ΟΚΤΩΒΡΙΟΣ Ι΄!!
ΕΥΛΑΜΠΙΟΣ & ΕΥΛΑΜΠΙΑ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων γ'. Ἦχος δ'.
Ἔδωκας σημείωσιν.
Ἡλίου
λαμπρότερον, λελαμπρυσμένη ἡ μνήμη σου, τοῖς πιστοῖς ἐξανέτειλε, τὴν κτίσιν
φωτίζουσα, θείαις φρυκτωρίαις, Εὐλάμπιε μάκαρ, καὶ παθημάτων τὴν ἀχλύν, καὶ τῶν
δαιμόνων νύκτα διώκουσα· διὸ σε μακαρίζομεν, καὶ ἐτησίως γεραίρομεν, ὡς φωστῆρα
παγκόσμιον, πρεσβευτὴν ὡς θερμότατον.
Σιδήρῳ
ξεόμενος, καὶ ταῖς λαμπάσι φλεγόμενος, καὶ εἱρκτῇ συγκλειόμενος, ξύλῳ
ἀναρτώμενος, καὶ θηρίοις βρῶμα, διδόμενος μάκαρ, ἀπαρασάλευτος τὸν νοῦν,
διεφυλάχθης τῇ θείᾳ χάριτι, καὶ νίκης διαδήματι, κατεκοσμήθης Εὐλάμπιε, διὰ
τοῦτο τὴν μνήμην σου, χαρμοσύνως γεραίρομεν.
Τὴν
Εὔαν τὸν τρώσαντα, καὶ Παραδείσου ἐξώσαντα, πολυμήχανον ἔτρωσας, τρωθεῖσα τῷ
ἔρωτι, τοῦ Παμβασιλέως, Χριστοῦ Εὐλαμπία, καὶ ὑπομείνασα στερρῶς, σώματος
τρῶσιν καὶ πᾶσαν βάσανον· διὸ μεθέξει κρείττονι, θείας θεώσεως ἔτυχες, ὑπὲρ
πάντων πρεσβεύουσα, τῶν πιστῶς εὐφημούντων σε.
Ἕτερα.
Ἦχος ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς
καλῶς στρατευσάμενοι, Βασιλεῖ τῶν δυνάμεων, ἑαυτοὺς πανεύφημοι παρεδώκατε,
ἐθελουσίως εἰς μάστιγας, καὶ βίαιον θάνατον, ἐπαγόμενοι χορούς, συμμαρτύρων
μακάριοι, μεθ’ ὧν εὕρατε, τὸ μακάριον τέλος καὶ στεφάνους, ἀνεδήσασθε τῆς
νίκης, ὑπὲρ ἡμῶν ἱκετεύοντες.
Τῶν
Μαρτύρων τὸ καύχημα, Ἐκκλησίας τὸ στήριγμα, τῶν πιστῶν κραταίωμα καὶ διάσωσμα,
τοὺς Ἀθλοφόρους ὑμνήσωμεν, φιλέορτοι σήμερον· ῥωμαλαίως γὰρ αὐτοί, τὸν βελίαρ κατήσχυναν,
καὶ ἐκήρυξαν, τὸν Χριστὸν Βασιλέα τῶν ἁπάντων, ὃς ἀθλήσεως τῷ στέφει, λαμπρῶς
αὐτοὺς κατεστέψατο.
Δεῦτε
πάντες φιλέορτοι, εὐφημήσωμεν ᾄσμασιν, Ἀθλοφόρων σήμερον τοὺς ὁμομαίνας, τοὺς
ἀριστεῖς ἐν τοῖς σκάμμασι, Μαρτύρων ἀκρότητας, ἀπειλὰς τῶν ἀσεβῶν, ἐκνικήσαντας
χάριτι, Παντοκράτορος, καὶ ἐν ὕμνοις τιμήσωμεν προφρόνως, Εὐλαμπίαν τὴν τιμίαν,
καὶ τὸν γενναῖον Εὐλάμπιον.
Δόξα.
Ἦχος δ'. Ἰωάννου Μοναχοῦ
Τῇ
φιλαδελφίᾳ ἡ ὁμωνυμία συγκραθεῖσα, καὶ ἡ ἁγνεία τῇ ἀπαθείᾳ συμμιχθεῖσα, ἀβλαβῶς
διεφύλαξε τῆς γνώμης τὸ εὔτονον· ὅπου γὰρ Θεὸς ὁ ποθούμενος, κόσμος ὅλος
καταπεφρόνηται. Ὢ τοῦ θαύματος! ὁ ὄφις νενέκρωται, καὶ ὁ εἰς ὕψος ἀδικίαν
λαλήσας, ὑποχθόνιος αὐταδέλφοις Μάρτυσι καταπέπτωκεν, Εὐλαμπίῳ τῷ σοφῷ καὶ
Εὐλαμπία. Τούτοις εὐστοχωτάτοις ᾄσμασι βοήσωμεν, οἱ καλῶς ἐν Χριστῷ τὸν δρόμον
τελέσαντες, αἰτήσασθε τῷ κόσμῳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα
ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ,
μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα
ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι
εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ
πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ
τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον,
Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)
Σοφαὶ
γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ
πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ
ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει
αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς
ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις
σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις
εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία
πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος
σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς
πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις
αὐτοῦ καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ
παγίδος θανάτου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη,
μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ
αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὸν Στίχον. Ἦχος α΄.
Τῶν οὐρανίων ταγμάτων.
Τοὺς μαργαρίτας τοὺς θείους
καὶ ξυνωρίδα Χριστοῦ, Εὐλάμπιον γενναῖον, καὶ πιστὴν Εὐλαμπίαν, ἐν ὕμνοις
μεγαλύνωμεν τὰς ᾠδάς, πρὸς αὐτοὺς ἐκβοήσαντες· χαίρετε Μάρτυρες θεῖοι παρὰ
Θεοῦ, τοὺς στεφάνους κομισάμενοι.
Στ.: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τῶν οὐρανίων τὰ κάλλη
περιπολεύετε, τῷ ἐπὶ θρόνου δόξης, βασιλεύοντι πάντων, παρίστασθε βοῶντες
ἀγγελικῶς, τὸ τρισάγιον ᾆσμα αὐτῷ· Μεγαλομάρτυρες θεῖοι ὑπὲρ ἡμῶν, τῷ Θεῷ ἀεὶ
πρεσβεύσατε.
Στ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Τὰς τῶν τυράννων ἐπάρσεις
καὶ τῶν δαιμόνων βουλάς, ἀνδρείως καὶ σωφρόνως, ἐδιώξατε πόῤῥω, Εὐλάμπιε
παμμάκαρ σὺν τῇ σεμνῇ, Εὐλαμπίᾳ ὁμαίμονι, καὶ ὡς λιμένι εὐδίῳ Χριστῷ τῷ Θεῷ,
προσωρμίσθητε πανεύφημοι.
Δόξα.
Ἦχος δ'
Τῷ
τῆς Τριάδος φωτί, ἡ αὐτάδελφος ξυνωρὶς λαμπρυνθεῖσα, τῶν τυράννων τὴν ὠμότητα
κατέβαλεν· ὅθεν καὶ τὴν φλόγα καταπατοῦντες, χορεύοντες ἔψαλλον· Ἰδοὺ δὴ τὶ
καλόν, ἢ τὶ τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; Καὶ πρὸς ἔνθεον δόξαν
ἀποβλέποντες, οὐρανίου δόξης κατηξιώθησαν, Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν ἀεὶ
πρεσβεύοντες, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε,
παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην
ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν
Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε
Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Τῆς φύσεως θεσμῶ, συνημμένοι ἐνθέως, ὁμόψυχοι στεῤῥῶς, ὡς
ὀμαίμονες θεῖοι, αὐτάδελφοι Μάρτυρες, ἐν ἀθλήσει ὠράθητε, ὦ Εὐλάμπιε, σὺν τῇ σεμνῇ Εὐλαμπίᾳ· ὅθεν
στέφανον, νικητικὸν δεδεγμένοι, ἡμᾶς διασῴζετε.
Δόξα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εὐλάμπιον
πάνσοφε καὶ Εὐλαμπίαν ἁγνήν, τὸ ζεῦγος τὸ ἔνθεον τῶν ἀδελφῶν ἐν σαρκί, ἀξίως
ὑμνήσωμεν, ἤθλησαν γὰρ ἐνδόξως, ἐν πολλοῖς μαρτυρίοις, πλάνην τὴν τῶν εἰδώλων,
εὐθαρσῶς καθελόντες, πρεσβεύουσι δὲ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τῆς
φύσεως δεσμῷ, συνημμένοι ἐνθέως, ὁμόψυχοι στεῤῥῶς, ὡς ὁμαίμονες θεῖοι,
αὐτάδελφοι Μάρτυρες, ἐν ἀθλήσει ὡράθητε, ὦ Εὐλάμπιε, σὺν τῇ σεμνῇ Εὐλαμπίᾳ·
ὅθεν στέφανον, νικητικὸν δεδεγμένοι, ἡμᾶς διασώζετε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς
φρέαρ μυστικόν, καὶ πηγὴν σωτηρίας, ὑμνοῦμέν Σε ἀεί, Παναγία Παρθένε, τὴν κόσμῳ
πηγάζουσαν, ὕδωρ ὄντως ζωήῤῥυτον, τὸ ἁλλόμενον, εἰς τὴν ζωὴν τὴν ἀγήρω, μόνον
Κύριον, καὶ Βασιλέα τῶν πάντων, Χριστὸν τὸν φιλάνθρωπον.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Οἱ
Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, τὸ στέφος ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ
σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν
καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς
ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ
δέξαι Δέσποινα τὰς ἱκεσίας ἡμῶν καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ Κυρία
πανάμωμε· λῦσον τὰς περιστάσεις τῶν εἰς σέ προστρεχόντων σκέδασον τὰς ἐνέδρας
καὶ τὰ θράση, Παρθένε, τῶν νῦν ἐφοπλιζομένων ἀθέων κατὰ τῆς ποίμνης σου.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς: Τὴν λαμπρὰν
ὑμνῶ Μαρτύρων ξυνωρίδα. Ἰωσήφ.
ᾨδὴ
α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ
Ταῖς φανοτάταις ἀκτῖσι τῆς
τριλαμποῦς, ἀθλοφόροι Μάρτυρες, ἐλλαμπόμενοι αὐγῆς, φωτισμὸν αἰτήσασθε ἡμῖν,
τὴν πανέορτον ὑμῶν μνήμην γεραίρουσιν.
Ἡλιακὰς ἀπαστράπτει
μαρμαρυγάς, ἡ σεπτὴ καὶ εὔσημος, τῶν Μαρτύρων Ἑορτή, καὶ τῆς γῆς τὰ πέρατα ἀεί,
καταυγάζει μυστικῶς, σθένει τοῦ Πνευματος.
Νέῳ ἐν σώματι Μάρτυς τὸν
παλαιόν, τῆς κακίας ἄρχοντα, κατεπάλαισας στερρῶς, ὑπομείνας βάσανα καὶ πῦρ,
καὶ δεινῶν ἐπιφοράς, μάκαρ Εὐλάμπιε.
Θεοτοκίον
Λελυτρωμένοι Παρθένε
προγονικῆς, καταδίκης ἄχραντε, τῇ γεννήσει σου σαφῶς, ἐν φωναῖς ᾀσμάτων σε ἀεί,
μακαρίζομεν πιστοί, ὡς Θεομήτορα.
ᾨδὴ
γ'. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.
Ἀγῶνας ἤνυσας στερρῶς,
ὑπομείνας βασάνους, καὶ πικρὰς τιμωρίας, τῶν μελλόντων ἀγαθῶν, νευρούμενος
προφανῶς, ταῖς ἐλπίσιν, ἔνδοξε Εὐλάμπιε.
Μαρτύρων εὔκλειαν φαιδράν,
περικείμενον Μάρτυς, καθορῶσά σε ὅλην, ταῖς βασάνοις ἑαυτήν, ἐκδέδωκεν ἡ σεμνή,
Εὐλαμπία, ἀδελφὰ φρονοῦσά σοι.
Ποθήσας Μάρτυς τὸν Χριστόν,
τὰ ὁρώμενα πάντα, εἰς οὐδέν ἑλογίσω, τῶν τυραννούντων ὁρμάς, Εὐλάμπιε ἀθλητά,
ὀλεθρίους, πίστει τροπωσάμενος.
Θεοτοκίον
Ῥυσθῆναι πάσης πονηρᾶς,
ἐναντίων ἐφόδου, καὶ παθῶν ψυχοφθόρων, καὶ κινδύνων χαλεπῶν, τοὺς σὲ τιμῶντας
ἀεί, Θεοτόκε, πάναγνε ἱκέτευε.
Κάθισμα
τῶν Ἁγίων. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν
βασάνων τὰ νέφη τὰ χαλεπά, Ἀθληταὶ παριδόντες καρτερικῶς, ὡς ἥλιος χάριτι, τοῦ
Σωτῆρος ἐλάμψατε, ἀδελφικῇ στοργῇ δέ, ἐνθέως συνδούμενοι, ἐφ' ὁμοίοις πόνοις,
λαμπρῶς ἐδοξάσθητε· ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἐξ ὕψους ἐδέξασθε,
θεραπεύειν νοσήματα, Ἀθλοφόροι αὐτάδελφοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Τὴν
ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς
ἀκυβέρνητον, ποντουμένην πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, καὶ
ἐν πυθμένι ᾍδου, ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ,
καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε
τῷ σῷ Υἱῷ καὶ Θεῷ, των πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ
δοῦλός σου Δέσποινα.
ᾨδὴ
δ'. Χριστός μου δύναμις.
Ἀγρίων χάσματα, θηρῶν
ἐφίμωσας, ἐπικλήσεσι θείαις Ἀγγελικῇ, δόξῃ καλλυνόμενος, καὶ μαρτυρίου ἱεραῖς,
φωταυγίαις λαμπρυνόμενος.
Ναὸν σε ἔμψυχον, ναὸν
πανάγιον, ἡ τοῦ Πνεύματος χάρις Μάρτυς σοφέ, εὕρατο Εὐλάμπιε, ᾧ κραταιούμενος
Ναούς, τῶν εἰδώλων κατηδάφισας.
Ὑπῆρξας ἄσειστος,
ἀκαταπτόητος, ἀπερίτρεπτος πάσαις ἐπιβολαῖς, χαλεπῶν κολάσεων, κραταιουμένη ἐν
Χριστῷ, Εὐλαμπία παναοίδιμε.
Μαρτύρων αἵμασι,
καλλωπιζόμενοι, καὶ ὁμόνοιαν πίστει ἀδελφικῇ, σῴζοντες Μακάριοι, τῶν διωκτῶν
τὰς ζοφεράς, ἐπινοίας διεκρούσασθε.
Θεοτοκίον
Νοήσας πόρρωθεν,
ἐμφαντικώτατα, Ἀββακοὺμ σε ἐκάλει ὄρος Ἁγνή, ἀρεταῖς κατάσκιον, ἐξ οὗ ἐπέφανεν
ἡμῖν, ὁ φωτίζων τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ
ε'. Τῷ θείῳ φέγγει σου Ἀγαθέ.
Ὡς ὄρθρος ἔλαμψας εὐπρεπής,
ὡς ἡμερινὸς ὄντως ἀστήρ, ὡς φαεινότατος ἥλιος, ἄθλων καὶ σημείων μαρμαρυγαῖς
τοὺς πιστούς, ἐνθέως καταυγάζων, Μάρτυς Εὐλάμπιε.
Μεγίστοις πόνοις
ἐγκαρτερῶν, καὶ τὰς ἀνενδότους τῶν δεινῶν, ἐπιφορὰς λογιζόμενος, Μάρτυς ὡς
ἡδίστας τρυφὰς Εὔλάμπιε, τὰς θείας ἀντιδόσεις, χαίρων κεκλήρωσαι.
Αἱμάτων ῥεῖθρα Μάρτυς
σεμνή, χέουσα ἐκτήσω τῆς τρυφῆς, σὺ τὸν χειμάρρουν πανεύφημε, καὶ τὴν δι'
αἰῶνος δόξαν ἀμάραντον, καὶ τὴν ἐν Παραδείσῳ, τερπνὴν ἀπόλαυσιν.
Θεοτοκίον
Ῥομφαῖαι πᾶσαι τοῦ
δυσμενοῦς, ἄχραντε πανάμωμε Ἁγνή, ὄντως εἰς τέλος ἐξέλιπον· σὺ γὰρ τὸν ἁπάντων
Θεὸν ἐκύησας, τὸν Σταυρῷ καθελόντα, τούτου τὸ φρύαγμα.
ᾨδὴ
ς'. Τοῦ βίου τὴν θάλασσαν.
Τεινόμενοι Μάρτυρες, καὶ
στρεβλούμενοι δεινῶς, καὶ τοῖς θηρσὶ ῥιπτόμενοι, καὶ μεληδὸν κοπτόμενοι καὶ
πυρί, ἐνύλῳ φλεγόμενοι, τὴν ἀμώμητον πίστιν οὐκ ἠρνήσασθε.
Ὑψούμενα κύματα, τῶν
κολάσεων σφοδρῶς, δικαστικαῖς προστάξεσι, τὸ σταθηρὸν τῆς γνώμης τῶν Ἀθλητῶν
βυθίσαι οὐκ ἴσχυσε· τῇ γὰρ θείᾳ παλάμῃ ἐκρατύνοντο.
Ῥοαῖς ἀπεπνίξατε, Φαραὼ τὸν
δυσμενῆ, τοῦ ἐκχυθέντος αἵματος, τὴν δὲ Χριστοῦ ἠρδεύσατε εὐσεβῶς,ἀήττητοι
Μάρτυρες, Ἐκκλησίαν, τῇ πίστει ἀναθάλλουσαν.
Θεοτοκίον
Ὡς ὄμβρος κεκένωται, ἐν τῇ
μήτρᾳ σου Θεός, δι' εὐσπλαγχνίαν ἄφατον, καὶ τὸν χειμάρρουν ἅπαντας τῆς τρυφῆς,
ἐπότισε Δέσποινα, καὶ τὴν κτίσιν φθαρεῖσαν ἐκαινούργησε.
Κοντάκιον
τῶν Ἁγίων. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Τοὺς
γενναίους Μάρτυρας, καὶ ἀδελφοὺς κατὰ σάρκα, τὸν σοφὸν Εὐλάμπιον, καὶ Εὐλαμπίαν
τιμῶμεν· οὗτοι γὰρ τῶν τυραννούντων μηχανουργίας, ᾔσχυναν τῇ δυναστείᾳ τοῦ
σταυρωθέντος. ἀνεδείχθησαν διόπερ, Μαρτύρων δόξα, ὁμοῦ καὶ καύχημα.
Ὁ
Οἶκος
Τὴν
δυάδα πιστοὶ τῶν Ἀθλοφόρων σήμερον, ἐν ᾠδαῖς ἱεραῖς καὶ ὕμνοις εὐφημήσωμεν, ὅτι
τῶν εἰδώλων καθεῖλον τὴν πλάνην, πολυθεΐας τὸ πῦρ κατασβέσαντες, καὶ δαίμονας
ᾔσχυναν, τῶν δὲ τυράννων τὸν θυμὸν οὐκ ἔπτηξαν ξίφη τε καὶ πῦρ μὴ δειλιάσαντες,
οὔτε θηρίων ὁρμὰς ἀγρίων, ἀγωνισάμενοι καλῶς, Εὐλάμπιος ὁ εὐκλεής, σὺν τῇ σεπτῇ
Εὐλαμπίᾳ, ἀδελφοὶ σύναθλοι δειχθέντες, Μαρτύρων δόξα, ὁμοῦ καὶ
καύχημα.
Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐλαμπίου καὶ Εὐλαμπίας.
Καὶ προφθάσασα τὴν τομὴν Εὐλαμπία,
Εὐλαμπίῳ τμηθέντι κοινωνεῖ στέφους.
Τμήθησαν δεκάτῃ Εὐλάμπιος ἠδὲ ἀδελφή.
Οὗτοι οἱ Ἅγιοι ὑπῆρχον ἐπὶ Μαξιμιανοῦ ἐν Νικομηδείᾳ, ἡγεμονεύοντος Μαξίμου. Κατεκρύπτοντο δὲ πολλοὶ τῶν χριστιανῶν ἐν τῷ ὄρει, οἵ τινες ἀπέστειλαν τὸν Ἅγιον Εὐλάμπιον ἀγοράσαι ἄρτους ἐν τῇ πόλει. Ὁ δὲ ἀπελθών, καὶ ἰδὼν γράμματα προτεθειμένα τῶν βασιλικῶν διατάξεων, καὶ ταῦτα ἀναγινώσκων, ἐκρατήθη παρὰ τῶν εἰδωλολατρῶν, καὶ ἐρωτηθεὶς παρὰ τοῦ βασιλέως, ὡμολόγησεν ἑαυτὸν χριστιανόν. Καὶ εἰσελθὼν ἐν τῷ ναῷ τῶν εἰδώλων, ὡς θύσων, ἐπέταξε τῷ Ἄρεϊ πεσεῖν, καὶ πεσών, συνετρίβη. Τιμωρουμένου δὲ αὐτοῦ, Εὐλαμπία ἡ ἀδελφὴ αὐτοῦ εἰς τὸ μέσον ἐλθοῦσα, ἐδυσώπει τὸν Ἅγιον Εὐλάμπιον, εὔξασθαι ὑπὲρ αὐτῆς, τοῦ συμμαρτυρῆσαι αὐτῷ. Ἐμβληθέντων δὲ εἰς λέβητα κοχλάζοντα, καὶ μηδὲν ἀδικηθέντων, ἐπίστευσαν ἄνδρες 200, καὶ σὺν αὐτοῖς ἀπεκεφαλίσθησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Διακοσίων Μαρτύρων, τῶν συναιρεθέντων τῷ Ἁγίῳ Εὐλαμπίῳ.
Ἀνδρῶν τετραπλῆν οἶδα πεντηκοντάδα,
Ξίφει τελειωθεῖσαν, ὤ θείου τέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοφίλου τοῦ Ὁμολογητοῦ.
Τὴν κλῆσιν ἔργοις Θεόφιλος δεικνύων,
Θεανδρικῆς ἤθλησεν εἰκόνος χάριν.
Οὗτος πρὸ τριῶν σταδίων Τιβεριουπόλεως, γεννηθεὶς παρὰ εὐσεβῶν γονέων καὶ χριστιανῶν, τριετὴς ὤν, τῷ Ἁγίῳ Βαπτίσματι ἀνεγέννηθη. Λαβόντες δὲ αὐτὸν οἱ γονεῖς, ἀνέδραμον πρὸς τὸ Σελέντιον ὄρος, καὶ εὑρόντες τὸν Ὅσιο Πατέρα ἡμῶν Στέφανον, καὶ τὴν ἐκείνου εὐλογίαν δεξάμενοι, οἴκαδε ἀνεχώρουν. Ἔκτοτε οὖν σχολάζων ἦν ὁ παῖς τοῖς ἱεροῖς γράμμασιν. Εἰς καὶ τρισκαιδέκατον δὲ φθάσας χρόνον, πρὸς τὸν Ὁσιώτατον ἀνέδραμε Στέφανον. Ὅν καὶ ἰδών: Τίνος χάριν ὦ τέκνον, ἔφη, πρὸς ἡμᾶς ἐλήλυθας; Ὁ δὲ παῖς ἀπεκρίνατο: Κέκληκάς με Πάτερ, καὶ αφεὶς τοὺς γονεῖς ἦλθον πρὸς σε. Πότε τέκνον, (ὁ Ὅσιος ἔφη) καὶ τί σοι εἴρηκα; Ἐν τῷ Ἀγριδίῳ περιπονοῦντί μοι εἴρηκας: Τέκνον Θεόφιλε, ἀπεμάκρυνας τοῦ Κυρίου λέγοντος: Ἆρον τὸν σταυρόν σου καὶ ἀκολούθει μοι. Ἐπὶ τούτῳ πληγεὶς τὴν καρδίαν, ἠκολούθουν σοι μέχρι τοῦ πυλῶνος, καὶ αὐτὸν μὲν εὗρον κεκλεισμένον, σὺ δὲ ἐξῆλθες ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ εὑρέθην μόνος· καὶ δοκεῖ μοι Πάτερ Ἅγιε ὡς τὸ προσόν σοι τῆς ὁμιλίας δίδωσί μοι ἐννοεῖν, ὅτι ἦς αὐτὸς σὺ ὁ καλέσας με. Ἀλλὰ μὴ ἀποστρέψης τὸν δοῦλόν σου ζητοῦντα τὴν σωτηρίαν. Ὁ δὲ Ὅσιος, τῷ Θεῷ εὐχαριστήσας προσελάβετο τὸν παῖδα, ἀνάγων καὶ ἐκπαιδεύων τὴν τοῦ μονήρους βίου ἀκολουθίαν καὶ ἄσκησιν.
Τριῶν οὖν ἤδη ἐνιαυτῶν παρῳχηκότων, προσκαλεσάμενος ὁ Ὅσιος τὸν τῆς λαύρας ἡγούμενον, παρέδωκε τὸν παῖδα, ὅς λαβὼν τοῦτον, ἀπέκειρεν ἐν τῇ ὑπ’ αὐτὸν Λαύρᾳ. Οἱ δὲ γονεῖς αὐτοῦ οὐκ ἠμέλουν ἀνερευνῶντες καὶ σπεύδοντες εἰς τὴν τοῦ κρυπτομένου ἀνέρευσιν. Ὀψὲ δε πότε μετὰ παραδρομὴν χρόνων τινῶν τὰ περὶ τοῦ παιδὸς μαθόντες, προσῆλθον τῷ ἡγουμένῳ, περιπαθῶς ἐξαιτούμενοι ἐμφανισθῆναι αὐτοῖς τὸν υἱόν. Ὁ δε, πρῶτον μὲν οὐ μικρῶς ἐπὶ τούτῳ δυσχεράνας, οὐδόλως κατένευεν. Ὡς δὲ τὴν συνέχουσαν αὐτοὺς ἀθυμίαν ἑώρα, καὶ τὸ τῆς θλίψεως ὑπερβολικὸν καὶ ἀφόρητον καὶ μὴ θέλων ὑπέδειξεν αὐτοῖς τὸν υἱόν, ὅν οἱ τεκόντες ὡς εἶδον οὕτως ἔχοντα, εἰς θρῆνον χαρᾷ σύμμικτον τραπέντες, ἐνηγκαλίζοντο, καὶ κατησπάζοντο, τί μὴ λέγοντες καὶ τί μὴ πράττοντες τῶν ἱκανῶν, καὶ αὐτῶν σχεδὸν τῶν ἀψύχων καθάπτεσθαι;
Τέως ἐπίτισιν ἡμέραις συνηδόμενοι τῷ υἱῷ καὶ τῆς ἐνούσης αὐτῷ χάριτος ἀκριβῶς αἰσθόμενοι, ὅρκοις ἐμπεδοῦν ἤρξαντο τὸν ἡγούμενον, μεθ’ ἑαυτῶν ἔχειν καὶ τὸν παῖδα, οἴκαδε ὑποστρέφοντες, ἐφ’ ᾧ ἔκπαλαι ποθοῦντας στῆσαι καὶ ἀνεγεῖραι Μοναστήριον ἐξ οἰκείων ἀναλωμάτων, νῦν καιροῦ καλοῦντος δέον ἀπαρτισθῆναι. Ἀνανεύοντος δὲ πρὸς τοῦτο τοῦ ἡγουμένου, καὶ τοῖς ἀδελφοῖς τὸ πᾶν προσαναθεμένου, νηστείᾳ τριημέρῳ καὶ παννύχῳ ἀγρυπνίᾳ ἐκ Θεοῦ τὴν περὶ τούτου λύσιν λήψεσθαι κοινῶς ἐψηφίσαντο. Καὶ τούτου γενομένου, ὡς θαυμαστὰ τὰ ἔργα σου Κύριε! Φωνὴ ἔναρθρος ἐν τῷ ναῷ ἠκούσθη ἄνωθεν, τὸν ζητούμενον ἀπολυθῆναι παρακελεύουσα. Ὅν καὶ παραλαβόντες οἱ γονεῖς μετὰ καὶ ἀδελφῶν τινῶν τῆς μονῆς, ὑπέστρεψαν οἴκαδε χαίροντες. Καὶ τῆς μονῆς τάχει πολλῷ κατασκευασθείσης, ἦν ὁ Ἅγιος Θεόφιλος ἐν αὐτῇ ἀσκητικῶς διάγων χρόνοις ἱκανοῖς.
Ἐπεὶ δὲ ὁ κοινὸς πάντων ἐχθρὸς οὐδέ ποτε ἠρεμεῖ, τὸν δυσώνυμον θῆρα ὑπελθὼν Λέοντα, βασιλέα τὸν εἰκονομάχον, ἀνέπεισε παραστῆσαι ἐνώπιον αὐτοῦ τὸν Ἅγιον, καὶ ὁμολογήσαντα τὴν τῶν Ἁγίων εἰκόνων προσκύνησιν βουνεύροις τύπτεσθαι προσέταξεν. Εἶθ’ οὕτως καὶ τὰς χεῖρας ὄπισθεν δεσμευσθῆναι καὶ τὴν ἐπὶ Νίκαιαν ἄγεσθαι τρίβον. Τὸν δὲ στυλίτην Λογγῖνον, ὕπτιον ἐπὶ γῆς ἁπλωθῆναι, ἐπιθεῖναί τε τῇ τούτου κεφαλῃ τὰς εὑρεθείσας αὐτῷ ἱερὰς εἰκόνας, καὶ καταφλεχθῆναι.
Ὁ δὲ Ἅγιος, ἤδη τὴν Νίκαιαν καταλαβών, παρέστη τῷ δικαστηρίῳ. Καὶ τότε μὲν τοῦ Θεοφίλου τὸ πεπαῤῥησιασμένον καὶ ἐλεγχτικὸν μὴ φέρων ὁ δυσσεβής, σταυροειδῶς ἐπὶ δυσὶ στύλοις διαταθῆναι τοῦτον ἐκέλευσε, καὶ βουνεύροις ξηροῖς τὰς τούτου σάρκας καταξαίνεσθαι ἔμπροσθέν τε καὶ ὄπισθεν. Ὅτε δὲ κρουνηδὸν τὸ αἷμα κατερχόμενον εἶδε, καὶ τὴν γῆν φοινισσομένην, ἐγερθεὶς τοῦ θρόνου αὐτοῦ, δι’ ἑαυτοῦ ἐπὶ πολλὰς τὰς ὥρας τὰς ὄψεις τοῦ Ἁγίου ἔτυπτε.
Μετὰ δὲ τὸ παύσασθαι τύπτειν αὐτόν, σιδηροῖς ὑποδήμασι πεπυρακτωμένοις προσέταξεν ὑποδεθῆναι, καὶ τρέχειν ἔμπροσθεν αὐτοῦ. Τότε ὁ ἄρχων ὑπατικός, αἰδεσθεὶς τὴν τοῦ Ἁγίου ἀρετὴν φησί: Ἆρά γε, Θεόφιλε, σὺ μόνος καὶ οἱ κατὰ σὲ μωραίνετε εἰς τὸ προσκυνεῖν τὰς εἰκόνας, ἤ ὁ βασιλεὺς καὶ ἡμεῖς οἱ δοκοῦντες κρατεῖν; Ὁ Ἅγιος εἶπεν: Εἰ θέλεις, ἐκ τῶν γραφῶν γυμνάσωμεν τὸ ζητούμενον, οἶδα γάρ, ὅτι ἀκριβῶς ἐπίστασαι τὰς γραφάς. Καὶ εὰν εὐλόγως πείσῃς με, ἀποβαλοῦμαι προσκυνεῖν τὰς εἰκόνας, εἰ δὲ πεισθῆς, προσκυνήσεις αὐτάς. Ὁ δὲ ἄρχων εἶπεν: Ἀναμφιβόλως.
Τότε ὁ Ἅγιος περιχαρὴς γενόμενος, ἤρξατο διαλέγεσθαι περὶ τιμῆς καὶ σχέσεως τῶν Ἁγίων εἰκόνων. Καὶ πεισθεὶς ὁ ἄρχων, φησί: Τίμιε Γέρων, ἐγὼ σπουδάσαι ἔχω, πεῖσαι τὸν βασιλέα συνελθεῖν τῇ διαγνώσει ταύτῃ, εἰ ἄρα δυνηθῶ, σὺ δὲ τὸ ἀφέσιμον παρ’ ἐμοῦ λαβών, ὑπόστρεφε εἰς τὸ κελλίον σου. Ὁ δὲ Ἅγιος περίλυπος γενόμενος, ὡς μὴ πληρώσας τὸν τοῦ μαρτυρίου δρόμον, ὅμως ἔχων τὰ στίγματα, ἔχαιρε. Καὶ ὑποστρέψας εἰς τὸ μοναστήριον, χαρὰν οὐ μικρὰν καὶ ἀγαλλιάσιν ἐνέβαλε τοῖς ἀδελφοῖς, καὶ φίλοις, καὶ συγγενέσι, καὶ πᾶσι τοῖς πλησιοχώροις.
Ὀλίγου δὲ χρόνου διελθόντος ἐκ τῆς ἀθλητικῆς αὐτοῦ ἐπανόδου πρὸς τὴν μονήν, ὁ αοίδιμος γνοὺς τὴν ἀπὸ τῶν γηΐνων πρὸς τὰ οὐράνια αὐτοῦ μετάβασιν, καὶ καλῶς τὰ περὶ τῆς μονῆς διαθέμενος, καὶ πάντα κατηχήσας καὶ εὐλογήσας, πρὸς ὅν ἐπόθει Κύριον ἐξεδήμησεν, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιανοῦ.
Ὁ Βασιανὸς τὸν κάτω λιπὼν βίον,
Χαίρων πρὸς αὐτὴν τὴν ἄνω χωρεῖ βάσιν.
Οὗτος ὑπῆρχεν ἐξ ἀνατολῶν τῆς Σύρων χώρας. Ἐπὶ δὲ τῆς βασιλείας Μαρκιανοῦ τοῦ εὐσεβεστάτου, ἦλθεν ἐν Κωνσταντινουπόλει, καὶ τοσοῦτον διέλαμψεν ἀρεταῖς καὶ θαύμασιν, ὡς καὶ ναὸν κτίσαι ἐπ’ ὀνόματι αὐτοῦ τὸν βασιλέα, ὅς καὶ μέχρι τῆς σήμερον ἐστίν. Ἐπληθύνθη δὲ ὁ ἀριθμὸς τῶν μαθητῶν αὐτοῦ, ὡς εἰς 300, ἐξ ὧν ἦν καὶ ἡ Ἁγία Ματρώνα. Οὕτω δὲ βιώσας, καὶ πολλοὺς τῷ Θεῷ προσαγαγών, καὶ νόσους θεραπεύσας, καὶ θαυμάτων ἀπείρων αὐτουργὸς γεγονώς, ἐν βαθυτάτῳ γήρᾳ πρὸς Κύριον ἐξεδήμησεν.
Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς ἐν ἔτει 1830 εὑρέσεως τῆς Τιμίας Ζώνης τῆς Ὑπεραγίας ἡμῶν Θεοτόκου ἐν τῇ νήσῳ τῆς Ἁγίας Εἰρήνης, ἤτοι τῆς Σαντορίνη, καὶ τῆς ἐνδόξου ἐπανόδου, ἐν τῇ θείᾳ καὶ σεβασμία Μονὴ τοῦ Βατοπαιδίου.
Ἵνα τρυγῶμεν ἄφθονον πιστοὶ χάριν,
Ζώνη εὑρέθη ἐν Νήσῳ κεκρυμμένη.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου
Ἀμβροσίου τῆς Ὄπτινα τοῦ θαυματουργοῦ.
Βρῶσιν βεβρωκὼς Ἀμβρόσιε τὴν ἄνω,
Βρύεις τοῖς πιστοῖς ἄνωθεν τὴν σὴν χάριν.
Οὗτος ὁ μακάριος Ἀμβρόσιος ἦν ἐκ τοῦ χωρίου Μεγάλο
Λίποβιτς τῆς περιφερείας Ταμπὼφ τῆς Ῥωσίας, εἰς ὧν τῶν ὀκτὼ τέκνων τοῦ Μιχαὴλ
Γρένκωφ. Διδασκαλικὴ δὲ ἀξία τετιμημένος πάντα καταλείψας κατέλαβε τὴν ἔρημον
τῆς Ὄπτινα, ἔνθα ἔμεινεν ἀσκούμενος ἐν τῇ Σκήτῃ αὐτῆς, μαθητεύσας παρὰ τῷ Ὁσίῳ
Μακαρίῳ. Νόσοις δὲ πολλοῖς συσχεθείς, καὶ πικρῶς ὑπ᾿ αὐτῶν βασανιζόμενος καὶ
δαπανώμενος οὐκ ἐπαύσατο τοὺς ἀσκητικοὺς ἀγῶνας. Ἠξιώθη δὲ προορατικοῦ καὶ
ἰαματικοῦ χαρίσματος· διὸ καὶ πλήθη λαοῦ προσέτρεχον αὐτῷ, λύσιν ἀπόρων καὶ
ἴασιν νόσων καὶ εὐλογίαν δαψιλῆ ἐξαιτούμενοι καὶ λαμβάνοντες. Ἵδρυσε δὲ καὶ
Μονὴν γυναικῶν ἐν Σαμορντίνῳ, ἀνεπαύθη δὲ ἐν Κυρίῳ κτῆμα πολύτιμον καταλιπὼν
τοῖς πιστοῖς τὰ χαριτόβρυτα λείψανα αὐτοῦ, ἰάσεις πολλὰς ἐπιτελοῦντα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀνδρέου τῆς Τότμα τοῦ Ῥώσσου τοῦ διὰ Χριστὸν σαλλοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ
ζ'. Δροσοβόλον μὲν τὴν κάμινον.
Νεανίας τρεῖς ἐν χάριτι
μιμούμενοι, τὸ πῦρ κατεπατήσατε, δροσιζόμενοι τῷ ἀϋλῳ Πνεύματος πυρί, καὶ
ψάλλοντες Μάρτυρες Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ξεομένης τῆς σαρκὸς ἡ πρὸς
τὸν Κτίσαντα, ἀγάπη ἐκρατύνετο· οἱ γὰρ Ἅγιοι ὁλοτρόπῳ νεύσει πρὸς Θεόν,
θεούμενοι ἔμελπον πιστῶς· Εὔλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὑπερείδων σου καρδίας τὰ
κινήματα, ταῖς θείαις ἀναβάσεσιν, ἐν ἀσαλεύτῳ, Ἀθλοφόρε πέτρα τῆς ζωῆς,
ἀκλόνητος ἵστασο βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νεανίας τρεῖς ἡ κάμινος οὐκ
ἔφλεξε, γέννησιν προτυποῦσα τὴν σήν· τὸ γὰρ θεῖον πῦρ, σὲ μὴ φλέξαν ᾤκησεν ἐν
σοί, καὶ πάντας ἐφώτισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ
η'. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ὡραιότατος ὤφθης ψυχῇ καὶ
σώματι, τῶν βασάνων νιφάσι καταχωννύμενος, Μάρτυς ἀθλητά, οὐδαμῶς δὲ ἡττώμενος,
μέλπεις τῷ Δεσπότῃ, Χριστῷ εἰς τοὺς αἰῶνας.
Ῥητορεύοντες ἅμα λόγον τὸν
ἔνθεον, ἐξεφαύλισαν πόθῳ δόγμα τὸ ἄθεον, οἱ ἀδελφικῇ, ἀγχιστείᾳ συνδούμενοι,
Μάρτυρες τοῦ πάντων Θεοῦ καὶ Βασιλέως.
Ἱερεῖα καὶ θεῖα
ὁλοκαυτώματα, ἐθελόθυτοι ἄρνες ἄμωμα σφάγια, κάρπωμα δεκτόν, τῷ Θεῷ
προσηνέχθητε, ἐν ἐπουρανίῳ, τραπέζῃ Ἀθλοφόροι.
Διαυγῆ σε ἀστέρα
φωτοειδέστατον, ἰαμάτων ἀκτῖσι καταλαμπρύνοντα, πάντων τὰς ψυχάς, ἀθλοφόρε
Εὐλάμπιε, πίστει ἐγνωκότες, ὑμνοῦμεν εἰς αἰῶνας.
Θεοτοκίον
Ἀπειρόγαμε Κορη χαῖρε
πανάμωμε, ὁ λιμὴν τῶν ἐν ζάλῃ χαῖρε Θεόνυμφε, τῶν ἁμαρτωλῶν, χαῖρε τὸ
ἱλαστήριον, χαῖρε ἡ τεκοῦσα, Θεὸν σεσαρκωμένον.
ᾨδὴ
θ'. Θεὸν ἀνθρώποις ἰδεῖν.
Ἰδεῖν τὴν δόξαν τοῦ
Παντοκράτορος, ἐπιποθῶν καὶ κάλλος δὲ αὐτοῦ τὸ ἀμήχανον, ἀδοξίαν τοῦ βίου
παρέδραμες, ἄτιμον ὑπομείνας, θάνατον ἔνδοξε, δόξαν προξενοῦντά σοι ἀεί, Μάρτυς
Εὐλάμπιε.
Ὡς φῶς ὡς λύχνος
ἀειλαμπέστατος, τοῖς ἐν νυκτὶ τοῦ βίου καθωράθης Εὐλάμπιε, ἀγνωσίας τὸ σκότος
ἐδίωξας, ἔλυσας παθημάτων τὴν ἀμαυρότητα, φέγγει ἰαμάτων, Ἀθλητὰ Θεομακάριστε.
Στολαῖς βαφείσαις ὑμῶν ἐξ
αἵματος, μαρτυρικοῦ ὡραίους ἑαυτοὺς περιστείλαντες, στεφηφόροι Κυρίῳ παρίστασθε,
μέλποντες σὺν Ἀγγέλοις, Ἅγιος, Ἅγιος, Ἅγιος Τριάς, ἡ παντουργὸς καὶ
παντοδύναμος.
Ἡμῶν τῶν πίστει τὴν
ἀεισέβαστον, καὶ ἱερὰν καὶ πλήρη φωτισμοῦ καὶ λαμπρότητος, ἀθλοφόροι Μάρτυρες,
τελούντων ὑμῶν, Μνήμην καὶ προσκυνούντων, πίστει τὰ λείψανα, μέμνησθε παντοίων
πειρασμῶν, πάντας λυτρούμενοι.
Θεοτοκίον
Φωτὸς δοχεῖον τοῦ
ἀναλάμψαντος, θεοπρεπῶς ἐκ σοῦ τῆς καθαρᾶς Παναμώμητε, τῆς ψυχῆς μου τὰ ὄμματα
φώτισον, σκότος τῆς ἀγνωσίας ἀποδιώκουσα, καὶ τῆς ἁμαρτίας τὴν ἀχλύν,
ἐξαφανίζουσα.
Ἐξαποστειλάριον
τῶν Ἁγίων. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε.
Ἀξίως
ἐποφείλομεν, ὑμνεῖν τοὺς οὐρανόφρονας, Εὐλάμπιον Εὐλαμπίαν, τοὺς ἱεροὺς
ἀθλοφόρους, ὡς αὐταδέλφους Μάρτυρας, καὶ τὴν αὐτῶν ὑπέρλαμπρον, μνήμην τελεῖν
ἐν ᾄσμασιν· ὑπὲρ τοῦ κόσμου γὰρ οὗτοι, ἐξιλεοῦνται τὸ θεῖον.
Θεοτοκίον
Ῥανίσι
τοῦ ἐλέους σου, κατάρδευσον Πανάμωμε, τὴν ἐκτακεῖσαν ψυχήν μου, τῆς ἁμαρτίας τῇ
καύσει, καὶ σκοτισθέντα πάθεσι, τὸν νοῦν μου φωταγώγησον, τοῦτον σαφῶς
ἰθύνουσα, πρὸς ἄϋλον θεωρίαν, τοῦ σοῦ Υἱοῦ Θεοτόκε.
Αἶνοι.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἀήττητοι
Μάρτυρες ζωήν, ἀληθῆ ποθήσαντες, καὶ εἰς ἀεὶ διαμένουσαν, θάνατον ἄδικον,
παρανόμῳ ψήφῳ, χαίροντες ὑπέστητε, καὶ νῦν μετὰ Μαρτύρων εὐφραίνεσθε· ὅθεν
κραυγάζομεν· Εὐλαμπία καὶ Εὐλάμπιε, τοὺς ἱκετὰς ὑμῶν βλάβης ῥύσασθαι. (Δίς)
Καλλίνικοι
Μάρτυρες φρουραῖς, ἅμα συγκλειόμενοι, ὡς ἐντολῶν θείων φύλακες, καὶ
ἐκτηκόμενοι, δίψει οὐρανόθεν, δρόσον ἐκομίσασθε, ὑμᾶς πνευματικῶς ἀναψύχουσαν·
διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Μαρτύρων
δυὰς πανευκλεής, ξυνωρὶς περίδοξε, ἡ φρυκτωροῦσα τὰ πέρατα, ἀνδρείας πράξεσιν,
ἐν Νικομηδείᾳ πόλει ἀριστεύσασα, καὶ πᾶσαν Ἐκκλησίαν φαιδρύνασα, τοῖς σοῖς
παλαίσμασι, σοὺς ἱκέτας ἀπολύτρωσαι, ἐκ μανίας τοῦ πλάνου ἀλάστορος.
Δόξα.
Ἦχος πλ. δ΄.
ᾈσματικὴν
χορείαν κροτήσωμεν σήμερον, ὦ φιλομάρτυρες, ἐπὶ τῇ μνήμῃ τῶν πανευσεβῶν
Ἀθλητῶν, Εὐλαμπίου καὶ Εὐλαμπίας· οὗτοι γάρ, τῆς Τριάδος γεγόνασιν ὑππέρμαχοι,
καὶ ἐν σταδίῳ ἀνδρείως τὸν ἀόρατον ἐχθρόν, ἐν τῷ σεπτῷ αὐτῶν αἵματι ἀπέπνιξαν,
καὶ τὸν τῆς νίκης στέφανον ἐνδόξως ἐκομίσαντο· διὸ πρὸς αὐτοὺς ἀναβοήσωμεν·
ζεῦγος ἅγιον Κυρίῳ, τῶν αὐταδέλφων δυὰς ἡ πεφωτισμένη, τὸν Σωτῆρα πρέσβευε ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου