, τὴν τεθλιμμένην καὶ στενὴν καὶ τραχεῖαν,
χαρμονικῶς ὁδεύειν με ἐνίσχυσον ἁγνή, πλάτυνον ἐν θλίψεσι, τὴν στενήν μου
καρδίαν, πλούτισον ἐν πράξεσιν, ἀγαθαῖς τὴν ψυχήν μου, καὶ ἐκ παθῶν στενώσεως
αὐτήν, εἰς πλατυσμόν με, ἀπαθείας ἐξάγαγε.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Εἰς
ὕψος ἀρετῆς, τῇ ἀσκήσει ἀνῆλθες, τοὺς πάντας ἐκλαθών, ἐν τῷ Βατοπεδίῳ, ὑπάρχων
ἁγιώτατος, καὶ οὐράνιος ἄνθρωπος· ὅθεν σήμερον, τὴν σεβασμίαν σου μνήμην,
πάντες Ἅγιε, σεμνοπρεπῶς ἐκτελοῦμεν, πιστῶς μακαρίζοντες.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία
ἡ τὰς τρεῖς, ἀνηκούστους ἑνώσεις, ἑνώσασα φρικτῶς, παρθενίαν καὶ τόκον, Θεόν τε
καὶ τὸν ἄνθρωπον, πίστιν τε καὶ πιστεύουσαν, τοῖς φρικώδεσι, τούτοις καρδίαν
ἀνθρώπου, ἡμᾶς ἕνωσον, τῇ τοῦ Υἱοῦ Σου ἀγάπῃ, καὶ σῶσον πανύμνητε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον
ὁ πεσὼν ἑωσφόρος στυγνάζει, κατηφείας πληρούμενος, ἐπὶ τῇ μνήμῃ τοῦ ἀοιδίμου
Εὐδοκίμου· οὗτος γάρ, τῇ ταπεινοφροσύνῃ χρησάμενος κλίμακι, εἰς οὐρανὸν
ἀνελήλυθεν· ὁ δὲ τῂ ὑψηλοφροσύνῃ ζητῶν τὰ ὑπερουράνια, πτῶμα δεινὸν
καταπέπτωκεν εἰς τὰ καταχθόνια. Μιμηθῶμεν οὖν ἀδελφοί, Εὐδοκίμου τὸ
ταπεινόφρον, τὸ θεαθῆναι φεύγοντες, καὶ ἀρετὴν ἀσκοῦντες· μηδὲν πρὸς ἐπίδειξιν
πράττωμεν, ἵνα διὰ τῆς ἀφανείας, μετὰ τοῦ συναδελφοῦ ἡμῶν, φανώτατοι γενώμεθα.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου εἰς στ’, καὶ τοῦ Ὁσίου δύο εἰς η’.
Ὁ
α’ Κανὼν τοῦ Ὁσίου. ᾨδὴ α’. Ἦχος ὁ αὐτός. Ἀνοίξω τὸ στόμα μου.
Ζωὴν
τὴν αἰώνιον, ποθήσας Πάτερ Εὐδόκιμε, τὸν κόσμον κατέλιπες, καὶ τὰ ἐν κόσμῳ
τερπνά, καὶ τὸν Ἄθωνα, κατέλαβες προθύμως, Θεῷ συνενούμενος, μόνος ἐν πνεύματι.
Ἐν
Ἄθῳ γενόμενος, τὸ Βατοπέδιον ᾤκησας, ἔνθα συνασκούμενος ψυχὴν ἐκάθηρας, καὶ τὸ
σῶμά σου, ἁγνείᾳ καὶ δεήσει, καὶ πάντας ἐλάνθανες, ζῶν ἐνθεώτατα.
Κυμάτων
κυκλούμενος, ἐκ τῶν τοῦ βίου μακάριε, ὡς παῖδα βασίλειον ἐκ θαλαττίων δεινῶν,
ἀνεξήγαγε, βατοφανὴς Παρθένος· κᾀκεῖνον μὲν ἔσωσε, σὲ δὲ ἡγίασε.
Θεοτοκίον.
Κινδύνων
ἐκσώσασα, παιδίον βρέφος πανσώτειρα, τὸν λάτριν Σου σήμερον, ἐν τοῖς Ἁγίων
χοροῖς, ἐγκατέλεξας, Εὐδόκιμον τὸν θεῖον· ἡμᾶς δὲ ἀξίωσον, τούτῳ συνέσεσθαι.
Ὁ β’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Μυρίπνουν Εὐδόκιμον, τοῖς ὕμνοις στέφω.
ᾨδὴ
α΄. Ἦχος πλ. α΄.Ἵππον καὶ ἀναβάτην.
Μύρου ἐνθέου Πάτερ, Ὑψόθεν
ἐμφορηθείς, μυριπνόοις εὐχαῖς σου πλουσίως εὐωδίασον, τὸν νοῦν μου Εὐδόκιμε,
δυσωδίας παθῶν ἀποκαθάρας με.
Ὕμνοις θεόφρον θείοις
ἐκκαθαρθείς, μύρου θείου ταμεῖον, σεπτὸν ἐγένου Ὅσιε· ὀδμαῖς οὖν τοῦ μύρου σου,
ἡμᾶς εὐωδίασον, μυροβλύτα Εὐδόκιμε θεόληπτε.
Ῥείθροις τῶν σῶν δακρύων,
Εὐδόκιμε καθαρθείς, ἐκλογῆς θεῖον σκεῦος, καὶ μύρου Πάτερ πέφηνας, μυρίζων τοὺς
πόθῳ σου, ἐκτελοῦντας, τὴν μνήμην τὴν σεβάσμιον.
Θεοτοκίον.
Ἴασαι τὴν ψυχήν μου,
νοσοῦσαν τοῖς πάθεσι, Παναγία Παρθένε, καὶ εὐωδίας ἔμπλησον, εὐχαῖς Σοῦ
θεράποντος, Εὐδοκίμου πάναγνε, μυροδόχε Κόρη θεόκλητε.
ᾨδὴ
γ’. Ὁ α’ Κανὼν τοῦ Ὁσίου. Τοὺς Σοὺς ὑμνολόγους.
Ἰσάγγελον
βίον ἐπεδείξω, Ἀγγέλων ποθήσας τὴν ζωήν, συντόνῳ τῇ ἀσκήσει σου, καθαίρων γὰρ
τὴν αἴσθησιν, τῆς ἐμπαθοῦς ὑλώσεως, σκήνωμα γέγονας Πνεύματος.
Τὸν
ἔνθεον βίον σου θεόφρον, ἐν μύρῳ ἀπέδειξεν ἡμῖν, τερατουργῶν ὁ Ὕψιστος,
διαμυρίσας σκῆνός σου, ψυχῆς σου γὰρ ἡ κάθαρσις, τῆς σαρκοδμίας ἀπήλλαξεν.
Ἡ
σὴ ἁγιότης θεοφόρε, καινόν τι ἐφάνη ἐν ἡμῖν, ἁγιωσύνης πίστωμα, τοῦ βίου τοῦ
μονάζοντος, θαῦμα γὰρ ἐπὶ θαύμασι, κυροῖ ἐλπίδα τὴν ἄπταιστον.
Θεοτοκίον.
Ἡ
μόνη τὸν Ἅγιον τεκοῦσα, καὶ μόνον παντὸς ἁγιαστήν, ἁγιασμὸν δίδου ἡμῖν, οἰκοῦσι
Βατοπέδιον, Χριστοῦ λαὸν τ’ εὐλόγησον, καὶ τοῦ Σοῦ Ὄρους περίσχετο.
Ἕτερος.
Ὁ πήξας ἐπ’ οὐδενός.
Πολλή σου ἡ πρὸς Θεόν,
ἐδείχθη θεσπέσιε, παῤῥησίᾳ ὄντως μάκαρ Εὐδόκιμε, μῦρα γὰρ τὸ σῶμά σου σοφέ,
προχέει σου δεικνύων, τὴν πολιτείαν τὴν ἰσάγγελον, ἣν ἐν Βατοπέδι διήνυσας.
Ναμάτων ἐμφορηθείς, τοῦ
Πνεύματος Ὅσιε, κατευωδιάζεις τοὺς σὲ γεραίροντας, πόθῳ τε καὶ γνώμῃ ἀκλινῇ,
καὶ πίστει ἀδιστάκτῳ, καὶ κατ’ ἀξίαν ἀναμέλποντας, μύρων σου τὴν χάριν Εὐδόκιμε.
Ὁ μύρων τὴν δωρεάν, θεόθεν
δεξάμενος, ὡς καθηγνισμένος ἐνθέοις πράξεσι, μύρισον ἡμᾶς Πάτερ σοφέ, παθῶν
καταχρανθέντας, ταῖς δυσωδίαις καὶ καθάρισον, ἐκ κηλῖδος πάσης Εὐδόκιμε.
Θεοτοκίον.
Ὕμνοις Σὲ εὐφημοῦμεν ἁγνὴ
Θεόνυμφε, οἱ Μονήν Σου οἰκοῦντες Βατοπεδίου ἅπαντες· μύρου γὰρ ἐν Σοὶ ὁ
χορηγός, ὀφθεὶς τὴν εὐωδίαν, τῷ Εὐδοκίμῳ ἐδωρήσατο, τοῦ εὐωδιάζειν μονάζοντας.
Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Μεγά
ὄντως τὸ λαθεῖν, ἔργα τὸν δρῶντα ἀρετῆς· τοῦτο γὰρ ὑψοποιεῖ, τὸν ἐργαζόμενον
αὐτήν, κατὰ τὸ ἔνταλμα τοῦ Δεσπότου· οὕτω γὰρ ποιῶν ὁ Εὐδόκιμος, ἐγένετο
γνωστός, διὰ θαύματος, καὶ εὐωδίας ἐμπίπλησιν ἅπαντας, τοὺς προσιόντας τῇ
λάρνακι, τῇ ταπεινώσει, λαμπρῶς ἐφάνη, πάντας ἐκπλήττων τῷ θαύματι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἀπειρόγαμε
ἁγνή, πῶς συλλαμβάνεις ἐν γαστρί, τῶν ἁπάντων τὴν πνοήν, περιλαμβάνοντα χερσί;
Φράσον ἡμῖν τὸν λόγον τοῦ μυστηρίου Σου, παναληθέες ἐστι, τοῦτο ὦ ἄνθρωπε, καὶ
παῦσαι ἐρευνῶν, τὸ ἀκατάληπτον, ὕψος καὶ βάθος, μῆκος καὶ πλάτος, τῆς ἀποῤῥήτου
λοχείας μου· νικᾷ γὰρ τοῦτο, ἔννοιαν πᾶσαν, τῶν βροτῶν καὶ Ἀγγέλων.
ᾨδὴ
δ’. Ὁ α’ τοῦ Ὁσίου. Τὴν ἀνεξιχνίαστον.
Χαῖρε
Βατοπέδιον θεία Μονή, ἐπὶ τῷ ἁγίῳ βλαστήματι, σοῦ γὰρ ἐξέφυ, ὁ Εὐδόκιμος Πατήρ,
νεοφανὲς δεικνύμενος, Βάτου τῆς θείας εὐφήμιον.
Ἡ
ἐκ τῶν λειψάνων σου Πάτερ ὀσμή, ἡ τὸ θεῖον μῦρον ἐκπέμπουσα, πάντας ἐκπλήττει,
καὶ πρὸς ὕμνον συγκαλεῖ, δοξολογεῖν τε θαύματα, τὸν ἐν τοῖς Ἁγίοις δεικνύοντα.
Τὴν
τὸ θεῖον πνέουσαν μῦρον σορόν, Πάτερ Σου σεμνῶς ἐγκυκλώσαντες, τῇ ἐκ τῆς βάτου
θαυματοποιῷ ἁγνῇ, δόξαν πιστῶς προσφέρομεν, ὅτι οὐχ ἡμᾶς ἐγκατέλιπεν.
Θεοτοκίον.
Ἡ
τὸν νέον δείξασα θαῦμα ἡμῖν, καὶ τὸ Ὄρος ἔχουσα Δέσποινα, Σὴν κατοικίαν· τοῦτο
φύλαττε ἀεί, Χριστιανοῖς παράδειγμα, δόξης ἁγιάσματος ἄμωμε.
Ἕτερον.
Τὴν θείαν ἐννοήσας.
Νοεῖν σου τῆς ὀσμῆς τὴν
δαψίλειαν, ἀποναρκῶ ὁ ἐναγής, ἀνευφημῆσαι Εὐδόκιμε· ἀλλ’ ἱκετεύω σε μάκαρ,
παθῶν με δυσωδίας ἀπάλλαξον.
Εὐφράνας ἀρεταῖς σου
Εὐδόκιμε, Χριστὸν τὸ μῦρον τὸ καινόν, μύρου σοι χάριν παρέσχετο, εὐωδιάζειν
τοὺς πάντας, σορῷ τῶν σῶν λειψάνων προστρέχουσιν.
Ὑψώσας Θεὸν ἐνθέοις σου
πράξεσι, ἀντιδοξάζῃ παρ’ Αὐτοῦ, ἱερομύστα Εὐδόκιμε, καὶ μύρου δέδεξαι χάριν,
Μονῆς Βατοπεδίου τὸ καύχημα.
Θεοτοκίον.
Δοξάζομεν τὸν τόκον Σου
ἄχραντε, τὸν Σὲ δοξάσαντα παντί, τῷ κόσμῳ καὶ ἐν τῷ Ὄρει Σου, καὶ εὐδοκήσαντα
δεῖξαι, καιροῖς ἐν χαλεποῖς τὸν Εὐδόκιμον.
ᾨδὴ
ε΄. Ὁ α’ τοῦ Ὁσίου. Ἐξέστη τὰ σύμπαντα.
Ἐν
θαύμασι Κύριος, ἐπὶ τῆς γῆς ὀπτάνεται, σῶσαι τὸν λαόν Αὐτοῦ ἐθέλων, πάσης ἐκ
πλάνης, πεπλανημένων δεινῶς· καὶ ἄφθαρτον ἐναποτελῶν· ὅθεν τὸν Εὐδόκιμον,
ἀποφαίνει μυρίπνοον.
Τὸ
Ὄρος τὸ Ἅγιον, ἐν ᾧ Θεὸς δοξάζεται, χαίροις ὀρειτῶν ἡ κατοικίαν, Ἁγίων οὖσα τὸ
ἐργαστήριον, ἐδείχθης οὖν ἁγιοποιός, ἔργῳ βεβαιώσασα, Εὐδοκίμου τὸ ἅγιον.
Πατέρες
μονάζοντες, οἱ τὸν Σταυρὸν ἀράμενοι, δεῦτε σὺν ἡμῖν δοξολογεῖτε, ὑμνολογοῦντες
τὸν ἐπὶ πάντων Θεόν, ὃς θαύματα ἔνδοξα ποιεῖ, τοῖς πᾶσι κηρύττοντα, ἐν ἀσκήσει
τὸ ἅγιον.
Θεοτοκίον.
Προσδέχου
τὰ λείψανα, Παρθένε τοῦ Ὁσίου Σου· Σῆς γὰρ ἐκ Μονῆς ἐξεφάνθης, ἡγιασμένος ὁ νῦν
Εὐδόκιμος· ἵνα μετὰ Σοῦ ἐν τῷ ναῷ, σεπτῶς ἐντιθέμενα, τῆς Σῆς δόξης μετέχωσι.
Ἕτερος.
Ὁ ἀναβαλλόμενος.
Ὅλος ἐφιέμενος τῆς
ἁγιότητος, εἰς Ὄρος ἦλθε Ἄθω καὶ μῦρον, χάριν βρύειν εἴληφας, μετὰ τὸ σὸν
τέλος, ἀοίδιμε Εὐδόκιμε.
Κύριος ἐδόξασε, τὸ σκῆνός
σου Ὅσιε, ποικίλας νόσους ἀποδιώκειν, τῶν πίστει καλούντων σε, καὶ
προσπτυσσομένων, κάραν σου τὴν ἐρίτιμον.
Ἰατῆρα εὗρέ σε, Πάτερ
ασωτήριον, ὁ Γαβριὴλ ὁ ἐκ τῆς Μονῆς σου ἀκέστωρ, καλέσας σε θερμῶς εἰς
βοήθειαν, καὶ ἔλαβε τὴν ἴασιν.
Θεοτοκίον.
Μήτηρ ἐκβοᾷ Σοι Χριστός,
καὶ Νύμφη μου δεῦρο ἐκ Λιβάνου ὀσμῇ πρὸς μύρων μου, Παρθένε πανάμωμε· κηρίον
γὰρ Σὰ χείλη, καὶ μέλι ἀποστάζουσιν.
ᾨδὴ
στ’. Ὁ α’ τοῦ Ὁσίου. Τὴν θείαν ταύτην.
Στενὴν
ὁδὸν διελήλυθας, ἀσκήσει κεχρημένος μυρίπνοε, ἁγιαζόμενος, ὅλος τὴν σάρκα
ἐνέκρωσας, ἵνα ζωώσῃς Πάτερ ταύτην αἰώνια.
Φιάλαι
ὄντως ἀρώματα, ὀστέα σου θεόφρον τὰ τίμια, εὐωδιάζοντα, μύρον γὰρ πάντη
ἐκπνέουσι, μυρεψικῆς τῆς θείας Πάτερ Εὐδόκιμε.
Τὸ
σῆς ἀσκήσεως ἔνθεον, ὁ Ὕψιστος ἰδὼν καθηγίασεν· ὅθεν καὶ σήμερον, ἅπας μονάζων
ὁ σύλλογος, δοξολογοῦντες τοῦτον, σοὶ παριστάμεθα.
Θεοτοκίον.
Ἐν
βάθει φρέατος μείνασα, Σταυρῷ καὶ σὺν λαμπάδι πανάμωμε, τῇ ἀκοιμήτῳ Σου· ὅθεν
πιστῶς μεγαλύνομεν, μακροθυμίαν τὴν Σὴν ἐκπληττόμενοι.
Ἕτερος.
Μαινομένην κλύδωνι.
Οὐρανὸς τὸ πνεῦμά σου,
κεκτημένος, χαίρει σὺν ἡμῖν, ἡ Μονή σου μάκαρ δὲ Εὐδόκιμε, σῶμα τὸ σόν,
καταπλουτήσασα τέρπεται.
Νῦν λαμπρὰν πανήγυριν, ἡ
Μονή σου ἄγει ἱερέ, ἐπὶ τῇ εὑρέσει τοῦ λειψάνου σου, καὶ συγκαλεῖ, Μονὰς τοῦ
Ὄρους πρὸς ἔπαινον.
Τὴν τὸ θεῖον σκῆνός σου, τὸ
μυρίπνουν, ἔχουσαν Μονήν, τοῦ Βατοπεδίου ὦ Εὐδόκιμε, πάσης δεινῆς, ἐπιφορᾶς
διαφύλαττε.
Θεοτοκίον.
Ὁ ναός Σου Δέσποινα,
μυροδόχε, ὥσπερ οὐρανός, διηγεῖται δόξαν τῶν θαυμάτων Σου, καὶ δᾳδουχεῖ, τοῦ
Εὐδοκίμου τεράστια.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἐν τῷ Ὄρει Ἄθωνος, νεοφανὴς ἀνεδείχθης, ἐν ἀσκήσει ζήσας γάρ,
οὐρανοβάμων ἐγένου, μύρου μέν, τῶν σῶν λειψάνων ὀσμὴ προχεῖται, θάμβος δέ,
κατέχει πάντας τοὺς προσιόντας, διὰ τοῦτο σὲ ὑμνοῦμεν, ἐν πόθῳ πάντες, Εὐδόκιμε Ὅσιε.
Ὁ
Οἶκος.
Τὸν
κόσμον ἀφείς, εἰς τὸ Ὄρος ἀνέδραμες, καὶ τοῦτο τῆς εἰς οὐρανὸν ἀνόδου ἐποίησας
κλίμακα· νηστείᾳ γὰρ καὶ ἐγκρατείᾳ τὸ σῶμα ἐκκαθάρας παθῶν, καὶ ἀκηλίδωτον τῷ
Θεῷ προσήγαγες· ὅτε καὶ αὐτὸς ἁγιάσας, διὰ θαύματος ἡμῖν σὲ ἀνέδειξε, καὶ λανθάνειν
ἐθέλοντα· μύρου γὰρ πνέον τὸ σκῆνός σου ἀνεφάνη, καὶ πάντας ἡμᾶς εὐωδίας
οὐρανίου ἐνέπλησεν, Εὐδόκιμε Ὅσιε.
Συναξάριον.
Πῶς ἠθέλησας Εὐδόκιμε λανθάνειν,
ὅπου τὸ θεῖον Ἁγίοις δοξάζεται;
Πέμπτῃ Εὐδοκίμου σκῆνος γῆς ἐξεφάνθη.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Χαριτίνης
Ὅπερ
δι' εὐχῆς εἶχε, σαρκὸς τὴν λύσιν,
ἰδοὺ δι' εὐχῆς λαμβάνει Χαριτίνη.
ἰδοὺ δι' εὐχῆς λαμβάνει Χαριτίνη.
Αὕτη ὑπῆρχεν ἐπὶ διοκλητιανοῦ τοῦ βασιλέως, καὶ δομετίου κόμητος,
δούλη οὖσα Κλαυδίου τινός· περὶ ἧς ὁ κόμης ἀκούσας, γράφει τῷ κυρίῳ αὐτῆς,
ἀποστεῖλαι πρὸς αὐτὸν εἰς ἐξέτασιν, ὡς Χριστιανὴν οὖσαν. Ὁ δὲ κύριος αὐτῆς
λυπηθείς, σάκκον ἐνδυσάμενος, ἐθρήνει αὐτήν. Ἡ δὲ παρηγοροῦσα, ἔλεγε: Κύριέ μου, μὴ λυποῦ, ἀλλὰ χαῖρε· ὑπέρ τε γὰρ
τῶν ἐμῶν καὶ τῶν σῶν πλημμελημάτων, ἱερεῖον τῷ Θεῷ εὐπρόσδεκτον λογισθήσομαι. Ὁ
δὲ εἰπών: Μέμνησό μου ἐν τῷ ἐπουρανίῳ
Βασιλεῖ, ἀποστέλλει τῷ κόμητι. Καὶ ἀχθεῖσα, καὶ τὸν Χριστὸν ὁμολογήσασα,
ξυρᾶται τὴν κεφαλήν, καὶ ζέουσαν ἀνθρακιὰν καταπάσσεται· εἶτα δεσμεῖται λίθῳ
βαρεῖ, καὶ ῥίπτεται ἐν τῇ θαλάσσῃ, καὶ ἐξελθοῦσα, ἐνεφανίσθη τῷ κόμητι· καὶ
πολλὰ τιμωρηθεῖσα, καὶ τῶν ὀνύχων τῶν χειρῶν καὶ τῶν ποδῶν στεηρθεῖσα, τῷ Θεῷ
τὸ πνεῦμα παρέθετο.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς
Μαμέλχθα, λίθοις βληθεῖσα τελειοῦται.
«Ὁμοῦ
λελουμένην με Χριστὲ προσδέχου,
(Μαμέλχθα φησὶ) καὶ λίθοις βεβλημένην».
(Μαμέλχθα φησὶ) καὶ λίθοις βεβλημένην».
Αὕτη
ὑπῆρχεν ἐκ Περσίδος, ἱέρεια τοῦ ναοῦ τῆς Ἀρτέμιδος, ἔχουσα καὶ ἀδελφὴν
Χριστιανήν. Εἶδε δὲ ἐν ὀνείρῳ Ἄγγελον Θεοῦ, δεικνύοντα αὐτῇ τὰ μυστήρια τῶν
Χριστιανῶν· καὶ ἀναστᾶσα ἔμφοβος, διηγεῖται τῇ ἀδελφῇ. Ἡ δὲ ἄγει αὐτὴν πρὸς τὸν
ἐπίσκοπον· καὶ βαπτισθεῖσαν, ἐδέξατο αὐτὴν ἐκ τῆς ἀναγεννήσεως ἡ ἰδία ἀδελφή.
Ὅθεν μανέντες οἱ Ἕλληνες, λίθοις αὐτὴν ἀπέκτειναν, ἔτι τὰ ἄμφια τοῦ Ἁγίου
Βαπτίσματος περιφέρουσαν, καὶ εἰς λάκκον βαθύτατον ἔῤῥιψαν· ἐξ οὗ μόλις οἱ Χριστιανοὶ
ταύτην ἀνενεγκεῖν ἠδυνήθησαν. Ὁ γοῦν ἐπίσκοπος, προσελθὼν τῷ βασιλεῖ τῶν
Περσῶν, ἔλαβεν ἐξουσίαν, τοῦ καταλύσαι τὸν ναὸν τῆς Ἀρτέμιδος, καὶ οἰκοδομῆσαι
Ἐκκλησίαν τῇ Ἁγίᾳ Μάρτυρι· ὃ καὶ ποιήσας, ἐν αὐτῷ τὸ τίμιον αὐτῆς κατέθετο
λείψανον.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἀνάμνησις Ὀπτασίας Κοσμᾶ μοναχοῦ, φοβερὰ καὶ ὠφέλιμος.
Πενθώ
κολάσεις τας ξένας ώδε βλέπων.
χαίρω δε αύθις τας αναπαύσεις βλέπων.
χαίρω δε αύθις τας αναπαύσεις βλέπων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Ἰωάννου, ἐπισκόπου Εὐχαΐτων, τοῦ Μαυρόποδους
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμογένους, ἐπισκόπου Σάμου
Δοὺς
Ἑρμογένης χοῦν χοΐ θνητῶν νόμῳ,
Θεὸς Θεῷ
πρόσεισι, τῷ φύσει θέσει.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μεθοδίας τῆς ἐν Κιμώλῳ
Μέθοδον ζωῆς ὁσίας ἠσκημένη,
Χριστῷ πρόσεισιν ὁσίως Μεθοδία.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρλαὰμ τοῦ Σικίζσκ, τοῦ ἐρημίτου
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν Ἁγίων Ἱεραρχῶν τῆς Μόσχας
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γρηγορίου τοῦ Γεωργιανοῦ.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Ὁ α’ τοῦ Ἁγίου. Οὐκ ἐλάτρευσαν.
Βατοπέδιον,
τὴν μνήμην τοῦ Ἁγίου σου, νῦν πανηγύριζε· ὁ σὸς Εὐδόκιμος γάρ, μυρίπνοος
δείκνυται, θεόθεν Ἅγιος, διὰ θαύματος, ὅπερ Θεὸς ἐδήλωσεν, διὰ σοῦ τοῖς ἐν τῷ
Ὄρει.
Ἣν
ἐξέφυγεν, ἐν κόσμῳ ὁ Εὐδόκιμος, δόξαν ἀοίδιμος, λανθάνειν θέλων ἀεί, Θεὸς
ταύτην δέδωκεν, καὶ ἐφανέρωσεν, ὄντως Ἅγιον, καὶ ἀληθῶς μυρίπνοον, ὡς Θεῷ
δεδοξασμένον.
Ταπεινότητι,
τοὺς πάντας ὑπερέβαλεν ὁ νεοδόξαστος, ἐν τῇ ἀσκήσει τελῶν, ἀνύψωται σήμερον καὶ
οὐρανόφοιτος, δειχθεὶς ἅπασιν, Ἀγγέλοις τε ὁμοδίαιτος, ἀρετῇ κεκαθαρμένος.
Θεοτοκίον.
Ὑπερένδοξε,
ἡ Ὄρος ἐθελήσασα, τὸ ἐν ἡμῖν κατοικεῖν, ἀλλὰ εὐχὰς ταπεινῶν ὑπόδεξαι Δέσποινα,
τῶν προσκυνούντων Σε, καὶ περίσωζε, ὃ ἡρετίσω οἴκημα, πρὸς τὴν Σὴν δοξολογίαν.
Ἕτερος.
Ὁ ὑπερυψούμενος.
Ἴασαι τὰ τραύματα, τῆς
ψυχῆς καὶ σώματος, παῦσον τὸ κλυδώνιον, δεινῶς τὸ χειμάζον με, Εὐδόκιμε
τρισμάκαρ, ἐπαφῇ τῶν σῶν λειψάνων.
Στύλος καὶ ἑδραίωμα, τῆς
Μονῆς Ὅσιε, Εὐδόκιμε δείκνυσαι, κρατύνων ἀσάλευτον, ἐν ταῖς περιστάσεσι,
εὐπροσδέκτοις σου πρεσβείαις.
Ὕμνοις τοὺς τιμῶντάς σου,
μῦρον τὸ ἡδύπνοον· καὶ πίστει γεραίροντας, μνήμην σου τὴν ἔνθεον, φωτὸς ἀῤῥήτου
πλῆσον, ὦ Εὐδόκιμε θεόφρον.
Θεοτοκίον.
Μύρῳ χρισθεὶς Ὅσιε, τοῦ
Ἁγίου Πνεύματος, εὐῶδες θυμίαμα, Μητρὸς Θεοῦ πέφηνας, ἡμᾶς εὐωδιάζων,
Θεομήτορος τοὺς λάτρας.
ᾨδὴ
η’. Ὁ α’ τοῦ Ὁσίου. Παῖδας εὐαγεῖς.
Μνήμην
ἐκτελοῦντες τοῦ Ἁγίου, τοὺς πόνους τοὺς ἐναρέτους μιμησώμεθα, οὕς περ
διελήλυθε, τρέχων δι’ ἀσκήσεως, πρὸς οὐρανίαν ἄνοδον, προτρέπων ἕπεσθαι, τοὺς
Κύριον φιλοῦντας ἐν πίστει, καὶ εὐαρεστοῦντας, ἐν ἔργοις θεαρέστοις.
Ὅλον
ἐκκαθάρας σου τὸ σῶμα, ἐγένου καὶ τοῖς Ἀγγέλοις ἰσοδίαιτος, τὴν ὕλην γὰρ
ἀνέλυσας, καὶ ἄϋλος μεμένηκας, ὢν ἐν τῷ κόσμῳ Ὅσιε, ὡς ὑπερκόσμιος, διήνυσας,
ἀΰλως τὸν βίον· διὸ καὶ μύρου πνέεις, τῆς θείας εὐωδίας.
Χαίροις
ἡ Μονὴ Βατοπεδίου, ἐν σοὶ γὰρ ὁ Ἅγιος ἡγίασται, ὁ νῦν ἑορταζόμενος, μυρίπνοος
γενόμενος, τοὺς μοναστὰς δὲ σύμπαντας διδάσκει πάντοτε, οὐράνιον, διάγει τὸν
βίον, ἵν’ ἀξιωθῶσι, τῆς θείας Βασιλείας.
Θεοτοκίον.
Βάτῳ
Μωϋσῆς ἐν τῷ Σιναίῳ, ἐνεῖδε τοῦ μυστηρίου τὸ θαυμάσιον, τῆς Σῆς ἀχράντου
τέξεως, Ὄρει δὲ τοῦ Ἄθωνος, βατοφανὲς τεράστιον ἐφάνη Δέσποινα, τὸν ἄνακτα,
σωθῆναι κυμάτων, καὶ Σὺ ἐμεγαλύνθης, ἐν ὄρει ἑκατέρῳ.
Ἕτερος.
Σοὶ τῷ παντουργῷ.
Νῦν ὁ παντουργός, καὶ
παντεπόπτης μάκαρ, ὡς ἥλιον τέθηκε, σὲ πᾶσι λάμποντα, τοῖς ἐν τῷ Ἄθῳ σεμνῶς
βεβιωκόσιν, οὓς καὶ περιφρούρει, Εὐδόκιμε εὐχαῖς σου.
Ὄρθρος νοητός, τοῖς ἐν
σκοτίᾳ ὤφθης, πταισμάτων Εὐδόκιμε, φωτὶ τῶν μύρων σου, πάντας αὐγάζων, τοῖς
πόθῳ σου τὴν μνήμην τελοῦσι, Βατοπεδίου κλέος.
Ἵλεως γενοῦ, ἡμῖν Θεὲ τῶν
ὅλων, ἔχων δυσωποῦντά Σε, τὸν Σὸν Εὐδόκιμον, δίδου πταισμάτων διόρθωσιν Σοῖς
δούλοις, καὶ συντήρει ποίμνην, Μονῆς Βατοπεδίου.
Τριαδικόν.
Σὲ τὴν τοῦ παντός,
δεσπόζουσαν Τριάδα, προάναρχον σύνθρονον, ὑμνοῦντες λέγομεν· ταῖς τοῦ Ὁσίου
πρεσβείαις εὐπροσδέκτοις, τὴν Μονήν σου ταύτην, συντήρει εἰς αἰῶνας.
Θεοτοκίον.
Σὲ τὴν τοῦ Θεοῦ,
πανάχραντον Μητέρα, τοῦ Ὄρους φυλάκισσαν, ὑμνοῦντες κράζομεν· τοὺς τῇ Σῇ
ποίμνῃ, ἐμμένοντας συντήρει, καὶ ἐν ὥρᾳ δίκης, ἐξάρπασον γεέννης.
ᾨδὴ
θ’. Ὁ α’ τοῦ Ὁσίου. Ἅπας γηγενής.
Ἅπας
μοναστής, ἰδέτω τὴν ἄσκησιν, οὐρανοβάμονος, μηδ’ ἀναδυέσθω ποτέ, οὐρανοδρόμος
ἅπαξ γενόμενος, ὁ γὰρ ζυγὸς τοῦ Πνεύματος, ἀεὶ χρηστότερος, καὶ φορτίον, κοῦφον
ἀναδέχεται, μύρου πνέει γὰρ ἔνθεν Εὐδόκιμος.
Δόξαν
κοσμικήν, τὴν πᾶσαν ἀπέφυγες θεομακάριστε, τῆς ἐν οὐρανῷ ἐρῶν, μόνη γὰρ αὕτη
πέλει ἀθάνατος, οὓς ἐραστὰς δὲ δείκνυσον ἀκτινοβόλους ἀεί, καὶ λαμπρύνει, εἰς
τὸ ἀτελεύτητον, αἰωνίως λαμπᾶσι τοῦ Πνεύματος.
Ὅστις
ἐν τῇ γῇ, τὰ πάντα ἐμίσησε, διὰ τὸν Κύριον, παραγεγονέτω νῦν, εἰς Βατοπέδιον
ὀσφραινόμενος, τοῦ μυριπνόου σώματος τοῦ ἁγιάσαντος, καὶ μαθέτω, πόνων τὴν
ἀντίδοσιν, Εὐδοκίμου τοῦ πάνυ ἐν λάρνακι.
Θεοτοκίον.
Ἅπαν
τὸ σεπτόν, καὶ Σὸν ἐνδιαίτημα, θεοχαρίτωτε, Ὄρος τὸ ἡμέτερον, ὑπὸ Σὴν σκέπην
ἀνατιθέμεθα, ταῖς ἱκεσίαις Δέσποινα, δυοῖν Ἁγίοιν Σου, Εὐδοκίμου καὶ Ἀθανασίου
τε, τοῖς ἐν Ὄρει τοῦ Ἄθω ἀσκήσαντος.
Ἕτερος.
Ἡσαΐα χόρευε.
Τὴν πληθὺν παράλαβε, τῶν ἐν
Ἄθῳ Ὄρει τῷ σεπτῷ, λαμψάντων τηλαυγῶς, καὶ θερμὰς λιτάς, τῷ Κτίστῃ προσάγαγε,
ππάσης διενῆς, ἄψαυστον ἀεί, βλάβης φυλάττεσθαι, τὴν Μονήν σου ὦ Εὐδόκιμε.
Ἐν ὑψίστοις Ὅσιε, παρεστὼς
τῷ πάντων Βασιλεῖ, λιτὰς ὑπὲρ ἡμῶν, ποίει ἐκτενῶς, τῶν πίστει καὶ πόθῳ τε,
εἰλικρινεῖ μνήμην τὴν σεπτήν, ἀνευφημούντων σου, εὐωδέστατε Εὐδόκιμε.
Φέρω τὸ μελώδημα, σοὶ θαῤῥήσας
Πάτερ ὁ οἰκτρός, τὴν σὴν ἐπικληθεὶς θείαν ἀρωγήν, τὰ σὰ γοῦν δεξάμενος, ἀπὸ τῶν
σῶν, χαρίτος τῆς σῆς, νῦν με ἀξίωσον, εὐωδέστατε Εὐδόκιμε.
Ὡς τοῦ Ἄθω βλάστημα, καὶ
Μονῆς σου ῥόδον εὐκλεές, Εὐδόκιμε ἱερέ, τῶν Παμβασιλεῖ, δεήσεις προσάγαγε, τοῦ
συντηρεῖν ἀπὸ πειρασμῶν, καὶ περιστάσεων, εἰς αἰῶνας ταύτην Ὅσιε.
Θεοτοκίον.
Στάμνον ῥάβδον πλάκα Σε,
καὶ λυχνίαν ἀΰλου φωτός, καὶ τράπεζαν σεμνή, ἄρτου καὶ ἀμνοῦ, τοῦ Λόγου
γινώσκοντες, Σὲ εὐλαβῶς μετὰ Προφητῶν, ὦ Βηματάρισσα, ἐπαξίως μακαρίζομεν.
Ἐξαποστειλάριον.
Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Προστάτην
σε θερμότατον, ἡ εὐαγής σε κέκτηται, Μονὴ τοῦ Βατοπεδίου· διὸ λαμπρῶς τὴν σὴν
μνήμην, πανηγυρίζει κράζουσα· ἀεὶ σκέπε τὴν ποίμνην σου, ἐν ᾗ σοφὲ τὸν δίαυλον,
τῆς σῆς ἀσκήσεως ἦρας, Εὐδόκιμε μυροβλῦτα.
Ἕτερον.
Ἦχος γ΄. Ἀπόστολοι ἐκ περάτων.
Τὸν
σὸν ἐνάρετον βίον, Θεὸς ὁ πάντων δοξάσας, μυρίπνοον ἀναδείξας, τὸ σκῆνός σου
θεοφόρε, ἐτράνωσε τὴν ἐν κόσμῳ, ἰσάγγελον πολιτείαν.
Θεοτοκίον.
Καὶ
Σὲ τὸν Κτίστην τεκοῦσαν, δοξολογοῦμεν Παρθένε, τεμένη Σου γὰρ φαιδρύνεις, ἰσχύουσα
τοὺς ἀσκοῦντας, δεόμεθα δὲ μὴ παύσῃ, θαυματουργοῦσα ἐν τούτοις.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀγγελικῶς
διανύσας τὸν βίον Ὅσιε, παρὰ Θεοῦ ἀπέχεις, τῶν σῶν πόνων τὰ ἆθθλα, ἡ λάρναξ σου
τοῖς πᾶσι ἐκχέει τερπνά, εὐωδίας ἀρώματα, καταπλουτοῦσα τὸ εὔοσμον ἐκ Θεοῦ,
ἀενάως ὁσιώτατε. (Δίς)
Ὡς
μυροθήκη ὑπάρχει, ἡ τῶν λειψάνων σορός, ψυχὰς τῶν σὲ τιμώντων, ἐμμυρίζουσα
πίστει, Εὐδόκιμε θεόφρον, πέμπε ἡμῖν, πρὸς σὴν μίμησιν σπεύδουσι, καὶ
συνασκήσασι Πάτερ ἐπὶ τῆς γῆς, ἀναγωγὰ τὰ σελαγίσματα.
Οἱ
συνασκοῦντες ἐν Ἄθῳ, δεῦτε θεάσασθε, θαυματουργοῦντα βίον, ὃν προβάλλεσθε πόθῳ,
ζωῆς τῆς αἰωνίου καὶ πάντων ἡμῶν, στερεωθήτω πρὸς Κύριον, τὰ τῆς καρδίας καὶ
γνώμης καὶ τῆς ψυχῆς, ἵν’ ἐν Θεῷ καὶ συντρυφήσωμεν.
Δόξα.
Ἦχος α΄.
Ἐκ
τῆς λαμπρότητος τῶν ἀγώνων σου, τὴν χάριν τῆς εὐωδίας εἴληφας· σὺ γὰρ τὸν
Σταυρόν σου, κατὰ Χριστὸν ἐπ’ ὤμων ἀράμενος, καὶ ἀκολουθῶν αὐτῷ ἀμεταστρεπτί,
εἰς οὐρανὸν ἀνέτρεχες, τοῖς πόνοις τῆς ἐγκρατείας καὶ ἀσκήσεως, ἀνακαθάαρας
σαυτόν, δοχεῖον ἐναπέδειξας τῆς θείας χάριτος, πάθη τε ἐκνικήσας τοῦ σώματος,
καὶ κόσμον καὶ κοσμοκράτορα· καὶ νῦν ἐν οὐρανοῖς μετ’ Ἀγγέλων συναγάλλῃ. Ἀλλὰ
Πάτερ σύνεσο καὶ ἡμῖν, ἰσχὺν παρέχων τοῖς συνασκοῦσιν ἀδελφοῖς, καὶ νίκην κατὰ
παθῶν ὀλεθρίων, ἵνα καὶ σοὶ συνδιάξωμεν, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις·
Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ
τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ
τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα,
σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Πλῆρες
εὐωδίας πνευματικῆς, εὕρηται θεόφρον, τὸ σὸν λείψανον τὸ σεπτόν, οὗ τῇ
ἀνευρέσει, ἐξέστησαν οἱ πάντες, Εὐδόκιμε ὑμνοῦντες, τὴν πολιτείαν σου.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν
ἐν ἐσχάτοις τοῖς καιροῖς παραδόξως, ἀναφανέντα τῇ Θεοῦ εὐδοκίᾳ, καὶ εὐωδίαν
πνέοντα ὀδμῆς μυρεψικῆς, πάντες εὐφημήσωμεν, ἐν ᾠδαῖς ἐπαξίως, Ὅσιον Εὐδόκιμον,
πρὸς αὐτὸν ἐκβοῶντες· ὑπὲρ ἡμῶν ἱκέτευε πολλῶν, νόσων ῥυσθῆναι, ταῖς σαῖς
παρακλήσεσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλθέτω ὁ θίασος μοναστῶν,
χοροὶ ἀσκητῶν τε, εὐφημήσοντες σὺν ἡμῖν, τὸν Βατοπεδίῳ νεοφανῆ ὀφθέντα,
μυριπνοοῦντα πάντας θεῖον Εὐδόκιμον.
Μοναὶ αἱ τοῦ Ἄθω ἥκατε δή,
εἰς μνήμην Ἁγίου, τοῦ φανέντος νεολαμποῦς, ὃς ἁγιωσύνην ἐκδιδάσκει, ἐπιτελεῖν
νουνεχῶς ἀφανέστατα.
Ζωὴν σὺ διήνυσας ἐπὶ γῆς,
ἰσάγγελον μάκαρ, ἀγνοούμενος τοῖς πολλοῖς, Θεὸς δὲ ἐν τέλει σὲ δοξάζων, μύροις
τὸ σκῆνός σου Πάτερ ἐτίμησεν.
Θεοτοκίον.
Τεκοῦσα τὸν ἄχρονον ὑπὲρ
νοῦν, ἁγνὴ Θεομῆτορ, διαφύλαττε Σὴν Μονήν, πρεσβείαις τοῦ θείου Εὐδοκίμου, τοῦ
τὸν Υἱόν Σου πιστῶς θεραπεύσαντος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόφοιτον
μῦρον παρὰ Θεοῦ εἴληφας, ἐν Βατοπεδίῳ μονάζων, ἀσκήσας ἄριστα, βίον Εὐδόκιμε,
ἀγγελικὸν διανύσας· ὅθεν σε ὁ Κύριος, μύροις ἐδόξασεν.
Ἀρετὴν
πᾶσαν Πάτερ ἐπὶ τῆς γῆς ἤσκησας, καὶ τοὺς συνασκοῦντας πατέρας, λαθεῖν
ἑλόμενος, κρυφίως ἔσπευσας, σαυτὸν καθεῖρξαι ἐν τάφῳ, προγνούς σου τὴν
κοίμησιν, μάκαρ Εὐδόκιμε.
Θαῦμα
μέγα κατεῖχε τοὺς ὑπουργοὺς Ὅσιε, τοῦ πολυανδρίου τοῦ πάλαι, μύρου ὅτ’ ἤσθοντο,
αἴφνης δ’ ἐβόησαν, τοῖς ἐν Μονῇ δηλωτέρα, ἔνι τὸ αἰσθόμενον, Ἁγιου ἄγγελμα.
Θεοτοκίον.
Ὑπερένδοξε
Κόρη ἡ τὸν Θεὸν τέξασα, καὶ Βατοπεδίου Κυρία ἡμᾶς ἐνίσχυσον, πρὸς τὰ οὐράνια,
ἀναδραμεῖν ἀνενδότως, ποίμνην δὲ περίσωζε, Σοῦ τὴν ἀρίδηλον.
Διάσωσον,
ταῖς τοῦ σοῦ μύρου δαψιλέσιν ἀρδείαις, ὦ Εὐδόκιμε ἀπὸ κινδύνων σὴν ποίμνην, ἧς
ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ ταύτης καὶ ῥύστης.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ὑπάρχεις ὦ
Εὐδόκιμε, τοῖς πίστει τοῖς σοῖς, λειψάνοις προσπελάζουσι, καὶ πιστῶς
γεραίρουσι, καὶ βοῶσί σοι πανσεβάσμιε· ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας
ἡμῶν φύλαξ καὶ πρόμαχος.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Δεῦτε πιστοί, ἄνδρα τὸν
θεῖον ὑμνήσωμεν, μάλιστά γε, οἱ κατὰ τὸν Ἄθωνα, συμμονασταί, βίου τ’ ἐρασταί,
ἀναγωγικοῦ γάρ, πρὸς τὰ ἡμῖν ἐφιέμενα, αὐτὸς ἡμῖν ἐφάνη, ἐν ἐσχάτοις τοῖς
χρόνοις, ἐνισχύων ἡμᾶς πρὸς εὐθύδρομον.
Ἅμα ὀφθείς, θαυμάτων πλήθη
ἐτέλεσας, οὐ γὰρ μῦρον, μόνον σοι τὸ δώρημα, καὶ γὰρ Μονῆς, τῆς δὲ Γαβριήλ,
καίπερ ἰατρὸς ὤν, ὀσφύος ἄλγη οὐκ ἔπαυσε, πρὶν ἄν σου ἐδεήθη, καὶ σὺ τοῦτον
ἐφάνης, τῇ ἀφῇ τῆς χειρὸς ἐξιώμενος.
Ὅσοι πιστοί, ἐν νόσῳ ὄντως
προσέφυγον, πρὸς σὲ Πάτερ, νόσων ἀπηλλάγησαν, καὶ ὀδυνῶν, πάντες χαλεπῶν,
τμήματα τινὲς δέ, σοῦ ἐπενδύτου λαμβάνοντες, πιστῶς προσδεδεγμένοι,
προσαπτόμενοι ταῦτα, ἑαυτοὺς ὑγιεῖς ἀπεδείξαντο.
Θεοτοκίον.
Πῶς τὸν Θεόν, ἐχώρησας τὸν
ἀχώρητον, μυροδόχε, ὄντως ὑπὲρ ἔννοιαν, ἅπας γὰρ νοῦς, ἀκαταληπτεῖ, πρὸ τοῦ
μυστηρίου, τὸ μέγεθος λογιζόμενος· διό Σε σὺν Ἀγγέλοις, οἱ πιστοὶ ἀνυμνοῦμεν,
τὴν Σὴν σκέπην αἰτούμενοι Δέσποινα.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Οἱ πιστοὶ ἐκ περάτων, ὁμοῦ
συμπροσέλθετε θαῦμα ὀψόμενοι, Ἅγιον εἰς Ὄρος τὸ σεπτὸν κατὰ τὸ Βατοπέδιον, καὶ
ὀσφφρανθήσεσθε, μύρου τῷ ὄντι οὐρανίου, δι’ ἡμᾶς γὰρ τὸ θαῦμα ἐπέφηνε.
Οἱ σορῷ προσελθόντες, καὶ
κατοσφραινόμενοι μύρου ἐμπέπληνται, ὢ θαύματος φάντες, οὐράνιον γὰρ τό γε φαινόμενον,
χαρᾶς τὲ πλησθέντες, ἐν πίστει τε στερεωθέντες, τὸν Θεὸν μεγαλύνοντες ᾔεσαν.
Ὅσοι πόθον τὸν θεῖον, ἐν
ψυχῇ ἐλάβετε μονασταὶ Ὅσιοι, μὴ κάμητ’ ἐλθόντες, ἐποψόμενοι ἐντολῆς πλήρωσιν,
βιοὺς γὰρ ἀγνώστως, Εὐδόκιμος ὁ ἐν Ἁγίοις, καὶ Θεὸς συνεμύρισε θαύμασιν.
Θεοτοκίον.
Ὀρειοῦχε Παρθένε, Σὸν γὰρ
ἐνδιαίτημα Ὄρος τὸ Ἅγιον, ἀλλ’ ὦ Θεομῆτορ, φρούρει τοῦτο ἁγνὴ Βηματάρισσα, σὺν
Βατοπεδίῳ, ταῖς Εὐδοκίμου ἱκεσίαις, νοητῶν πειρατῶν διασώζουσα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὸ ὕψος, σῆς ἀρετῆς
ἐξέπληξε, καὶ Ἀγγέλων καὶ βροτῶν τὰς χορείας! Τὸ πῶς σοφέ, ἐπεθύμεις κρυβῆναι,
ὅλως καὶ ζῶν καὶ θανὼν παναοίδιμε, ὡς ἀληθῶς γὰρ συμπασῶν, ἀρετῶν δεῖγμα σοῦ τὸ
κατόρθωμα.
Ἐστήριξας, κλονουμένων
καρδίας, πρὸς τὴν θείαν εὐσεβείας κρηπίδα, ἀναφανεὶς ἐν ἐσχάτοις τοῖς χρόνοις,
ὀσμὴν ἐκπνέων Εὐδόκιμε Ὅσιε, ἰάματα παντοδαπά, παρεχόμενος πᾶσι τοῖς κάμνουσι.
Ἐδόθη σοι, τῶν θαυμάτων
δύναμις, καὶ ἰάσεων ἡ χάρις τρισμάκαρ, ἵνα μηδέν, ὑστερῇς τῶν Ἁγίων· ὅθεν
θαυμάτων πληθὺν ἐπετέλεσας, τοῖς πίστει ὄνομα τὸ σόν, προσκαλοῦσιν Εὐδόκιμε Ὅσιε.
Θεοτοκίον.
Ἀφράστως ἐν γαστρὶ
συνέλαβες, τὸν ἀχώρητον Θεὸν Θεοτόκε· ὅθεν ταῖς Σαῖς, ἀκοιμήτοις πρεσβείαις,
πρὸς τὸν Υἱόν Σου ἀξίωσον ἔσεσθαι, ἡμᾶς σὺν ἅμα τῷ κλεινῷ, Εὐδοκίμῳ πιστῷ Σου
θεράποντι.
Διάσωσον,
ταῖς τοῦ σοῦ μύρου δαψιλέσιν ἀρδείαις, ὦ Εὐδόκιμε ἀπὸ κινδύνων σὴν ποίμνην, ἧς
ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ ταύτης καὶ ῥύστης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν
ἀναῤῥώσασθαι, Εὐδοκίμου τῇ σορῷ τῶν ὀστέων προσδράμωμεν, καὶ εὐλαβῶς αὐτὰ
προσπτυσσόμενοι, μετὰ πόθου κράξωμεν αὐτῷ· ὡς ἐκ Θεοῦ χάριν λαβών, τοὺς
νοσοῦντας ἰάσασθαι, τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καὶ τῶν ἐχθίστων
δυσμενῶν, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί
ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς·
Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ,
οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.
Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε
τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ
καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ
τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Μέγαν ἀντιλήπτορα, σὲ
κεκτημένη καυχᾶται, ἡ Βατοπεδίου σε, λαύρα ἡ ἀρίζηλος ὦ Εὐδόκιμε, καὶ σεπτὴν
μνήμην σου, λιγυροῖς ᾄσμασι, καταστέφει καὶ γεραίρει σου, κάραν τὴν πάντιμον,
ἄῤῥητον ὀδμὴν ἀποπνέουσαν, καὶ γάρ σε πρὸς τὸν Κύριον, πρεσβευτὴν κεκτήμεθα
ἄγρυπνον, ἔχεις καὶ γὰρ Πάτερ, ἰσχὺν πρὸς τὸ πρεσβεύειν ἐκτενῶς, ὑπερ τῶν
πίστει τιμώντων σε, ἀξιομακάριστε.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Χαῖρε χορεύων ἐν τῇ μνήμῃ,
Βατοπέδιον υἱοῦ σου Εὐδοκίμου, καὶ πιστοὺς εἰς ᾠδάς, συγκάλεσον βοῶντας·
εὐλογητὸς εἶ Κύριε, ὁ τοὺς σοὺς καθαγιάζων.
Σκίρτα τὸ Ὄρος τὸ τοῦ Ἄθω,
ἡγιάσθης γὰρ ἐκ τῶν ἁγιασθέντων, καὶ ἀσκούντων ἐν σοί, δεδόξασαι δ’ ἐν κόσμῳ,
καὶ γὰρ ὁ σὸς Εὐδόκιμος, διαγγέλλει σε τοῖς πᾶσιν.
Πᾶς ὁ ἀσκούμενος ἐν Ἄθῳ,
ἀνυέτω δὴ τὸν δρόμον πεποιθότως, βεβαιούμνος νῦν, ὑπὸ τοῦ Εὐδοκίμου, ἀνταμοιβῆς
ὡς τεύξεται, οὐρανῶν τῆς Βασιλείας.
Θεοτοκίον.
Ὡς ἠρετίσω κατοικίας, καὶ
οἰκήτορας οὐκ ἀναξίους ἔχεις, ἁμιλλώμεθα δέ, πρὸς βίον Εὐδοκίμου, ἀλλὰ ἡμῖν
βοήθησον, τοῖς Σοῖς δούλοις Θεοτόκε.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Τὸν ἐν Ἄθῳ μυρίπνοον
ὀφθέντα, καὶ δοξάζοντα Μονὴν Βατοπεδίου, νεοφανῆ ἀοίδιμον Εὐδόκιμον, δεῦτε
συνελθόντες, οἱ ἐν αὐτῷ ἀσκοῦντες, ὑμνήσωμεν ἀξίως.
Τίς ἐξείπει τὸ θάμβος ὃ
κατέσχε, τοὺς παρόντας σου λειψάνου τῇ εὑρέσει, οἳ ἐκπλαγέντες ἅπαντες ἐβόησαν·
μέγας ὦ Πατέρες, ἐν τῷ Εὐδοκίμῳ, Θεὸς τῶν Χριστωνύμων.
Ἐκκαθάρας τὸ σκῆνός σου
θεόφρον, τῇ ἀσκήσει ὡς μὴ ἔχειν τι γεῶδες, οὐδὲ ὀσμῆς ὑλώδους τι παντάπασιν·
ὅθεν καὶ δοχεῖον, ἀνάμεστον κατέστη, τοῦ οὐρανίου μύρου.
Θεοτοκίον.
Θεοτόκε θερμῶς Σε
δυσωποῦμεν, Σὺ γὰρ μόνη μεσίτρια τυγχάνεις, πᾶσι πιστοῖς, καὶ μάλιστα τοῖς
δούλοις Σου, τοῖς ἐνασκουμένοις, ἐν Ὄρει τῷ Ἁγίῳ, οὓς φρούρει Σαῖς πρεσβείαις.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐφάνης ὑπὲρ ἄνθρωπον ἐπὶ
γῆς, ὡς ζωὴν διανύσας ἰσάγγελον, εἰ γὲ οὐδείς, δόξαν κατεμίσησε παντελῶς, ὡς μὴ
δὲ θέλειν φαίνεσθαι, ἅς γε διεπράξατο ἀρετάς· διό σε θεοφόρε, καὶ σύμπας
εὐφημεῖ σε, ὁ οὐρανόγειος διάκοσμος.
Σὺ ἔργῳ ἐβεβαίωσας τὸ
ῥητόν, ὃ Χριστὸς διαῤῥήδην ἐκέλευσε, μηδὲν ποιεῖν, πρὸς τὸ θεαθῆναι ἐνδεικτικῶς,
ὡς τοῦ μισθοῦ ἀπέχουσιν, ἀρετὰς οἱ πράττοντες φανερῶς· διὸ καὶ ἡγιάσθης,
Εὐδόκιμε θεόφρον, ἁγιασμῷ, τελείῳ πάνσοφε.
Πλουσίας ἀντιδόσεις παρὰ
Θεοῦ, εἰληφὼς τῶν ἀμέτρων καμάτων σου, πρόστηθι νῦν, λύτρωσαι Εὐδόκιμε
συμφορῶν, καὶ χαλεπῶν κακώσεωνν, τοὺς ἀσπαζομένους σου εὐλαβῶς, σορὸν τὴν τῶν
λειψάνων, Μονὴν δὲ τὴν οἰκείαν, σώζοις λιταῖς σου περιστάσεων.
Θεοτοκίον.
Δοχεῖον γεγονυῖα ὑπερφυές,
εὐδοκίᾳ Πατρὸς τοῦ Γεννήτορος, Πνεύματος δέ, ἅμα ἐπελεύσει συνεργικοῦ, Θεοῦ τοῦ
Λόγου πάναγνε, ὃν καὶ καθικέτευε Σὴν Μονήν, πρεσβείαις Εὐδοκίμου, τηρεῖν καὶ
περιέπειν, διαιωνίζειν τε ἀπήμονα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Τοὺς ἀσπαζομένους σου
εὐλαβῶς, σορὸν τῶν λειψάνων, καὶ τελοῦντάς σου τὴν φαιδράν, μνήμην περιφρούρει,
ἀπὸ πάσης ἀνάγκης, Εὐδόκιμε τρισμάκαρ, ἀξιοθαύμαστε.
Τῆς Βατοπεδίου μέγας
φρουρός, καὶ τοῦ Ὄρους Ἄθω, ὁ ἀσύλητος θησαυρός, μοναστῶν ἁπάντων, τὸ γέρας τε
καὶ κλέος, Εὐδόκιμε θεόφρον, φρούρει τὴν ποίμνην σου.
Μέγιστος ὑπάρχεις ἡμῶν
φρουρός, φύλαξ καὶ προστάτης, ἀντιλήπτωρ καὶ πρεσβευτής, ἐν κινδύνοις ῥύστης,
Μονῆς Βατοπεδίου, Εὐδόκιμε τρισμάκαρ· διὸ τιμῶμέν σε.
Κάραν σου ἡ θεία
μαρμαρυγάς, βλύζει ἰαμάτων, καὶ μυρίζει τῶν εὐλαβῶς, κατασπαζομένων, αὐτὴν τὰς
διανοίας, καὶ τέρπει τὰς αἰσθήσεις, μάκαρ Εὐδόκιμε.
Πάντων νοσημάτων ἀπαλλαγήν,
πόνων καὶ κινδύνων, καὶ δαιμόνων ἐπιβουλῆς, κάραν σου τὴν θείαν, πιστοῖς πᾶσιν
ἐδείξω, Εὐδόκιμε θεόφρον, φάρμακον ἕτοιμον.
Θήκη ἡ πανεύοσμος τῶν
σεπτῶν, λειψάνων σου μάκαρ, εὐωδίαν μυρεψικήν, ἄτεχνον προχέει, τοῖς προσιοῦσι
πᾶσιν, ὑγείαν τε βραβεύει, ψυχῆς καὶ σώματος.
Δέχου τὰς πρεσβείας παμβασιλεῦ,
τοῦ θεράποντός Σου, Εὐδοκίμου νῦν τοῦ σεπτοῦ, καὶ τὴν ποίμνην ταύτην, ἀπήμονα
συντήρει, ἐχθίστων πάσης βλάβης, ὅπως δοξάζει Σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ῥέει, ἰαμάτων ποταμούς,
πέμπει ἀρωμάτων ἀκτῖνας, βλύζει θαυμάτων πηγάς, θήκη τῶν λειψάνων σου, σοφὲ
Εὐδόκιμε, ἀμισθὶ ἰωμένη τε, τοὺς σὲ προσκυνοῦντας· ὅθεν σου δεόμεθα
περιπτυσσόμενοι, θείαν σου σορὸν καὶ βοῶντες· οἴκτειρον ἡμᾶς ταῖς λιταῖς σου,
καὶ δεινῶν παντοίων ἐλευθέρωσον.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου