Τετάρτη 27 Ιουνίου 2018

ΟΚΤΩΒΡΙΟΣ 1. ΑΓΙΑΣ ΣΚΕΠΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΧΑΙΡΕΤΙΣΜΟΙ


ΟΚΤΩΒΡΙΟΣ Α!!
ΑΓΙΑ ΣΚΕΠΗ ΠΑΝΑΓΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ 

ΕΝ Τῼ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝῼ 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶµεν Στίχους δ’, καὶ ψάλλοµεν Στιχηρὰ προσόµοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῶν εὐσεβούντων τὰ στίφη, καὶ μοναστῶν ἡ πληθύς, δεῦτε συμφώνως πάντες, εὐλαβῶς προσκυνοῦντες, τὴν Σκέπην τῆς Ἀχράντου Μητρὸς τοῦ Θεοῦ, μεγαλύνωμεν σήμερον, τὴν παραδόξως ὀφθεῖσαν ἐν τῷ ναῷ, Βλαχερνῶν τοὺς πιστοὺς σκέπουσαν. 

Σκέπη ὑπάρχεις τοῦ κόσμου Θεοχαρίτωτε, σκέπουσα τοὺς σοὺς δούλους, τοὺς πιστῶς σε ὑμνοῦντας, καὶ πόθῳ τὴν εἰκόνα σου τὴν σεπτήν, προσκυνοῦντας Πανάχραντε, καὶ σοῦ τῆς Σκέπης τὴν χάριν πανευλαβῶς, αἰτουμένους διασῴζεις δεινῶν. 

Πειρατηρίων κινδύνων τε καὶ κακώσεων, ἐκ πολυτρόπων σῷζε, τὴν σὴν ποίμνην Παρθένε, τῇ Σκέπῃ σου τῇ θείᾳ πάντας ἡμᾶς, συντηροῦσα καὶ σκέπουσα, ἐκ πειρασμῶν ἀοράτων καὶ ὁρατῶν· πρὸς σὲ μόνην γὰρ ἐλπίζομεν. 

Πόθῳ τὴν θείαν σου Σκέπην Παρθενομῆτορ Ἁγνή, μεθ' ἧς σκέπεις σοὺς δούλους, προσκυνοῦμεν ἐν πίστει, δεόμενοι βοῶντες, πάντας ἡμᾶς σκέπε, φρούρει καὶ φύλαττε, ἐκ πειρασμῶν καὶ κινδύνων καὶ ἐκ πυρός, τοῦ ἀσβέστου ἡμᾶς λύτρωσαι. 

Δόξα. Καὶ νῦν. Ἦχος ὁ αὐτός.
Δεῦτε πιστῶν ἡ ὁμήγυρις πᾶσα, καὶ μοναζόντων ὁ θίασος, τὴν τῆς Παρθένου πυρίμορφον Σκέπην, τὴν ἡμᾶς περισκέπουσαν, καὶ διασῴζουσαν μεγαλύνωμεν, καὶ τοῖς ὕμνοις κροτοῦντες, πνευματικῶς ἑορτάσωμεν, καὶ χαριστήριον αἶνον τῇ Παρθένῳ προσοίσωμεν, ὡς δι' αὐτῆς σκεπόμενοι, πάντων δεινῶν, ἐκλυτρούμεθα καὶ ἐν ὥρᾳ τῇ φοβερᾷ τῆς ἐτάσεως, δι' αὐτῆς σωθῆναι ἐλπίζομεν καὶ λαβεῖν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος. 






Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σκέπη πανευκλεής, Μητρὸς τοῦ Θεοῦ Λόγου, σκέπε φρούρει καὶ σῷζε, ἀπὸ παντοίας βλάβης, τοὺς εὐλαβῶς τιμῶντάς σε.

Στ.: Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ σου. 
Ἐλπὶς χριστιανῶν, Παντάνασσα Μαρία, χάριτι τῆς σῆς Σκέπης, περίσῳζε τοὺς πόθῳ, ταύτην τιμῶντας σήμερον.

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. 
Λύσιν τῶν δυσχερῶν καὶ κτῆσιν τῶν ἀρίστων, βράβευσον σοῖς ἱκέταις, χάριτι τῆς σῆς Σκέπης, Μαρία μητροπάρθενε. 

Δόξα. Ἦχος β’
Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν καὶ τῇ σῇ Σκέπῃ, σκέπουσα ἡμᾶς πάντας, Παρθένε Θεονύμφευτε. 

Καὶ νῦν.
Ὕμνοις χρεωστικῶς, μοναζόντων τὰ στίφη, τιμήσωμεν ἐν ὕμνοις, τὴν Σκέπην τῆς Πανάγνου, τὴν πάντας πιστοὺς σκέπουσαν. 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α'. Του λίθου σφραγισθέντος.
Τῆς Σκέπης σου τὴν χάριν, ἀνυμνοῦμεν Παρθένε, ἣν ἐν τῷ πανσέπτῳ ναῷ σου, ἐφήπλωσας τοῖς πᾶσι, τὸ θαῦμα ἐκπλήττει πάντα νοῦν, πῶς θεῖόν σου μαφόριον Σεμνή, ἐφηπλοῦτο πανταχόθεν τοῖς πιστοῖς, τῇ αἴγλῃ ἀστραπηφόρον, χάρις τῇ ἀντιλήψει σου Ἁγνή, χάρις τῇ θείᾳ Σκέπῃ σου, χάρις τῇ προμηθείᾳ σου, μόνη Πανάχραντε. (γ΄)

Ἀπόλυσις.













ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξαἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ προσόµοια. Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος!
Ὢ τοῦ παραδόξου θαύματος, τοῦ ὀφθέντος ποτέ, ἐν Βλαχέρναις Βύζαντος, τῆς μόνης τὸν ποιητὴν ἡμῶν καὶ Κύριον, τεκούσης ἄνευ φθορᾶς· τὸ Ἱερὸν γὰρ μαφόριον ἥπλωσε καὶ πάντας τοὺς εὐσεβεῖς, περισκεπάσασα χαρίτων ἐνέπλησε, καὶ πρὸς εὐφροσύνην θείαν συγκαλεῖται ἅπαντας, τοῦ βοᾶν γηθοσύνως, χαῖρε Σκέπη πιστούς σκέπουσα. 

Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή, ὅτι τῇ σῇ Σκέπῃ, σκέπεις τοὺς ἱκέτας σου, καὶ σῴζεις ἐκ πειρασμῶν καὶ περιστάσεων, τοὺς πόθῳ σε ἐκ ψυχῆς, προσκαλουμένους πανύμνητε Δέσποινα, συμφώνως οὖν καὶ ἡμεῖς, τῷ θαυμασίῳ Ἀνδρέᾳ κροτοῦμέν σοι, τῆς Πανυπεράγνου Κόρης, τὸ φρικτὸν τεράστιον, μαφορίου σου Σκέπης, θείαν χάριν καὶ ἀντίληψιν. 

Σκέπην σου τὴν θείαν Ἄχραντε Ἀσωμάτων δῆμοι, καὶ πιστῶν ὁμήγυρις, τιμῶμεν πανευλαβῶς, περισκεπόμενοι, τῇ χάριτι τοῦ σεπτοῦ, σοῦ μαφορίου, δι' οὗ σκέπεις ἅπαντας, τοὺς πόθῳ τελοῦντας νῦν, τὴν θαυματόβρυτον ταύτην πανήγυριν, σοῦ τῆς Παναγίας Σκέπης, νέφη ἐκδιώκουσα, πειρασμῶν καὶ κινδύνων τοῦ δολίου πολεμήτορος. 

Σκέπη τῆς Πανάγνου πάντιμε, ἡ πιστοὺς φρουροῦσα, σκέπασον τοὺς ἅπαντας, πιστοὺς χάριτι σῇ προσκαλουμένους σε, καὶ σῷζε ἐκ δυσχερῶν, πειρατηρίων παντοίων καὶ θλίψεων· σὺ γὰρ τὴν μόνην Ἁγνήν, ἐν κόσμῳ ζῶσαν σεμνῶς περιέσκεπες· ὅθεν κατὰ χρέος πάντες, σήμερον τιμῶμέν σου, τὴν ἀνάμνησιν πόθῳ, τὴν Πανύμνητον γεραίροντες. 

Χαῖρε τῶν πιστῶν τὸ καύχημα· σὺ γὰρ μόνη πέλεις, πάντων τὸ προσφύγιον, καὶ Σκέπη ἡ κραταιὰ τῶν προστρεχόντων σοι· διὸ τιμῶμεν τὴν σήν, μεγαλουργίαν τῆς Σκέπης σου Ἄχραντε ἣν εἶδεν ὁ θαυμαστὸς Ἀνδρέας ἐν οἴκῳ ἁγίῳ σου, ὥσπερ τῆς νεφέλης πάλαι, κιβωτοῦ τυπούσης σὲ ἐν ᾗ σκέπασον πάντας, τοὺς ἐκ πόθου ἀνυμνοῦντάς σε. 

Δεῦτε μοναστῶν συστήματα, καὶ λαμπρὰν χορείαν, σήμερον συστήσωμεν, τιμῶντες πανευλαβῶς, τῆς τοῦ Κυρίου Μητρός, τὴν Σκέπην τὴν Ἱεράν, τήν τους πιστοὺς πανταχοῦ περισκέπουσαν, καὶ ῥύουσαν τῶν δεινῶν τοῦ πονηροῦ σκανδάλων καὶ θλίψεων, σῴζουσα πυρὸς γεέννης, ἐν ἡμέρᾳ κρίσεως, τοὺς πιστῶς προσκαλοῦντας, τὴν θερμήν αὐτῆς ἀντίληψιν. 

Δόξα. Καὶ νῦν. Ἦχος α΄.
Κροτήσωμεν σήμερον ᾀσματικὴν μελῳδίαν, καὶ ἠχήσωμεν γηθοσύνως, τὰ τῆς Παρθένου ἐξαίσια θαυμάσια· τὸ ὑπερφυὲς τερατούργημα, αὐτῆς μεγαλύνοντες· ὃ ὁ θαυμάσιος Ἀνδρέας ἀσκαρδαμυκτὶ ἐθεάσατο, ἐν τῷ τῶν Βλαχερνῶν σεβασμίῳ ναῷ, σὺν τῷ Ἐπιφανίῳ αὐτοῦ προσφιλεῖ, ὡς πιστοὶ αὐτῆς θεράποντες· τὴν γὰρ Ἁγίαν αὐτῆς Σκέπην, τοῦ ἱεροῦ Μαφορίου αὐτῆς ἐφαπλώσασα πάντας τοὺς εὐσεβεῖς παραδόξως ἐσκέπασεν· ὅθεν καὶ ἡμεῖς σήμερον, τὴν ἀνάμνησιν τελοῦντες, ἐκτενῶς ἱκετεύομεν λέγοντες· σκέπασον ἡμᾶς Παντάνασσα Δέσποινα, τῇ τῆς Σῆς χάριτος Σκέπῃ τῇ κραταιᾷ, καὶ σῶσον ἐκ κινδύνων καὶ περιστάσεων, τοὺς εὐλαβῶς Σε τιμῶντας καὶ προσκυνοῦντας ἐν πίστει, τὸν ἄχραντον Τόκον Σου πολυΰμνητε.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα (40, 1-9,14 καὶ 28-29)
Ἐλάλησε κύριος πρὸς Μωυσῆν λέγων, ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνία στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς καὶ εἰσοίσεις τὴν λυχνίαν καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ περιθήσεις τὴν σκηνὴν καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ. Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἔσται ἁγία. Καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωμάτων καὶ πάντα τὰ σκεύη αὐτοῦ. Καὶ ἁγιάσεις τὸ θυσιαστήριον καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. Καὶ ἐποίησε Μωυσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ Κύριος, οὕτως ἐποίησε. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. Καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή. 









Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα. (3, 1-8)
Ἐξῆλθε Μωυσῆς εἰς τὸ ὄρος Χωρήβ, ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου καὶ ὁρᾷ ὅτι ὁ βάτος καὶεται πυρὶ ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωυσῆς· παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου λέγων, Μωυσῆ, Μωυσῆ, ὁ δὲ εἶπε, τὶ ἐστι; Ὁ δὲ εἶπε, μὴ ἐγγίσῃς ὧδε. Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου. Ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί. Καὶ εἶπεν, ἐγὼ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαάκ καὶ Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι. 

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (43, 27 καὶ 44, 14)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι' αὐτῆς ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι' αὐτῆς καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁδὸν Αἰλάμ της πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου.













Λιτή. Ἦχος α'.
Μέγα καὶ παράδοξον θαῦμα σήμερον, ὁ θαυμαστὸς Ἀνδρέας τεθέαται, ἐν τῷ περιβλέπτῳ ναῷ τῶν Βλαχερνῶν· ἡ γὰρ Παντάνασσα Δέσποινα, λαμπροφανὴς ἐπιστᾶσα, ὑπ' Ἀγγέλων δορυφορούντων προπεμπομένη, μέσον δὲ τοῦ Βαπτιστοῦ, καὶ Θεολόγου Ἰωάννου χειροκρατουμένη, ἔνδον τῶν ἀδύτων εἰσελθοῦσα καὶ τὸ ἐκεῖσε φρουρούμενον μαφόριον αὐτῆς ἀναπτύξασα, τὸ τῆς παρθενίας φρικτὸν τεκμήριον, μεθ' οὗ τὴν ἄχραντον κεφαλὴν αὐτῆς περιέσκεπεν, ἐν κόσμῳ περιοῦσα, καὶ τοῦτο ἐφαπλώσασα, τὸν πιστὸν λαὸν περιέσκεπεν· ὃ καὶ κατιδὼν ὁ ἱερὸς Ἐπιφάνιος, φόβῳ καὶ χαρᾷ συσχεθεὶς τὸν διδάσκαλον ἐπηρώτα· ὢ τοῦ θαύματος, τὴν χάριν αὐτῆς ἡ Βασίλισσα, διὰ τοῦ μαφορίου αὐτῆς τοῖς πιστοῖς διένειμεν, οὗτινος θαύματος τὴν ἀνάμνησιν ἑορτάζοντες, τῇ Θεοτόκῳ βοήσωμεν, σκέπασον καὶ ἡμᾶς ἐν τῇ Σκέπῃ σου Πανάχραντε, καὶ ῥῦσαι κολάσεως τὰς ψυχὰς ἡμῶν.

Ἦχος β'
Δεῦτε φιλεόρτων συστήματα, ἐν καθαρᾷ καρδίᾳ, καὶ συνειδότι εὐστάθμῳ, τῇ Παρθένῳ τὸν ὕμνον προσοίσωμεν λέγοντες· σὺ ἡμῶν σκέπη καὶ βοήθεια Δέσποινα, καὶ τῇ σεπτῇ σου Σκέπῃ διασῴζεις ἀεί, τοὺς εἰς σὲ καταφεύγοντας, σκέπασον οὖν ἡμᾶς, τοὺς σὲ παρακαλοῦντας, καὶ πυρὸς γεέννης ἐξάρπασον ἐν ὥρᾳ τῆς δίκης, ὡς πάντα ἰσχύουσα μετὰ Θεόν, τῇ θερμῇ σου πρεσβείᾳ, Πανύμνητε, Θεοτόκε Παντάνασσα.

Ὁ αὐτός.
Ἡ Σκέπη σου Θεοτόκε πανάχραντε πάντας πιστοὺς περισκέπουσα, διασῴζει ἀπήμονας παντοίας ἐκ βλάβης, καὶ φυλάττει ἀλωβήτους ἀπὸ πάσης νόσου καὶ θλίψεως, πᾶσαν ἀχλὺν τῶν δεινῶν ἀπελαύνουσα, καὶ ἐν αὐτῇ προσπεφευγότες οἱ δοῦλοί σου, ἐκλυτρούμεθα κινδύνων καὶ κακώσεων· σὺ γὰρ ἡμῶν ὑπάρχεις Σκέπη, καταφυγὴ καὶ ἀντίληψις, σωτηρία τε καὶ βοήθεια, καὶ διὰ σοῦ σωτηρίας τυχεῖν ἐλπίζομεν Θεοτόκε, οἱ πρὸς σὲ πιστῶς καταφεύγοντες.

Ἦχος δ'
ᾌσμα ᾀσμάτων, σὺ ὑπάρχεις Θεόνυμφε Δέσποινα νόων χαρμονή, καὶ βροτῶν παραμύθιον, πόλου τε καὶ γῆς Κυρία καὶ πρύτανις, ἀνάκτων πιστῶν δὲ διάδημα, εὐσεβοῦντος λαοῦ κέρας, γέφυρα πρὸς Ἐδέμ, καὶ κλῖμαξ πρὸς οὐρανοὺς ἀναφέρουσα· πόλις τοῦ Θεοῦ, καὶ θρόνος ἔμψυχος τοῦ Δεσπότου τῆς κτίσεως σκεῦος ζωῆς πανέντιμον, παράδεισος ἀκηράτου τρυφῆς, θυσιαστήριον πάγχρυσον, πνευματικοῦ πανευώδους θυμιάματος, λαμπὰς φωτοπάροχος, καὶ μάννα ἐπουράνιον, λαβὶς ἀνθρακοφόρος μυστική, καὶ ῥόδον ἡδύπνοον τράπεζα τοῦ οὐρανίου Ἄρτου, καὶ φωτὸς ἀδύτου λαμπηδών, ῥοδοδάκτυλος αὐγὴ τοῦ νοητοῦ ἠλίου, καὶ Σκέπη ἀναψυχῆς σωτηρίας, σκέπουσα ἡμᾶς καὶ πρός τὴν ἄνω Ἱερουσαλὴμ ὁδηγοῦσα καὶ σῴζουσα

Ἦχος πλ α'.
Θαῦμα θαυμάτων πανθαύμαστον, καὶ τέρας φύσεως φρικτὸν καὶ ξενήκουστον, ὑπάρχεις Θεόνυμφε Δέσποινα, θυμηδία ποθεινή, ἡ πλημμυροῦσα χάρισι τὸν πιστὸν λαόν, ἀΰλου σου φωτὸς μαρμαρυγαῖς, ὡς οὖσα Μήτηρ τοῦ Φωτός, σκέπη τε ἀπόρων, ἡμᾶς περισκέπουσα, δωρεῶν δὲ ἐνθέων ζωοπάροχος χάρις βράβευσον οὖν ἡμῖν σὴν χάριν, λιτανεύουσι σὴν δόξαν, καὶ τὸ σὸν κεχαριτωμένον ὄνομα, πανευλαβῶς γεραίρουσιν, ὡς τέμενος τιμαλφέστατον τοῦ Δεσπότου ὑπάρχουσα, σκήνωμά τε θεοχώρητον, Θεοῦ τοῦ ἀχωρήτου, καὶ λυχνία ἑπτάφωτος, ἡ τὸ τῷ λαμπάδιον Χριστόν, κόσμῳ κυήσασα, Μαρία Μητροπάρθενε, τοῦ κόσμου μεσίτρια, καὶ ἡμῶν τῆς σῆς ποίμνης διάσωσμα μὴ οὖν ἐλλείπῃς ἡμᾶς περισκέπουσα, καὶ ὀξέως προφθάνουσα, ἐν συμφοραῖς καὶ κακώσεσι· σὲ γὰρ προστάτιν ἐν πᾶσιν ἀεὶ κεκτήμεθα, καὶ τῇ ἀμάχῳ σου Σκέπῃ περιφρουρούμεθα.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α'.
Σήμερον ἡ Παντάνασσα πανύμνητος, καὶ Θεοτόκος Μαρία, τὴν θείαν καὶ ὁλόφωτον αὐτῆς ἀστραπόμορφον Σκέπην ὑφαπλώσασα, τοὺς πιστοὺς πάντας ἐν οἴκῳ ἁγίῳ αὐτῆς ἐσκέπασεν, οἷα νεφέλη τὸ πάλαι, ἐν τῇ Σκηνῇ τοῦ μαρτυρίου, ἡ τὸν Ἰσραὴλ ὁδηγοῦσα καὶ θάλπουσα οὕτω τὴν Βασιλίδα τῶν πόλεων, σὺν τῷ χριστεπωνύμῳ πληρώματι περισκέπουσα, τὴν ἄπειρον αὐτῆς χάριν παρεμφαίνουσα διένειμεν, εἰς ἅπαντα εὐσεβῶν τὰ σκηνώματα, ἧς περ νῦν τὴν ἀνάμνησιν, οἱ πιστοὶ αὐτῆς οἰκέται ποιούμενοι, χρεωστικῶς πρὸς αὐτὴν μετὰ πόθου βοήσωμεν· σκέπασον ἡμᾶς Πανύμνητε Δέσποινα, ὑπὸ τὴν σὴν Σκέπην, τὴν σωστικὴν καὶ ἁγίαν, τοὺς πιστῶς ἀνυμνοῦντάς σε, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. 














Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Δεῦτε νῦν κροτήσωμεν, χεῖρας πιστῶν ἡ ὁμήγυρις· δεῦτε ᾄσμασι μέλψωμεν, τὴν μόνην θεόνυμφον, ἄσπιλον Μαρίαν, διάσωσμα πάντων, Σκέπην τὴν σκέπουσαν ἡμᾶς, φρουρὸν ὑπάρχουσαν καὶ προσφύγιον, ὡς ταύτην ἐθεάσατο, πάλαι Ἀνδρέας ὁ Ὅσιος, τοὺς πιστοὺς περιθάλπουσαν, καὶ κινδύνων ἐξαίρουσαν.

Στ.: Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.
Μαφόριον Σκέπης Σου, τὸ περισκέπον πιστῶν πληθύν, τῆς Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὃ ἡμῖν κατέλιπες, ἐν τῇ μεταστάσει τῇ Σῇ προσκυνοῦμεν, πανευλαβῶς οἱ εὐσεβεῖς, τελοῦντες σήμερον τὴν ἀνάμνησιν· δι’ οὗ περισκεπόμεθα, τῇ προστασίᾳ Σου ἄχραντε, καὶ Σὲ πόθῳ γεραίρομεν, ὡς Μητέρα τοῦ κτίσαντος.

Στ.: Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Θαῦμα φρικωδέστατον, ἐν τῷ ναῷ Βλαχερνῶν ἰδών, ὁ Ἀνδρέας ἐξίστατο· τὴν πάντων Βασίλισσαν, ἐφαπλοῦσαν Σκέπην, αὐτῆς τὴν ἁγίαν, καὶ περισκέπουσαν λαόν, τὸν χριστεπώνυμον αἴγλῃ χάριτος· χαίρων δὲ κατεμήνυσεν, Ἐπιφανίῳ θεόφρονι· μεθ’ ὧν νῦν ἑορτάζοντες, τὴν Παρθένον γεραίρομεν.

Δόξα. Καὶ νῦν. Ἦχος δ΄.
Τίς μη θαυμάσει, τίς μὴ δοξάσει καὶ μεγαλύνει, τὰ ὑπερφυῆ Σου ἐξαίσια μεγαλουργήματα, Παντάνασσα Δέσποινα; Καθεκάστην γὰρ πανταχοῦ προφθάνεις, περισκέπουσα ἅπαντας τοὺς τὴν σεπτήν Σου Σκέπην τιμῶντας, καὶ προσκαλουμένους τὴν θερμήν Σου ἀντίληψιν· ὅθεν εὐχαρίστως γεραίρομεν, τὴν Σὴν προμήθειαν, ἀνυμνοῦντές Σε τὴν ἀνωτέραν των Χερουβίμ, καὶ Σεραφὶμ ὑπερτέραν ὑπάρχουσαν, τῶν τετραμόρφων ὑπερενδοξοτέραν, καὶ δυσωποῦμεν κατάπεμψον ἡμῖν αἰτουμένοις, τὴν Σὴν ἄμαχον ἐξ ὕψους βοήθειαν, καὶ τῇ παναλκεστάτῃ Σου Σκέπῃ, σκέπασον ἡμᾶς πανύμνητε, περισώζουσα καὶ φυλάττουσα ἀσινεῖς, εκ τῶν τοῦ πονηροῦ ἐπινοιῶν καὶ κακώσεων, ἵνα πίστει καὶ πόθῳ, τιμῶντες δοξάζομεν, τὴν εἰς ἡμᾶς Σου προμήθειαν Δέσποινα.










Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α'. Του λίθου σφραγισθέντος.
Τῆς Σκέπης σου τὴν χάριν, ἀνυμνοῦμεν Παρθένε, ἣν ἐν τῷ πανσέπτῳ ναῷ σου, ἐφήπλωσας τοῖς πᾶσι, τὸ θαῦμα ἐκπλήττει πάντα νοῦν, πῶς θεῖόν σου μαφόριον Σεμνή, ἐφηπλοῦτο πανταχόθεν τοῖς πιστοῖς, τῇ αἴγλῃ ἀστραπηφόρον, χάρις τῇ ἀντιλήψει σου Ἁγνή, χάρις τῇ θείᾳ Σκέπῃ σου, χάρις τῇ προμηθείᾳ σου, μόνη Πανάχραντε. 
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Τὴν ἁγίαν σου Σκέπην, ἁγνὴ Πανύμνητε, ἣν ἐν Βλαχέρναις κατεῖδον τοὺς πιστοὺς σκέπουσαν, ὁ Ἀνδρέας ὁ σοφὸς καὶ Ἐπιφάνιος, ἀνευφημοῦμεν εὐλαβῶς, προσκυνοῦντες ἐν χαρᾷ, ὡς σκέπουσαν καὶ φρουροῦσαν καὶ ἀπήμονας συντηροῦσαν, τοὺς προσκαλοῦντας τὴν ἀρωγὴν αὐτῆς. 

Ἀπόλυσις.


























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Τὴν Σκέπην σου Ἁγνή, τὴν σεπτὴν προσκυνοῦμεν, τὴν πάντας τοὺς πιστούς, περισκέπουσαν ὄντως, συμφώνως γεραίροντες, σοῦ τὴν δόξαν τὴν ἄρρητον· σὺ γὰρ πέφυκας, Σκέπη ἡμῶν καὶ προστάτις, καὶ βοήθεια, τῶν εὐλαβῶς ἐκτελούντων σῆς Σκέπης ἀνάμνησιν. (Δίς) 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.
Τὴν θείαν Σκέπην σου, τὴν ἀστραπόμορφον, καὶ πανυπέρτιμον, Θεοχαρίτωτε, οἱ εὐσεβεῖς πανευλαβῶς, τιμῶμεν καὶ προσκυνοῦμεν, καὶ κατασπαζόμεθα, ὡς ἡμᾶς περισκέπουσαν καὶ διαφυλάττουσαν, ἐκ κινδύνων καὶ θλίψεων· διὸ καὶ εὐχαρίστως βοῶμεν, χαῖρε ἡ πάντων προστασία. (Δίς)

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Παρθένε Παντάνασσα, θείας σου Σκέπης πιστῶς, χαρᾷ τὴν ἀνάμνησιν ἐν Βλαχερνῶν σου ναῷ, λαμπρῶς ἑορτάζομεν, πάντες καὶ κατὰ χρέος, ἀνυμνοῦμεν ἐν πίστει, πόθῳ τὴν σὴν εἰκόνα, ἀσπαζόμενοι πάντες, τὴν χάριν δαψιλῶς ἀπαρυόμενοι.
Δόξα. Καὶ νῦν. Ἦχος δ' Ἐπεφάνης σήμερον.
Ἐν τῇ Σκέπῃ ἄχραντε, τῇ φεραυγῇ σου, προσφυγόντας σκέπασον, καὶ διαφύλαξον ἡμᾶς, ἀπὸ κινδύνων καὶ θλίψεων, ὅπως τιμῶμεν τὴν ἄμαχον Σκέπην σου. 

Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. 
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Ἀναστᾶσα Μαριάμ...
Δόξα: Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν: Ταῖς τῆς Παναχράντου...
Ἰδιόμελον. Ἦχος β'. Στ.: Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...
Σήμερον ἡ πανύμνητος Δέσποινα, τὴν θείαν αὐτῆς Σκέπην ἐφαπλώσασα, τοὺς πιστοὺς πάντας ἐσκέπασεν, οἷα νεφέλη ἐν τῇ ἐρήμῳ, τὸν Ἰσραὴλ περιθάλπουσα, τὴν χάριν αὐτῆς ὑπεμφαίνουσα, πρὸς αὐτὴν οὖν βοήσωμεν· σκέπασον ἡμᾶς ὑπὸ τὴν Σκέπην σου, Μαριὰμ ἡλιόμορφε καὶ σῶσον τὰς ψυχὰς ἡμῶν .




Εἶτα οἱ δύο Κανόνες τῆς Ἁγίας Σκέπης.
Ὁ α’ Κανών. ᾨδὴ α'. Ἦχος δ'. Ὁ Εἱρμός.
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Τὴν πάνσεπτον Σκέπην σου, Θεοχαρίτωτε Δέσποινα, οἱ δοῦλοί σου σήμερον πόθῳ γεραίρομεν, ἣν ὁ ὅσιος Ἀνδρέας ἐν Βλαχέρναις, κατεῖδε γηθόμενος, καὶ ἀγαλλόμεθα.
Εὐφρόσυνον σήμερον, ἡμέραν ἄγει ἡ σύμπασα, κτίσις ἑορτάζουσα τὴν θείαν Σκέπην σου, Μητροπάρθενε, ἡμεῖς δὲ κατὰ χρέος, τιμῶμεν ὡς σκέπουσαν, ἡμᾶς ἑκάστοτε.
Τοῦ κόσμου τὰ πέρατα, δόξῃ τῆς Σκέπης σου Δέσποινα ἐπαγαλλιώμενα πανηγυρίζουσιν, οἷα σκέπουσαν, πάντας καὶ συντηροῦσαν, ἐκ πάσης κακώσεως, καὶ περιστάσεως.
Ἀΰλων ταγμάτων σε, ὑπερανέχουσαν Δέσποινα, ἀσυγκρίτως ἔγνωμεν, καὶ οὐρανῶν ἀληθῶς, πλατυτέραν σε σκέπουσαν τῇ σῇ Σκέπῃ, πιστῶν ἄπαν πλήρωμα, καὶ διασῴζουσαν. 

Ὁ δεύτερος Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς: Ὑμνῶ Σκέπης σου τὴν χάριν Παναγία. Ὁ Ἰάκωβος.
ᾨδὴ α’. Ἦχος πλ. α'. ᾨδὴν ἐπινίκιον.
μνήσωμεν ἅπαντες, τὴν θείαν Σκέπην, τῆς μόνης θεόπαιδος, ἣν περ ἐθεάσατο, Ἀνδρέας ὁ Ἱερός, ἐν τῷ ναῷ τῶν Βλαχερνῶν, τοὺς πιστοὺς σκέπουσαν.
Μαρία πανάχραντε σοῦ θείαν Σκέπην, γεραίρομεν σήμερον, καὶ πιστῶς δοξάζομεν, ὡς σκέπουσαν τοὺς πιστούς, καὶ διασῴζουσαν ἡμᾶς ἐκ περιστάσεων.
Νομὴν τὴν φερέσβιον, πᾶσι παρέχει, ἡ Σκέπη σου Δέσποινα, ἡ πανυπερθαύμαστος, στήλη φωτίζουσα φῶς, τὸν νέον σκέπουσα λαόν· διὸ σε μέλπομεν.
ς μόνην Μητέρα σε γεγενημένην, υἱὸν Θεοῦ τέξασαν, εὐφημοῦντες μέλπομεν, τῶν χαρισμάτων πηγήν· σκέπεις γὰρ πάντας τοὺς πιστούς, τῇ θείᾳ Σκέπῃ σου.
Σκηνῇ νῦν προσέλθετε, τῆς θείας Σκέπης, καὶ χάριν ἀρύσασθε, οἱ κακοῖς τρυχόμενοι· βραβεύει γὰρ ἀληθῶς, ἡ θεία Σκέπη τῆς Ἁγνῆς, ῥεῖθρα ἰάσεων.
Καταβασία.
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. 



ᾨδὴ γ'. Ὁ Εἱρμός.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγὴ, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέπῃ σου, στεφάνων δόξης ἀξίωσον.
Ὁ πρὶν Ἰσραὴλ πυρὸς τῷ στύλῳ νεφέλην σκεπόμενος πρὸς γῆν, ἐπαγγελίας ὤχετο. Σκέπῃ δὲ τῇ πανσέπτῳ σου, πιστοὶ περισκεπόμενοι, πρὸς οὐρανοὺς μεταβαίνομεν.
Νεφέλη ἡ πάλαι προετύπου, τὴν θείαν σου Σκέπην ἀληθῶς σῇ παναλκεῖ δυνάμει γάρ, Θεοκυῆτορ Ἄχραντε, σκέπεις ἡμᾶς τοὺς δούλους σου, ἐκ τῶν βελῶν τοῦ ἀλάστορος.
Τὸ σκότος τῆς πάλαι ἀθεΐας, διέλυσας Δέσποινα Ἁγνή, τὸ φῶς ἀποκυήσασα, Χριστὸν τὸν ὑπεράγαθον, νῦν δὲ τῇ θείᾳ Σκέπῃ σου, σκέπεις ἡμᾶς τοὺς πόθῳ τιμῶντάς σε.
Ὁ εἷς τῆς Τριάδος κόσμου ὤφθη, ἐκ σοῦ Θεοτόκε σαρκωθείς, καὶ ἔσωσε τὸν ἄνθρωπον, σὺ δὲ τῇ θείᾳ Σκέπῃ σου, σκέπεις ἡμᾶς τοὺς δούλους σου, καὶ διασῴζεις κολάσεως. 

Κανών β'. Λίθον ὃν ἀπεδοκίμασαν.
Κλίμακά σε ἐθεάσατο Ἰακώβ, Παρθένε, δι' ἧς καὶ κατέβη ὁ Σκέπην ἁγίαν πιστοὶ νῦν γινώσκομεν, Θεὸς τῶν ὅλων, καὶ ὡς περισκέπουσαν ἡμᾶς, ἐκ τῶν δεινῶν μόνη πανύμνητε.
Εὗρε λογικὸν σε σκήνωμα, ὁ λόγος Παρθένε, καὶ σκηνὴν ἁγίαν, καὶ καθαρὰν εὑρών σε, ὅλος ἐν σοὶ οἰκήσας, πιστοῖς σε ἀνέδειξεν, ἀκοίμητον πρέσβυν καὶ φρουρόν, Σκέπῃ σου τῇ θείᾳ φυλάττουσαν.
Πέλεις παρθενίας καύχημα, ὦ Παρθενομῆτορ, Σκέπῃ σου τῇ θεία, τοὺς πιστοὺς φρουροῦσα· σὺ γὰρ τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον, Ἁγνή, ἐδείχθης ἀληθῶς, σῴζουσα πάντας τῇ Σκέπῃ σου.
στραψεν ἡ θεία Σκέπη σου, αὖγος θαυμασίων ἐν ναῷ ἁγίῳ τῶν Βλαχερνῶν Παρθένε, πάντας πιστοὺς ἐκεῖσε σκεπάσασα ἔπλησε, τῆς χάριτος ὡς ἀληθῶς ὡς ὁ Ἀνδρέας ἐθεάσατο.
Σήμερον πιστῶν ὁμήγυρις, ἑορτάζει πόθῳ, Σκέπης σου τῆς θείας, μνείαν Θεοτόκε, ἣν ὁ Ἀνδρέας κατεῖδεν ἐν οἴκῳ σου, τῶν Βλαχερνῶν πιστοὺς φρουροῦσαν, νῦν δὲ ἡμᾶς ὡς περισκέπουσαν.
Καταβασία.
Τοὺς σοῦς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγὴ, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέπῃ σου, στεφάνων δόξῃς ἀξίωσον. 






Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς νεφέλη καὶ σκέπη στῦλος πυρός, ἡλιόμορφον ἅρμα τε τοῦ Δαβὶδ κλίνη Σολομῶντος, Ἡσαΐου ὁ τόμος τε, σκηνὴ τοῦ Μωυσέως, καὶ τοῖχος ἀδάμαντος, σὺ τοῦ Ἀμὼς ὑπάρχουσα, λυχνία χρυσήλατος ἡ τοῦ Ζαχαρίου, Δανιήλ τε τὸ ὄρος, πυξίον κροκόλευκον, Ἀββακοὺμ καὶ τὸ ἔξοχον, Προφητῶν περιήχημα, σκέπασον οὖν πάντας ἡμᾶς, τοὺς τιμῶντας, θεῖόν σου μαφόριον, καὶ λύτρωσαι παντὸς κακοῦ, οἷα πάντα ἰσχύουσα. (Δίς) 

ᾨδὴ δ'. Ὁ Εἱρμός.
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπερθεός, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.
Ἐπιφάνηθι Παρθένε, καὶ τῇ Σκέπῃ σου σκέπασον, τοὺς πιστῶς τιμῶντας, τὰ σὰ μεγαλεῖα καὶ θαύματα· καὶ μὴ σὴν ποίμνην ἐκδῴης εἰς ἀπώλειαν, ἀλλὰ σκέπασον, πάντας ἡμᾶς τῇ σῇ χάριτι.
Ἄνοιξον τὴν θύραν πᾶσι, τοῦ ἐλέους Δέσποινα, καὶ σοῦ θείᾳ Σκέπῃ, σκέπασον ἡμᾶς τοὺς τιμῶντάς σε, καὶ ἐκ παντοίων κινδύνων διαφύλαττε, τοὺς τελοῦντας νῦν, Σκέπης τῆς σῆς τὴν ἀνάμνησιν.
Σκέπην σε πάντες Παρθένε, οἱ πιστοὶ ἐπιστάμεθα, σκέπασον οὖν πάντας τοὺς προσκαλουμένους ἐκ πίστεως, σοῦ τὸ πανάγιον ὄνομα καὶ λύτρωσαι πάσης θλίψεως, ἐκ τοῦ δεινοῦ πολεμήτορος.
Ὁ ἐν κόλποις τοῖς πατρῴοις, ἀχωρίστως καθήμενος, σοῦ ἐν ταῖς ἀγκάλαις, κάθηται Παρθένε ὡς νήπιος, καὶ περισκέπεις σὴν ποίμνην θείᾳ Σκέπῃ σου, ἐκ κακώσεων, ἐπιδρομῆς τε ἀλώβητον. 

Κανών β'. Ἐν πνεύματι προβλέπων.
Σὲ πάντες κεκτήμεθα Πανάχραντε Ἁγνή, φυλάττουσαν ὅρους σου, καὶ σκέπην καὶ φρουρόν, καὶ ὁδηγὸν σωτηρίας Ἁγνὴ καὶ τεῖχος· διὸ πρὸς φῶς ὁδήγησον τοὺς σοὶ βοῶντας δόξα σοι Ἁγνὴ Θεοδόξαστε.
Μέγας ἐν Προφήταις προέφησε Δαβίδ, δόξα πᾶσα ἔσωθεν ἐν σοί, τῆς θυγατρὸς τοῦ Βασιλέως καὶ μόνου δυνάστου· αὐτὸς γὰρ σὲ ἔδειξε πάντων ὑπερτέραν, καὶ ἁγιωτέραν τῆς κτίσεως.
μνοῦμέν σου τὴν Σκέπην Πανάχραντε σεμνή, τὴν σκέπουσαν πάντοτε ἡμᾶς ἐκ τῶν δεινῶν· δικαιοσύνης γὰρ ἥλιον ὡς τεκοῦσα, καταφωτίζεις πάντας βοᾶν σοι πόθῳ, δόξα σοι Ἁγνὴ Θεοδόξαστε.
Τὴν Σκέπην σου τὴν θείαν, τιμῶμεν εὐλαβῶς· συγκαλεῖ γὰρ ἅπαντας ὑμνῆσαι τὰ αὐτῆς τεράστια ξένα, καὶ τὴν πληθὺν χαρισμάτων, ὧν καθ' ἑκάστην νέμει τοῖς πᾶσι, δεῦτε πνευματικῶς κατατρυφήσωμεν.
Καταβασία.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. 
ᾨδὴ ε'. Ὁ Εἱρμός.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, τὴν εἰρήνην βραβεύουσα.
Ἐξέστησαν Ἄγγελοι, ὅτε Παρθένε ἥπλωσας, θείου μαφορίου σου τὴν Σκέπην, ἐν Βλαχερνῶν σου τῷ πανιέρῳ ναῷ, ὡς εἶδεν Ἀνδρέας ὁ κλεινός, καὶ πιστοὺς ἐσκέπασας, τὴν σὴν χάριν βραβεύουσα.
Ὡς Σκέπη ὑπάρχουσα, Παρθένε ἡμᾶς σκέπασον, τοὺς ὑμνολογοῦντας σοῦ τὴν Σκέπην, καὶ προσκυνοῦντας σοῦ τὸ μαφόριον, καὶ θείαν εἰκόνα τὴν σεπτήν, κατασπαζομένους σου, καὶ κινδύνων διάσῳζε.
Ὁ θεῖος θεράπων σου, Ἀνδρέας ὡς ἑώρακε, Σκέπην σου τὴν θείαν ἐν ναῷ σου, τῷ πανιέρῳ Ἐπιφανίῳ δηλοῖ, σοῦ τὴν παρουσίαν τὴν φρικτήν, καὶ θείαν ἐπίσκεψιν, ὅτι σκέπεις τὴν ποίμνην σου.
Σκέπη καὶ ἀντίληψις, ἡμῶν ὑπάρχεις Ἄχραντε, φρουρὸς καὶ ταχεῖα προστασία, ἀπὸ κινδύνων καὶ ἐξ ἐφόδου ἐθνῶν, ἡμᾶς περισκέπουσα ἀεὶ· ὅθεν μεγαλύνομεν, τήν πολλήν σου προμήθειαν.
Σκηνὴ ἐπουράνιος, ὑπάρχουσα Πανάμωμε, σκέπεις καὶ φυλάττεις τὴν σὴν ποίμνην, ἀπὸ παντοίων δεινῶν καὶ θλίψεων, σεισμοῦ καταπτώσεως λοιμοῦ, μαχαίρας πολέμου τε, σοῦ τῇ Σκέπῃ σκεπάζουσα. 

Κανών β'. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.
Σκέπη καὶ ἀντίληψις ἡμῶν σὺ εἶ Ἁγνή· διὸ ἡμᾶς σκέπασον ἐκ περιστάσεων· σὺ γὰρ ἡμῶν ὑπάρχεις βοήθεια, ὦ γλυκυτάτη Κόρη, σῴζουσα τὴν σὴν ποίμνην.
Νοός μου τὴν κατήφειαν ἐκδίωξον Ἁγνή, ἀπόπλυνον τὸν ῥύπον τὸν ἐκ τῆς ἁμαρτίας· σὺ γὰρ λουτὴρ καὶ σκέπη σωτηρίας, ὦ γλυκυτάτη Κόρη, σῶσόν με τὸν σὸν δοῦλον.
Χαράκωμα καὶ τεῖχος καὶ Σκέπην οἱ πιστοί, πάντες Παρθένε ἔχομεν· ὅθεν τὰ μεγαλεῖα μεγαλύνομέν σου, χαῖρε Μήτηρ Κυρίου, χαῖρε δεδοξασμένη.
νύμφευτον Πανάχραντον, Μητέρα τοῦ Θεοῦ, πάντες πιστοὶ σε πόθῳ δοξάζομεν· τὸν Ὑψιμέδοντα γὰρ τέτοκας, τὸν δόντα σωτηρίαν, πᾶσι τοῖς σὲ τιμῶσι.
Καταβασία.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, τὴν εἰρήνην βραβεύουσα. 






ᾨδὴ ς'. Ὁ Εἱρμός.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.
Τὴν θείαν Σκέπην ἐφάπλωσον, Πανύμνητε τῆς σῆς ἀντιλήψεως, καὶ τῆς ἀθλίας μου ψυχῆς τὴν γύμνωσιν σκέπασον, ὅπως ἀεὶ δοξάζω τὰ μεγαλεῖά σου.
Πᾶσα ἡ κτίσις ἀγάλλεται, τῇ μνήμῃ τῆς σεπτῆς πανηγύρεως, τῆς θείας Σκέπης σου· σκέπεις καὶ γὰρ τοὺς οἰκέτας σου, καὶ διασώζεις Πάναγνε ταῖς πρεσβείαις σου.
Ἀγγέλων τάξεις Πανάχραντε, βροτῶν τε τὰ συστήματα μέλπουσι, τὴν θείαν Σκέπην σου· σκέπεις γὰρ πάντας Πανάχραντε, τοὺς τὴν σεπτήν σου Σκέπην, πόθῳ γεραίροντας.
Λαὸν καὶ ποίμνην σου Δέσποινα, διάσωσον δεινῶς κινδυνεύοντας ἐκ παραπτώσεων, καὶ Σκέπη σου τῇ θεία νῦν σκέπασον, ὡς πάντα δυναμένη Μητρόθεε. 

Κανών β'. Τὸν Προφήτην Ἰωνάν.
ητορεύει ἐμφανῶς, ὁ Ἀνδρέας ὁ σαλός, καὶ κηρύττει τῆς Ἁγνῆς, μεγαλεῖα τὰ φρικτά, ἐξαίσια, τῆς θείας Σκέπης χάριν τὴν ἄφθονον.
δοὺ τέθεικεν ἡμῖν, ὁ Δεσπότης τοῦ παντός, θείαν Σκέπην τῆς Ἁγνῆς, τράπεζαν ὡς μυστικήν, ἐκτρέφουσαν, τῷ θείῳ Ἄρτῳ, τοὺς προσιόντας πιστῶς.
Νίκην ἔσχηκας σεμνὴ κατ' ἐχθρῶν φθοροποιῶν, ὡς τοῦ μόνου Ποιητοῦ, Μήτηρ σκέπουσα ἡμᾶς, τῇ Σκέπῃ σου, τῇ ἀκηράτῳ, δεινῶν ἐξαίρουσα.
ορτάσωμεν πιστοί, ἑορτὴν καινοπρεπῆ, τῆς Παρθένου καὶ Ἁγνῆς, θείας Σκέπης τῆς σεπτῆς, ἣν ἥπλωσε, σκέπουσα πάντας, τοὺς ἀνυμνοῦντας αὐτήν.
Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, Τρισυπόστατε Μονάς, καὶ ἀμέριστε Τριάς, ἐλέησον, τοὺς προσκυνοῦντας τὸ θεῖον κράτος σου.
σμασι μελωδικοῖς, ἀνυμνοῦμέν σε λαμπρῶς, τὴν Μητέρα τοῦ Θεοῦ, σκέπουσαν πάντας ἡμᾶς, τῇ Σκέπῃ σου τῇ θείᾳ, μονη καταφυγὴ τῶν πιστῶν.
Καταβασία.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. 





Κοντάκιον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.
Τῇ Θεοτόκῳ οἱ Πιστοὶ νῦν προσπελάσωμεν, καὶ τὸ μαφόριον αὐτῆς κατασπασώμεθα, ἀναμέλποντες ἐφύμνια κατὰ χρέος. Σκέπη πέλει γάρ, πιστοὺς σκέπουσα ἅπαντας, καὶ φρουροῦσα ἐκ παντοίων περιστάσεων, τοὺς κραυγάζοντας, χαῖρε Σκέπη ὁλόφωτε. 
Ὁ Οἶκος
Ἄγγελοι οὐρανόθεν, καὶ βροτῶν πλήθη γῆθεν, συμφώνως ἀνυμνήσωμεν πόθῳ, τὴν ὑπέρφωτον Σκέπην Μητρὸς Θεοῦ, ἣν Ἀνδρέας ὁ κλεινὸς κατεῖδε, καὶ πρὸς αὐτὴν ἐφύμνια προσείπωμεν ἀναβοῶντες·
Χαῖρε ἡ Σκέπη Μητρὸς Κυρίου·
χαῖρε μαφόριον τῆς Πανάγνου.
Χαῖρε ἡ πάντας τοὺς πιστοὺς περισκέπουσα·
χαῖρε ἐναντίους ἐχθροὺς καταθραύουσα
Χαῖρε ὅτι τοὺς σοὺς πρόσφυγας περισκέπεις φεραυγῶς·
χαῖρε ὅτι τοὺς καλοῦντάς σε, διασώζεις ἐναργῶς.
Χαῖρε στῦλε ὄντως πύρινε, ὁδηγοῦσα τοὺς πιστούς·
χαῖρε κλῖμαξ ἐπανάγουσα ἀπὸ γῆς πρὸς οὐρανούς.
Χαῖρε Σκέπη Πανάγνου, εὐσεβῶν σωτηρία·
χαῖρε Μήτηρ Κυρίου, μοναστῶν προστασία.
Χαῖρε δι' ἧς ἡ χάρις ἐπέλαμψε·
χαῖρε ὑφ' ἧς ἡ λύπη κατέπαυσε.
Χαῖρε Σκέπη ὁλόφωτε. 





















Συναξάριον.
Τῇ Α΄ τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἤτοι τοῦ ἱεροῦ αὐτῆς Μαφορίου, τοῦ ἐν τῇ σορῷ τοῦ ἱεροῦ ναοῦ τῶν Βλαχερνῶν, ὄτε ὁ Ὅσιος Ἀνδρέας, ὁ διὰ Χριστὸν σαλὸς κατεῖδεν ἐφηπλωμένην αὐτὴν ἄνωθεν, καὶ πάντας τοὺς εὐσεβεῖς περισκέπουσαν.
Σκέπη σου Ἁγνή, πιστοὺς ἅπαντας σκέπεις,
Σκέπη πέλεις γάρ, καὶ κόσμου σωτηρία.
Ἑνὶ πρώτῃ Μαφόριον ἁγνῆς, ὑμνηπόλους σκέπασε.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἰωάννης ὁ ψάλτης, ὁ καλούμενος Κουκουζέλης, ὁ ἐν τοῖς ὁρίοις τῆς ἐν Ἄθῳ Μεγίστης Λαύρας ἐν ταπεινώσει ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ μητρὶ καὶ νῦν τοῦ Θεοῦ ψάλλεις ἄνω,
σὺν τοῖς ἀΰλοις, ὦ Ἰωάννη μάκαρ.
Οὗτος ἦτο νέος ἐκ τῆς μεγαλοπόλεως Δυῤῥαχίου τῆς πρώτης Ἰουστινιανῆς, ὀρφανός πατρός. Ἡ δὲ μήτηρ αὐτοῦ, ὡς ευσεβὴς καὶ φιλόθεος, ἔδωσε τὸν παῖδα νὰ μανθάνῃ τὰ ἱερὰ γράμματα· τὸν ὁποῖον ἅπαντες ἐπονόμαζον αὐτὸν ἀγγελόφωνον. Τὸν καιρὸν ἐκεῖνον ἐζητοῦσαν εὐλάλους καὶ καλοφώνους, καὶ εὑρόντες αὐτόν, ἔβαλον εἰς σχολεῖον βασιλικόν, νὰ μανθάνῃ τὴν μουσικήν, ἕως νὰ τελειοποιηθῇ. Οὗτος δὲ ἐν ὀλίγῳ χρόνῳ, ὡς ἀγχίνους καὶ φρόνιμος, ὑπερέβη ἅπαντας, ὅθεν καὶ ὁ βασιλεὺς ἠγάπα αὐτὸν κατὰ πολλά, καὶ ἐσκέπτετο ἵνα ὑπανδρεύσῃ αὐτὸν πλουσίως.
Βλέπων δὲ ὀ Ὅσιος ὅτι οἱ ἄρχοντες ὅλοι ἐτίμων αὐτὸν διὰ τὴν ἀγάπην τοῦ βασιλέως, καὶ τὴν ἔμμουσον αὐτοῦ μελῳδίαν, ἐλυπεῖτο, φοβούμενος μήπως διὰ τὴν πρόσκαιρον δόξαν ζημιωθῇ ὠς πρὸς τὴν οὐράνιον, ὄθεν ἐζήτει καιρὸν κατάλληλον νὰ ἀναχωρήσῃ ἀπὸ τὸν κόσμον. Κατ’ ἐκείνας τὰς ἡμέρας ἔτυχεν ἐκεῖ εἰς τὸν βασιλέα ὀ ἡγούμενος τῆς Μεγάλης Λαύρας τοῦ Ἁγίου Ὄρους, δι’ ἀναγκαίαν ὑπόθεσιν, τὴν ὁποίαν καλῶς διορθώσας ἔστρεψεν πάλιν εἰς τὸ μοναστήριον αὐτοῦ. Ὁ δὲ Κουκουζέλης, ἰδὼν τὴν εὐκοσμίαν τοῦ ἡγουμένου καὶ τὴν ἀγγελικὴν αὐτοῦ πολιτείαν, εὐλαβηθεὶς κατέλιπε πᾶσαν δόξαν καὶ φαντασίαν βασιλικήν, καὶ αὐτὰ τὰ συρικὰ καὶ μεταξωτὰ ἱμάτια ἐκδυθείς, ἐνεδύθη τρίχινα, καὶ ῥάβδον ἐργατικὴν εἰς χεῖρας λαβών, ἀπῆλθεν εἰς τὴν Λαύραν. Ἠρώτησε δὲ αὐτὸν ὁ θυρωρός, πόθεν ἤτο καὶ τί ἐζήτει, καὶ τίνα τέχνην ἐγίνωσκε. Ὁ δὲ ἀπεκρίνατο· Μοναχὸς ποθῶ νὰ γένω, ἤμουν ποιμήν. Ταῦτα μαθὼν διὰ τοῦ θυρωροῦ ὁ ἡγούμενος ἐχάρη, διότι εἶχε ἀνάγκην τοιούτου ἀνθρώπου. Δοκιμάσαντες δὲ αὐτὸν ὀλίγον καιρόν, ἔκειραν αὐτὸν μοναχόν, καὶ τὸν ἔστειλαν εἰς τὴν ἔρημον νὰ βόσκῃ τράγους. Οὗτὸς δὲ ἀπῆλθε μετὰ χαρᾶς καὶ πόθου πολλοῦ εἰς τὴν ἡσυχίαν ὅπου ὠρέγετο, καὶ ἔκαμνε τὴν ὑπηρεσίαν ταύτην ἀόκνως προσευχόμενος ἀδιαλείπτως πρὸς Κύριον.
Ὁ δὲ βασιλεύς, εἶχε θλίψιν πολλὴν δι’ αὐτόν, καὶ ἀποστείλας ἀνθρώπους, οἵτινες ἀνεζήτουν αὐτὸν εἰς πόλεις καὶ ἐρήμους καὶ μοναστήρια. Καὶ ἀπελθόντες εἰς τὸν Ἄθωνα, ἡρεύνησαν καὶ ἐκεῖ ἕκαστον τόπον ἐπιμελέστατα, ἀλλὰ οὐδεὶς ἐνόμιζεν ὅτι ἦτον αὐτὸς ὁ ζητούμενος, ἐπειδὴ ἦτον ἐνδεδυμένος παλαιὰ καὶ διεῤῤωγῶτα ἰμάτια.
Ἐν μιᾷ δὲ τῶν ἠμερῶν, βόσκων τοὺς τράγους ἐξ ἑνὸς ἀκρωτηρίου, καὶ θεασάμενος ἔνθεν κἀκεῖθεν, ὅτι δὲν ἦτον τὶς νὰ τὸν ἀκούσῃ, ἤρξατο νὰ ψάλλῃ ὕμνον τινὰ μετὰ τέχνης πολλῆς καὶ κατανύξεως. Ἀσκητὴς δέ τις, ὅστις κατῴκει ἐκεῖ πλησίον εἰς ἕνα σπήλαιον, ἀκούσας τοσαύτην μελῳδίαν γλυκυτάτην καὶ παναρμόνιον, ἐθαύμασε, καὶ ἐξελθὼν τοῦ σπηλαίου, βλέπει τὸν μὲν ποιμένα ψάλλοντα, τοὺς δὲ τράγους μὴ βόσκοντας, ἀλλὰ ἱσταμένους καὶ βλέποντας αὐτὸν ὥσπερ ἐκπληττομένους καὶ χαίροντας εἰς τὴν ἀγγελικὴν ἐκείνην καὶ οὐχὶ ἀνθρωπίνην μελῳδίαν. Ταῦτα θεασάμενος, ἀπῆλθεν εἰς τὴν Λαύραν, καὶ ἀνήγγειλεν αὐτὰ εἰς τὸν ἡγούμενον, ὅστις ἔστειλε καὶ ἔφεραν αὐτόν, καὶ λέγει αὐτῷ· Ὁρκίζω σε εἰς τὸν Θεὸν νὰ μοῦ εἰπῆς τὴν ἀλήθειαν. Ἐσὺ εἶσαι ὁ Κουκουζέλης Ἰωάννης, ὁ παρὰ τοῦ βασιλεώς τοσοῦτον ζητούμενος; Ὀ δὲ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ, ἐζήτει συγχώρησιν μετὰ δακρύων, λέγων· Ἐγὼ εἰμὶ ὁ ἀμαρτωλὸς καὶ ἀνάξιος δοῦλος τῆς ἁγιωσύνης σου, ὅμως δέομαι πολλὰ καὶ σὲ παρακαλῶ νὰ μὲ ἀφήσῃς εἰς αὐτὸ τὸ εὐτελὲς διακόνημα, ὅπερ μου ἔδωκε ἐξ ἀρχῆς, νὰ ποιμαίνω τοὺς τράγους, διὰ νὰ μὴ μάθη αὐτὸ ὁ βασιλεύς. Οὕτω ποιήσας, ἀπῆλθεν ὁ προεστὼς εἰς τὴν Πόλιν, καὶ πεσὼν ἐπὶ τοὺς πόδας τοῦ βασιλέως, εἶπε ταῦτα· Δέομαι καὶ παρακαλῶ τὸ κράτος τῆς ἐξουσίας σου, δέσποτα, νά μοι χαρίσῃς ἄνθρωπόν τινα διὰ ψυχικὴν αὐτοῦ σωτηρίαν, καὶ ἐὰν ἐλύῆσε τὴν βασιλείαν σου νὰ τὸν συγχωρήσῃς. Ὁ δὲ βασιλεὺς ἠρώτησε τοῦ ζητουμένου τὸ ὄνομα. Ὁ δὲ ἡγούμενος λέγει αὐτῷ· Ἐὰν μὴ μοῦ δώσῃς ἐγγράφως τὸ συμπαθές, δὲν σοῦ λέγω αὐτό. Τότε ὁ βασιλεὺς ἐκέλευσε νὰ ποιήσουν ἔγγραφον, καὶ ὑπέγραψεν αὐτό. Ἔπειτα ὁ ἡγούμενος διηγήθη περὶ τοῦ μοναχοῦ Κουκουζέλη ἀκριβῶς ἅπαντα. Ὁμὲν βασιλεῦς ταῦτα ἀκούσας, ἐδάκρυσε, καὶ ἔλαβε χαρὰν καὶ λύπην εἰς τὴν καρδίαν ἀνείκαστον. Ἐχάρη μέν, ὅτι ἦτον τοσοῦτον εὐλαβής, καὶ ἐνεδύθη σχῆμα ἀγγελικόν, μισήσας πᾶσαν σαρκικὴν ἡδυπάθειαν. Ἐπικράνθη δὲ πῶς ἔδωκε τὴν χάριν ἐγγράφως, καὶ δὲν ἠδύνατο νὰ ἀρνηθῇ αὐτήν. Ὁ δὲ ἡγούμενος κατεπράϋνε διὰ λόγων παρακλητικῶν τὴν καρδίαν αὐτοῦ. Ἔπειτα, εὐχαριστήσας αὐτόν, καὶ εὐχόμενος, ἀπῆλθεν εἰς τὴν Μονὴν αὐτοῦ, καὶ διηγήθη πᾶσι τοῖς ἀδελφοῖς τὰ γενόμενα. Ὅθεν ἔμεινεν ὀ θαυμάσιος ἀνενόχλητος ἀπὸ τὸν ἐπίγειον βασιλέα, καὶ ὑπηρέτει τὸν ἐπουράνιον, ψάλλων καὶ ὑμνολογῶν αὐτὸν ἀόκνως καθ’ ἑκάστην ἡμέραν. Μετὰ ταῦτα λαβὼν ἀπὸ τὸν προεστώτα συγχώρησιν, ἔκτισε κελλίον καὶ ἐκκλησίαν τῶν Ἀρχαγγέλων ἔξωθεν τοῦ μοναστηρίου νὰ ἡσυχάζῃ κατὰ τὰς ἕξ ἡμέρας τῆς ἑβδομάδος, τὰς δὲ Κυριακὰς καὶ λοιπὰς ἑορτὰς δὲν ἔλειπεν ἀπὸ τὸν δεξιὸν χορὸν τῆς μεγάλης ἐκκλησίας, ἀλλὰ ἔψαλλε τῷ Θεῷ μετὰ πόθου καὶ κατανύξεως.
Ἐν δὲ τῷ Σαββάτῳ τῆς Ἀκαθίστου, ἀφ’ οὗ ἔψαλλεν ἐπιμελῶς τὰ ἰδιόμελα, καὶ τὸν Κανόνα τῆς Θεοτόκου κατὰ τὴν συνήθειαν, ἀπὸ τὸν κόπον ὕπνωσεν ὀλίγον εἰς τὸ στασίδιον αὐτοῦ ὄρθιος. Τότε φαίνεται αὐτῷ ἡ Κυρία Θεοτόκος, καὶ λέγει αὐτῷ· Χαίροις Ἰωάννῃ τέκνον μου, ψάλε μοι, καὶ οὐ μὴ σὲ ἐγκαταλίπω. Ταῦτα εἰποῦσα, ἔδωκεν αὐτῷ χρυσοῦν τι νόμισμα. Ὁ δὲ ἔξυπνος γενόμενος, εὗρεν εἰς τὴν αὐτοῦ δεξιὰν τὸ νόμισμα. Ὅθεν χαρᾶς ἀπείρου πλησθείς, ηὐχαρίστει τὴν Θεομήτορα. Ἐκεῖνο δὲ τὸ νόμισμα ἔβαλαν εἰς τὴν ἐκκλησίαν, ἔνθα ἐτέλεσε μεγάλα θαυμάσια. Ἔκτοτε λοιπὸν δὲν ἔλειπεν ἀπὸ τὸν δεξιὸν χορὸν πώποτε, ψάλλων προθύμως, καὶ δοξολογῶν ἀόκνως τὸν Κύριον. Ὅθεν ἀπὸ τὸν πολὺν κόπον καὶ τὴν ὀρθοστασίαν ἐσάπη ὁ ποῦς αὐτοῦ καὶ ἔτρεχεν ὕλη δυσώδης, ἀλλ’ ἡ παντοδύναμος Δέσποινα ἰάτρευσεν αὐτόν, ὡς τὸν Δαμασκηνὸν Ἰωάννην, ἐμφανισθεῖσα αὐτῷ καὶ λέγουσα· Ἔσῃ ἀπὸ τοῦ νῦν ὑγιής· καὶ εὐθὺς ἔλαβεν τὴν θεραπείαν τελείαν. Ὅθεν, εὐχαριστήσας τὴν Θεομήτορα, ἔμεινεν ἄνοσος ἕως τέλους βιώσας ἐν νηστείαις, ἀγρυπνίαις καὶ ἐξόχως εἶχε πολλὴν ταπείνωσιν. Προεῖδε δὲ καὶ τὴν τελευτὴν αὐτοῦ, καὶ πᾶσι τοῖς ἀδελφοῖς συνταξάμενος, καὶ προσευξάμενος δι’ αὐτούς, παρήγγειλε νὰ ἐνταφιάσωσιν αὐτὸν εἰς τὸν οἶκον τῶν Ἀρχαγγέλων, ὅν αὐτὸς ᾠκοδόμησε. Καὶ οὕτως ἀνεπαύσατο τὴν πρώτην τοῦ Ὀκτωβρίου ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Φωβηνῆς, Κουκουζελίσσης καὶ Τριχερούσης.
Στέφος τηλαυγὲς χαρίτων πολυπλόκων,
τῇ Λαύρᾳ ὤφθη Παρθένε ἡ Εἰκών Σου.
Ἡ Εἰκὼν αὕτη, ἵσταται ἐν τῷ Παρεκκλησίῳ τῷ πλησίον τῆς Πύλης τῆς Μονῆς ἀνεργεθέντι, ἐπὶ τοῦ καταπετάσματος, ἐν τῇ θέσει, καθ’ ἥν ὡς ἔθος ἡ Εἰκὼν τῆς Θεοτόκου ἵσταται, ἐνώπιον τῆς ὁποίας καίουσι τρεῖς ἀκοιμήτους κανδήλας.






Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Γοργοϋπηκόου, τῆς εὑρισκομένης ἐν τῇ ἱερᾷ Μονῇ Δοχειαρίου τοῦ Ἁγίου Ὄρους.
Γοργῶς τῆς φωνῆς εἰσακούειν Παρθένε,
ἡμῶν μὴ ἐλλείπῃς τῶν σοὶ ἀφορώντων.
Ἡ θαυματουργὸς αὕτη καὶ περίφημος τῆς Θεοτόκου Εἰκών, ἧς τὴν Σύναξιν ἑορτάζομεν, ἀπόκειται ἐν τῇ κατὰ τὸν Ἁγιώνυμον Ἄθω Ἱερὰ Μονὴ τοῦ Δοχειαρίου, ἔχει δὲ ἡ ὑπόθεσις ὡς ἑξῆς:
Ἐπὶ τοῦ ἀνατολικοῦ τοίχου τῆς κοινῆς τῶν Πατέρων τῆς Μονῆς τραπέζης καὶ ὡς εἰσερχόμεθα εἰς αὐτὴν δεξιά, ἢν τίς Εἰκὼν τῆς Ὑπεραγίας Θεοτόκου ἀπὸ ἀδήλων ἐτῶν ἐζωγραφισμένη. Παράδοσίς τις διήκουσα διὰ τῶν πλέον σεβαστῶν Πατέρων τῆς Μονῆς, ἀνάγει Αὐτὴν ἐπὶ τῆς ἐποχῆς τοῦ Ἁγίου Νεοφύτου τοῦ καὶ Κτίτορος τῆς Ἱερᾶς ταύτης Μονῆς χρηματίσαντος. Πάντως ἀνήκει εἰς παλαιὰν ἐποχήν, ἀλλ’ ἡ θεία πρόνοια διαφύλαξε ταύτην ἐκ τοῦ πανδαμάτορος χρόνου σώαν καὶ ἀβλαβῆ μετὰ τῶν χαρακτήρων ἀναλλοιώτων, ὥστε νὰ φανῇ εἰς τοὺς ἐσχάτους χρόνους δεδοξασμένη καὶ θαυματουργός, καὶ τῆς Ἱερᾶς ταύτης Μονῆς ἀντιλήπτωρ καὶ κυβερνήτις καὶ προστάτις ἑτοίμη, ὡς Αὕτη παραδόξῳ τρόπῳ ὑπέσχετο.
Ἔμπροσθεν λοιπὸν τῆς ἐν λόγῳ πανσέπτου Εἰκόνος ἦτο διάδρομος, δι᾿ οὗ διήρχοντο οἱ Πατέρες εἰσερχόμενοι εἰς τὴν τράπεζαν καὶ ἰδίᾳ ὁ ἑκάστοτε τραπεζοκόμος πρὸς ἐκτέλεσιν τῆς ὑπηρεσίας τοῦ· μάλιστα δὲ διερχόμενος πολλάκις ἐν καιρῷ, νυκτὸς ἐκράτει συνήθως δᾷδας ἀνημμένας πρὸς φωτισμὸν τοῦ.
Κατὰ τὸ σωτήριον ἔτος ἀπὸ Χριστοῦ 1664 ἦτο τραπεζοκόμος ἀδελφός τις Νεῖλος ὀνόματι, ὅστις διερχόμενος ἔμπροσθεν τῆς Ἁγίας Εἰκόνος μὲ τὰς συνήθεις ἀνὰ χεῖρας δᾷδας, ἤκουσε τὰ ἑξῆς· Ἄλλοτε νὰ μὴ διέλθῃς ἐντεῦθεν μὲ δᾷδας, καπνίζων τὴν ἐμὴν Εἰκόνα. Ἀλλ᾿ οὗτος μὴ ἐννοήσας ὅτι ἡ φωνὴ προέρχεται ἐκ τῆς Εἰκόνος, ὑπολαβὼν ὅτι ἀδελφὸς τίς κεκρυμμένος πλησίον που πειράζει αὐτόν, ἐξηκολούθει ὡς καὶ πρότερον τὸ ἔργον τοῦ. Παρελθουσῶν οὕτω πολλῶν ἡμερῶν, καθ᾿ ἢν ὥραν ἡ πρώτη φωνὴ ἠκούσθη, ἤκουσε καὶ αὔθις φωνῆς φθεγγομένης πρὸς αὐτὸν τοιαῦτα· Ὦ μοναχὲ ἀμόναχε, ἕως πότε ἀνευλαβῶς καὶ ἀτίμως θὰ καπνίζῃς τὴν ἐμὴν Μορφήν; Καὶ σὺν τῇ φωνῇ, ἀορασίᾳ αὐτὸν ἐπάταξεν. Ὡς δὲ κατελήφθη ὑπὸ τῆς ὀφθαλμίας, τότε ἐμνήσθη καὶ τῆς προλαβούσης φωνῆς, καὶ ἐγνώρισεν, ὅτι δικαίως πλέον ἔπαθε, καθότι παρήκουσεν ἐξ ἀπροσεξίας τῆς ἐντολῆς τῆς Κυρίας Θεοτόκου.
Πρωΐας δὲ γενομένης εὗρον αὐτὸν οἱ ἀδελφοὶ πρηνῆ καὶ τυφλὸν κείμενον ἐπὶ τοῦ ἐδάφους τοῦ διαδρόμου, ἔμπροσθεν τῆς ἁγίας Εἰκόνος, καὶ πληροφορηθέντες παρ’ αὐτοῦ τὰ καθ᾿ ἕκαστα μετὰ φόβου καὶ εὐλαβείας διήρχοντο ἔκτοτε ἐκεῖθεν, κρεμάσαντες δὲ ἐπὶ τῆς Εἰκόνος κανδήλαν ἀκοίμητον, διέταξαν τὸν νέον ἤδη τραπεζοκόμων νὰ θυμιᾷ Αὐτὴν μετὰ πάσης εὐλαβείας καθ’ ἑκάστην ἑσπέραν. Ὁ δὲ τυφλωθεὶς Νεῖλος δεν ἠθέλησε πλέον ν᾿ ἀπομακρυνθῇ ἐκεῖθεν, ἀλλ’ ἐν στασιδίῳ παρέμενεν ἔμπροσθεν τῆς ἁγίας Εἰκόνος, καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν παρεκάλει μετὰ θερμῶν δακρύων τὴν Ὑπεραγίαν Θεοτόκον νὰ συγχωρήση ὡς συμπαθέστατη Μήτηρ τοῦ Θεοῦ Λόγου καὶ μεσίτρια τοῦ ἀνθρωπίνου γένους τὴν ἐξ ἀπροσεξίας ἁμαρτίαν τοῦ, καὶ ὡς σημεῖον τῆς ἀφέσεως νὰ χαρίσῃ αὐτῷ το φῶς τῶν ὀφθαλμῶν τοῦ. Ἀλλ’ ὅμως δεν ἐψεύσθη τῶν χρηστῶν ἐλπίδων διότι ἡ πηγὴ τῆς εὐσπλαγχνίας καὶ ταχίστη ἀντίληψις τῶν θλιβομένων, ἡ Κυρία Θεοτόκος, κλίνασα φιλάνθρωπον οὖς, ὑπήκουσεν εὐμενῶς τῆς συντετριμμένης αὐτοῦ καρδίας καὶ ἐν μια τῶν ἡμερῶν ἀπεκάλυψεν εἰς αὐτὸν τὰ ἑξῆς, φωνήσασα ἐκ τρίτου ἐκ τῆς Εἰκόνος οὕτως· Ὦ Μοναχέ, εἱσηκούσθη ἡ δέησίς σου πρὸς μέ, καὶ ἔσο συγχωρημένος καὶ βλέπων ὡς τὸ πρότερον ἀνάγγειλον δὲ καὶ τοῖς λοιποῖς ἐνασκουμένοις πατράσι καὶ συναδελφοις σου, ὅτι ἐγὼ εἶμαι ἡ Μήτηρ τοῦ Θεοῦ Λόγου, καὶ μετὰ Θεὸν τῆς Ἱερᾶς ταύτης Μονῆς τῶν Ἀρχαγγέλων σκέπη καὶ βοήθεια καὶ κραταιὰ προστασία, προνοουμένη ὑπὲρ αὐτῆς ὡς ὑπέρμαχος κυβερνήτις· καὶ εἰς τὸ ἑξῆς οἱ μοναχοὶ ἂς καταφεύγωσι πρὸς ἐμὲ διὰ κάθε τῶν ἀνάγκην, καὶ γοργὼς θέλω ὑπακούω αὐτῶν, καὶ πάντων τῶν μετ᾿ εὐλαβείας καταφευγόντων εἰς ἐμὲ ὀρθοδόξων Χριστιανῶν, ὅτι Γοργοϋπήκοος καλοῦμαι .
Αὕτη ἡ ὑπερκόσμιος φωνὴ καὶ τὰ χαρμόσυνα εὐαγγέλια ἐκ τῆς Εἰκόνος τῆς Θεοτόκου· καὶ σὺν τῇ φωνῇ ἠνεῴχθησαν παραχρῆμα ὑπερφυῶς οἱ ὀφθαλμοὶ τοῦ τυφλωθέντος καὶ ἤδη ἀναβλέψαντος τραπεζοκόμου Νείλου, ὅστις ἀνήγγειλε μετὰ χαρᾶς τὰ χαρμόσυνα εἰς πάντας τοὺς ἀδελφούς. Τότε προσῆλθον ἅπαντες ὁμοθυμαδὸν ἔμπροσθεν τῆς θαυματουργοῦ Εἰκόνος τῆς Γοργοϋπηκόου, καὶ ηὐχαρίστησαν Αὐτὴν μετὰ δακρύων καὶ κηρῶν καὶ θυμιαμάτων, διὰ τὴν μητρικὴν Αὐτῆς κηδεμονίαν καὶ τὰς μεγάλας περὶ τῆς Μονῆς ἐπαγγελίας. Πάντα ταῦτα καὶ ἰδίᾳ τὸ θαῦμα τοῦ ἀναβλέψαντος τυφλοῦ ἀδελφοῦ διεφημίσθησαν εἰς ἅπαν τὸ Ἁγιώνυμον Ὄρος, καὶ πλεῖστοι ἀδελφοὶ ἐξ ὅλων τῶν Μονῶν συνήρχοντο, ἵνα προσκυνήσωσι τὴν χαριτόβρυτον Γοργοϋπήκοον, καὶ ἴδωσι τὸν ὀμματωθέντα, παρὰ τοῦ ὁποίου μετὰ θάμβους ἤκουον ὅσα τῷ συνέβησαν καὶ ὅσα ἡ Κυρία Θεοτόκος τῷ εἶπεν.
Ἔκτοτε ἐσφαλίσθη ὁ μέχρι τότε πρὸ τῆς Εἰκόνος διάδρομος, καὶ ἐπειδὴ τὸ μέρος ἦτο ἀκατάλληλον να κτισθῇ Ἐκκλησία, καθότι ὁ ἱστάμενος πρὸ τῆς ἁγίας Εἰκόνος βλέπει πρὸς δυσμάς, ἐκτίσθη αὕτη κατὰ τὸ δεξιὸν μέρος τῆς Εἰκόνος, τῆς θαυματουργοῦ Γοργοϋπηκόου. Ἀλλὰ καὶ εἰδικὸς ἀδελφὸς διωρίσθη πρὸς διακονίαν καὶ εὐτρεπισμὸν τόσον τοῦ Προσκυνηταρίου, ἐν ὢ ἡ ἁγία Εἰκών, ὅσον καὶ τοῦ Παρεκκλησίου Αὐτῆς, ὁ πλέον δόκιμος καὶ εὐλαβὴς ἐκ τῶν Ἱερομόναχων, Προσμονάριον αὐτὸν καλέσαντες, ὅστις ψάλλει τακτικώτατα ἑκάστην πρωίαν καὶ ἑσπέραν παρακλήσεις ἔμπροσθεν τῆς θαυματουργοῦ Γοργοϋπηκόου, καὶ καθ· οἱανδήποτε ἄλλην ὥραν ὁπότε παραστῇ ἀνάγκη, ἡ ἔλθῃ προσκυνητής τις. Ἐν δὲ τῇ ἑσπέρᾳ ἑκάστης Τρίτης καὶ Πέμπτης μετὰ τὴν ἀπόλυσιν τοῦ Ἑσπερινοῦ ποιεῖ ὁ ἐφημέριος εὐλογητὸν ἐν τῷ Καθολικῷ Ναῷ καὶ οὕτως ἐξερχόμενοι οἱ Πατέρες κατὰ τάξιν ἀπέρχονται ἔμπροσθεν τῆς ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος, ἔνθα ψάλλεται κοινὴ παράκλησις παρὰ τῶν διατεταγμένων τῆς Μονῆς ψαλτῶν, ὁ δὲ ἐφημέριος μνημονεύει πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν, προσδεόμενος καὶ ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου. Εἰς δὲ τὸ Παρεκκλήσιον τῆς Γοργοϋπηκόου τελεῖται τακτικῶς δίς τῆς ἑβδομάδος Λειτουργία, καὶ ὅταν παραστῇ ἄλλη τίς ἀνάγκη· ἐπίσης καὶ Ἀγρυπνίαι συνήθως τελοῦνται ὑπὲρ τῶν εὐσεβῶν χριστιανῶν. Πλεῖστα ἀναθήματα καὶ ἀφιερώματα τῶν εὐσεβῶν ἐπὶ τῆς ἁγίας Εἰκόνος μαρτυροῦσι τὰ πολλὰ θαύματα Αὐτῆς, καὶ τὰς μεγάλας ἀντιλήψεις, ἂς ἐν ἑκάστῳ κρισίμῳ στιγμῇ εἰς τοὺς ἐπικαλουμένους ταύτην ἐνδείκνυται συμπαθῶς. Ἀλλὰ καὶ αἱ πολυτελεῖς καὶ ἀργυραὶ Αὐτῆς κανδῆλαι περιτράνως τοῦτο βεβαιοῦσιν, ἐξ ὧν ἕξ εἰσιν ἀκοίμητοι, ὧν τὸ ἔλαιον ἀποστέλλεται κατ’ ἔτος παρὰ ἕξ εὐλαβῶν προσκυνητών, οἵτινες πολλάκις ἐλυτρώθησαν ἀπὸ ποικίλους κινδύνους, ἐπικαλούμενοι τὴν θαυματουργὸν Γοργοϋπήκοον.
Ἀλλὰ τίς δύναται νὰ διηγηθῇ λεπτομερῶς καθ᾿ ἕν τὰ ἐξαίσια ὡς ἀληθῶς θαύματα, ἅτινα ἐνήργησε καὶ ἐνεργεῖ καθ᾿ ἑκάστην ἡ Κυρία ἡμῶν Γοργοϋπήκοος εἰς τοὺς ἐπικαλουμένους Αὐτὴν εἰς βοήθειαν; Καθότι Αὕτη ἀναδειχθεῖσα ὡς ἄλλη Κολυμβήθρα Σιλωάμ, τυφλοὺς ὠμάττωσε, χωλοὺς ἀνώρθωσε, παραλύτους συνέσφιγξε, κατ’ ἐξοχὴν τὰς στειρευούσας μητέρας ἐποίησεν, ἐκ ναυαγίου κινδύνου πολλοῖς διεφύλαξεν, αἰχμαλώτους ἠλευθέρωσε, τὰς ἀκρίδας πολλάκις ἀπεδίωξε καὶ κατηφάνισε, καὶ ἄλλας ἀπείρους θαυματουργίας ἐποίησε καὶ ποιεῖ εἰς τοὺς μετ’ εὐλαβείας καταφεύγοντας εἰς τὴν θερμοτάτην ἀντίληψιν Αὐτῆς. Ἧς ταῖς ἀκοιμήτοις πρεσβείαις καὶ μητρικαῖς ἱκεσίαις Λόγε, Θεοῦ Σοφία καὶ Δύναμις, συμπαθῶς καμπτόμενος, ἐλέησον καὶ σῶσον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός. Ἀμήν.











Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Ὁδηγητρίας, τῆς παραδόξως ἐκ τῆς τοῦ Βατοπεδίου Ἱερᾶς Μονῆς, πρὸς τὴν Ἱερὰν Μονὴν τοῦ Ξενοφώντος ἀφιχθείσης, τῇ βουλήσει τῆς Ἀχράντου Θεομήτορος.
Θηΐη ἱρή, ὄπα θεοκύμονος,
ἶκεν ἐκτόπως, θαρσεῦσαι ἡμέων ψυχάν.
Ἡ Θεομητορικὴ αὕτη Εἰκὼν εὑρίσκετο ἐξ ἀμνημονεύτων χρόνων, εἰς τὴν Ἱερὰν καὶ Βασιλικὴν Μονὴν τοῦ Βατοπεδίου, ἐντὸς τοῦ Καθολικοῦ, ἐπὶ τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, καὶ κατὰ τὸ 1730 ἔτος, παραδόξως ἐγένετο ἄφαντος τῶν θυρῶν κεκλεισμένων, καὶ ἐκρύβη οὐ μόνον ἐκ τῆς Ἐκκλησίας, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς Μονῆς. οἱ δὲ Πατέρες τῆς τοῦ Βατοπεδίου, τὴν θαυματουργίαν ταύτην τῆς Θεομήτορος, ὡς ἱεροσυλίαν τινὰ νομίσαντες, ἤρξαντο τὴν περὶ αὐτῆς ἐντὸς τῆς Μονῆς ἀναζήτησιν, ὅτε αἴφνης διεδόθη ἡ φήμη, ὅτι ἡ Ἁγία Εἰκὼν εὑρέθη ἐν τῇ Ἱερᾷ μονῇ τοῦ Ξενοφώντος, τῇ κειμένι ἐν διαστήματι τριῶν ὡρῶν ἐκ τῆς του Βατοπεδίου Μονῆς. Ὅθεν, ἄνευ βραδύτητος ἀπέστειλον ἀνθρώπους τινὰς ἵνα μετακομίσωσιν αὐτὴν ἐκεῖθεν, εἰς τὰ ἴδια, ὅπερ καὶ ἐγέντο. Οὕτως οὖν μετεκομίσθη ἡ Ἁγία Είκὼν εἰς τὴν τοῦ Βατοπεδίου, καὶ ἐτέθη ἐκ νέου εἰς τὴν ἰδίαν αὐτῆς θέσιν, καὶ ἐπομένως ἐλήφθησαν μέτρα αὐστηρότατα εἰς προφύλαξιν καὶ ἀσφάλειαν, ὁποίαι οὐδέποτε πρότερον ἐλήφθησαν. Ἀλλὰ καὶ μ’ ὅλα ταῦτα, ἡ σεβάσμιος αὕτη Εἰκών, μετὰ τῆς ἰδίας ἀσφαλείας, ἤγουν τῶν θυρῶν καὶ σφραγίδων ἀσφαλῶς ἐχόντων, καὶ μετέβη θαυμασίως πρὸς ὅν ἐξελέξατο ἱερὸν τόπον εἰς τὴν τοῦ Ξενοφώντος.
Μετ’ ὀλίγης οὖν ὥρας παρέλευσιν, ἐλθόντες οἱ ἀδελφοὶ τοῦ Βατοπεδίου ἐν τῷ Ναῷ, καὶ πάλιν τὸν τόπον ὅπου ἡ ἱερὰ ἵστατο Εἰκὼν κενὸν θεασάμενοι, ἐπιστώθησαν τὴν ἑκούσιον τῆς Θεοτόκου καὶ θαυμαστὴν ἀπ’ αὐτῶν ἀναχώρησιν, ἅμα δὲ καὶ τὴν πρὸς τὸ ἴδιον μέρος αὐτῆς μετάβασιν, πληροφορηθέντες, δὲν ἔκριναν εὔλογον τὸ νὰ ἐναντιωθῶσιν ἔτι εἰς τὴν τὰς Θεοτόκου ἀπόφασιν, ἀλλ’ ἅπαντες ὁμοθυμαδὸν συνέδραμον εἰς τὴν αὐτῆς προσκύνησιν. Καὶ εἰς ἀνάμνησιν τῆς θαυματουργίας ταύτης, ἀπεφάσισαν ἅπαντες ἵνα κομίζωσιν αὐτῇ εἰς τὴν τοῦ Ξενοφώντος κηροὺς καὶ ἔλαιον, ὅπερ καὶ ἐποίουν ἐπὶ διαστήματι πολλῶν ἐτῶν. Μετὰ δὲ ταῦτα οἱ τῆς τοῦ Ξενοφώντος ἀδελφοί, ἐμπόδισαν αὐτοὺς τοῦ νὰ ποιῶσι τοῦτο.
Ἡ Ἁγία αὕτη Εἰκών, εὐρίσκεται ἐντὸς τοῦ Καθολικοῦ, ἐπὶ τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, ὡς πρὶν καὶ ἐν τῷ τοῦ Βατοπεδίου Καθολικῶ.
Ἐν τῷ καιρῷ τῆς ἐπαναστάσεως τῶν Ἑλλήνων, εἷς Ὀθωμανὸς ἠθέλησε νὰ ἐμπαίξῃ τὴν Ἁγίαν ταύτην Εἰκόνα, ἀλλ’ ἀμέσως ἐτιμωρήθη διὰ τὴν ἰδίαν του ἀνοησίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἀγίου Ἀποστόλου Ἀνανίου.
Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας,
Ἀνανίαν βάλλουσι δυσσεβεῖς λίθοις.
Εἰς τὰ μέρη τῆς Ἀνατολῆς ἦτον ἡγεμὼν ἄνθρωπος τύραννος σκληρὸς ὀνόματι Λουκιανός, ὅστις εἶχε πολλὴν ὀργὴν κατὰ τῶν χριστιανῶν, διὰ νὰ φανῇ πρὸς τὰ προστάγματα τῶν βασιλέων τὰ παράνομα καὶ ἀσεβῆ εὐσεβὴς καὶ ὑπήκοος. Ὅσοι λοιπὸν ὡμολόγουν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν Θεὸν ἀληθῆ, τοὺς ἐτιμώρει δι’ ἀσπλάγχνων ὑπηρετῶν μὲ διάφορα κολαστήρια. Οἱ ὁποῖοι ὑπηρέται ἐτιμώρουν ἄλλους μὲν εἰς τὸ πῦρ καταφλέγοντες, καὶ εἰς τοὺς ποταμοὺς καὶ θαλάσσας βυθίζοντες· ἄλλους δὲ βορὰν τῶν θηρίων προδίδοντες· καὶ ἄλλους ποικιλοτρόπως καὶ ἀπανθρώπως βασανίζοντες. Κατ’ ἐκεῖνον τὸν καιρὸν εὑρίσκετο καὶ οὗτος ὁ Ἅγιος Ἀνανίας ὁ Ἀπόστολος ἐκ πόλεως Δαμασκοῦ, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγὼ Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα, Σαῦλον ὀνόματι Ταρσέα. Ἰδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. Ἀπεκρίθη δὲ ὁ Ἀνανίας· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνθρώπου τούτου, ὅσα κακὰ ἐποίησε τοῖς Ἁγίοις Σου ἐν Ἱερουσαλήμ. Καὶ ᾦδε ἔχει ἐξουσίαν παρὰ τοῦ Ἀρχιερέως δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά Σου. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά Μου ἐνώπιον ἐθνῶν, καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ. Ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Ταῦτα μὲν εἶπε πρὸς τὸν Ἀνανίαν ὁ Κύριος.
Ὁ δὲ Σαῦλος, ἡμέρας ὀλίγας πρότερον εἶχε μῖσος πολὺ πρὸς τοὺς Μαθητὰς τοῦ Κυρίου, προσελθὼν δὲ τῷ Ἀρχιερεῖ, ᾐττήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως, ἐὰν τινὰς εὕρῃ καθ’ ὁδὸν ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. Ἐν ῷ δὲ ἐπορεύετο, καὶ προσήγγιζε τῇ Δαμασκῷ, ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνὴν λέγουσαν αὐτῷ· Σαούλ, Σαούλ, τί με διώκεις; Εἶπε δέ· Τίς εἶ, Κύριε; Ὁ δὲ Κύριος εἶπε· Ἐγὼ εἰμὶ Ἰησοῦς, ὅν σὺ διώκεις, σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Τρέμων τε καὶ θαμβῶν εἶπε· Κύριε, τί με θέλεις ποιῆσαι; Καὶ ὁ Κύριος εἶπε πρὸς αὐτόν· Ἀνάστηθι, καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν. Οἱ δὲ ἄνδρες, οἱ συνοδεύοντες αὐτῶ, ἵσταντο ἔκθαμβοι, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. Ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε. Χειραγωγοῦντες δὲ αὐτόν, εἰσήγαγον εἰς Δαμασκόν. Καὶ ἧν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν, οὐδὲ ἔπιεν.
Τότε, ἔφθασεν ὁ Ἀνανίας, καὶ ἔβαλεν ἐπ’ αὐτὸν τὰς χεῖράς του λέγων· Σαούλ, ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψε τε παραχρήμα, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνδυναμώθη.
Οὕτω μὲν οὖν χειραγωγήσας ὁ Ἀνανίας τὸν Μέγαν Παῦλον ἐν ἔτει 36 πρὸς τὴν ἀλήθειαν, καὶ φωτίσας τὰ τῆς ψυχῆς αὐτοῦ καὶ τοῦ σώματος ὄμματα, καὶ βαπτίσας αὐτὸν τῷ γ΄ ἔτει μετὰ τὴν Ἀνάληψιν τοῦ Κυρίου, κατὰ τοὺς ἀκριβεστέρους χρονολόγους, ἀπῆλθεν ἔπειτα εἰς τὴν Βηθαγαυρῆν τῆς Ἐλευθερουπόλεως, κηρύττων τὸ Ἅγιον Εὐαγγέλιον, καὶ ὡς ἔμπειρον ἀλιεὺς ἔσυρε διὰ τῶν δικτύων τῆς διδασκαλίας του πολλοὺς πρὸς τὴν εὐσέβειαν. Τοῦτο μαθόντες οἱ υἱοὶ τοῦ σκότους, ἔδεσαν καὶ ἀπήγαγον αὐτὸν εἰς Λουκιανὸν τὸν ἡγεμόνα τῆς πόλεως, ὁ ὁποῖος βλέπων αὐτὸν εἰς τὴν ὄψιν ὡραῖον, εἰς τὴν γλῶσσαν σοφὸν καὶ ῥήτορα, καὶ εἰς τὰ ἤθη συνετόν, γνωστικὸν καὶ πεπαιδευμένον, ἐθαύμασε, καὶ κρύπτων τὴν φυσικὴν ἀγριότητα, ὑποκείνεται χρηστότητα, λέγων αὐτῶ μετὰ πολλῆς ἱλαρότητος· Ποίησον Ἀνανία τὸ πρόσταγμά μου, διότι πρὸς τὸ συμφέρον σου σὲ συμβουλεύω, καὶ ἀρνήσου τὸν Ἐσταυρωμένον, προσκύνησον τοὺς ἡμετέρους θεούς, καὶ μὴ θελήσῃς νὰ γένῃ ἡ ἀξιοθέατός σου ὡραιότης πυρὸς παρανάλωμα. Ὁ δὲ ἀπεκρίνατο· Ἐγὼ προσκυνῶ τὸν ἀληθινὸν Θεόν, τοῦ ὁποίου ὑπηρέτης καὶ διάκονος ἐγενόμην, χειραγωγήσας τὸν Μέγαν Παῦλον πρὸς τὴν εὐσέβειαν, ὅστις καὶ Σαῦλος ὠνομάζετο πρότερον, περιπατῶν εἰς τὸν σάλον τῆς ἀγνωσίας καὶ κλύδωνα. Ἀλλὰ τώρα ἦλθεν εἰς τὸν λιμένα τῆς τοῦ Χριστοῦ πίστεως, γινώσκων ὡς πάνσοφος τὴν ἀλήθειαν. Ὁ δὲ ἡγεμὼν λέγει αὐτῷ· Θαῤῥῶ, ὅτι ἐλπίζω εἰς τὴν δύναμίν σου καὶ μεγαλειότητα, νομίζεις ὅτι δὲν θὰ φοβηθῇς τὸ δριμὺ τῶν κολάσεων, διὰ τοῦτο ἐτράπη εἰς ἀγνωσίαν ἡ γνῶσίς σου, καὶ ἡ φρόνησίς σου εἰς κουφότητα. Ταῦτα ἀκοὺσας ὁ τῆς ἀληθείας διδάσκαλος, ὕψωσε πρὸς οὐρανὸν τὰς χεῖρας καὶ ὄμματα, λέγων · Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς τῶν δυνάμεων, μὴ ἀφήσῃς νὰ μὲ βάλῃ ὁ ἐχθρὸς εἰς τὰ δίκτυά του, ἀλλ’ ἀξίωσόν με νὰ πάθω διὰ τὸ ὄν0ομά σου, νὰ γίνω κοινωνὸς τοῦ Παύλους εἰς τὴν Οὐράνιον Βασιλείαν Σου, νὰ λάβω καὶ ἐγὼ μὲ τους λοιποὺς μαθητάς σου τὸν στέφανον τῆς ἀθλήσεως. Ταῦτα εὐξάμενος ἐγύμνωσαν, καὶ ἔδερον αὐτὸν ἀνηλεῶς λέγοντες· Ὑπάκουσον εἰς τὰ βασιλικὰ προστάγματα, θυσίασον τοῖς θεοῖς, νὰ λυτρωθῇς τῶν κολάσεων. Ὁ δὲ Ἅγιος προσηύχετο νοερῶς, ὑπομένων ἀνδρείως τὰ λυπηρὰ σιωπηλὸς καὶ ἀτάραχος. Καὶ ὅταν ἀπέκαμον οἱ ὑπηρέται ῥαβδίζοντες, τότε κατέβασαν αὐτόν, καὶ ἄρχεται πάλιν νὰ κολακεύῃ αὐτὸν ὁ ἡγεμὼν λέγων· Λυπήθητι τὴν ζωήν σου, καὶ μὴ θελήσῃς νὰ ἀπολεσθῇ ἡ ὡραιότης σου, διότι, μὰ τοὺς θεοὺς αὐτούς, πικροτέρας κολάσεις θέλω δώσει, καὶ χαλεπώτερα παιδευτήρια. Ὁ δὲ Ἅγιος ἔχων εἰς τὴν καρδίαν του ἔνθεον ἔρωτα, ἀπεκρίθη γενναίως, καὶ λέγει αὐτῷ· Δὲν ἐντρέπεσαι ἄθλιε, ποτὲ μὲν νὰ μὲ μαστίζῃς, ποτὲ δὲ νὰ μὲ κολακεύῃς, ὥσπερ νὰ ἦμουν βρέφος μωρὸν καὶ ἄγνωστον; Ἤξευρε βέβαια, ὅτι οὐ μόνον ἐγὼ δὲν θὰ θυσιάζω ποτὲ εἰς τοὺς δαίμονας, καὶ ἄν μοῦ δώσῃς ὅλα τοῦ κόσμου τὰ παιδευτήρια, ἀπαίδευτε, ἀλλὰ καὶ ὅσους δυνηθῶ ἀπὸ ὑμᾶς θέλω ποιήσει νὰ ἐπιστρέψουν πρὸς τὴν εὐσέβειαν. Ταῦτα ἀκούσας ὁ ἄδικος δικαστὴς ἐθυμώθη, καὶ προστάσσει νὰ γυμνώσουν αὐτόν, καὶ νὰ τὸν ἐκσχίζουν ὅλον τὸ σῶμα αὐτοῦ μὲ σιδηρὰ ὀνύχια, καὶ μὲ λαμπάδας πυρὸς νὰ τὸν κατακαίουν, διὰ νὰ ἀναλυθῶσιν ὀλίγον κατ’ ὀλίγον αἱ σάρκες αὐτοῦ, νὰ αἰσθανθῇ ἔως τῆς καρδίας τὸν πόνον καὶ βάσανον. Ἀλλ’ ὁ Ἅγιος, τοὺς μὲν ἐκσχισμοὺς τῶν σιδήτωρ εἰς οὐδὲν ἐλογίζετο ἀλλ’ ὡσὰν νὰ ἔπασχεν ἄλλος οὕτως ἐφαίνετο. Τὸ δὲ πῦρ αὐτὸν μὲν ἐδρόσιζε, τοῦ δὲ τυράννου τὴν καρδίαν μᾶλλον ἐφλόγιζε, καὶ ὠργίζετο ὁ ἀσύνετος λέγων· Ἕως πότε δὲν ὑποτάσσεσαι εἰς τὸ βασιλικὸν πρόσταγμα, νὰ τιμήσῃς καὶ σὺ τοὺς θεοὺς τοὺς ὁποίους σέβομαι; Ὁ δὲ Ἅγιος λέγει εἰς αυτόν· Τί περιστρέφεις τὰ ἴδια λόγια, καὶ περιτριγυρίζεις, ὡς τὰ παιδία παίζουν εἰς τὸ χωράφιον; Γίνωσκε βέβαια καὶ ἀλάθητα, ὅτι οὔτε διὰ δωρεῶν, οὔτε δι’ ἀπειλῶν, οὔτε δὲ ἄλλον τινὰς τρόπον, θέλεις δυνηθῆ νὰ μὲ νικήσῃς τελείως. Μάλιστα, λυποῦμαι καὶ κλαίω πικρῶς καὶ διὰ τὴν ἀπώλειάν σου, καθόσον δέν σε φθάνει νὰ εὑρίσκεσαι εἰς τὴν πλάνην μόνος ἐσύ, ἀλλὰ καὶ τοὺς ἄλλους βιάζεις νὰ βυθίσῃς εἰς τὴν ἀσέβειαν. Δὲν ἠξεύρεις ὅτι τὰ εἴδωλα ἅτινα σέβεσθε εἶναι ξύλα, λίθοι, καὶ μέταλλα, ἀπὸ ἀνθρώπους γενόμενα; Πόση ἀτοπία εἶναι λοιπὸν καὶ ἀσέβεια νὰ προσκυνῆτε ἀντὶ τοῦ Δημιουργοῦ τὸ κτίσμα καὶ δημιούργημα; Καὶ τίς ἔχων γνώσιν θέλει προσκυνήσει τὰ ἔργα τῶν χειρῶν αὐτοῦ πώποτε; Ἐθυμώθη εἰς ταῦτα ὁ τῆς ἀπωλείας ὑπόδουλος, καὶ ἐπειδὴ δὲν εἶχε πλέον ἐλπίδα τινα εἰς ἑαυτόν, προσέταξε νὰ ἐκβάλωσιν αὐτὸν ὁ τῶν λίθων ἀναισθητότερος. Ὁ δὲ Ἅγιος ἀπερχόμενος νὰ λάβῃ ἐν τῷ διατεταγμένῳ τόπῳ τὸν θάνατον, ἔλεγε ταῦτα εἰς ἔλεγχον τῶν παρανόμων ἐννόμως εὐχόμενος· Ἄς ἀπολεσθοῦν οἱ θεοί, οἵτινες δὲν ἔκαμαν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν. Καθ’ ὅν χρόνον ἐλίθαζον αὐτὸν διὰ πλήθους λίθων, εἶχε τὰς χεῖρας ὑψωμένας πρὸς τὸν οὐρανὸν καὶ τὰ ὄμματα, λέγων· Δέξαι Κύριε μου, ὁ Βασιλεὺς τῶν βασιλευόντων ὡς εὐπρόσδεκτον θυσίαν μου τὴν διὰ τῶν λίθων τελείωσιν, καὶ συναρίθμησόν με μετὰ τῶν δούλων σου. Ταῦτα εἰπῶν, ἔλαβε τὸν μακάριον στέφανον παρὰ Χριστοῦ τοῦ οὐρανίου Βασιλέως, νὰ βασιλεύσῃ μετ’ αὐτοῦ αἰωνίως. Τὸ δὲ τίμιον αὐτοῦ καὶ μακάριον λείψανον ἐπῆραν τινὲς φιλομάρτυρες, καὶ ἐνεταφίασαν αὐτὸ ἐν τῇ Δαμασκῷ, εἰς τὸν πατρικὸν αὐτοῦ κλῆρον λαμπρότατα εἰς δόξαν Πατρός, Υἱοῦ καὶ Ἁγίου Πνεύματος, τῆς μιᾶς ἐν Τριάδι Θεότητος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥωμανοῦ, τοῦ Ποιητοῦ τῶν Κοντακίων.
Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον,
Ὑμνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς Ἀγγέλοις.
Οὗτος ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ῥωμανός, κατήγετο ἐκ Συρίας, πατρίδα ἔχων τὴν πόλιν Ἔμεσαν, ἡ ὁποία τώρα λέγεται τουρκιστὶ Ἐμς. Ἐχρημάτισε δὲ καὶ διάκονος τῆς Ἐκκλησίας τῆς Βηρυττοῦ. Ἐκεῖθεν δὲ ἀνέβη εἰς Πόλιν κατὰ τοὺς χρόνους Ἀναστασίου τοῦ βασιλέως ἐν ἔτει 496. Καὶ διέτριβεν εἰς τὸν ναὸν τῆς Ὑπεραγίας Θεοτόκου τῆς ἐπιλεγομένης Κύρου μετὰ πάσης εὐλαβείας καὶ σεμνότητος. Οὗτος λοιπὸν ποιῶν πολλάκις ἀγρυπνίαν εἰς τὸν ναὸν τῆς Θεοτόκου τῆς ἐπιλεγομένης τῶν Βλαχερνῶν, πάλιν ἐπέστρεφεν εἰς τὸν ναὸν τῆς αὐτῆς Θεοτόκου τὸν ἐν τοῖς Κύρου. Ὅθεν καὶ ἐκεῖ, εἰς τὸν ἐν τοῖς Κύρου δηλαδὴ ναόν, διατρίβων ὁ Ὅσιος, ἔλαβε τὸ χάρισμα τοῦ νὰ συντάξῃ καὶ νὰ μελουργήσῃ τὰ τοῦ χρόνου ὅλου κοντάκια, ἐφάνη δηλαδὴ εἰς αὐτὸν κατ’ ὄναρ ἡ Κυρία Θεοτόκος, καὶ δοῦσα εἰς αὐτὸν ἕνα τόμον χάρτου, προσέταξεν αὐτῷ νὰ φάγῃ. Ἀνοίξας δὲ τὸ στόμα αὐτοῦ ὁ Ὅσιος, ἐφάνη ὅτι κατέπιεν αὐτόν. Καὶ λοιπὸν ἔξυπνος γενόμενος, ἀνέβη ἐπάνω εἰς τὸν ἄμβωνα καὶ ἤρχισε νὰ ψάλλῃ τό· Ἡ Παρθένος σήμερον.... Ἦτον δὲ ἡ ἑορτὴ τῶν Χριστουγέννων. Ποιήσας λοιπὸν καὶ εἰς τὰς λοιπὰς ἑορτὰς ἀλλὰ δὴ καὶ εἰς Ἁγίους, κοντάκια ὑπὲρ τὰ χίλια καὶ εὐλαβῶς καὶ ὁσίως διανύσας τὴν ζωήν του, πρός Κύριον ἐξεδήμησε.










Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ἁγίων Μαρτύρων Μιχαὴλ ἐκ τῆς Μονῆς Ζώβης, καὶ τῶν σῦν αὐτῷ λς´ Ἁγίων Μοναχῶν τῶν μαρτυρησάντων ἐν τῇ ἐνορίᾳ Σεβαστουπόλεως.
Τμηθεὶς Μιχαὴλ σὺν μαθηταῖς τρισδέκα,
Χορῷ συνήφθη τῶν Μοναστομαρτύρων.
Ἓξ συμμονασταὶ τοὺς ἑαυτῶν μανδύας,
Ἄθλοις ἐρυθραίνουσι τοῖς διὰ ξίφους.
Οὗτοι οἱ Ἅγιοι ἦσαν κατὰ τοὺς χρόνους τῆς βασιλείας Κωνσταντίνου καὶ Εἰρήνης ἐν ἔτει ψπ΄ (780), κατοικοῦντες εἰς μοναστήριον ὀνομαζόμενον Ζώβη, τὸ ὁποῖον ἦτον παρὰ τὴν Σεβαστούπολιν. Ἐπειδὴ δὲ τότε ὁ Ἀμηρᾶς τῶν Ἀγαρηνῶν, Ἀλείμ, ἐπολέμει τὴν χώραν ἐκείνην, συνέλαβε καὶ τούτους τοὺς Ἁγίους Πατέρας, καὶ παρεκίνει αὐτοὺς νὰ ἀρνηθῶσι τὴν πίστιν τοῦ Χριστοῦ. Ὁ δὲ ὁσιώτατος ἡγούμενος Μιχαήλ, τὸν μὲν ἀσεβῆ ἐκεῖνον γενναίως ἤλεγξε καὶ κατῄσχυνε, τοὺς δὲ ὑποτασσομένους εἰς τὸν ἑαυτόν του μοναχοὺς παρεκίνησε καὶ ἐθαῤῥύνε, διὰ νὰ ὑπομείνωσι ἀνδρείως τὸν ὑπὲρ Χριστοῦ θάνατον. Ὅθεν τοσαύτην γενναιότητα ἔδειξαν οἱ ἀοίδιμοι, ὥστε αὐτοὶ πρῶτοι ἔκλιναν τὰς κεφαλάς των ὑποκάτω τοῦ ξίφους καὶ ἀπεκεφαλίσθησαν. Ἔπειτα ὁ πανόσιος αὐτῶν ἡγούμενος Μιχαήλ, ξίφει καὶ αὐτὸς ἀπετμήθη τὴν κεφαλήν. Καὶ οὕτω πρὸς ὅν ἐπόθουν Χριστὸν οἱ μακάριοι ἐξεδήμησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δομνίνου.
Δεινὴν Δομνῖνος συντριβὴν σκελῶν φέρων,
Ὑποσκελισμοὺς τοῦ Σατᾶν καταισχύνει.
Οὗτος ἦτον ἐκ τῆς μεγαλοπόλεως Θεσσαλονίκης ἐν ἔτει σπ΄ (280). Ὅτε δὲ ὁ Μαξιμιανὸς ἔκτιζε βασιλικὰ παλάτια εἰς τὴν πόλιν αὐτήν, τότε ἐπιάσθη καὶ ὁ Ἅγιος οὗτος ὡς χριστιανὸς καὶ κήρυξ τῆς εὐσεβείας, καὶ παρεστάθη εἰς τὸ νῆμα τὸ βασιλικόν. Παρασταθέντος δὲ αὐτοῦ, λέγει πρὸς αὐτὸν ὁ Μαξιμιανός· Διατὶ σὺ τολμᾷς νὰ ὁμολογῇς ἄλλον Θεόν, ἐνῷ ὁ βασιλεὺς τιμᾷ καὶ ὁμολογεῖ τοὺς παλαιοὺς θεοὺς τῶν πατέρων αὐτοῦ; Ἀνίσως λοιπὸν θέλῃς νὰ ζήσῃς, θυσίασον εἰς τοὺς θεούς. Ἐπειδὴ δὲ ὁ Ἅγιος δὲν ἐπείθετο, προσέταξεν ὁ τύραννος νὰ καταξεσχίσωσι τὸ σῶμα τοῦ Μάρτυρος· ὁ δὲ Μάρτυς καὶ τὴν βάσανον ταύτην πάσχων, περιεγέλα τὸν τύραννον. Τούτου χάριν ἐπρόσταξεν ὁ δυσσεβὴς νὰ ἐκβάλωσι τὸν Ἅγιον ἔξω τῆς πόλεως, καὶ ἐκεῖ νὰ θλάσωσι τὰ σκέλη αὐτοῦ. Ἀφ’ οὗ λοιπὸν ἔκοψαν τοὺς πόδας αὐτοῦ, ἔμεινεν ἀκόμη ζωντανὸς ἑπτὰ ὁλοκλήρους ἡμέρας χωρὶς νὰ φάγῃ τελείως. Καὶ οὕτως εὐχαριστῶν τῷ Κυρίῳ, παρέδωκεν αὐτῷ τὴν ψυχὴν ὁ μακάριος.

Τη αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γρηγόριος ὁ Δομέστικος, ὁ ἐν τῇ αὐτῇ μεγίστῃ Λαύρᾳ τοῦ Ἄθω ἀσκήσας, καὶ ἒν χρυσοῦν νόμισμα παρὰ τῆς Θεοτόκου λαβών, ἐν εἰρήνῃ τελειοῦται.
Οὐ λαμβάνει νόμισμα νῦν ἐν τοῖς ἄνω,
ὦ Γρηγόριε· ἀλλὰ δόξαν Κυρίου.
Οὗτος ὁ Ὅσιος Γρηγόριος ἦτο καὶ αὐτὸς τῆς Λαύρας περίφημος ψάλτης, ὁ ὁποῖος ἡγουμενεύοντος τοῦ κυρίου Ἰακώβου τοῦ Πρικανᾶ, εἰς τὴν αὐτὴν μεγίστην Λαύραν τοῦ Ἁγίου Ὄρους, ἔψαλλεν ἐν τῇ παραμονῇ τῶν Φώτων, οὐχὶ τὸ · Ἄξιον ἐστί, ἀλλὰ τὸ Ἐπὶ σοὶ χαίρει, εἰς τὴν Λειτουργίαν. Ἐν τῷ τέλει δὲ τῆς ἀγρυπνίας ὕπνωσειν ὀλίγον, καὶ ἰδοὺ βλέπει τὴν Δέσποινα ἡμῶν Θεοτόκον ἱσταμένην ἐπάνωθεν αὐτοῦ, καὶ λέγουσαν· Δέξαι σου τὸ ψαλτικόν, ὦ Δομέστικε, καὶ εὐχαριστῶ σοι πολλά. Καὶ τοῦτο εἰποῦσα, ἔδωκεν αὐτῷ ἰδιοχείρως ἕν φλωρίον, τὸ ὁποῖον ἦτον κρεμασμένος εἰς τὴν Ἁγίαν Εἰκόνα τῆς Θεοτόκου, ἐν τῇ Μεγίστῇ Λαύρᾳ. Καὶ οὕτως ἐτελειώθη ἐν εἰρήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Σάββα τοῦ ἐν Βησερίᾳ θαυματουργοῦ Ῥώσσου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ὁ Εἱρμός.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἐψαλλον Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἡ πληθὺς πιστῶν συνέλθετε ἀθροίσθητε, ὕμνον προσάγοντες, τῇ τοῦ Κυρίου Μητρί, τὴν Σκέπην γεραίροντες τοῦ μαφορίου αὐτῆς, ἀνακράζοντες, Σκέπη ἡμῶν καὶ καύχημα, σὺ ὑπάρχεις Θεοτόκε.
Ὡς ὑπέρλαμπρον ἀνάκτορον ὑπάρξασα, τοῦ πάντων, Ἄνακτος, Ἄνασσα Μήτηρ Θεοῦ, τῇ Σκέπῃ τῇ θείᾳ σου, σκέπεις πιστῶν τὴν πληθύν· διὸ κράζομεν Σκέπη ἡμῶν καὶ καύχημα, σὺ ὑπάρχεις Θεοτόκε.
Στάμνος πάγχρυσος, τὸ μάννα ἔνδον φέρουσα, τὸ ἐπουράνιον, παρεκτικὸν τῆς ζωῆς, ἡ σὴ σορὸς ἀληθῶς, σοῦ τὸ μαφόριον, ἀναδείκνυται, μεθ' οὗ σκέπεις τοὺς δούλους σου, τοὺς πιστῶς σε ἀνυμνοῦντας.
Ἀϊδίου φωτὸς τέμενος ὑπάρχουσα, Τριάδος οἴκημα, τῆς ὑπερθέου φαιδρόν, τῇ Σκέπῃ σου Δέσποινα, σκέπεις τοὺς δούλους σου, τοὺς κραυγάζοντας· Σκέπη ἡμῶν καὶ καύχημα, σὺ ὑπάρχεις Θεοτόκε. 

Κανών β'. Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο.
Παρθένε σοῦ ἡ Σκέπη παράδοξος, σκεπάζουσα πιστοὺς τῇ σῇ χάριτι· ὅθεν καὶ θαυμάτων, ὠκεανὸν ὁρῶμεν.
γνὴν περιστερὰν τὴν ἀμόλυντον, τὴν σκέπουσαν ἡμᾶς θείᾳ χάριτι, ὑμνήσωμεν ἀξίως, ὡς τοῦ Θεοῦ Μητέρα.
Νικήσαντες τὰ πάθη τοῦ σώματος, αὐξήσωμεν ψυχῆς τὰ χαρίσματα· ἡ Σκέπη γὰρ ἐπέστη, ἡ σκέπουσα τοὺς πάντας.
φράστως ἐν γαστρί σου ὁ Κύριος, οἰκήσας Θεοτόκε, σὲ ἔδειξε, παστάδα καὶ νεφέλην Σκέπην τε πιστοὺς σκέπουσαν πάντας. 
Καταβασία.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἐψαλλον Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.










ᾨδὴ η'. Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψαλλουσαν τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἀνδρέας ὁ σὸς πιστὸς θεράπων, ἐκ Πνεύματος θείου συγκινούμενος, ἐν ναῷ σου Δέσποινα, Βλαχερνῶν ἑώρακε, σὲ τὴν ἁγνὴν ἐκ βήματος ἐξερχομένην φρικτῶς, καὶ σκέπουσαν τῇ Σκέπῃ σου πάντας, πιστοὺς σὲ ὑμνοῦντας, Ἁγνὴ εἰς τοὺς αἰῶνας.
Μέγιστον εἰς ὕψος ὑπερήρθη, ἡ Σκέπη ἡ σὴ Θεοχαρίτωτε, σκέπουσα τοὺς δούλους σου, τοὺς ὑμνολογοῦντάς σε· ὅθεν βοῶμεν, σκέπασον ἡμᾶς τοὺς δούλους σου, τούς πόθῳ ἀνυμνοῦντάς σε Κόρη, καὶ δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Αἴγλης τῆς σεπτῆς καὶ τρισηλίου, λαμπρότατον σκήνωμα ὑπάρχουσα, σκέπασον τοὺς δούλους σου, αἴγλῃ θείας Σκέπης σου, τὴν φωταυγίαν πέμπουσα τῆς σῆς ἐλλάμψεως, καὶ σκέπουσα τοὺς σὲ ἀνυμνοῦντας, καὶ δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Σκέπη καὶ ἀντίληψις καὶ σθένος, ὑπάρχεις Παρθενομῆτορ καὶ προσφύγιον, τῶν προσκαλουμένων σε, σκέπουσα καὶ σώζουσα, ἐκ πειρασμῶν καὶ θλίψεων, τοὺς σὲ γεραίροντας· διὸ σε εὐχαρίστως ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας. 

Κανών β'. Ὂν φρίττουσιν Ἄγγελοι.
Γαστὴρ τῆς προμήτορος, ἀπέτεκε φθοράν, γαστὴρ Θεομήτορος ἐξήνθησε ζωήν, ἀνάνδρως τεκοῦσα τὸν Υἱὸν τοῦ Θεοῦ, διὸ τῆς Παρθένου, τὴν Σκέπην προσκυνοῦμεν.
δοὺ ἡ Παντάνασσα ἐφήπλωσεν ἡμῖν, τὴν Σκέπην τὴν πάντιμον αὐτῆς καὶ ἱεράν· προσέλθετε πάντες ἐν τῷ οἴκῳ αὐτῆς, καὶ λάβετε, χάριν, δωρεῶν ἀκενώτων.
γνὴν τὴν Πανάχραντον, αἰνέσωμεν λαμπρῶς, πλάκα τὴν θεόγραφον καὶ Σκέπην τῶν πιστῶν, τὴν σκέπουσαν πάντων εὐσεβῶν τὴν πληθύν, καὶ ῥύουσαν πάσης κακονοίας δολίου.
λκὰς ἀγλαόμορφος ἐπέφανας ἡμῖν, δι' ἦς ἡ μετάβασις ἐκ γῆς πρὸς οὐρανόν, πιστοῖς ἐγεγόνει ὡς τεκοῦσα Θεόν, καὶ σκέπουσα πάντας τοὺς σὲ ὑμνολογοῦντας.
λέωσον Ἄχραντε τὸν πάντων Ποιητήν, Υἱόν σου καὶ Κύριον, Χριστὸν τὸν Λυτρωτήν, ὃν ἔθρεψας Βρέφος ἐν ἀγκάλαις ταῖς σαῖς, οἰκτεῖραι καὶ σῶσαι τοὺς σὲ δοξολογοῦντας. 
Καταβασία.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψαλλουσαν τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Ὁ Εἱρμός.
Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχουμενος πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.
Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τὰς χορείας, ἁπανταχοῦ περισκέπει.
Ἅπας γηγενής, ἀγάλλου τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, πιστῶν ἁπάντων λαμπρὰ ὁμήγυρις, τὴν ἱερὰν πανήγυριν Σκέπης Μητρὸς τοῦ Θεοῦ, τῆς σκεπούσης, πάντας τοὺς θεόφρονας, καὶ φρουρούσης ἐκ πάσης κακώσεως.
Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ὁρῶντες κατεπλήττοντο, πῶς περισκέπει καὶ σώζει τοὺς ἐπ' αὐτὴ πεποιθότας. 
Σκέπην τὴν σεπτήν, τιμῶμέν σου Δέσποινα τήν ἡλιόμορφον, χαῖρε πρὸς σε λέγοντες, τὸ τοῦ Ὑψίστου θεῖον Παλάτιον, χαῖρε νεφέλη ἔμψυχε τὸν νοητὸν Ἰσραήλ, ὁδηγοῦσα, πρὸς θείαν κατάπαυσιν, οὐρανῶν βασιλείας Πανύμνητε.
Ἄγγελοι καὶ ἄνθρωποι τὴν σεπτήν σου Σκέπην τιμῶμεν Δέσποινα· πάντας γὰρ σκέπεις ἐν ταύτῃ τοὺς σὲ πιστῶς ἀνυμνοῦντας. 
Σκέπη κραταιά, ὑπάρχεις Παντάνασσα, σκέπουσα ἅπαντας τοὺς προσκαλουμένους σου, τὴν ἀπροσμάχητον χάριν πάντοτε, δικαιοσύνης ἥλιον καὶ γὰρ ἐκύησας, τὸν τῆς πλάνης, νέφη διαλύσαντα, καὶ τὸ φῶς ἀληθείας αὐγάσαντα.
Ἄγγελοι καὶ ἄνθρωποι τῆς Πανάγνου, τὴν Σκέπην μεγαλύνομεν· σκέπει γὰρ αὕτη καὶ σώζει, πάντας τοὺς ταύτην τιμῶντας. 
Ὕψος οὐρανοῦ, καὶ βάθος γὴς ἄπειρον τὶς ἑρμηνεύσειεν; Σκέπης δέ σου Πάναγνε, εὖρος καὶ μῆκος τὶς ἂν μετρήσειεν· τῶν οὐρανῶν γὰρ ὕπερθεν αὕτη διικνεῖται, καὶ τοὺς πάντας, σκέπει διασώζουσα, ἐκ πυρὸς τοῦ ἀσβέστου σῇ χάριτι.
Ἄχραντε Παρθένε Θεοκυῆτορ, τὴν ποίμνην σου περίσωζε, σκέπουσα ταύτην σῇ Σκέπῃ, καὶ προνοοῦσα ἐν πᾶσι. 
Ὅλης ἐκ ψυχῆς, συνδράμωμεν σήμερον, πάντες φιλόχριστοι, τῇ πανδήμῳ ἑορτῇ, τῆς θείας Σκέπης τῆς Θεομήτορος, ὡς δι' αὐτῆς σκεπόμενοι καὶ συντηρούμενοι, ἀνυμνοῦντες, ταύτης τὴν ἀντίληψιν, καὶ γεραίροντες χάριν τὴν ἄφθονον. 






Κανών β'. Τὴν φωτοφόρον νεφέλην.
Μεγάλυνον ψυχή μου τῆς Ἁγνῆς Παρθένου, Σκέπην τὴν χαριτόπνουν.
γαλλιώμεθα πάντες, οἱ μετὰ πόθου τιμῶντες, Σκέπην τὴν θείαν τῆς Ἁγνῆς, Θεοτόκου Μαρίας, τὴν περισκέπουσαν ἡμᾶς, ἐκ πάσης κακώσεως καὶ ἕλκουσαν, εἰς ὁδόν σωτηρίας, τοὺς εἰς βάθη, ὀλισθαίνοντας κακῶν.
Μεγάλυνον ψυχή μου τῆς εὐλογημένης, Παρθένου θείαν Σκέπην.
Καλῶς προέφησε πάλαι, πόλιν Θεοῦ ὁ Προφήτης, ἐφ' ἣν ἐσκήνωσε Θεός, ὁ τὸ πᾶν οὐσιώσας, καὶ ἀνεπλάσατο ἡμᾶς, ἐκ σοῦ Παναμώμητε καὶ ἔσωσε· διὸ Σκέπην σου θείαν προσκυνοῦμεν, καταφεύγοντες ἐν σοί.
Μεγάλυνον ψυχή μου τῆς Μητρανάνδρου Κόρης, ἡλιόμορφον Σκέπην.
ραῖος Πάναγνε πέλει, καὶ ὑπερπόθητος πᾶσιν, ὁ ἀγεώργητος καρπὸς ὃν ἐβλάστησας Κόρη· ἐπαγγελίας γὰρ ἡ γῆ, καὶ τὸ κλῆμα τῆς ζωῆς ὄντως πέφυκας, ἡ τεκοῦσα τὸν βότρυν σωτηρίας, τὸν γλυκαίνοντα ἡμᾶς.
Μεγάλυνον ψυχή μου Σκέπην τῆς ὑπεράγνου, Μητρὸς τοῦ Θεοῦ Λόγου.
Βίβλῳ γραφῆναι δυσώπει, τὸν σὸν Υἱὸν Θεοτόκε, τοὺς ἀνυμνοῦντας εὐλαβῶς, τὴν ἁγίαν σου Σκέπην, καὶ προσκυνοῦντας εὐσεβῶς, χαρακτῆρα σῆς μορφῆς παντευλόγητε, ὡς διάδημα κάλλους σωτηρίας, μόνη πέλουσα Ἁγνή.
Μεγάλυνον ψυχή μου τὴν τῆς ὑπεράρχου Τριάδος Ἁγνὴν Νύμφην.
ν ἐσωμάτωσας Κόρη, Παρθενομῆτορ Μαρία, ὑπὲρ ἡμῶν τῶν εὐλαβῶς, προστρεχόντων τῇ Σκέπῃ τῇ ἱερᾷ σου καὶ σεπτῇ, βραβευούσῃ τοῖς πᾶσι, μαρμαρυγὰς χαρισμάτων παντοίων, μὴ διαλείπῃς ἱκετεύουσα.
Μεγάλυνον ψυχή μου τὴν Ἁγνὴν Παρθένον, καὶ μόνην Θεοτόκον.
Σὲ οὐρανῶν πλατυτέραν, καὶ Σεραφὶμ ἀνωτέραν, καὶ πάσης κτίσεως Ἁγνή, ὑπερτέραν ὁ πάντων, ἀνέδειξέ σε Ποιητής· διὰ σοῦ γὰρ ἡμᾶς ἀνεκτήσατο, εὐχαρίστῳ καρδίᾳ· διὸ σὲ ἀνυμνοῦμεν, ὡς Βασίλισσαν ἡμῶν.
Καταβασία.
Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχουμενος πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε. 

Ἐξαποστειλάριον. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἡ θεία Σκέπη σου Κόρη, ἐπισκιάζει τοὺς πιστοὺς καὶ τὸ ἡμέτερον Γένος, σκέπει, διέπει καὶ φρουρεῖ, ἀπὸ παντοίων κινδύνων, ἀπήμαντον Θεοτόκε. 
Ἕτερον. Ὅμοιον.
Τῇ κραταιᾷ σοῦ Σκέπῃ, καὶ ἀκοιμήτῳ πρεσβείᾳ, τὸ τῶν Ἑλλήνων Γένος, φυλάττε Κόρη ἀβλαβὲς· Σὲ γὰρ κεκτήμεθα πάντες, καταφυγὴν ἐν ἀνάγκαις. 
Αἶνοι. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Σκέπη τοῦ κόσμου ὑπάρχεις, καὶ προστασία ἡμῶν, σκέπουσα καὶ φρουροῦσα, τοὺς πιστῶς σε τιμῶντας, πόθῳ ἐκτελοῦντας τὴν ἱεράν, τῆς σῆς Σκέπης ἀνάμνησιν, τήν σεπτήν σου εἰκόνα πανευλαβῶς, προσκυνοῦντας χάριν βρύουσαν. 

Ὡς θαυμαστὸν καὶ παράδοξον θαῦμα ἔβλεψεν, ὁ θαυμαστὸς Ἀνδρέας, ἐν ναῷ σου ἁγίῳ, τὴν Σκέπην σου Παρθένε τὴν θαυμαστήν, τοὺς πιστοὺς περισκέπουσαν, καὶ ἐκπλαγείς προσεκάλει τὸν Ἱερόν, Ἐπιφάνιον θεάσασθαι. 

Δεῦτε ἀρύσασθε χάριν πάντες φιλόχριστοι, ἐκ τῆς ἀχράντου Σκέπης, τοῦ σεπτοῦ μαφορίου· καὶ γὰρ ἀφθόνως βρύει ῥῶσιν ψυχῆς, καὶ τοῦ σώματος ἴασιν, σκέπουσα πάντας τοὺς πίστει εἰλικρινεῖ, αἰτουμένους τὴν ἀντίληψιν. 

Ἀφθόνως πᾶσι παρέχει χάριν ἀέναον, ἡ πάντιμός σου Σκέπη, ἱεροῦ μαφορίου, ὃ ἔδωκας τῇ ποίμνῃ σου θησαυρόν, καὶ πηγὴν τῶν ἰάσεων· σὲ γὰρ μεσίτιν καὶ σκέπην καὶ ἱλασμόν, ἀκαταίσχυντον κεκτήμεθα. 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α'
Ὅπου ἐπισκιάσει ἡ Σκέπη σου Πανάχραντε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις, πᾶς δὲ πιστὸς σώζεται ὁ ταύτην προσκαλούμενος· διὸ καὶ ἡμεῖς τῇ ἀστραπομόρφῳ αὐτῆς αἴγλῃ προστρέχοντες ταῖς τοῦ Πνεύματος ῥανίσι καθωραϊζόμενοι, καὶ μυριπνόου χάριτος ὀσφρανθέντες, πνευματικῶς εὐφραινόμεθα, τὰς ἀκτινοβόλους ἀστραπάς τῶν θαυμάτων ἀπαρυόμενοι, ἀνεξάντλητος καὶ γάρ ἡ πηγὴ τῶν ἀγαθῶν αὐτῆς πέλει, καὶ ἀέναος ἡ προχοὴ τῶν ἰαμάτων βραβεύεται, καὶ δεόμεθα ἐκτενῶς, σκέπασον ἡμᾶς Πανεύσπλαγχνε, ἐν ὥρᾳ τῆς κρίσεως, καὶ λύτρωσαι τοὺς ταπεινοὺς ἡμᾶς τῶν αἰωνίων βασάνων· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου. 

Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.










Μεγαλυνάρια.
Σκέπη χαριτόβρυτε τῆς ἁγνῆς, Μαφόριον θεῖον, τῶν χαρίτων ὁ θησαυρός, σκέπε τοὺς Σοὺς δούλους, πιστῶς Σε προσκυνοῦντας, καὶ βράβευσον ὑγείαν, ψυχῆς καὶ σώματος.
Σκέπη ὡς ὑπάρχουσα τῶν πιστῶν, σκέπασον Παρθένε, ἐν τῇ Σκέπῃ Σου τῇ σεπτῇ, τοὺς ἐπικαλοῦντας, τὴν κραταιάν Σου Σκέπην, καὶ λύτρωσαι γεέννης, ἐν ὥρᾳ κρίσεως.
Σκέπην καὶ κραταίωμα τοῖς πιστοῖς, φύλακα καὶ ῥύστην, τὴν Εἰκόνα Σου τὴν σεπτήν, δέδωκας Παρθένε, Σκέπης Σου τῆς ἁγίας, ἣν πόθῳ προσκυνοῦντες, Σὲ μεγαλύνομεν.
Λύσιν ἡμῖν βράβευσον δυσχερῶν, καὶ ἀρίστων κτῆσιν, Σκέπη πάντιμε τῆς ἁγνῆς, τοῖς προσκαλουμένοις, τὴν Σὴν ἄμαχον χάριν, ἰάσεων πελάγη, ἀναπηγάζουσαν.






























ΧΑΙΡΕΤΙΣΜΟΙ

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὥσπερ νεφέλη ἀγαλῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας Θεοτόκε τὰ πληρώματα, τῷ Ὁσίῳ καθωράθης πάλαι Ἀνδρέᾳ· τὸ γὰρ θεῖόν Σου μαφόριον ἐφήπλωσας, καὶ ἐσκέπασας τοὺς πίστει Σε δοξάζοντας, καὶ βοῶντάς Σοι· Χαῖρε Σκέπη ὁλόφωτε!

νωθεν ἐπιστᾶσα, ἀοράτως Παρθένε, ἐσκέπασας πιστῶν τὰς χορείας (γ’), καὶ τοῦτο ἰδὼν περιφανῶς, ὁ θεοφόρος Ἀνδρέας ἠγάλλετο, ἡμεῖς δὲ ἐν τῇ Σκέπῃ Σου, σωζόμενοι ἀναβοῶμεν·
Χαῖρε, δι’ ἧς ὁ Θεὸς σαρκοῦται·
χαῖρε, δι’ ἧς ὁ Ἀδὰμ θεοῦται.
Χαῖρε, μυστηρίων μεγάλων φανέρωσις·
χαῖρε, θεοφθόγγων ῥημάτων ἐκπλήρωσις.
Χαῖρε, Σκέπη ἡ πολύφωτος, σκέπουσα πᾶσαν τὴν γῆν·
χαῖρε, κρήνη ἡ πολύῤῥυτος, ἄρδουσα πᾶσαν ψυχήν.
Χαῖρε, ὅτι ὡράθης τῷ Ὁσίῳ Ἀνδρέᾳ·
χαῖρε, ὅτι πηγάζεις τὸ ζωήῤῥυτον νέκταρ.
Χαῖρε, σκηνὴ Θεοῦ ἀχειρότευκτος·
χαῖρε, ναὸς σεπτοῦ ἁγιάσματος.
Χαῖρε, δι’ ἧς οἱ πιστοὶ κραταιοῦνται·
χαῖρε, δι’ ἧς οἱ ἐχθροὶ καταργοῦνται.
Χαῖρε, Σκέπη ὁλόφωτε.

Βλέπων ἐν τῷ ναῷ Σε, Βλαχερνῶν Θεοτόκε, Ἀνδρέας ὁ σεπτὸς ἐν ἐκστάσει, τὸν τούτου κατὰ πνεῦμα υἱὸν Ἐπιφάνιον, ἐκάλει θεάσασθαι, ὅτι ἀΰλως ἔσκεπες τοὺς ἐν αὐτῷ Θεῷ βοῶντας·
Ἀλληλούϊα.

Γνώριμον ἔτι μᾶλλον, τοὺς ἐν τῷ κόσμῳ ποιῆσαι, τὴν πρὸς ἡμᾶς σου θέλουσαν χάριν, τὸ Σὸν μαφόριον νοερῶς, ὑπεράνω τοῦ λαοῦ Σου ἐφήπλωσας, μητρικῶς περισκέπουσα, καὶ σκέπουσα τοὺς ἐκβοῶντας·
Χαῖρε, Ἀγγέλων ἡ ὑμνῳδία·
χαῖρε, ἀνθρώπων ἡ σωτηρία.
Χαῖρε, τῶν θαυμάτων πανθαύμαστον ἄκουσμα·
χαῖρε, τῶν ᾀσμάτων ἁπάντων συμπέρασμα.
Χαῖρε, θρόνος ἡλιόμορφος τοῦ παντάνακτος Θεοῦ·
χαῖρε, τεῖχος ὀχυρώτατον τοῦ θεόφρονος λαοῦ.
Χαῖρε, ὅτι προφθάνεις τοὺς θερμῶς Σε καλοῦντας·
χαῖρε, ὅτι σκεπάζεις τοὺς πιστῶς Σε ὑμνοῦντας.
Χαῖρε, Θεοῦ χωρίον εὐρύχωρον·
χαῖρε, πιστῶν τὸ μέγα προσφύγιον.
Χαῖρε, ἀρᾶς τῆς ἀρχαίας λύσις·
χαῖρε, χαρᾶς οὐρανίου βρύσις.
Χαῖρε, Σκέπη ὁλόφωτε.

Δύναμιν οὐρανίαν, καὶ ψυχῶν σωτηρίαν, καὶ πᾶσαν ἀληθῆ θεραπείαν, παρέχει Θεοτόκε ἀεί, ἡ σωστική Σου Σκέπη καὶ πανθαύμαστος· διὸ τῇ ταύτης χάριτι σπεύδοντες, Χριστῷ ἐκβοῶμεν·
Ἀλληλούϊα.

κθαμβοι ἐθεώρου, ὁ Ἀνδρέας Σε Κόρη, σὺν τῷ Ἐπιφανίῳ τῷ θείῳ, ὅτι ἐπέστης τῷ Σῷ ναῷ, δορυφορουμένη ὑπ’ ἀΰλων τάξεων, καὶ θαυμαστῶς ἐδήλωσας, τὴν σκέπην Σου τοῖς βοῶσι·
Χαῖρε, ὁ οἶκος τῆς θείας δόξης·
χαῖρε, ἀΰλων χαρίτων δόσις.
Χαῖρε, ὑψηλοῦ μυστηρίου περαίωσις·
χαῖρε, τῶν βροτῶν ἀληθὴς ἀνακαίνισις.
Χαῖρε, ὕμνος ἀκατάπαυστος, τῶν Ἀγγέλων καὶ βροτῶν·
χαῖρε, πτῶσις καὶ καθαίρεσις, παμποικίλων δυσμενῶν.
Χαῖρε, ὅτι παρέχεις ἱλασμὸν σωτηρίας·
χαῖρε, ὅτι βεραβεύεις πλουτισμὸν ἀφθαρσίας.
Χαῖρε, πιστοὺς κινδύνων ἐξαίρουσα·
χαῖρε, ἐχθρῶν χορείας ἐκτρέπουσα.
Χαῖρε, πηγὴ θεϊκῆς εὐσπλαγχνίας·
χαῖρε, κρατὴρ ψυχικῆς ἀμβροσίας.
Χαῖρε, Σκέπη ὁλόφωτε.

Ζέοντι πρὸς Σὲ πόθῳ, ὁ λαός Σου Παρθένε, ὕμνοις παννυχίοις αἰνῶν Σε, ἐν τῷ τῶν Βλαχερνῶν Σου ναῷ, κατηξιώθη πανεξαιρέτους χάριτος, αὐτὸν γὰρ περιέβαλες, ἐν τῇ Σῇ Σκέπῃ ἐκβοῶντα·
Ἀλληλούϊα.

πλωσας παραδόξως, τὸ Σὸν κρήδεμνον Κόρη, καὶ τοῦτο ταῖς χερσί Σου κρατοῦσα, ἔσκεπες δι’ αὐτοῦ συμπαθῶς, τὴν προσκειμένην Σοι τῶν πόλεων ἄνασσαν· ἀλλὰ καὶ ἡμᾶς σκέπασον, τῇ Σῇ Σκέπῃ τοὺς ἐκβοῶντας·
Χαῖρε, ἡ Σκέπη παντὸς τοῦ κόσμου·
χαῖρε, ἡ Μήτηρ τοῦ Θεοῦ Λόγου.
Χαῖρε, μυροθήκη τοῦ Πνεύματος ἄχραντος·
χαῖρε, παρθενίας ὁ κῆπος ὁ ἄφθαρτος.
Χαῖρε, ὄρος ἀλατόμητον, ὃ προεῖδε Δανιήλ·
χαῖρε, τόπος θεοδάβιστος, ὃν προεῖπεν Ἰωήλ.
Χαῖρε, ὅτι ὡράθης, Βλαχερνῶν ἐν τῷ οἴκῳ·
χαῖρε, ὅτι πηγάζεις, ἀγαθότητος οἶκτον.
Χαῖρε, λαμπὰς τῆς χάριτος πάμφωτος·
χαῖρε, λαβὶς τοῦ ἀΰλου ἄνθρακος.
Χαῖρε, λειμὼν ἀφθαρσίας εὐώδης·
χαῖρε, ψυχῶν καθαρῶν ἡ λαμπρότης.
Χαῖρε, Σκέπη ὁλόφωτε.

Θαυμαστή Σου ἡ ὄψις, ἣν ὑπέδειξας Κόρη, Ἀνδρέᾳ καὶ τῷ Ἐπιφανίῳ· ἀλλὰ καὶ νῦν πρεσβείαις αὐτῶν, τήνδε Μονήν Σου καυχωμένην τῇ Σκέπῃ Σου, σκέπε ἀεὶ καὶ φύλαττε, θερμῶς γάρ Σοι προστρέχει βοῶσα·
Ἀλληλούϊα.

ωάννου τοῦ πάνυ, Βαπτιστοῦ τοῦ Κυρίου, καὶ γόνου τῆς βροντῆς τοῦ πανσόφου, ἐν μέσῳ καθωράθης ἁγνή, καὶ τὴν Σὴν Σκέπην τοῖς πιστοῖς ἀπεκάλυψας, ὑφ’ ἣν ἀεὶ προστρέχοντες, σωζόμεθα ἀναβοῶντες·
Χαῖρε, πασχόντων ἡ θεραπεία·
χαῖρε, πενθούντων ἡ θυμηδία.
Χαῖρε, θλιβομένων ταχεῖα παράκλησις·
χαῖρε, πλανωμένων ὀξεῖα ἀνάκλησις.
Χαῖρε, ἴαμα σωτήριον, πονουμένων καρδιῶν·
χαῖρε, στήριγμα ἀκράδαντον, κλονουμένων ἐκ παθῶν.
Χαῖρε, ὅτι ἐκφαίνεις πανταχοῦ τὴν Σὴν Σκέπην·
χαῖρε, ὅτι ἐκλάμπεις τὴν θεόφωτον αἴγλην.
Χαῖρε, πιστοὺς ἀπαύστως σκεπάζουσα·
χαῖρε, ἐχθροὺς ἀπίστους σκεδάζουσα.
Χαῖρε, ψυχῶν ἡ τερψίθυμος αὔρα·
χαῖρε, πιστῶν τὸ γλυκύτατον ᾆσμα.
Χαῖρε, Σκέπη ὁλόφωτε.

Κόσμον ἅπαντα Κόρη, ἐξ ὀργῆς θεηλάτου, λυτροῦσαι μητρικῇ Σου πρεσβείᾳ, ὅτι ἐν προσευχῇ ἐκτενεῖ, καὶ ἐν δάκρυσι τὸν Υἱόν Σου ἱκέτευσας, ὡς ἐν Βλαχέρναις ὡράθης, ὑπὲρ τῶν πίστει ἐκβοώντων·
Ἀλληλούϊα.

Λάμπουσα ὑπὲρ φύσιν, ὡς Βασίλισσα ὅλων, καὶ δήμοις ὑμνουμένη Ἀγγέλων, ἐπέστης ἐν ἀδύτοις ἁγνή, τοῦ Σοῦ ναοῦ ἅπασι, νέμουσα τῆς Σκέπης Σου τὰς χάριτας, τοῖς ἐκβοῶσί Σοι τοιαῦτα·
Χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας·
χαῖρε, ἡ βάσις τῆς εὐσεβείας.
Χαῖρε, θεϊκῆς ἀγαθότητος πλήρωμα·
χαῖρε, ψυχικῆς ἀναβάσεως ὕψωμα.
Χαῖρε, ἄβυσσος ἀπέραντος οὐρανίων οἰκτιρμῶν·
χαῖρε, θάλασσα ἀμέτρητος ἀποῤῥήτων δωρεῶν.
Χαῖρε, ὅτι παρέχεις πᾶσιν ἄφθονον χάριν·
χαῖρε, ὅτι σκεδάζεις τὴν ψυχόλεθρον ζάλην.
Χαῖρε, βροτῶν τὸ γένος ἡ σώσασα·
χαῖρε, καὶ νῦν τὸν κόσμον ἡ σκέπουσα.
Χαῖρε, φθορᾶς ἡ ξηράνασα χύσιν·
χαῖρε, βαλβὶς πρὸς οὐράνιον λῆξιν.
Χαῖρε, Σκέπη ὁλόφωτε.

Μέγιστον πάλαι κλέος, τῇ ἁγίᾳ Σου Σκέπῃ, ἡ ἄνασσα τῶν πόλεων εἶχε, ταύτῃ δὲ ἡ Ἑλλάς, καταφεύγουσα ἐν δειναῖς περιστάσεσι, σώζεται τῇ Σῇ χάριτι, καὶ τῷ Υἱῷ Σου Κόρη ψάλλει· Ἀλληλούϊα.

Νῦν ὡς πάλαι Παρθένε, τῇ ἁγίᾳ Σου Σκέπη, μὴ παύσῃ μεγαλεῖα ποιοῦσα· ταύτῃ γὰρ προστρέχομεν ἀεί, ἐπιβοώμενοι τὸ μέγα Σου ὄνομα, ὡς ἂν πάσης ῥυώμεθα θλίψεως, οἱ πόθῳ βοῶντες·
Χαῖρε, τὸ θάμβος τῶν Ἀσωμάτων·
χαῖρε, ὁ πλοῦτος τῶν χαρισμάτων.
Χαῖρε, ἀγαθῶν χορηγία ἀνέκλειπτος·
χαῖρε, ἀρετῶν συστοιχία ὑπέρλαμπρος.
Χαῖρε, κάλλος ὑπερθαύμαστον παρθενίας παγκαλλοῦς·
χαῖρε, κλέος ὑπερένδοξον εὐκληρίας ἀληθοῦς.
Χαῖρε, ὅτι τοῖς πᾶσιν ἐφαπλοῖς τὴν Σὴν Σκέπην·
χαῖρε, ὅτι ἀνάγεις πρὸς οὐράνιον σχέσιν.
Χαῖρε, φωτὸς αΰλου θησαύρισμα·
χαῖρε, καλῶν ἀπείρων ἐναύλισμα.
Χαῖρε, ζωῆς αἰωνίου ταμεῖον·
χαῖρε, Θεοῦ δωρεῶν πρυτανεῖον.
Χαῖρε, Σκέπη ὁλόφωτε.

Ξένον θαῦμα κατεῖδον, ἐν ναῷ Σου ἁγίῳ, Ἀνδρέας σὺν τῷ Ἐπιφανίῳ, εὐχομένην γάρ Σε ἐκτενῶς, ὑπὲρ παντὸς τοῦ κόσμου ἔβλεπον ἄχραντε, καὶ πάντας περισκέπουσαν, τοὺς τῷ Υἱῷ Σου ἀναβοῶντας·
Ἀλληλούϊα.

λην λελαμπρυσμένην, καὶ φωτὶ ἀποῤῥήτῳ, ἀστράπτουσαν κατεῖδόν Σε Κόρη, κρατοῦσαν ταῖς σεπταῖς Σου χερσίν, ἀναπεπταμένην ἄνωθεν τοῦ κλήρου Σου, τὴν φωτοφόρον Σκέπην Σου, καὶ σκέπουσαν τοὺς ἐκβοῶντας·
Χαῖρε, μεσίτρια τῶν ἀνθρώπων·
χαῖρε, Βασίλισσα τῶν Ἀγγέλων.
Χαῖρε, θαμαστὴ προστασία τῶν δούλων Σου·
χαῖρε, σωστικὴ ὁδηγία τῶν τέκνων Σου.
Χαῖρε, Σκέπη ἀνυπέρβλητε, καὶ ἀντίληψις πιστῶν·
χαῖρε, σθένος ἀπερίτρεπτον, καὶ κραταίωμα ψυχῶν.
Χαῖρε, ἡ ἀνωτέρα τῶν πυρίων ταγμάτων·
χαῖρε, ἡ λαμπροτέρα ἀξιῶν λαμπροτάτων.
Χαῖρε, χαρᾶς ἀλήκτου ὑπόθεσις·
χαῖρε, ἀρᾶς ἀρχαίας ἀναίρεσις.
Χαῖρε, ψυχῶν ὁ ἀχείμαστος ὅρμος·
χαῖρε, τερπνὴ ἀναψύχουσα δρόσος.
Χαῖρε, Σκέπη ὁλόφωτε.

Πλήρης δόξης ἁγίας, ὁ Σὸς ἅγιος οἶκος, ὡράθη Παρθένε Παναγία, ὁ ἐν ταῖς Βλαχέρναις νοερῶς, ἡνίκα ἐν τούτῳ τὴν πάμφωτον Σκέπην Σου, ἀΰλως ἀνεπέτασας, σκέπουσα τοὺς Θεῷ βοῶντας·
Ἀλληλούϊα.

ώμην τὴν νέαν Κόρη, ἔσκεπες παραδόξως, καθάπερ ἐκλεκτήν Σου μερίδα, νῦν δὲ σκέπε κραταιῶς, τὸν περιούσιον λαόν Σου πανάχραντε, τῇ Σκέπῃ Σου ἐλπίζοντα, καὶ βοῶντά Σοι καθ’ ἑκάστην·
Χαῖρε, Θεοῦ πολύφωτον ἅρμα·
χαῖρε, πιστῶν σωτήριον χάρμα.
Χαῖρε, φωταυγοῦσα ἡμῶν τὰ νοήματα·
χαῖρε, καταργοῦσα ἐχθρῶν τὰ συστήματα.
Χαῖρε, χώρα ἀγεώργητος, γεωργοῦσα τὴν ζωήν·
χαῖρε, κόσμῳ ἡ βλαστήσασα τὴν ἀΐδιον τρυφήν.
Χαῖρε, ὅτι ὡράθης θαυμαστῶς ἐν Βλαχέρναις·
χαῖρε, ὅτι βαστάζεις τὸν Θεὸν ἐν ὠλέναις.
Χαῖρε, ἡ φῶς τὸ θεῖον ἀστράπτουσα·
χαῖρε, πιστοῖς τὴν χάριν πυρσεύσασα.
Χαῖρε, βυθὸς δωρεῶν ἀποῤῥήτων·
χαῖρε, ἀρχὴ ἀγαθῶν ἀλαλήτων.
Χαῖρε, Σκέπη ὁλόφωτε.

Σκέπην Σου τὴν ἁγίαν, μητρικῇ συμπαθείᾳ ἐφάπλωσον καὶ νῦν Παναγία, ὑπεράνω ταύτης τῆς Μονῆς, τῆς ὁλικῶς ἀνακειμένης τῇ δόξῃ Σου, καὶ σκέπε ταύτην πάντοτε, πιστῶς βοῶσαν τῷ Υἱῷ Σου·
Ἀλληλούϊα.

Τὴν σκηνὴν τὴν τοῦ νόμου, τοῦ φωτὸς ἡ νεφέλη, ἐκάλυπτε τυποῦσα Σὴν δόξαν, νῦν δὲ τὴν Ἐκκλησίαν Χριστοῦ, ἡ φωταυγής Σου Σκέπη καλύπτει πάντοτε, Παρθένε παναμώμητε· διό Σοι πόθῳ ἀναβοῶμεν·
Χαῖρε, νεφέλη ἡ λευκοτάτη·
χαῖρε, λυχνία ἡ λαμπροτάτη.
Χαιρε, Προφητῶν ἱερὸν περιήχημα·
χαῖρε, φωτεινὸν τῆς Θεότητος σκήνωμα.
Χαῖρε, κρήνη ἡ προχέουσα εὐσπλαγχνίας ποταμούς·
χαῖρε, πᾶσιν ὑπανοίγουσα τοῦ Θεοῦ τοὺς οἰκτιρμούς.
Χαῖρε, ἡ ἐν τῷ νόμῳ τυπικῶς κηρυχθεῖσα·
χαῖρε, ἡ τὸν Δεσπότην ἐν νηδύϊ δεχθεῖσα.
Χαῖρε, Θεοῦ παλάτιον πάμφωτον·
χαῖρε, βροτῶν διάσωσμα τάχιστον.
Χαῖρε, πολλῶν λυτρουμένη κινδύνων·
χαῖρε, ἡμᾶς οἰκειοῦσα Κυρίῳ.
Χαῖρε, Σκέπη ὁλόφωτε.

μνον θεῖε Παρθένε, ἐν πολλῇ εὐλαβείᾳ, προσάφομεν τῇ θείᾳ Σου Σκέπῃ, καὶ κηρύττομεν ταύτης φαιδρῶς, τὰς πολλὰς πρὸς ἡμᾶς δωρεὰς καὶ χάριτας, Σὺ εἶ γὰρ ἡμῶν ἡ ἔφορος, καὶ Σὲ ὑμνοῦμεν ἐκβοῶντες·
Ἀλληλούϊα.

Φωτοφόρος ὡράθη, περισκέπουσα πάντας, ἡ πάμφωτος καὶ θεία Σου Σκέπη, ταύτην οὖν Παρθένε ἀφ’ ἡμῶν, μὴ ἀντανέλῃς δεόμεθα οἱ δοῦλοί Σου· ἀλλ’ ἡμᾶς σκέπε πάντοτε, τοὺς εὐλαβῶς ἐκβοῶντας·
Χαῖρε, χαρὰ τῶν λελυπημένων·
χαῖρε, τρυφὴ τῶν κακουχουμένων.
Χαῖρε, οὐρανὲ τῆς Θεότητος ἔμψυχε·
χαῖρε, καλλονὴ παντὸς κάλλους ὑπέρκαλε.
Χαῖρε, κόσμος ὑπερκόσμιος, καὶ Ἀγγέλων καὶ βροτῶν·
χαῖρε, Ἄνασσα ὑπερτιμος, νοητῶν καὶ αἰσθητῶν.
Χαῖρε, ὀξυτάτη τῆς Μονῆς Σου προστάτις·
χαῖρε, ἡ ἐποπτεία οἰκουμένης ἁπάσης.
Χαῖρε, πιστῶν θερμὸν ἱλαστήριον·
χαῖρε, ἡμῶν μεσῖτις πρὸς Κύριον.
Χαῖρε, ὁδὸς ἀσφαλὴς σωτηρίας·
χαῖρε, Θεοῦ χορηγὸς συμπαθείας.
Χαῖρε, Σκέπη ὁλόφωτε.

Χάριν ἄφθονον νέμει, καὶ ψυχῶν σωτηρίαν, τοῖς πᾶσιν ἡ φωσφόρος Σου Σκέπη, ἐξαιρέτως δὲ σκέπει ἁγνή, τὴν παροῦσαν Μονὴν ταύτης τῷ ὀνόματι, τιμωμένην πανάχραντε, καὶ τῷ Υἱῷ Σου ἐκβοῶσαν·
Ἀλληλούϊα.

Ψάλλοντές Σου τῆς Σκέπης, τὰς πλουσίας ἐκφάνσεις, τὰς πρὸς ἡμᾶς Θεόνυμφε Κόρη, οὐ παύομεν βοᾶν Σοι πιστῶς· μὴ διαλίπῃς ἡμᾶς σκέπειν ἑκάστοτε, ἐκ πάσης περιστάσεως, ὡς ἄν Σοι ἀεὶ βοῶμεν·
Χαῖρε, καθέδρα τοῦ Θεοῦ Λόγου·
χαῖρε, βοήθειαν παντὸς κόσμου.
Χαῖρε, πεπτωκότων ταχεῖα ἀνόρθωσις·
χαῖρε, ἀδυνάτων ἀήττητος δύναμις.
Χαῖρε, Σκέπη καὶ κραταίωμα Ὀρθοδόξων εὐσεβῶν·
χαῖρε, κράτος καὶ ἀντίληψις εὐλαβῶν μοναζουσῶν.
Χαῖρε, ὅτι καθαίρεις, τῶν πιστῶν τὰς χορείας·
χαῖρε, ὅτι σκεπάζεις, τῶν πιστῶν τὰς χορείας.
Χαῖρε, δι’ ἧς τῶν χειρόνων φεύξομαι·
χαῖρε, δι’ ἧς σωτηρίας τεύξομαι.
Χαῖρε, Μονῆς τῆς σεπτῆς Σου ἡ Σκέπη·
χαῖρε, καὶ γὰρ ἐν Σοί, πᾶς πιστὸς χαίρει.
Χαῖρε, Σκέπη ὁλόφωτε.

πανύμνητε Κόρη, τῆς ἁγνῆς Θεοτόκου, ἡ σκέπουσα τὸν σύμπαντα κόσμον (γ’), ἐκ πάσης τοῦ Βελίαρ ὁρμῆς, σκέπε καὶ διάσῳζε ἡμᾶς ἀπήμονας, πρὸς Σὲ γὰρ ἀεὶ σπεύδομεν, καὶ τῇ Τριάδι ἐκβοῶμεν·
Ἀλληλούϊα.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὥσπερ νεφέλη ἀγαλῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας Θεοτόκε τὰ πληρώματα, τῷ Ὁσίῳ καθωράθης πάλαι Ἀνδρέᾳ· τὸ γὰρ θεῖόν Σου μαφόριον ἐφήπλωσας, καὶ ἐσκέπασας τοὺς πίστει Σε δοξάζοντας, καὶ βοῶντάς Σοι· Χαῖρε Σκέπη ὁλόφωτε!

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου