ΑΥΓΟΥΣΤΟΣ Β΄!!
ΦΩΤΕΙΝΗ ΟΣΙΑ ΚΑΡΠΑΣΙΤΙΣ ΚΥΠΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ ἱερέως, ὁ Προοιμιακός, τό· Μακάριος
ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου
θαύματος.
Ὁσία Φωτεινὴ πανένδοξε, τὰς οὐρανίους μονάς, ἐπαξίως οἰκήσασα,
σὺν παρθένων τάγμασι, καὶ Ὁσίων στρατεύμασι, τοὺς ἐκτελοῦντας, πίστει τὴν
μνήμην σου, καὶ προσιόντας, πιστῶς τῇ σκέπῃ σου, σῶζε πρεσβείαις σου, καὶ
πταισμάτων ἄφεσιν παρὰ Θεοῦ, αἴτησαι καὶ λύτρωσιν, καὶ μέγα ἔλεος.
Ὁσία Φωτεινὴ πανεύφημε, οὔτε σαρκὸς ἡδονή, οὐ τρυφῆς ἡ
ἀπόλαυσις, οὐ τοῦ κόσμου χάριτες, οὔτε ἄνθος τερπνότητος, τῆς πρὸς Θεὸν ἀγάπης
ἐχώρισεν, ἐφιεμένην, τῆς ὡραιότητος, τῆς ὑπὲρ ἔννοιαν, τοῦ σεπτοῦ Νυμφίου σου
μῆτερ ἁγνή, ἧσπερ κατηξίωσαι, θεομακάριστε.
Ὁσία Φωτεινὴ πανέντιμε, τίς
ἐξισχύσει εἰπεῖν, τῶν σῶν πόνων τὰ σκάμματα, καὶ τῆς σῆς ἀσκήσεως, τὰ τεράστια
ἔπαθλα, ὑπομονήν τε καὶ τὴν πραότητα, ἣν ἐνεδείξω, σεμνὴ ὡς ἄσαρκος; ὅθεν
συνόμιλος, τῶν Ἀγγέλων γέγονας Νύμφη Χριστοῦ, σκεῦος Θείου Πνεύματος, Ὁσία
ἔνδοξε.
Ὁσία Φωτεινὴ θεόπνευστε, τῇ
ἀκορέστῳ στοργῇ, τοῦ Χριστοῦ καὶ τῷ ἔρωτι, τὴν ψυχὴν ἐφαίδρυνας, αὐτὴν ποιήσας,
κατοικητήριον, τοῦ θείου Πνεύματος, μόνῃ γὰρ τούτῳ μόνῳ ὡμίλησας, καὶ θεία
γέγονας, καὶ φωτὸς πεπλήρωσαι, ᾧ καὶ ἡμῶν, τὰς ψυχὰς καταύγασον, τῶν
ἀνυμνούντων σε.
Ὁσία Φωτεινὴ πανένδοξε, διὰ τὴν ὄντως ζωήν, ἐν σπηλαίῳ κατώκησας, μὴ πτοηθεῖσα σύ, τὰς ἐχθρικὰς προσβολάς, ταύτας ἀεὶ προσμένουσα, στεῤῥῶς παμμακάριστε, σαῖς δὲ εὐχαῖς, πάσας τε ἠδάφισας, ὦ καρτερόψυχε, Καρπασέων καύχημα, διὸ καὶ νῦν πάντες σὲ γεραίρομεν, καὶ μακαρίζομεν.
Ὁσία Φωτεινὴ ἀοίδιμε, καταλιποῦσα τρυφήν, τὸν Χριστὸν ἠκολούθησας, μηδόλως προκρίνασα, τὰ φθαρτὰ πρὸς τὰ μένοντα, ἐν γὰρ σπηλαίῳ ὥσπερ ἐν πόλει οἰκήσασα, τὰς τῶν δαιμόνων φάλαγγας ὤλεσας, ὢ τίς ἰσχύσειεν, ἐξειπεῖν ἀείμνηστε τῆς σῆς ψυχῆς, ὄντως τὴν θερμότητα, τὴν πρὸς τὸν Κύριον.
Δόξα. Ἦχος πλ. β΄.
Ὁσία νύμφη Χριστοῦ, Φωτεινὴ πανένδοξε, τοὺς τὴν σὴν μνήμην, ἀξίως ἐκτελοῦντας, ἱκέτευε ῥυσθῆναι πειρασμῶν καὶ θλίψεων παντοίων, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, καὶ τῆς μελλούσης Κρίσεως παναοίδιμε.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον. Ἀναγνώσματα
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τὶς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον,
ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν,
συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ,
καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν
αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας
αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν
καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις
ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Μετὰ τῶν ἄνω ταγμάτων
συνηριθμήθης ἔνδοξε, κόσμον λιποῦσα καὶ τὸν Χριστὸν ποθήσασα, Φωτεινὴ πάνσεμνε, αἰτοῦσα ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Φωτεινὴν Ὁσίαν, τὸ θεῖον κειμήλιον, καὶ τῆς παρθενίας τὸ μέγα
εὖχος, καὶ ἀσκητῶν τὸ καύχημα, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις
ὑμνήσωμεν λέγοντες· χαίροις, τῶν Κυπρίων λαμπὰς χρυσαυγεστάτη, καὶ τῶν
Καρπασέων ἀγλάϊσμα· χαίροις, τῶν μοναζόντων καὶ Ὁσίων ἐγκαλλώπισμα· χαίροις,
ἰατρὸς τῶν ἀσθενούντων, καὶ τῶν τυφλῶν ἡ ἀνάβλεψις, καὶ τῶν σὲ τιμώντων φαιδρὸν
ἀγαλλίαμα.
Ὅμοιον.
Φωτεινὴ Ὁσία θεόπνευστε, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς
ποθήσασα, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος, καὶ παρ’ αὐτοῦ λαβοῦσα τῶν
θαυμάτων τὴν ἐνέργειαν, θαυματουργεῖς ἐν τῷ θείῳ σπηλαίῳ, ἐν ᾧ κατώκησας, τοῖς
ἐν πίστει προστρέχουσι, καὶ προσκυνοῦσι τὴν σορὸν τῶν τιμίων λειψάνων σου,
ταχέως παρέχεις τὴν ἴασιν, ψυχῶν τε καὶ σωμάτων ἀείμνηστε.
Ὅμοιον.
Τῶν ἐν τῷ βίῳ πραγμάτων
κατεφρόνησας, Φωτεινὴ Ὁσία θεομακάριστε, ὅτι
τὴν ἄνω πολιτείαν ἐπεπόθησας, πλοῦτον ἐβδελύξω, ἐνδυσαμένη ταπείνωσιν, τρυφὴν
ἐμίσησας, καὶ ἐπεσπάσω τὴν ἐγκράτειαν, ἀδικίαν ἀπεβάλου, καὶ δικαιοσύνην
ἐδίωξας. Διὸ μῆτερ Ὁσία, μνημόνευε καὶ ἡμῶν ἐν ταῖς ὁσίαις εὐχαῖς σου πρὸς
Κύριον.
Ἦχος δ΄.
Δοξάζομέν σου Χριστὲ τὴν
πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκες
κατήργησαν τῶν δαιμόνων τὰς προσβολάς, δυνάμει τοῦ Σταυροῦ Σου Φιλάνθρωπε.
Κόσμου τὰς ἡδονὰς κατεπάτησαν, ἴσχυσαν δὲ ὀπίσω σου ἐλθεῖν, καὶ εἰς ὀσμὴν μύρου
σου ἔδραμον, πρεσβεύουσαι ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α’.
Τῇ παρθενικῇ σου θελχθεὶς
ὡραιότητι, ὁ Βασιλεὺς τῆς δόξης Χριστός, ὡς ἀμώμητον νύμφην ἑαυτῷ σὲ ἡρμόσατο,
ἀκηράτῳ συναφείᾳ, ἐν γὰρ τῷ θελήματι αὐτοῦ παρασχόμενος τῷ κάλλει σου δύναμιν,
κατ’ ἐχθρῶν τε καὶ παθῶν ἀήττητον ἔδειξεν, ἐγκαρτερήσασαν ἐν νηστείαις, καὶ
προσευχαῖς καὶ παννύχοις στάσεσι. Διὸ καὶ στέφει οὐρανίῳ σὲ κατέστεψε, καὶ
παρέστησεν ἐκ δεξιῶν Αὐτοῦ ὡς βασίλισσαν. Αὐτὸν οὖν δυσώπησον Φωτεινὴ Ὁσία πανεύφημε, τοὺς ὑμνηταῖς σου δοθῆναι,
σωτηρίαν καὶ ζωὴν καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις,
παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου
Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων
δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ
Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Παρθενίαν ἀκήρατον, ἐμμελῶς
ἐξασκήσασα, ἐνυμφεύθης χαίρουσα τῷ ποιήσαντι, ἀρνησαμένη τὴν πρόσκαιρον,
ἀπόλαυσιν ἔνδοξε, καὶ ἀσκήσασα στεῤῥῶς, καὶ τὸν δρόμον τελέσασα, κατηξίωσαι,
οὐρανίου παστάδος δυσωποῦσα, Φωτεινὴ τοῖς σὲ
τιμῶσι, χάριν δοθῆναι καὶ ἔλεος.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι, καὶ
εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ἐγκρατείᾳ τὸ σῶμά σου,
μακαρία νεκρώσασα, τὴν ψυχὴν ἐκόσμησας καὶ ἡτοίμασας, καὶ οἰκητήριον Πνεύματος,
αὐτὴν ἀπετέλεσας, Φωτεινὴ ἀοίδιμε, καὶ
συνήφθης μυστικῶς, τῷ Νυμφίῳ καὶ Κτίστῃ σου, Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων
λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ
Κύριος.
Τὸ ὡραῖον τοῦ σώματος, εἰς
τὸ πρῶτον ἀξίωμα, Φωτεινὴ πανένδοξε
κατηρίθμησας, κόσμον λιποῦσα τὸν πρόσκαιρον, ἀρετῶν φαιδρότησι, κατεκάλλυνας
σαυτήν, καὶ τοῦ Κτίστου ἐνδέδειξαι, καταγώγιον, καὶ τερπνὴ θυμηδία τοῦ Κυρίου,
ἀνυμνοῦμέν σε Ὁσία, πνευματικοῖς μελῳδήμασι.
Δόξα. Ἦχος πλ. β΄.
Ἐκ δεξιῶν τοῦ Σωτῆρος,
παρέστη ἡ Ὁσία καὶ παρθένος, περιβεβλημένη τῆς ἀρετῆς τὸ ἀήττητον, καὶ
πεποικιλμένη ἐλαίῳ ἁγνείας, καὶ τῷ ἱδρῶτι τῆς ἀσκήσεως, Φωτεινὴ ἡ παμμακάριστος, πρὸς Αὐτὸν ἐν ἀγαλλιάσει τὴν
λαμπάδα κατέχουσα, καὶ βοῶσα· εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι
τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με Νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς
ἱκεσίαις, κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτήρ, τὰ ἐλέη σου.
Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου
Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς
πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ
Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα,
προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Καρπασέων τὸ κλέος καὶ
Κυπρίων ἀγλάϊσμα, καὶ τῶν ἀσθενούντων ἡ ῥῶσις, τῶν πεπηρωμένων ἀνάβλεψις, τῶν
πρὸς σὲ πιστῶς προστρεχόντων ἐν τῷ θείῳ ναῷ σου πανένδοξε, τὰς ἰάσεις παράσχου
τοῖς δούλοις πάντοτε, ἵνα εὐχαρίστως κράζομεν, Φωτεινὴ
Ὁσία, νύμφη Χριστοῦ καλλιπάρθενε· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ
σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι
Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ
κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν
Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ
ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσει ἐλάμπρυνας τὴν
ἱεράν σου στολήν, καὶ δῶρον προσήνεγκας τῷ σαρκωθέντι Θεῷ, Ὁσία θεόπνευστε,
χάριν δὲ ἰαμάτων, δεξαμένη ποικίλων, λύεις τὰς ἀσθενείας, ὀφθαλμῶν μακαρία, καὶ
πρεσβεύεις τοῦ σωθῆναι ἡμᾶς, τοὺς εὐφημοῦντάς σε.
Δόξα. Καὶ νῦν... Θεοτοκίον ὅμοιον
Ταχὺ δέξαι Δέσποινα, τὰς
ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάχραντε, λῦσον
τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση
Παρθένε, τῶν νῦν ἐφοπλιζομένων, κατὰ τῶν δούλων σου.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐπὶ ὤμων τὸν Σταυρόν, τοῦ
Χριστοῦ ἀραμένη, ἠκολούθησας Αὐτῷ, τοῖς ἀσκήσεως ἔργοις, καὶ γέγονας πρότυπον,
καὶ κανὼν παμμακάριστε, γυναιξὶν ἀσκουμέναις, ἀλλὰ τοῖς θείοις σκάμμασιν,
ἀπολαβοῦσα τὰ ἄνω, πανένδοξε βασίλεια, μὴ διαλείπῃς πρεσβεύειν, σωθῆναι τοὺς
δούλους σου
Δόξα. Καὶ νῦν... Θεοτοκίον ὅμοιον
Μὴ εἰσέλθῃς μετ’ ἐμοῦ, ὡς ὁ
Προφήτης Σοὶ βοῶ, εἰς κριτήριον Χριστέ, οἶδα γὰρ πάντα τὰ ἐμά, κατηγοροῦντά με
πταίσματα καὶ Σοὶ κραυγάζω, ἐλέησον εὐχαῖς, τῆς Σὲ τεκούσης Λυτρωτά, ἐμὲ τὸν
ταπεινόν, καὶ ἀνάξιον δοῦλόν Σου, ὡς τὸν ληστὴν ἠλέησας καὶ πόρνην, ἄσωτον καὶ
τελώνην φιλάνθρωπε, οὐ γὰρ ἦλθες δικαίους σῶσαι, ἀλλὰ τοὺς πταίσαντας.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ σπαργάνων μητρώων τῷ Σῷ
Χριστῷ, ἀνετέθης Ὁσία διηνεκῶς, Αὐτῷ εὐηρέστησας, τῷ Σωτῆρι καὶ Κτίστῃ σου, καὶ
δαιμόνων τὰ θράση στεῤῥῶς κατεπάτησας, καὶ ἀσκήσεως πόνους ἀνδρείως ὑπέμεινας,
ὅθεν ὁ Χριστός σοι, τοὺς στεφάνους κομίσας, ἐντίμως ἡτοίμασεν, εἰς νυμφῶνα
οὐράνιον, Φωτεινὴ ἀξιάγαστε, διὰ τοῦτο
βοῶμέν Σοι· πρέσβευε Χριστῷ τω Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν... Θεοτοκίον ὅμοιον
Ὡς παρθένον καὶ μόνην ἐν
γυναιξί, Σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν
ἀνθρώπων, τὸ γὰρ πῦρ ἐσκήνωσεν ἐν Σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις τὸν
Κτίστην καὶ Κύριον, ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν,
τὸν πανάγιον Τόκον Σου, καὶ συμφώνως βοῶμέν Σοι· πρέσβευε τῷ Υἱῷ Σου καὶ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἐν πίστει, τὸν πανάγιον Τόκον
Σου.
Οἱ ἀναβαθμοί,
τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι, καὶ
εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ
Κύριος.
Εὐαγγέλιον,
ζήτει ΙΖ΄ Ματθαίου: Εἶπεν ὁ Κύριος τὴν
παραβολὴν ταύτην· ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν δέκα παρθένοι, αἵτινες
λαβοῦσαι τὰς λαμπάδας αὐτῶν...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος α΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ
Θεός...
Μετὰ τῶν ἄνω ταγμάτων
συνηριθμήθης ἔνδοξε, τὰ ἐπίγεια λιποῦσα, καὶ τὸν Χριστὸν ποθήσασα, Φωτεινὴ Ὁσία πάνσεμνε, τὰ οὐράνια ἐκτήσω, αἴτησαι ἡμῖν
εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Εἶτα οἱ
Κανόνες· τῆς Θεοτόκου εἰς στ΄, καὶ δύο τῆς Ὁσίας εἰς δ΄.
Ὁ α΄ κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σαρκὸς ἀσθενείᾳ τὸν
δυνατόν, καθελοῦσα οἰκειώθης τῷ Θεῷ, Φωτεινὴ Ὁσία
δυσωποῦσα, δύναμιν πᾶσι δοθῆναι σωτήριον.
Μαράνασα πόνοις ἀσκητικοῖς,
σώματος τὸ κάλος, ὡραιώθης δὲ τὴν ψυχήν, καὶ Χριστῷ Νυμφίῳ εἰς θαλάμους,
ὡραιοτάτους συνεισέδραμες.
Θεοτοκίον.
Νυμφὼν ἀνεδείχθης
φωτοειδής, ἡ μήτρα Σου Κόρη, τοῦ δι’ οἶκτον σωματικῶς, σαρκωθέντος καὶ τὰ
πάντα, θεογνωσίας ἀκτῖσι φωτίσαντος.
Ἕτερος κανών. Ὁ αὐτός. Ἁρματηλάτην Φαραώ.
Τῆς ἀκηράτου λαβομένης
πάναγνε καὶ μακαρίας ζωῆς, τῷ τοῦ Χριστοῦ θρόνῳ, σὺν Ἀγγέλων τάγμασι, παρισταμένη
πάντοτε, Φωτεινὴ πανένδοξε, φωτισμόν μοι
παράσχου, ὅπως ὑμνήσω γηθόμενος, τὴν πανευκλεῆ πολιτείαν σου.
Ἀποστυγοῦσα τὰ τοῦ κόσμου
πάνσεμνε, πᾶσαν ἠγάπησας, ἀσκητικὴν πρᾶξιν, πρῶτον τὴν ἐγκράτειαν, εἶτ’ αὖθις
τὴν πραότητα, καὶ τὴν σκληραγωγίαν, τὰς προσευχὰς καὶ δάκρυα, Φωτεινὴ Ὁσία, καὶ τὴν πρὸς Θεὸν στάσιν πάννυχον.
Τὰς πυριφλέκτους ἡδονὰς τοῦ
σώματος, δρόσῳ κατέσβεσας, ἀσκητικῶν πόνων, Φωτεινὴ θεόπνευστε, ὅθεν σοι
ἀνέτειλε, τῆς ἀπαθείας ἥλιος, καὶ ἰάσεων φέγγος, καὶ χαρισμάτων τοῦ πνεύματος,
ἄδυτος αὐγὴ ἀξιάγαστε.
Θεοτοκίον.
Δεδοξασμένα περὶ Σοῦ
λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν θεῖον Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ
διαμείνασα, Θεοτόκε Παρθένε, διό Σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν
ἡμῶν.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ὑπερεῖδες κάλλος τὸ
σωματικὸν πάνσεμνε, καὶ τὴν παραῤῥέουσαν δόξαν ὄναρ ἡγησαμένη, ἐν ταπεινώσει
δέ, καὶ ἀγρυπνίαις καὶ πόνοις, τὸν Χριστὸν ζητήσασα, τοῦτον καὶ εὕρηκας.
Ἀπηρνήθης τὸν κόσμον, καὶ
σαρκικὸν φρόνημα, δι’ ἐγκρατείας καὶ πόνων, Χριστὸν ἐκτήσω, Νυμφίον ἄχραντον,
ἐπουρανίου παστάδος, θείαν παρεχόμενον ἡμῖν ἀπόλαυσιν.
Θεοτοκίον.
Ἱερῶν Προφητῶν Σε αἱ ἱεραὶ
σάλπιγγες, πάλαι προεμήνυσαν πύλην φωτὸς γενήσεσθαι, καὶ τόμον ἔμψυχον, ἐν ᾧ
χειρὸς ἄνευ Λόγος, ὑπὲρ λόγον ἄχραντε Κόρη γραφήσεται.
Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἐνατενίζουσα πιστῶς, ταῖς
τοῦ Κυρίου Ὁσία Φωτεινή, θεόφρων ἀκτῖσι, τῆς ἐφέσεως τυχεῖν, ἱκέτευες σὺν
δάκρυσι, διὸ καὶ τῆς ἐλπίδος, μετ’ εὐφροσύνης ἐπέτυχες.
Τὴν σκοτισθεῖσάν μου ψυχήν,
ταῖς πονηραῖς καὶ βεβήλοις ἐνθυμήσεσι, Φιλάνθρωπε Λόγε, Φωτεινῆς Σου ταῖς
εὐχαῖς καταύγασον, καὶ σκότους με τοῦ ἀφεγγοῦς, ἐν ὥρᾳ τῆς κρίσεως ἐλευθέρωσον.
Νηφαλιότητι νοός, τῶν
οὐρανίων τὰ κάλλη φαντασθεῖσα, ταῖς φροντίσιν οὐδόλως Φωτεινὴ Ὁσία θεόφρων,
ἐπαρθεῖσα ταῖς ὑλικαῖς, πτεροῖς κουφιζομένη δέ, ἀκτημοσύνης μῆτερ, ὅλη
μετάρσιος γέγονας.
Θεοτοκίον.
Ναὸς ἐδείχθης καθαρός,
Παρθενομῆτορ Μαρία, τοῦ τὰ πάντα πανσθενῶς καὶ πανσόφως, ὑποστήσαντος Χριστοῦ,
καὶ τάξαντος καὶ φέροντος, ὃν ἐξιλέωσαί μοι, ταῖς μητρικαῖς σου δεήσεσι.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Καταλιποῦσα τὰ ἐν γῇ καὶ ἐν
κόσμῳ οὖσα σωματικῶς, τῷ πνεύματι γέγονας, τῶν Ἀγγέλων συμμέτοχος, τὰ γὰρ
παρόντα πάθη, νεκρώσασα τοῦ σώματος, νύμφη Χριστοῦ, Ὁσία πανένδοξε, ὅθεν καὶ
νοσούντων, θεραπεύεις τὰ πάθη, ὀφθαλμοὺς φωτίζεις, ψυχῆς τε καὶ σώματος, διὰ
τοῦτο βοῶμέν σοι, Φωτεινὴ παναοίδιμε·
πρέσβευε Χριστῷ τω Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ
τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ψυχήν μου Παρθένε τὴν
ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην
Πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου πεσεῖν
κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ Σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν
λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω Σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
δοῦναί μοι τὴν ἄφεσιν· Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἵνα κάλλος τὸ ἄχραντον, τοῦ
πεποθημένου ἴδῃς Νυμφίου σου, κατεμάρανας ἀείμνηστε, τῆς σαρκὸς τὰ πάθη δι’
ἀσκήσεως.
Νυσταγμὸν ἀπωσαμένη,
ψυχικῶν βλεφάρων κατεκοίμησας, τὰς κινήσεις τὰς τοῦ σώματος, Φωτεινὴ Ὁσία δι’
ἀσκήσεως.
Ἡ φαιδρὰ ἑορτήν σου
πανένδοξε, φέγγει θείου Πνεύματος ἀπαστράπτουσα, καταυγάζει ὀφθαλμοὺς τῆς ψυχῆς
καὶ τοῦ σώματος, Φωτεινὴ παναοίδιμε.
Θεοτοκίον.
Σαρκωθέντα Σε Κύριε, ἐξ
ἀπειρογάμου Κόρης ποθήσασαι, εἰς ὀσμὴν μύρου Σου ἔδραμον, αἱ τῷ Σῷ τρωθεῖσα
γυναῖκες θείῳ ἔρωτι.
Ἕτερος. Σύ μου ἰσχὺς Κύριε.
Σὺν τὴν στενὴν τρίβον, Ὁσία
Φωτεινὴ διόδευσας, ἐν νηστείᾳ σάρκα κατεμάρανας ὑπερφυῶς, ὅθεν δυσμενῶν στῖφος
κατεπλάγη, τὴν ἀκλινῆ καρτερία σου, Ἀγγέλων αἱ χορεῖαι ἐπεκρότησαν, δόξα τῷ τῶν
ὅλων Θεῷ ἀναπέμπουσαι.
Τὸν ἀγαθὸν καὶ
συμπαθέστατον Κύριον, Ὃν διψῶσα μῆτερ ἐξεζήτησας, μετὰ δακρύων καὶ στεναγμῶν,
καὶ συντετριμμένης καρδίας, δυσώπει οἰκτειρῆσαι, τὴν ἀθλίαν ψυχήν μου, τὴν εἰς
βάθη κακῶν ὀλισθήσασαν.
Τὰς τῆς ψυχῆς αὔλακας, τοῖς
σοῖς ἀρδεύσασα τῶν δακρύων, Φωτεινὴ θεόπνευστε
ῥείθροις, ἐγκατέσπειρας τῶν ἀρετῶν, σπόρον ἀληθῶς, ὃν καλλιεργοῦσα ἀσκητικοῖς
πόνοις ἔνδοξε, ἐδρέψω τῶν δραγμάτων τοὺς καρπούς, ἀποθήκαις ταῖς ἀσύλοις
συγκλείσασα πάνσεμνε.
Θεοτοκίον.
Σὺ τῶν πιστῶν καύχημα
πέλεις ἀνύμφευτε, Σὺ προστάτης, Σὺ καὶ καταφύγιον, Χριστιανῶν τεῖχος καὶ λιμήν,
πρὸς γὰρ τὸν Υἱόν Σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς
ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν Σε γινώσκοντας.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Δρόσον βρύουσα πάντα,
σθένει θείου Πνεύματος ἀποδιώκεις, ὀφθαλμῶν τὸν ζόφον, ἀστραπαῖς τῶν ἐνδόξων
θαυμάτων σου, καὶ πρὸς μέγα φέγγος τῆς οὐρανίου Βασιλείας, τοὺς πιστοὺς ὁδηγεῖς
παναοίδιμε.
Νεκρωθεῖσα τῷ κόσμῳ,
κατεκληρονόμησας ζωὴν ἀνώλεθρον, καὶ νυμφῶνος θείου κατηξιώθης Φωτεινὴ Ὁσία θεόπνευστε, καὶ τὴν σὴν λαμπάδα, τῷ τῆς
ἀσκήσεως ἐλαίῳ, ἀεννάως φωτίζεις πάνσεμνε.
Θεοτοκίον.
Ὁ Θεοῦ Θεὸς Λόγος, μήτραν
ἀπειρόγαμον τὴν Σὴν κατώκησε, καὶ βροτὸς ὡράθη, ὁ Παρθένος τηρήσας Σε ἄχραντε,
ὃν ποθοῦσαι κόραι, ἀσκητικῶς τούτου ὀπίσω, ἠκολούθησαν βίου λαμπρότητι.
Ἕτερος. Ὁ αὐτός.
Ποία γλῶσσα βροτεία, σοῦ
τὴν ὑπερθαύμαστον βιοτὴν Φωτεινὴ ἐξείπει,
καὶ τὴν ἄϋλον καὶ μακαρίαν ζωήν, ἥνπερ παραδόξως πόθῳ τρωθεῖσα, τοῦ Σωτῆρος
καρτερῶς καὶ γενναίως διήνυσας;
Τὸν χειμάῤῥουν πιοῦσα τῆς
τρυφῆς πανένδοξε Φωτεινή, γέγονας πηγὴ θείου ὕδατος ὑπερεκβλύζουσα τῆς
κατανύξεως, ἐξ οὗ οἱ πιόντες ἐν εὐφροσύνῃ, εὐφημοῦσι τοὺς ἀγῶνας τῶν πόνων σου
πάνσεμνε.
Βαρυτάτῳ φορτίῳ, τῶν
ἀνομιῶν μου δεινῶς πιεζόμενος, τὴν σὴν εὐσπλαγχνίαν ἱκετεύω, ἐλάφρυνον Κύριε,
τοὺς μεγίστους πόνους, δυσωπηθεὶς τῆς Σῆς Ὁσίας Φωτεινῆς, εὐχαῖς καὶ δεήσεσι.
Θεοτοκίον.
Μητρικὴν παῤῥησίαν, τὴν
πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς
δεόμεθα, ὅτι σὲ καὶ μόνην Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ
προβαλλόμεθα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐγκράτειαν, καὶ ταπείνωσιν
καρδίας, ἀγρυπνίαν εὐσυμπάθητον γνώμην, πίστιν ὀρθήν, καὶ τελείαν ἀγάπην, ἡ
ἱερὰ ἐξασκήσασα κόρη, γέγονε τέκνον Θεοῦ, καὶ θαυμάτων πηγὴ ἀδαπάνητος.
Ξενώσασα, σεαυτὴν τῶν τοῦ
βίου, ἡδονῶν δι’ ἐπιδόσεως πόνων, ἀσκητικῶν, τὸν εἰς γῆν καταβάντα, καὶ ἑκουσίᾳ
βουλῇ ξενιτεύσαντα, ἐκτήσω ἐν οὐρανοῖς, ξεναγοῦντά σε Ὁσία θεόπνευστε.
Θεοτοκίον.
Θανάτου, καὶ τῆς φθορᾶς ὡς
ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ, καὶ θανάτῳ μου φύσιν,
κατασχεθεῖσαν Παρθένε δυσώπησον, τὸν Κύριόν Σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας
με ῥύσασθαι.
Ἕτερος. Ἄβυσσος ἁμαρτιῶν.
Ἄρξασα τῶν ψυχικῶν
χαρισμάτων, τῇ δυνάμει τοῦ λόγου, πάσας τὰς τῶν δαιμόνων ἐξηφάνισας φάλαγγας,
ἐν νηστείαις καὶ εὐχαῖς, καὶ ἐν τοῖς δάκρυσι Φωτεινή, τὸν σὸν Νυμφίον ἑώρακας,
Ὃν ἀπαύστως ἀεὶ ἐμεγάλυνας.
Ἄσκησιν ὑπερφυῆ ἐν
νηστείαις, καὶ δεήσεσιν ὄντως στεῤῥῶς ὑπενεγκοῦσα, καὶ παθῶν κυριεύσασα
ἀπαθείας τὴν στολήν, κατακεκόσμησαι τοῦ Σωτῆρος, Φωτεινὴ
νύμφη ὡραία χρηματίζουσα.
Πρόσχες μου τῇ προσευχῇ,
καὶ εἰσάκουσον ψυχῆς κατωδύνου, ἰδοὺ γὰρ ἡ ζωή μου ἐν ᾅδη ἐξέλιπε, καὶ παράσχου
μοι Χριστέ, ἄφεσιν δέομαι τῶν πταισμάτων, ταῖς τῆς σῆς Ὁσίας Φωτεινῆς παρακλήσεσι.
Θεοτοκίον.
Νέκρωσόν μου τῆς σαρκὸς τὰ
κινήματα, ζωὴν ἡ τεκοῦσα, καὶ τῶν παθῶν τὸν σάλον εἰς γαλήνην μετάβαλε, καὶ
γενοῦ μοι βοηθός, ἐξαιρουμένη με κινδύνων, τῶν ἐν τῷ βίῳ πανάμωμε.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὸν ναόν σου πάνσεμνε, ὡς
ἰατρεῖον, ψυχικὸν εὑράμενοι, ἐν τούτῳ πάντες οἱ πιστοί, μεγαλοφώνως βοῶμέν σοι·
Φωτεινὴ Ὁσία,
νύμφη Χριστοῦ καλλιπάρθενε.
Ὁ Οἶκος.
Ἡ τοῦ Νυμφίου σε φωνὴ
καλέσασα, ὡς νύμφην στεφάνῳ ἀφθαρσίας ἐκόσμησε, θεόφρον Φωτεινὴ πανευκλεής, καὶ μετὰ παρθένων καὶ Ὁσίων τῶν
σεπτῶν, ἀξίως συνηρίθμησε, μεθ’ ὧν εὐφραινομένη μέμνησο ἡμῶν τῶν ἐκτελούντων
τὴν σὴν ἁγίαν πανήγυριν, ἐν τῷ σῷ ἁγίῳ σπηλαίῳ, ἐν ᾧ κατώκησας ἀοίδιμε, ἐν αὐτῷ
γὰρ νυνὶ παρεστῶτες, ἀπὸ ψυχῆς προσφέρομέν σοι τοὺς ὕμνους, Φωτεινὴ Ὁσία, νύμφη Χριστοῦ καλλιπάρθενε.
Συναξάριον
Τῇ Β' τοῦ αὐτοῦ μηνός,
μνήμη τῆς Ὁσίας Φωτεινῆς ἢ Φωτοῦ τῆς ἐν
Ῥιζοκαρπάσου Κύπρου.
Ἠ
Φωτεινὴ φανοῦσα ἐν γῇ αὐγάζει,
ἐν
οὐρανοῖς ἐκδημοῦσα καθισταμένη.
Θυμὸν
ἀποπνέει Φωτεινή, δευτέρῃ ἡοῖ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος, καὶ
Ἀρχιδιακόνου Στεφάνου.
Ἔχεις
Σιὼν πάμπολλα θεῖα καὶ ξένα.
Νεκρὸν
Στεφάνους δὸς πόλει Κωνσταντίνου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις
τῆς εὑρέσεως τῶν λειψάνων τῶν ἁγίων Μαρτύρων
Μαξίμου, Δάδα καὶ Κυντιλιανοῦ.
Τρεῖς ἐκφέρουσα γῆ νεκροὺς ζωηφόρους,
Πόλῳ λέγειν ἔοικε· Σὺ κρύψας ἔχε.
Οὗτοι, ἦσαν κατὰ τοὺς
χρόνους τοῦ βασιλέως Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἐν ἔτει 296, εἰς πόλιν
καλουμένην Δωρόστολον, ἐν τῇ χώρᾳ τῆς δευτέρας Μυσίας. Παρασταθέντες δὲ εἰς τὸν
ὕπατον Ταρκύνιον, καὶ μὴ θελήσαντες νὰ θυσιάσωσιν εἰς τα εἴδωλα ἐδάρησαν, ἔπειτα
ἐπάρθησαν εἰς τόπον καλούμενον Ὀζοβίαν, καὶ ἐκεῖ ἀπεκεφαλίσθησαν κατὰ τὴν 13ην
τοῦ Ἀπριλίου. Ἐκρύπτοντο λοιπόν, τὰ λείψανα τούτων εἰς χρόνους πολλούς. Ὕστερον
δέ, ἐφανερώθησαν διὰ μέσου θείου Ἀγγέλου κατὰ τὴν 2αν ταύτην τοῦ Αὐγούστου
μηνός, τὰ ὁποῖα καὶ ἕως τὴν σήμερον εὑρίσκονται εἰς τὸν οἶκον τῆς Ὑπεραγίας
Δεσποίνης ἡμῶν Θεοτόκου, εἰς τόπον λεγόμενον τοῦ Βιγλεντίου, ὅπου καὶ ἡ τούτων
σύναξις καὶ ἑορτή.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μάρτυρος Φωκᾶ.
Φωκᾶς
ὁ μάρτυς εκλιπὼν γῆς χωρίον,
Νῦν
ἐγκατοικεῖ τῆς τρυφῆς τῷ χωρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Βασιλέως Ἰουστινιανοῦ Β΄ τοῦ Ῥινοτμήτου.
Οὐκ
ἐκποδών σοι σκῆπτρον ὤφθη ὧ ἄναξ,
Σὺ
γὰρ κατοικεῖς Βασιλείαν τὴν ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Θεόδωρος ὁ ἐν Δαρδανελίοις, ἐν ἔτει 1690, ξίφει
τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βασιλείου τοῦ σαλλοῦ.
Ζῆς
καὶ μετὰ θάνατον ἄνω οἰκήσας,
ἄϋλον
ἐξασκήσας ὦ μάκαρ βίον.
Οὗτος ἦν ἐν τοῖς χρόνοις
τοῦ εὐσεβεστάτου βασιλέως Ἰωάννου, γέννημα καὶ θρέμμα της βασιλευούσης
Θεοδωροπόλεως, ἥτις πρότερον ἐκαλεῖτο Μοσχοβία· γεννηθεὶς ἐξ εὐσεβῶν γονέων.
Ἔχων ἐν ὀφθαλμοῖς τὸν τοῦ Θεοῦ φόβον, ἁπλῶς πολιτευσάμενος, τοὺς τρόπους
μιμούμενος Ἀνδρέου καὶ Συμεὼν τῶν διὰ Χριστὸν σαλλῶν, νηστείαν, ἐγκράτειαν καὶ
προσευχήν, χαμευνίαν καὶ ἀοίκιαν διαγόμενος, κεκτημένους οὐδέν. Ὅθεν καλῶς
βιώσας χρόνους πέντε πρὸς ἑξήκοντα, πρὸς Κύριον ἐξεδήμησεν. Ἔτι ζῶν ὁ Ἅγιος, ἐν
τῇ θαλάσσῃ τοῦ Κρονίου κόλπου, ναῦς ὑπὸ σφοδροῦ λαίλαπος δεινῶς κλυδωνιζομένη,
πάντες οἱ ἐν αὐτῇ τὸ ζῆν ἀπελπίσαντο. Και μέλλουσα η ναῦς ἄρδην καταποντισθῆναι
ἐν τῷ βυθῷ, αὐτίκα ἐφάνη ὁ Ἅγιος κατάγυμνος, ἐπιθρίξ, πολιὸς ἄγαν ἐν τῇ νηΐ,
καὶ τὰ ἱστία συστήσας ἔστη εν τῇ πρύμνῃ καὶ ἁψάμενος τοῦ πηδαλίου, ἔφη πρὸς
αὐτούς· θαρσεῖτε, ὤ ἄνδρες πρὸς Θεόν, καὶ μὴ φοβεῖσθαι, ὁ γὰρ Θεός, ἐξελεῖ
ὑμᾶς εκ ταύτης τῆς τρικυμίας. Καὶ εὐδία γινομένη μεγάλη, ὥρμησεν ἡ ναῦς
ἀκινδύνως πλέειν, ὁ δὲ ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. Καὶ παραγενόμενοι αὐτοὶ εἰς
Μοσχοβίαν, αὐτὸν ἐθεάσαντο, καὶ θέλοντες αὐτὸν ὁμιλῆσαι, ἀπ’ αὐτῶν οὗτος
ἐκρυβήσατο. Μετὰ δὲ χρόνων δύο καὶ
τριάκοντα περεληλυθότων, ὁ Θεός, πολλὰ θαύματα καὶ ἰάσεις πρὸς τοὺς
εἰσερχομένους πρὸς αὐτὸν ἀνέδειξεν.
Κόρη τις, ἀναπήρους ἔχουσα
ἀμφοτέρους τοὺς ὀφθαλμούς, ἐκ θηλαζούσης αὐτῆς μητρός, τὴν κεφαλὴν αὐτῆς ἐπάνω
τῷ τοῦ Ἁγίου τύμβῳ προστιθεῖσα, αὐτίκα τῆς ἰάσεως ἔτυχε. Μοναχός τις, ὀνόματι
Γεράσιμος, ξηροὺς ἔχων τοὺς πόδας καὶ μὴ δυνάμενος ὀρθοβαδίσαι ἢ στῆναι το
σύνολον δωδέκατον ἔτος ἄγοντος καὶ αὐτὸς ἐθεραπεύθη. Καὶ οἱ δύο θεραπευθέντες,
ἐκ θείας ἀποκαλύψεως κατέφυγαν εἰς τὸν Ὅσιον, ὅπως τοὺς θεραπεύσῃ. Πλεῖστα δὲ
εἶναι τὰ θαύματα αὐτοῦ ἕως τῆς σήμερον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Δόξαν ἀγείρω τῆς ῥεούσης,
ἀντηλλάξατο προθύμως ἡ Ὁσία, ἐν τρυφῶσα Χριστῷ, γηθομένη βοῶσα· Εὐλογητὸς εἶ
Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὡς λαμπὰς πολύφωτος
ὀφθεῖσα, ταῖς λαμπρότησι τῶν πόνων δαδουχοῦσα, τὰς ψυχὰς τῶν πιστῶν, διδάσκουσα
τοῦ μέλπειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥῦσαι δεσμῶν τῆς ἁμαρτίας,
τὴν ἀθλίαν μου ψυχὴν Θεογεννήτωρ, καὶ ἀγάπῃ Θεοῦ, ὑπόζευξον τελείᾳ, ἵνα πιστῶς
δοξάζω σε, καὶ ὑμνῶ σε εἰς αἰῶνας.
Ἕτερος. Ὅμοιον
Γνώμην φιλόθεον ἐκτήσω,
μετὰ σώματος Ἀγγέλους ἐμιμήσω, ἀγρυπνοῦσα θερμῶς, καὶ ψάλλουσα προθύμως, ὦ Φωτεινὴ ἀνέκραζες, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τήξασα σῶμα ἐγκρατείᾳ,
παναοίδιμε καὶ πάσῃ κακουχίᾳ, ἀνεβόας θερμῶς, Ὁσία πρὸς τὸν Κτίστην· Εὐλογητὸς
εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὅλος ὁ πόθος σου Ὁσία,
ἀνίπταται πρὸς μόνον τὸν Δεσπότην, ὁλοτρόπως Αὐτόν, ὑμνοῦσα καὶ βοῶσα, ὦ Φωτεινὴ ἀνέκραζες, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Λύων τῆς Εὔας τὴν κατάραν,
τὴν πανάμωμον κατώκησας Παρθένον, εὐλογίας πηγήν, βλυστάνων τοῖς βοῶσιν,
εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς Σῆς κοιλίας.
ᾨδὴ η΄. Νικηταὶ τυράννου.
Λογισμῷ Παρθένε πάθη
καθυπέταξας τῆς ἀλογίας, καὶ Νυμφίῳ Λόγῳ, νοητῶς συνήφθης, καὶ ἐβόας· Εὐλογεῖτε
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σταυρωθεῖσα κόσμῳ καὶ τῷ
θείῳ ἔρωτι κατατρωθεῖσα, γεύσει ἐν ἡδονῇ τὸν τὴν Εὔαν τρώσαντα τῆς ἐγκρατείας, Φωτεινὴ Ὁσία, βέλεσι κατέτρωσας, ἀνυμνολογοῦσα Χριστὸν
εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἡ Θεὸν τεκοῦσα ἐξ ἁγνῶν
αἱμάτων Σου σεσαρκωμένον, τὰς παρθένους πάσας ἐπεσπάσω ἄχραντε παρθενομῆτορ,
σὺν αὐταῖς βοῶσα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἕτερος. Ἑπταπλασίως κάμινον.
Δι’ ἐγκρατείας ἔνδοξε,
σεαυτὴν ἐκκαθάρασα, τὰς μαρμαρυγὰς ἐδέξω τοῦ πνεύματος, Θεοῦ σε δοξάσαντος ἐν
γῇ καὶ μεγαλύναντος, τοῦ προσδεξαμένου τοὺς σεπτοὺς καμάτους σου, Φωτεινὴ μακαρία, πρὸς Ὃν καὶ ἀνεβόας· Ἱερεῖς εὐλογεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν ψυχικὴν λαμπάδαν σου,
ἐν ἐλαίῳ ἐφαίδρυνας θείας ἀπαθείας, εἰς νυμφῶνα ἔφθασας οὐράνιον ἔνδοξε, καὶ τῷ
Νυμφίῳ Χριστῷ, ἅμα ταῖς φρονίμοις παρθένοις, Φωτεινὴ
καὶ βοῶσα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀσκητικῶς πανένδοξε τὸν
Θεὸν θεραπεύσασα, τοὺς πυριφλέκτους ἄνθρακας τελείως ἀπέσβεσας, τοῖς ῥείθροις
τῶν δακρύων σου, ὦ Φωτεινὴ πανένδοξε, ὅθεν
δυσωπῶ σε, τῶν παθῶν μου τὴν φλόγα μαρᾶναι ταῖς εὐχαῖς σου, ἵνα πίστει καὶ πόθῳ
δοξάζω σου Ὁσία, τὴν μνήμην εἰς αἰῶνας.
Θεοτοκίον.
Θεογεννήτωρ πάναγνε, τῆς
ψυχῆς μου τὰ τραύματα καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, Θεὸν ἡ κυήσασα, τῶν
ἐπὶ πάντων Κόρη ἁγνή, ὅθεν Θεοτόκον οἱ πιστοί, Σὲ κυρίως δοξάζομεν βοῶντες·
Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡραία τοῦ Δεσπότου τρυγών,
καὶ χελιδὼν εὔλαλος, ἀνεφάνης φιλόσεμνε, καὶ πρὸς καλιὰς οὐρανίους ἀνέπτης
χαίρουσα.
Συνήφθης ταῖς ἄνω νῦν
χοροστασίαις, καὶ ἐκλεκτῶν πανηγύρει εὐφραίνεσαι, ὑπὲρ ἡμῶν δυσωποῦσα, τὸν
φιλοικτίρμονα.
Ἡ μνήμη ἡ φωσφόρος νῦν ἡ
ὑμετέρα, Φωτεινὴ Ὁσία, καθάπερ ἥλιος οὕτως
ἀνέτειλε, τὰς τῶν πιστῶν διανοίας καταφαιδρύνουσα.
Θεοτοκίον.
Φωτὸς οὖσα δοχεῖον, φώτισον
Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσι, καὶ ἐξωτέρου με σκότους, ῥῦσαι
καὶ σῶσόν με.
Ἕτερος. Ἔφριξε πᾶσα ἀκοή.
Ἰδεῖν κάλλος νοητοῦ τοῦ
Νυμφίου, καθαρῶς ἐπεπόθησας, καὶ τούτου θεωμένη Φωτεινὴ
ἐκραύγαζες· ἐπαναπαύσομαι ἐν σοί, καὶ σοῦ τῆς χρηστότητος
κατατρυφήσομαι, μεγαλύνουσα τὴν σὴν ἀγαθότητα.
Σύνεσιν ἔσχες ἐν ψυχῇ, καὶ
ταπείνωσιν καὶ θείαν πραότητα, πίστιν ἀνόθευτον, καὶ σὺν ἐλπίδι ἀγάπην ἔνθεον,
ἐν ὁλονύκτοις προσευχαῖς, Θεῷ προσεδρεύουσα, καὶ ταῖς ἐκεῖθεν αὐγαῖς, Φωτεινὴ λαμπομένη
φαιδρότησιν.
Ἠδέσθη σε πύλη οὐρανοῦ, καὶ
ἠνοίχθη σοι Φωτεινὴ ἔνδοξε, καὶ εἰσελήλυθας Ἀγγέλων θείων δορυφορούντων σε, καὶ
κατεσκήνωσας φαιδρῶς, ἔνθα τὸ πολίτευμα Ἁγίων ὑπῆρχε σεμνή, μετὰ πάντων τὸν
Σωτῆρα δοξάζουσα.
Θεοτοκίον.
Φεῖσαί μου Σῶτερ, ὁ τεχθεὶς
καὶ φυλάξας τὴν τεκοῦσάν Σε ἄφθορον μετὰ τὴν κύησιν, ὅταν καθήσῃς κρῖναι τὰ
ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου ὡς ἀναμάρτητος, ταῖς
πρεσβείαις τῆς τεκούσης Σε, ἀγαθὲ καὶ Φιλάνθρωπε.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ῥωσθεῖσα καλλιπάρθενε,
σταυρῷ τῷ τοῦ Κυρίου σου, δαιμόνων ὤλεσας θράσος, ἐν προσευχῇ καὶ νηστείᾳ, παρὰ
Χριστοῦ ἀπείληφας, βραβεῖα νίκης πάνσεμνε, ὦ Φωτεινὴ
πανθαύμαστε, ὑπὲρ ἡμῶν οὖν δυσώπει, τῶν σε τιμώντων ἐκ πόθου.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν
θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ
δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε
Θεοτόκον.
Αἶνοι. Ἦχος πλ. α΄. Τῶν Οὐρανίων Ταγμάτων.
Θεοφεγγεῖς ὡς βολίδας ἐξ
ὕψους φαίνουσα, ταῖς νοηταῖς ἀκτῖσι, καταυγάζεις ἐν κόσμῳ, καὶ σκότος ἐκμειοῦσα
τοῦ πονηροῦ, καὶ δαιμόνων ἀθροίσματα, τὴν φωτοφόρον καὶ θείαν σου ἑορτήν,
Φωτεινὴ πιστῶς γεραίρομεν.
Τοῦ Παραδείσου τὰ κάλλη νῦν
ἀπολαύουσα, καὶ δαψιλῶς τρυφῶσα, ἀκηράτους λειμῶνας, ἤνθησας τῷ κόσμῳ γνῶσιν
Θεοῦ, ἧς μετέχοντες σήμερον, τῇ διαθέσει Ὁσίᾳ τῇ ψυχικῇ, παγκαρπίαν γεωργοῦμεν
σεμνή.
Μοναδικῇ πολιτείᾳ σεπτὴ
ἐλάμπρυνας, τῶν ἀσκητῶν τὰ πλήθη, ἀνατείλασα πᾶσιν, λαμπὰς φωτοβολοῦσα διὸ σὺν
αὐτοῖς, ἐδοξάσθης ἀείμνηστε, ἐπεντρυφῶσα τῇ δόξῃ τῇ θεϊκῇ, καὶ πρεσβεύεις τοῦ
σωθῆναι ἡμᾶς.
Ἐκ τῆς πηγῆς σου τῆς θείας
Ὁσία ἔνδοξε, ἰάσεις ἰαμάτων, χορηγοῦνται ἀφθόνως, τοῖς πίστει προσιοῦσιν οὕτω
κἀμοῦ, τὰς ἀσθενείας μου ἴασον, ἵνα βοῶ σοι ἀπαύστως δόξα τῷ σέ, Φωτεινὴ ἀεὶ δοξάσαντι.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε τῶν πιστῶν τὸ
σύστημα, πνευματικὴν χορεία συγκροτήσωμεν, καὶ τὴν Χριστοῦ νύμφην καὶ παρθένον,
εὐφημήσωμεν λέγοντες· Χαίροις Φωτεινὴ Ὁσία
καὶ θεοτίμητε, χαίροις ἡ τοὺς πόνους τῆς ἀσκήσεως στεῤῥῶς ἐγκαρτερήσασα,
χαίροις τῶν Ἀγγέλων ἰσοστάσιε καὶ τῶν Ὁσίων ὁμόσκηνε, μεθ’ ὧν πρέσβευε τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου
Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς
πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ
Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα,
προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου