ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΖ΄!!
ΚΑΛΛΙΣΤΡΑΤΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυς
ἀθλητὰ Καλλίστρατε τῆς εὐσεβείας φωτί, φωτισθεὶς τὴν διάνοιαν, τὴν ὁδὸν ἐβάδισας,
ἀκλινῶς τὴν εἰσάγουσαν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα, νικήσας πάντα τὰ
μηχανήματα, τοῦ πολεμήτορος· ὅθεν εὐφημοῦμεν σε, τὴν ἱεράν, μνήμην σου
γεραίροντες, μακαριώτατε.
Μάρτυς
θέοφρον Καλλίστρατε, λόγον πλουτήσας ζωῆς, πρὸς ζωὴν καθωδήγησας, τοὺς ἀγνοίᾳ
πρότερον, ἐν νεκρώσει ὑπάρχοντας· οἳ καὶ θανόντες, προθύμως ἔνδοξε, διὰ τὴν
πάντων, ἡμῶν ἀνάστασιν, ζῆν ἀληθέστατα, ἐν Χριστῷ πιστεύονται, μεθ' ὧν ἡμῶν,
μέμνησο πρὸς Κύριον, τὸν ὑπεράγαθον.
Μάρτυς
ἱερὲ Γυμνάσιε, ξίφει τὴν κάραν τμηθείς, τῇ πλημμύρᾳ τοῦ αἵματος, Φαραὼ τὸν
δόλιον, ἀληθῶς κατεπόντισας, καὶ νῦν πηγάζεις, πᾶσιν ἰάματα, τοῖς τῷ ναῷ σου,
πίστει προστρέχουσι, καὶ τοὺς ἀγῶνάς σου, ἐν αὐτῷ γεραίρουσι, καὶ τὴν σεπτήν,
μνήμην σου μακάριε, πανηγυρίζουσιν.
Ὤ
τοῦ παραδόξου θαύματος! πῶς ὥσπερ ἄλλος ἀστήρ, ἐν τῷ μέσῳ ἐξέλαμψε, τῶν ἀπίστων
πίστεως, τῷ φωτὶ ὁ Καλλίστρατος, Μάρτυς Κυρίου ὁ γενναιότατος, καὶ ἐν βασάνοις
καρτερικώτατος, ὤ τῆς ἐνστάσεως, καὶ λαμπρᾶς ἀθλήσεως ὤ Ἀθλητά! ᾟ συμβασιλεύεις
νῦν, τῷ Παντοκράτορι.
Ὤ
τοῦ παραδόξου θαύματος! πῶς ὡς φωστὴρ φωταυγής, ἐλλαμφθεὶς τὴν διάνοιαν, τῷ
φωτὶ τῆς χάριτος, δαδουχῶν κατεφώτισε, δῆμον ἀπίστων καὶ τούτους Μάρτυρας,
Χριστῷ προσῆξεν ὁ γενναιότατος, Μάρτυς Καλλίστρατος, τούτου τὴν ὑπέρλαμπρον
δεῦτε πιστοί, μνήμην ἐκτελοῦντες νῦν, πανηγυρίσωμεν.
Ὤ τοῦ παραδόξου θαύματος! πῶς ὡς ἀδάμας στεῤῥός, τὰς βασάνους καὶ μάστιγας, τῶν τυράννων ἤνεγκε, καρτερῶν ἀνδρικώτατα, ὁ γενναιόφρων καὶ καρτερόψυχος, τῆς εὐσεβείας πύργος ἀσάλευτος, Μάρτυς Καλλίστρατος, καὶ τυράννων ᾔσχυνε πᾶσαν ἰσχύν, σθένει δυναμούμενος, τοῦ θείου Πνεύματος.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἀνέτειλε τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἠ σεβάσμιος πανήγυρις τοῦ στεῤῥοτάτου ἀθλητοῦ, Μάρτυρος Χριστοῦ Καλλιστράτου, τοὺς πιστοὺς καταυγάζουσα, καὶ συγκαλοῦσα μυστικῶς, πρὸς εὐωχίαν τοὺς πάντας, ἄριστον λαμπρὸν παραθεῖσα, τὰς ἀριστείας τοῦ Μάρτυρος. Τοῦτον οὖν τιμῶντες καὶ ἡμεῖς, εὐφημήσωμεν λέγοντες· Χαίροις ὁ φωτὶ τῆς πίστεως ὡς ἥλιος ἐκλάμπων, καὶ ψυχὰς καταφωτίζων ταῖς θεοπνεύστοις διδαχαῖς, καὶ τὴν γῆν καταφαιδρύνων, ταῖς παμφαεστάταις ἀκτῖσι τοῦ μαρτυρίου· χαίροις ὁ Χριστὸς ἐν μέσῳ τῶν τυράννων, μεγαλοφώνως ὡς ἐν εὐήχῳ σάλπιγγι κηρύττων, Μεγαλομάρτυς Ἀθλητά, καὶ δεινὸν ἐλέγχων τὸ σκότος τῆς εἰδωλομανίας· χαίροις ὅτι στέφανον ἀθλήσεως ἧρας γενναιόφρων, καὶ Χριστῷ συμβασιλεύεις, εἰς αἰῶνας ἀγαλλόμενος, μὴ ἐλλείπῃς οὖν πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει ἐκτελούντων τὴν πανίερον καὶ θείαν καὶ πανένδοξόν σου ἄθλησιν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος,
Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τὸν
τοῦ Χριστοῦ ἀθλητήν, καὶ Μάρτυρα τῆς ἀληθείας, δεῦτε ἐν ὕμνοις τιμήσωμεν, μετὰ
πόθου φιλομάρτυρες, τὸν λαμπρῶς ἀγωνισάμενον, καὶ ἰσχὺν ἐχθροῦ καὶ θράσος,
δυνάμει τῇ τῆς πίστεως, εἰς γῆν καταῤῥάξαντα, ὅθεν καὶ τὸ στέφος τῆς ἀθλήσεως,
παρὰ Χριστοῦ ἀναδησάμενος, ἐν οὐρανοῖς περιπολεύει, σὺν τοῖς ἀΰλοις
λειτουργοῖς, τὸν τρισάγιον προσᾴδων, καὶ πρεσβεύων τῷ Κυρίῳ, τοῦ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Δεῦτε
μιμησώμεθα τὰς φρονίμους παρθένους, καὶ ψυχῆς τὰς λαμπάδας φαιδρύναντες, εὐθέως
ὑπαντήσωμεν Χριστῷ, τὸν Μάρτυρα Αὐτοῦ ἐγκωμίοις καταστέφοντες. Χαίροις, πρὸς
αὐτὸν κραυγάζοντες Μεγαλομάρτυς τοῦ Χριστοῦ, παμμακάριστε Καλλίστρατε, ὅτι κατὰ
Παῦλον οὐ λελόγισαι τὴν πληθὺν τῶν βασάνων καὶ τὸ θράσος, τῇ ἀγάπῃ τοῦ Χριστοῦ
ἐκπυρωθείς, καὶ σὸν αἷμα ἐξέχεας. Χαίροις ὁ λαμπρῶς ἐν μέσῳ τῶν τυράννων
εὐηχέστατα κηρύττων, τὴν θεότητα τοῦ Χριστοῦ, μίαν εἰς ἀεὶ διαμένουσαν. Διὸ ἐν
οὐρανοῖς παριστάμενος αὐτῷ ἐν παῤῥησίᾳ, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει
ἐκτελούντων, τὸ σεπτόν σου νῦν μνημόσυνον.
Ὤ
τοῦ θαύματος! τῷ τῆς Τριάδος φωτὶ ὑπαναπτόμενος, ἔσβησε πυρὰν βασάνων ὁ τοῦ
Χριστοῦ ἀθλητής, καὶ ἐν πελάγει ῥιπτόμενος, ἐβόα ἐν χαρᾷ· Οὐ χωρίσει με πληθὺς
βασάνων, τῆς ἀγάπης τοῦ Χριστοῦ μου, οὐ λιμός, οὐ θλίψεις καὶ κακώσεις, οὐ
θαλάσσης ὁ βυθός, οὐδὲ τάσεις τῶν τοῦ σώματος μελῶν. Ἀλλ’ ὦ Μάρτυς τοῦ Κυρίου,
μὴ ἐλλείπῃς τοῦ πρεσβεύειν ἀεὶ ὑπὲρ ἡμῶν θερμῶς, παριστάμενος τῷ Βασιλεῖ τοῦ
παντός, ὡς παῤῥησίαν ἔχων πολλήν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε
φιλομάρτυρες πάντες, ἐπὶ τῇ μνήμῃ τοῦ Ἀθλοφόρου, φαιδρῶς ἑορτάσωμεν, καὶ ψυχῇ
ἀγαλλιώμενοι, ἐγκωμίοις μαρτυρικοῖς, αὐτὸν καταστέψωμεν. Οὗτος τῇ γὰρ Χριστοῦ
ἀγάπῃ ἐκπυρωθείς, ὡς χρυσίον ἐν καμίνῳ ταῖς βασάνοις δοκιμασθείς, μαρτυρικῷ
τέλει ὡραϊσάμενος, ἀπὸ γῆς μετέβη στεφηφόρος εἰς οὐράνια, καὶ Χριστῷ τῷ
Παντάνακτι, ἐξαστράπτων παριστάμενος, θερμῶς καθικετεύει, ὑπὲρ τοῦ κόσμου
πρεσβεύων, καὶ ἡμᾶς νῦν δαδουχεῖ, ὑπὲρ τὸν ἥλιον αὐγάζων, τῷ τῆς Τριάδος φωτὶ
ἐλλαμπόμενος, πρὸς ὅν βοήσωμεν λέγοντες· Μάρτυς Ἀθλητὰ Καλλίστρατε, πρέσβευε
ὑπὲρ ἡμῶν τῷ Ποιητῇ τῶν ἁπάντων, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος β΄.
Ὤ τοῦ μεγίστου μυστηρίου! Βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐμμανουήλ, φύσεως μὲν πύλας ἤνοιξεν ὡς ἄνθρωπος, παρθενίας δὲ κλεῖθρα. Οὐ διέῤῥηξεν ὡς Θεός· ἀλλ’ οὕτως ἐκ μήτρας προσῆλθεν, ὡς δι’ ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς συνελήφθη. Ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθεν, κατὰ τὸν Προφήτην τὸν λέγοντα· Αὕτη ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι’ αὐτῆς, εἰ μὴ Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ στρατιώτης Χριστοῦ, φωτὶ τῷ θείῳ ἐλλαμπόμενος ἔνδοξε, καὶ πίστιν Χριστοῦ τὴν θείαν, ἀνακηρύττων λαμπρῶς, μέσῳ τῶν τυράννων παναοίδιμε, καὶ πλάνης σκοτόμαιναν, τῶν εἰδώλων πανθαύμαστε, γενναιοφρόνως, στηλιτεύσας σοφώτατα, Μάρτυς ἔνθεος, καὶ στεῤῥῶς ἀναδέδειξαι. Χαίροις τὸ ἱερώτατον, καὶ ἄμωμον σφάγιον, τῆς Παναγίας Τριάδος, Μεγαλομάρτυς Καλλίστρατε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν σωθῆναι τὸ μέγα ἔλεος.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Χαίροις,
πῶς ὥσπερ ἄλλος ἀστήρ, μέσον ἐκλάμπων τῶν ἀπίστων Καλλίστρατε, ἐκ σκότους τῆς
ἀθεΐας, φωτὶ τῶν σῶν διδαχῶν, τούτους ἐλυτρώσω παμμακάριστε, καὶ τούτους
προσήγαγες, τῷ Χριστῷ δι’ ἀθλήσεως, αὐτὸν κηρύττων, ποιητὴν πάσης κτίσεως· ὅθεν
ἔνδοξε, παρ’ αὐτοῦ ἀναδέδησαι, στέφος τὸ τῆς ἀθλήσεως, παμμάκαρ γηθόμενος,
συμβασιλεύων ἀξίως, εἰς βασιλείαν οὐράνιον, Χριστὸν οὖν δυσώπει, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ...
Χαίροις
Πνεύματος θείου πλησθείς, πλάνην εἰδώλων καθελῶν γενναιότατε, τῇ πίστει τῇ τῆς
Τριάδος, τοῖς σοῖς ὡραίοις ποσί, καὶ ἀχρὰς τοῦ σκότους κατεπάτησας, καὶ θῦμα
εὐπρόσδεκτον, σεαυτὸν τὸν Δεσπότην σου, Χριστῷ προσῆξας, ταῖς βασάνοις
χρησάμενος, ὥσπερ κλίμακας Χριστοκήρυξ Καλλίστρατε, γέφυρα τῆς θαλάσσης δέ, τὸ
ἄπειρον πέλαγος, καταποντίσας ἐν τούτῳ, ὡς Ἰσραὴλ τὸν Αἰγύπτιον, σατὰν
παλαμναῖον, αφ’ οὗ ῥῦσαι σαῖς πρεσβείαις τοὺς σὲ γεραίροντας.
Δόξα. Ἦχος πλ. δ΄.
Τίς λαλήσει τὰς ἀριστείας σου σοφέ; Ἤ τίς μὴ ἐκπλαγείη τοὺς ἀγῶνάς σου καὶ ἄθλους, οὕς περ ἔτλης παμμακάριστε ἐν σταδίῳ καρτερῶς; τὰς βασάνους τε καὶ μάστιγας, καὶ θαλάσσης τὸν βυθόν, κατ’ ἐχθροῦ ὅπλα χρησάμενος, τροπαιοῦχος ἀθλητὴς ἀνεδείχθης καὶ στεῤῥότατος. Καὶ νῦν ἐν οὐρανοῖς, ἐκ Θεοῦ τὰ νικητήρια, στέφος ἄφθαρτον δεξάμενος, βασιλείαν οὐρανῶν ἐκομίσω παμμακάριστε, σὺν Ἀγγέλοις αὐλιζόμενος. Διὸ ὑπὲρ ἡμῶν τῇ Τριάδι παριστάμενος, ἐκτενῶς ἱκετεύων, μὴ διαλείπῃς δεόμεθα, τῶν δυσωπούντων σε θερμῶς, καὶ σοῦ πιστῶς ἐκτελούντων, τὸ ἱερὸν σοφὲ μνημόσυνον.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
Ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀστέρα πανέκλαμπρον τῆς Ἐκκλησίας Χριστοῦ, λαμπτῆρα τὸν ἔνδοξον, μετ’ εὐφροσύνης πιστοί, ἐνθέως τιμήσωμεν, μνήμην αὐτοῦ τὴν θείαν, καὶ σεπτὴν ἐκτελοῦντες, κράζοντες ὁμοφώνως· ὦ Καλλίστρατε Μάρτυς, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἕτερον. Ὅμοιον.
Ὁ Μάρτυς Καλλίστρατος, νῦν συγκαλεῖται ἡμᾶς, αὐτοῦ τὴν πανσέβαστον, μνήμην τελέσαι πιστοί, ἐνθέως γηθόμενοι. Δεῦτε οὖν συνελθόντες, καὶ τιμῶντες ἀξίως, πρέσβυν πρὸς τὸν Δεσπότην προβαλλόμεθα πίστει· αὐτὸν ἐκδυσωποῦντες θερμῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐπέστη ἑορτή, ἡ σεβάσμιος μνήμη, τοῦ θείου καὶ σεπτοῦ, ἀθλητοῦ Καλλιστράτου, ὅν πόθῳ τιμήσωμεν, πρὸς αὐτὸν ἀνακράζοντες· Μάρτυς ἔνδοξε, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, καθικέτευε, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς σὲ νῦν γεραίροντας.
Δόξα.
Τὸν Μάρτυρα Χριστοῦ, καὶ γενναῖον ὁπλίτην, τὸν θεῖον ἀθλητήν, καὶ κλεινὸν στρατιώτην, Καλλίστρατον ᾄσμασι, νῦν τιμήσωμεν ἅπαντες, πρέσβυς γὰρ Χριστοῦ, ὐπὲρ ἡμῶν ἐντυγχάνει, ὁ μακάριος, ὅν ἐπαξίως τιμῶντες, πιστοὶ μακαρίσωμεν.
Καὶ νῦν. Θεοτοκίον.
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, σὺ ἐξάρπασον, κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον
Μαρτυρίου διήνυσας τὴν ὁδόν, Ἀθλοφόρε Κυρίου καρτερικῶς, ἀθλούντων ὑπόδειγμα καὶ Μαρτύρων τὸ κλέος Ἐκκλησίας Χριστοῦ μου προπύργιον ἄσειστον, τὸν Χριστὸν γὰρ κηρύξας, καθεῖλες τὸν δράκοντα. Ὅθεν ἐπαξίως, εἰληφὼς τοὺς στεφάνους, τῆς νίκης Καλλίστρατε, συγχορεύεις γενόμενος, σὺν Ἀγγέλοις καὶ Μάρτυσι. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς μετὰ πόθου τελοῦσι, τὴν θείαν σου ἄθλησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον Ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς Οικουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον Τόκον Σου.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἑόρτια ᾄσματα, δεῦτε κροτοῦντες πιστοί, ἐνθέως τιμήσωμεν τὸν γενναιόφρονα, καὶ θεῖον Καλλίστρατον, πόθῳ αὐτοῦ τελοῦντες, τὴν σεβάσμιον μνήμην, πίστει ἀναβοῶντες, πρὸς αὐτὸν κατὰ χρέος, τοὺς πόθῳ σε τιμῶντας πιστούς, κινδύνων διάσωζε,.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πολλαῖς
περιστάσεσι καὶ συμφοραῖς τῶν δεινῶν, Παρθένε κυκλούμενοι καὶ πρὸς ἀπόγνωσιν,
ᾀεὶ περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε,
καὶ πρὸς σὲ κατὰ χρέος, ἐν πίστει καὶ νῦν αἰτοῦμεν· σῶσον τοὺς δούλους σου.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Στ.: Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου...
Εὐαγγέλιον τοῦ Ἁγ. Γεωργίου.
Ὁ Ν΄ ψαλμός.
Ἰδιόμελον, ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Δεῦτε πιστοὶ συνελθόντες, ἐν ὕμνοις τιμήσωμεν τὸν θεόφωτον λαμπτήρα, καὶ Ἀθλοφόρον τοῦ Κυρίου Καλλίστρατον τὸν Μάρτυρα, καὶ πρὸς αὐτὸν θεοπρεπῶς ἐκβοήσωμεν· Χαίροις τῶν Μαρτύρων ἡ τερπνότης καὶ ἔξοχον ἀγλάϊσμα, καὶ τῶν πιστῶν τὸ ἑδραίωμα, ὡς στεφηφόρος ἀθλητὴς ἀεὶ Χριστῷ παριστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν τῶν τιμώντων σε πανένδοξε.
Οἱ Κανόνες· τῆς Παναγίας, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Τῷ παμμεγίστῳ προσλαλῶ Καλλιστράτῳ. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. δ'. ᾎσμα ἀναπέμψωμεν
Τρίβον διοδεύσας ἀκλινῶς, τοῦ μαρτυρίου γέγονας, πεπλανημένοις ὁδός, πρὸς θείας καταπαύσεις, παμμάκαρ εἰσάγουσα· ὅθεν σε συνελθόντες, εὐφημοῦμεν Καλλίστρατε πίστει.
Ὥσπερ φαεινότατος ἀστήρ, ἑξανατείλας ηὔγασας, θεογνωσίας φωτί, Χριστοῦ τὴν Ἐκκλησίαν, τὸ σκότος δὲ ἤλασας, Μάρτυς τῆς ἀγνωσίας, καὶ τεμένη τῆς πλάνης καθεῖλες.
Πάντα πειρασμὸν καρτερικῶς, ὑπενέγκων Καλλίστρατε, διὰ τὴν πάντων ζωήν, θανεῖν οὐ παρῃτήσω· διὸ πρὸς ἀθάνατον, χαίρων λῆξιν μετέβης, καὶ Ἀγγέλων χοροῖς συναγάλλῃ.
Ἄνθραξ θείου Πνεύματος πυρί, ὁ ἱερὸς Γυμνάσιος, προσαναπτόμενος, ἐδείχθη καὶ τῆς πλάνης, τὴν ὕλην κατέφλεξε, θαύμασι δὲ δροσίζει, φλεγομένους καύσει παθημάτων.
Θεοτοκίον
Μόνη γυναικῶν κυοφορεῖς, ὑπερφυῶς Πανάμωμε, πεῖραν μὴ γνοῦσα ἀνδρός, τὸν ἕνα τῆς Τριάδος· διὸ σε δοξάζομεν, καὶ τὸν ἐκ σοῦ τεχθέντα, ὑπὲρ πᾶσαν αἰτίαν καὶ λόγον.
ᾨδὴ γ'. Ὁ στερεώσας λόγῳ.
Μὴ ἐπιθύσας ὅλως γλυπτοῖς θεοῖς, καθαρὰ θυσία προσηνέχθης Θεῷ, ὑπὲρ ἡμῶν τῷ τυθέντι, Μάρτυς ἀθλοφόρε Καλλίστρατε.
Ἐστολισμένος χλαῖναν ἐξ ἱερῶν, βεβαμμένην Μάρτυς ὄντως αἱμάτων σου, τῷ βασιλεῖ τῶν αἰώνων, μάκαρ στεφηφόρος παρίστασαι
Γεγυμνωμένος ὤφθη ὁ δυσμενής, σοῦ τὴν θείαν δόξαν, καὶ τῶν σὺν σοι ἀθλητῶν, ἐνδυσαμένων ἐξ ὕψους, βλέπων ἀθλοφόρε Γυμνάσιε.
Θεοτοκίον
Ἱκετηρίαν ποίησον ἐκτενῆ,
πρὸς τὸν σὸν Υἱὸν Παρθένε, τοῦ σῶσαι ἡμᾶς, προσδοκωμένων κινδύνων, καὶ
αἰωνιζούσης κολάσεως.
Κάθισμα Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Καλλιστράτου τοὺς ἄθλους ἀνευφημήσωμεν, Γυμνασίου τοὺς πόνους ὑμνολογήσωμεν, καὶ σὺν αὐτοῖς τοὺς καρτερῶς πόθῳ ἀθλήσαντας, μακαρίσωμεν πιστοί, καὶ ἐκβοήσωμεν αὐτοῖς· Ὁπλῖται τῆς εὐσεβείας, αἰτήσασθε δωρηθῆναι, ἡμῖν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ
λιμένα καὶ τεῖχος καὶ καταφύγιον, καὶ ἐλπίδα καὶ σκέπην καὶ προστασίαν θερμήν,
εὑρηκότες οἱ πιστοί, πρὸς σὲ προστρέχομεν, καὶ ἐκβοῶντες ἐκτενῶς, ἀνακράζομεν
πιστῶς· Ἐλέησον Θεοτόκε, τοὺς ἐπὶ σοὶ πεποιθότας, καὶ τῶν πταισμάτων ἀπάλλαξον.
ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.
Στρατηγὸς ὥσπερ ἄριστος, Μάρτυς τῷ διώκτῃ παραταξάμενος, ἐσαγήνευσας πρὸς θείαν ζωήν, αἰχμαλώτους πάλαι οὓς ἐκέκτητο.
Τῇ πλημμύρᾳ τῶν λόγων σου, ἤρδευσας καρδίας καὶ καθωδήγησας, πρὸς τὸ ὕδωρ τὸ ἀείζωον, ἀθλητὰ Κυρίου ἀξιάγαστε.
Ὡς κριὸς σφαγιάζεται, ἔχων ὥσπερ ἄρνας προθυομένους αὐτοῦ, ὁ ἀοίδιμος Καλλίστρατος, τοὺς στεῤῥοὺς ὁπλίτας προθυμότατα.
Πιανθεὶς ὁ Γυμνάσιος, ἄμπελος καθάπερ Μάρτυς τῷ λόγῳ σου, μαρτυρίου βότρυν ἤνθησε, εὐσεβείας οἶνον ἀποστάζοντα.
Θεοτοκίον
Ῥυπωθεῖσαν τοῖς πάθεσι,
Κόρη τὴν καρδίαν μου ἀποκάθαρον, καὶ δοχεῖον ἀποτέλεσον, κάθαρον ἐνθέων
ἐπιλάμψεων.
ᾨδὴ ε'. Ὁ ἐκ νυκτὸς ἀγνοίας.
Ὁλοκαρδίως Μάρτυς, ἐπιποθήσας Χριστὸν τὸν Θεὸν ἡμῶν, ἤθλησας καὶ τὸ κράτος, ὤλεσας ἐχθροῦ τὸ ἀνίσχυρον.
Στρατολογίας θείας, ἀναφανεὶς κορυφαῖος Καλλίστρατε, στρατιαῖς τῶν Ἀγγέλων, Μάρτυς ἠριθμήθης γηθόμενος.
Λελαμπρυσμένος δόξῃ, μαρτυρικῆς ἀγλαΐας Γυμνάσιε, χαίρων νῦν μετετέθης, πρὸς τὰς τῶν Ἀγγέλων λαμπρότητας.
Θεοτοκίον
Ἀνατολὴ ἐδείχθης,
δικαιοσύνης Ἡλίου Πανάμωμε, ὃν ἱκέτευε σῶσαι, τοὺς εἰλικρινῶς σε δοξάζοντας.
ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ.
Λεόντων μύλας σοφέ, τῶν ἀοράτων συνέθλασας, καὶ βρῶμα τοῦ δυσμενοῦς, τοὺς πάλαι ὑπάρχοντας, Θεοῦ τέκνα ἔδειξας, καὶ τρυφῆς ἀΰλου, κοινωνοὺς Μάρτυς Καλλίστρατε.
Ὡραίως περὶ Θεοῦ, τὸν θεῖον λόγον ποιούμενος, θεοῖς ἀψύχοις τοὺς πρίν, ἀθλίως προσέχοντας, ἐνθέους ἀπέδειξας, σὺν αὐτοῖς ἀθλήσας, περιβόητε Καλλίστρατε.
Κυρίῳ τοὺς ἑαυτῶν, αὐχένας κλίναντες Μάρτυρες, ἐδέξασθε τὴν σφαγήν, καὶ θύματα τέλεια, Θεῷ προσηνέχθητε, καὶ τὴν πρωτοτόκων, Ἐκκλησίαν ἐφαιδρύνατε.
Θεοτοκίον
Ἁγίασόν μου τὸν νοῦν, καὶ
φώτισον τὴν καρδίαν μου, ἁγία Μήτηρ Θεοῦ, καὶ τῶν συνεχόντων με, δυσχερῶν
ἀπάλλαξον, ἵνα σε δοξάζω, Θεοτόκε ἀειπάρθενε.
Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ὥσπερ ἄστρον μέγιστον, ἔλαμψας κόσμῳ, τὰς ἀκτῖνας ἅπασι, τῶν σῶν ἀγώνων ἐφαπλῶν, καὶ τῶν θαυμάτων τοῖς κράζουσι· Χαίροις Μαρτύρων, τὸ κλέος Καλλίστρατε.
Ὁ Οἶκος
Τὸν τοῦ Κυρίου ἀθλητήν, καὶ μέγαν στρατιώτην, καὶ φίλον τῆς Τριάδος, καὶ μύστην τῶν ἀῤῥήτων, καὶ μιμητὴν τοῦ Ἰησοῦ, ᾄσμασιν ἐν πίστει συνελθόντες οἱ πιστοὶ χαρμονικῶς ὑμνήσωμεν, γεραίροντες αὐτοῦ τὰ παλαίσματα καὶ τὰς ἀριστείας, τοὺς πόνους, οὓς ὑπέστη διὰ Χριστὸν τὸν παμβασιλέα, αἰτούμενοι τυχεῖν αὐτοῦ ταῖς πρεσβείαις, τῆς ἀμείνονος ζωῆς τοῦ Παραδείσου, ἔνθα οἱ χοροὶ εὐφραίνονται τῶν κραζόντων· Χαίροις Μαρτύρων τὸ κλέος Καλλίστρατε.
Συναξάριον.
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ ἁγίων μθ' Μαρτύρων.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λαμπρυνθεὶς ὡς χρυσίον, τῷ πυρὶ τῶν βασάνων, τῶν παθημάτων Χριστοῦ, ἐκσφράγισμα ἐδείχθης, καὶ νῦν ἐναπετέθης, θησαυροῖς θείοις Ἔνδοξε· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
Λιπανθεὶς τοῖς βασάνοις, ξίφος ὤφθης παμμάκαρ, οὐρανοχάλκευτον, συγκόπτων ἀοράτων, τὰς φάλαγγας δαιμόνων, καὶ κραυγάζων Καλλίστρατε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰσχυρὸς ἀπεφάνθης, κατὰ τῆς ἀσεβείας, Μάρτυς Καλλίστρατε, ἰσχύϊ τῆς Τριάδος, ἧς νῦν ταῖς λαμπηδόσιν, ἐκβοᾷς φωτιζόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σταθηρᾷ διανοίᾳ, τὸν Χριστὸν ἀγαπήσας, Μάρτυς Γυμνάσιε, σὺν πᾶσιν ὁμοζήλοις, ἐτύθης ἀναμέλπων, εὐχαρίστως θεόπνευστε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Τὸν ἐκ σοῦ σαρκωθέντα,
ὑπὲρ νοῦν τε καὶ λόγον Θεοχαρίτωτε, ἱκέτευε σωθῆναι, τοὺς πόθῳ σε τιμῶντας, καὶ
συμφώνως κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η'. Οἱ θεοῤῥήμονες Παῖδες
Ῥιζοτομήσας τῆς πλάνης τὰς ἀκάνθας, τοῦ Παραδείσου ἐδείχθης, Μάρτυς φυτὸν ὡραιότατον, εὐσεβείας προσφέρον, καρποὺς θείᾳ χάριτι.
Ἀποσκοπῶν τὰς ἐλπίδας τὰς μελλούσας, ἐν πεποιθήσει τελείᾳ, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, καὶ νικήσας νομίμως, ἐστέφθης Καλλίστρατε.
Τὸν σὸν ναὸν ἰατρεῖον κεκτημένοι, οἱ εὐσεβῶς προσιόντες, τῶν δυσχερῶν ἀπολύονται, εὐφημοῦντες σε πίστει, Γυμνάσιε ἔνδοξε.
Θεοτοκίον
Ὡς ἀνωτέρα ἁπάντων τῶν ποιημάτων, Θεοχαρίτωτε Κόρη, τὸν λογισμόν μου ἀνώτερον, τῶν τοῦ πλάνου σκανδάλων, Πανάμωμε ποίησον.
ᾨδὴ θ'. Ἔφριξε πᾶσα.
Ἴασιν πᾶσιν ἡ σορός, τῶν λειψάνων σου πηγάζει τοῖς χρῄζουσι, Μάρτυς Καλλίστρατε, καὶ πάθη παύει ὄντως δυσίατα, καὶ ἀπελαύνει πονηρῶν, πνευμάτων σκοτόμαιναν, τοῦ θείου Πνεύματος, ἐνεργείᾳ καὶ δυνάμει καὶ χάριτι.
Ὤφθητε Μάρτυρες Χριστοῦ, ὡς θεόπλοκος σειρὰ ἐξαρτώμενοι, ἀλλήλων χάριτι, καὶ πρὸς τὸ ὕψος ἐπανατρέχοντες, καὶ ἁγιάζοντες τὴν γῆν, τῷ λύθρῳ τοῦ αἵματος· διὸ τὴν μνήμην ὑμῶν, ἑορτάζομεν πιστῶς εὐφραινόμενοι.
Στέφανον εἴληφας σαφῶς, ἀμαράντινον καὶ δόξαν οὐράνιον, καὶ ἀγαλλίασιν, καὶ εὐφροσύνην πέρας οὐκ ἔχουσαν, καὶ βασιλείαν οὐρανῶν θέοφρον Καλλίστρατε, σὺν τοῖς συνάθλοις σου, μεθ' ὧν μέμνησο ἡμῶν πρὸς τὸν Κύριον.
Ἡ θεία μνήμη τοῦ σοφοῦ, Καλλιστράτου Γυμνασίου τε σήμερον, καὶ τῶν συνάθλων αὐτῶν, ἡλίου πλέον ἑξανατείλασα, φωτιστικαῖς μαρμαρυγαῖς, φωτίζει τὰ πέρατα, ὧν ταῖς πρεσβείαις Χριστέ, κατακρίσεως ἡμᾶς ἐλευθέρωσον.
Θεοτοκίον
Φωνήν σοι τὴν τοῦ Γαβριήλ,
γεγηθότι λογισμῷ ἀνακράζομεν· Χαῖρε χαρὰ τῶν πιστῶν, χαῖρε λυχνία χρυσῆ καὶ
τράπεζα, ὅρος καὶ πύλη νοητή, χαῖρε θεῖον ὄχημα τοῦ Βασιλέως Χριστοῦ, χαῖρε
λύσις τῆς ἀρᾶς παντευλόγητε.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς.
Κραταιωθέντες Πνεύματι, τῷ Ἁγίῳ καθεῖλον, οἱ ἀθλοφόροι Μάρτυρες, τῶν τυράννων τὰ θράση, διὰ Χριστὸν ὑποστάντες, πᾶσαν πεῖραν βασάνων, ὁ πάνσοφος Καλλίστρατος, καὶ Γυμνάσιος ὄντως, ὁ θαυμαστός, μετὰ τῶν συνάθλων, ὧν τὴν φωσφόρον, μνήμην τελοῦντες εὕροιμεν, ψυχικὴν σωτηρίαν.
Θεοτοκίον
Θεοπαρόχων μέγεθος, δωρεῶν καὶ χαρίτων, ὧν περ ἡμᾶς ἠξίωσας, Δέσποτα πανοικτίρμον, τὶς λόγος δύναται φράσαι; ῥεύσαντας γὰρ ἀθλίως, ζωῆς Χριστὲ τῆς κρείττονος, ἐπανήγαγες αὖθις, οὐσιωθείς, ὅλον με τὸν ἄνθρωπον ἐκ Παρθένου, καὶ σώσας ὡς φιλάνθρωπος, καὶ Θεὸς ἐλεήμων.
Εἰς τοὺς Αἴνους. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε
τὸ σωτήριον Χριστοῦ, ὄνομα τοὺς πάντας ἐκάλει, πρὸς τὴν ἐπίγνωσιν, τότε ὁ
παμπόνηρος καὶ πολυμήχανος, ἐξεμάνη διάβολος, κατὰ τῶν Ἁγίων, οὗτοι δὲ
κηρύττοντες Χριστὸν τὸν ὄντως Θεόν, πλείστας ἐνεγκόντες βασάνους, ὑπὸ τῶν
ἀπίστων τυράννων, στέφος ἐνεδύσατο ἀθλήσεως.
Ὅτε
ἐν σταδίῳ τὸν ἐχθρόν, Μάρτυρες Κυρίου καθεῖλον, οἱ καρτερόψυχοι, ἀνδρείως κηρύττοντες
τὸν Ζωοδότην Χριστόν, καὶ Θεὸν πάσης κτίσεως, δεινὰς πρὸς βασάνους, ἐχώρουν
γηθόμενοι καὶ ἀλαλάζοντες, τέμνετε σαρκὸς ἡμῶν μέλη, ὐπὲρ τοῦ Χριστοῦ γὰρ
ἀθλοῦντες, πάντα ὑπομένομεν ὦ τύραννοι.
Ὅτε τῶν εἰδώλων ἡ δεινή, πλάνη καὶ ἀπάτη τὴν κρίσιν, ζόφῳ ἐκάλυπτε, τότε ὁ πανένδοξος Μάρτυς Καλλίστρατος, ὡς ἀστὴρ φαεινότατος, ἐκλάμψας ἐνδόξως, φωτὶ τῷ τῆς πίστεως, δαίμονας ἥλασεν, ὅθεν καὶ γενναίως ἀθλήσας, νῦν συμβασιλεύει ἀξίως, τῷ Παμβασιλεῖ καὶ Παντοκράτορι.
Ὅτε
τῶν εἰδώλων τὸ δεινόν, σκότος τὰς καρδίας ἀνθρώπων, πάσας ἠμαύρωσε, τότε ὡς
πολύφωτος, ἥλιος ἤστραψε, καὶ ἐνδόξως κατηύγασε, λαμπρῶς διαχέων, πᾶσαν τὴν
ὑφήλιον, φῶς τὸ τῆς πίστεως, θράσος ἀσεβούντων μὴ πτήξας, ἔνθεος Χριστοῦ
χρηματίσας, κήρυξ ὁ πανθαύμαστος Καλλίστρατος.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε φιλομάρτυρες πάντες, τῆς εὐσεβείας ἐρασταί, τοὺς νῦν προτιθεμένους Μάρτυρας, ἐγκωμίοις καταστέψωμεν, καὶ αὐτῶν τοὺς ἄθλους καὶ ἀγῶνας ὑπὲρ Χριστοῦ, ἐπαίνων ἄσμασι νῦν κροτήσωμεν λέγοντες· Χαίρετε οἱ διὰ Χριστὸν κολάσεις δεινὰς ὑπενεγκόντες, Μεγαλομάρτυρες ἔνδοξοι· χαίρετε ἀριστεῖς τοῦ Κυρίου, ἀθληταὶ γενναιότατοι, πανθαύμαστε Καλλίστρατε, σὺν τοῖς συνάθλοις σου καὶ Μάρτυσιν, οἱ τὰς κεφαλὰς τῷ ξίφει παραδόντες, τῷ ἔρωτι τῆς πίστεως τὰς ψυχὰς καταφλεγόμενοι. Καὶ νῦν ἐν οὐρανοῖς, τῷ Χριστῷ συμβασιλεύοντες, αἰωνίως συναγάλλεσθε τῷ φωτὶ καταλαμπόμενοι τῆς Ἁγίας Τριάδος, καὶ δαδουχοῦντες τοὺς πιστούς, πρεσβεύσατε δεόμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Ὕμνοις εὐφημήσωμεν οἱ πιστοί, πόθῳ ἐκτελοῦντες, τὴν ὑπέρφωτον ἑορτήν, Μάρτυρος Κυρίου, τοῦ θείου Καλλιστράτου, τοῦ φαεινοῦ ἀστέρος, ὅν νῦν γεραίρομεν.
Δεῦτε μετὰ πόθου χαρμονικῶς, ἄθλησιν ἁγίαν, νῦν τιμήσωμεν εὐλαβῶς, σεπτοῦ Καλλιστράτου, ὑπὲρ Χριστοῦ ἀθλῶν γάρ, τὴν κάραν ἀπετμήθη, ὀ παμμακάριστος.
Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, ὕμνοις κατὰ χρέος, εὐφημήσωμεν οἱ πιστοί, πλάνην καθελόντα, εἰδώλων καὶ ἀπάτην, τὸν ἄμαχον προστάτην, πιστῶν Καλλίστρατον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου