ΑΥΓΟΥΣΤΟΣ ΙΗ΄!!
ΒΑΡΝΑΒΑΣ, ΣΩΦΡΟΝΙΟΣ & ΧΡΙΣΤΟΦΟΡΟΣ
ΟΣΙΟΙ ΜΟΝΗΣ ΣΟΥΜΕΛΑΣ ΠΟΝΤΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ.
Μετὰ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄ τῆς ἑορτῆς. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς Ἠλίαν τὸν δίκαιον· ἀλλ' αὐτὸς ὁ Ἥλιος, τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ παραδόξως σε Ἄχραντε, μεταστήσας ἐτίμησεν, ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.
Δεῦτε ὦ φιλέορτοι,
τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν Μετάστασιν, φαιδρῶς ἑορτάσωμεν· ἐν χερσὶ γὰρ
ὄντως, τοῦ ἐξ ἀκηράτου, Πατρὸς ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ' ἐσχάτων ἐκ τῆς νηδύος
αὐτῆς, τὴν θείαν καὶ πανάχραντον, ψυχὴν παρέθετο χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν,
καὶ πρεσβεύει σωθῆναι ἡμᾶς.
Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, Βασιλέα βαστάσασα, τάφῳ κατατίθεται, καὶ Ἀγγέλων δῆμοι, σὺν τοῖς Ἀποστόλοις, φόβῳ κηδεύουσιν αὐτῆς, τὸ θεοδόχον Σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάρσιον, εἰς οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ τῶν Ὁσίων γ΄. Ἦχος πλ. α΄ Ὅσιε Πάτερ.
Πάτερ
Βαρνάβα, καὶ Σωφρόνιε θεόληπτε, τῶν ἄνω Πρωτοτόκων ὁμόσκηνοι φωταυγεῖς, Χριστοῦ
συγκληρονόμοι, υἱοὶ Ὑψίστου, φῶς τὸ ἀνέσπερον οἰκοῦντες ὁμοῦ, καὶ τοῦ ὐπερκάλου
κάλλους κατατρυφῶντες, τοῦ ἀκροτάτου τῶν ἐφετῶν, ᾧ προφανῶς παρεστῶτες
λελαμπρυσμένοι, καὶ ἐνηδόμενοι αὐτοῦ ταῖς φρυκτωρίαις, ταῖς θεωρίαις ταῖς
τούτου, Χριστῷ πρεσβεύσατε, Χριστὸν αἰτεῖσθε Ὅσιοι, δωρηθῆναι τῇ Ἐκκλησίᾳ,
ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Πάτερ Βαρνάβα, καὶ Σωφρόνιε θεόληπτε, φωστῆρες μοναζόντων οἱ παμφαέστατοι, ἀγάπης ταῖς ἀκτῖσι πεπυρσευμένοι, πύργοι ἀκράδαντοι τῆς ὑπομονῆς, πίστεως κανόνες, τῆς ἀρετῆς εἰκόνες, τῶν ἰαμάτων οἱ ποταμοί, οἱ τῆς ἐρήμου πολύτεκνοι πολισταί, οἱ ὡς παράδεισον αὐτὴν δείξαντες θεῖον, ἑκατοστὴν Θεῷ τὸ ἕν καρποφοροῦσαν. Χριστῷ πρεσβεύσατε, Χριστὸν αἰτεῖσθε Ὅσιοι, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Ὅσιε Πάτερ,
Χριστόφορε χριστεπώνυμε, Χριστοῦ θεράπων καὶ ἱερώτατε, κειμηλίου Τριάδος τῆς
ὑπερφώτου, ὡς γὰρ ἐπόθει τὴν σὴν εὑροῦσα ψυχήν, Πνεύματος ἡ χάρις, τοῦ θείου
θεοφόρε, ἐνῴκισέ σοι φῶς τὸ τρισσόν. Οὗ τῇ ἐνεργείᾳ φαιδρῶς ἠγλαϊσμένος,
Χριστοῦ κατέστης ἱερουργός, ἀκεραιότητι τρόπων προχειρισθείς, ἐξ ἀροτῆρος γῆς,
τῆς Θεοτόκου λάτρης, τῶν Μυστηρίων τε λειτουργὸς τοῦ Κυρίου. Αὐτὸν ἱκέτευε,
αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Τὴν τῶν Πατέρων, τῶν ἀσκητῶν τὸ κλέος, τοὺς φαεινοὺς φωστῆρας, καὶ ποδηγέτας τῶν μονοτρόπων, Βαρνάβαν τὸν ἀοίδιμον, καὶ Σωφρόνιον τὸν κλεινόν, καὶ τὸν σοφὸν Χριστοφόρον, ἐν ᾠδαῖς πνευματικαῖς, εὐφημήσωμεν λέγοντες· Μακάριοι ἐστε, θεοφόροι Πατέρες. Τὸ γὰρ κατ’ εἰκόνα τηρήσαντες ἄτρωτον, παθῶν αὐτοκράτορα, τὸν νοῦν ἐνστησάμενοι, εἰς τὸ καθ’ ὁμοίωσιν ὡς ἐφικτὸν ἀνηνέχθητε. Ἀσκητικῶς γὰρ τὴν φύσιν ἐκβιασάμενοι, τὸ χεῖρον τῷ κρείττονι, ἐμφρόνως ὑπετάξατε, τὴν σάρκα τοῦ Πνεύματος δουλώσαντες· ὅθεν μοναζόντων ἀνεδείχθητε ἄκροι, πολισταὶ τῆς ἐρήμου εὐδρομοὺν ἀλεῖπται, κανόνες ἀρετῆς ἀκριβέστατοι. Καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων, χωρήσαντες, ἀτενῶς καθορᾶτε τὴν Ἁγίαν Τριάδα, δυσωποῦντες ἀμέσως, ὑπὲρ τῶν πίστει τιμώντων ὑμᾶς.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πιστούμενος
Ἰησοῦς, ὁ Υἱός σου Θεοτόκε, καὶ Θεὸς ἡμῶν, τὰς δύῳ φύσεις αὐτοῦ, ὡς μὲν ἄνθρωπος
θνήσκει, ὡς δὲ Θεὸς ἐξανίσταται. Καὶ σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν,
ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἡ οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς νύμφη,
ὡς ἐκ πας οὐ τοῦ σκήνους σου, γῆθεν ἀπάρασα, ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ σου,
ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ σου. Προπέμπουσιν Ἀπόστολοι, καὶ Ἄγγελοι
ὑποδέχονται. Ὅθεν κηδεύσαντες τὸ πανάχραντον Σῶμά σου, καὶ ἐπιτάφιον ὕμνον
ἐξάδοντες, μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιὰς τοῦ
ὑψίστου, αὐτὸς γὰρ ἐν μέσῳ σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ’ ὦ πολυΰμνητε Κόρη, μὴ
διαλίπῃς ἡμᾶς ἐποπτεύουσα, ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου, καὶ τὸ
ὄνομά σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.
Εἴσοδος, φῶς ἱλαρόν, προκείμενον, καὶ τὰ Ἀναγνώσματα.
Βασιλειῶν Γ΄ τὸ Ἀνάγνωσμα.
Ἔστη Σολομῶν
κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου, ἐνώπιον πάσης Ἐκκλησίας Ἰσραήλ, καὶ
διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ εἶπε: Κύριε, ὁ Θεὸς Ἰσραήλ, οὐκ
ἔστι Θεὸς ὡς σύ, ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. Εἰ ὁ οὐρανὸς τοῦ
οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πῶς ὁ οἶκος οὗτος, ὅν ὠκοδομήσω ἐν τῷ ὀνόματί σου;
πλὴν καὶ ἐπιβλέψεις ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούειν τῆς
δεήσεως καὶ τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου, πρὸς σὲ
σήμερον, τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἀνεωγμένους εἰς τὸν οἶκον τοῦτον, ὅν
εἶπας, ἔσται τὸ ὄνομά σου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ
δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας, καὶ νυκτός. Καὶ εἰσακούσῃ τῆς δεήσεως
τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ὅ ἄν προσεύξονται εἰς τὸν τόπον τοῦτον.
Καὶ σὺ εἰσακούσῃ εἰς τὸν τόπον τῆς κατοικήσεώς σου ἐν τῷ οὐρανῷ, καὶ ποιήσης,
καὶ ἵλεως ἔστῃ αὐτοῖς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς
τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ
σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν λιτήν, ἦχος α΄.
Πατέρες
θεόφρονες, τῶν ἀσκητικῶν ἀγώνων τὰ εὐώδη κειμήλια, ὑμεῖς τὸν Σταυρὸν ἐπ’ ὤμων
ἄραντες, σαρκὸς ἐπατήσατε, τὸ χαμαίζηλον φρόνημα. Ταῖς ἀρεταῖς δὲ φαιδρύναντες
τὴν ψυχήν, πρὸς ἔρωτα ἐπτερώθητε θεῖον, σαρκὸς ἔξω καὶ κόσμου γενόμενοι. Καὶ
νῦν ἐν οὐρανοῖς σὺν Ἀγγέλοις ὑμνεῖτε, Τριάδα τὴν ὁμοούσιον.
Ἦχος β΄.
Τῷ τοῦ
Πνεύματος πυρὶ θεοφόροι προσομιλήσαντες, θεοφεγγεῖς ἄνθρακες, ἐν κόσμῳ
ἐδείχθητε, καταλαμπρύνοντες ψυχάς, τῶν ὑμῖν προσιόντων, πρὸς φῶς τὸ ἀνέσπερον
ὁδηγοῦντες αὐτούς. Ὀλεθρίων δὲ παθῶν τοὺς ἐρημικοὺς ἄνθρακας, τῇ δρόσῳ τοῦ
Πνεύματος καταμαράναντες, παθῶν ἀνεδείχθητε, χαλεπῶν ἰατῆρες, καὶ πρεσβευταὶ
τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Ἐῤῥάγῃ ἐν
ἐρήμῳ ταῖς προσευχαῖς ὑμῶν, ὕδωρ ἀένναον, ἐξ ἀκροτόμου πέτρας ἀναδιδόμενον· καὶ
ἡ γῆ διψῶσα, εἰς ἕλη κατεσκεύασται, τῶν ἀσκητῶν τὸ σύστημα, δαψιλῶς
καταρδεύουσα. Πεφυτευμένοι γὰρ ἐν αὐλαῖς τοῦ Κυρίου, Ὅσιοι, ὡς φοίνιξ ἐξανθήσατε,
καὶ ὡς ἡ Κέδρος ἡ ἐν τῷ Λιβάνῳ, τὴν ἄτεκνον χῶραν, ἐπὶ τέκνοις δείξαντες
εὐφραινομένην.
Ἦχος δ΄.
Νόμῳ Θεοῦ τὰς αἰσθήσεις παιδαγωγήσαντες, τὸν νοῦν πρὸς κατανόησιν τῶν νοητῶν, ἐπιτήδειον κατεστήσατε, ἀναβάσεις ἐν καρδίᾳ, διατιθέμενοι, καὶ ἀπὸ δόξης εἰς δόξαν ἀνενδότως προβαίνοντες. Καὶ θείοις θεωρήμασι τὴν ψυχὴν ἀνακαθαίροντες, πνευματικῶν χαρισμάτων χωρητικὴν εἰργάσασθε. Ὅθεν καὶ τὴν τῶν θαυμάτων ἐνέργειαν πλουσίως δεξάμενοι, ψυχῶν καὶ σωμάτων ἰατροί, ἀνεδείχθητε μακάριοι.
Ἦχος πλ. α΄. Διονυσίου Χαλδίας.
Δεῦτε
ἐπαρθέντες ἐν πνεύματι, ὄρος εἰς Μελέα ἀνέλθωμεν, ἔνθα κατεσκήνωσε, χάριτι ὁ
Χριστοφόρος, μετὰ Βαρνάβα καὶ Σωφρονίου καλῶς· σήμερον γὰρ συγκαλοῦσι θερμῶς,
ἡμᾶς εἰς ἑστίασιν, πνευματικὴν τράπεζαν ἅπασι προθέμενοι. Ὅθεν καὶ ἡμεῖς
πανδημεῖ, ἐν τῇ σεπτῇ αὐτῶν πανηγύρει, χαρμοσύνως συνέλθωμεν, αἴνεσιν καρπὸν
χειλέων ὁμολογοῦντες, τῷ Ποιητῇ τῶν ὅλων καὶ πρύτανι. Σὺν αὐτοῖς οὖν βοῶμεν
ὁμοφώνως, τοῖς ὁσίοις καθηγηταῖς τῆς μονῆς. Ἄναρχε Θεὲ Πάτερ, Υἱέ, σὺν τῷ
Πνεύματι, τὸν ναὸν τοῦτον φύλαξον, καὶ τοὺς πιστῶς προστρέχοντας, τῆς Παρθένου
ταῖς πρεσβείαις, καὶ ἱκεσίαις καμπτόμενος.
Ἦχος πλ. β΄. Τοῦ αὐτοῦ.
Σήμερον τὸ
σπήλαιον εὐφραίνεται φαιδρῶς, καὶ ἡ ἔρημος ἀγάλλεται πιστῶς, ἐπὶ τῇ μνήμῃ
Βαρνάβα, Σωφρονίου τε καὶ Χριστοφόρου· ἠ γὰρ παροῦσα ἑορτή, ἐπέστη ἡμῖν ὡς
ἄνθος ὠραιότατον εὐωδιάζουσα ἡμᾶς· δι’ ὃ ἐν ᾄσμασι στέψωμεν τοὺς θεοφόρους
Πατέρας ἡμῶν, τοὺς οἰκιστὰς τῆς ἐρήμου. Σταθερῶς γὰρ τὸ ἀσκητικὸν στάδιον
διήνυσαν, ὑπενεγκόντες ἅπαν λυπηρόν, διὰ τὰς ἄνω μονάς, ἅς ἐπεπόθησαν ἐν γῇ.
Δι’ ὅ καὶ τὸν δεσποτικὸν εὐκλεῶς περικυκλοῦντες Θρόνον, πρεσβεύουσι σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Ἦχος βαρύς. Τοῦ αὐτοῦ.
Δεῦτε ἅπασαι
χορεῖαι τῶν πιστῶν, ἐν ᾠδαῖς τιμήσωμεν, τοὺς λατρευτὰς τῆς μιᾶς θεότητος,
Χριστοφόρον τὸν ἱερόν, καὶ τὸν κλεινὸν Σωφρόνιον μακαρίζοντες, σὺν Βαρνάβᾳ τῷ
θείῳ· στεῤῥῶς καὶ γὰρ οὗτοι, τὸν τοῦ σκότους Ἄρχοντα καθελόντες, ἐν αὐλαῖς
δικαίων, δυσωποῦσιν ἐκτενῶς, τὴν Ἁγία Τριάδα, ὑπὲρ τῶν τελοῦντων τὴν θείαν
μνήμην αὐτῶν.
Ἦχος πλ. δ΄. Παύλου τοῦ Μεταξοπούλου.
Θεὶς κελεύσει ἐξ Ἀθηνῶν, διὰ τῆς Θεομητορικῆς Εἰκόνος, τὸ ὄρος τοῦ Μελέα κατελάβετε, καθ’ ὁδὸν θαυματουργοῦντες· τοῦ γὰρ ποταμοῦ τὸ ῥεῖθρο, τῇ πρὸς Θεὸν εὐχῇ διαῤῥήξαντες, ποσὶν ἀβρόχοις ἐπεραιώθητε, κλινοπετῇ, ὡς ἄλλον Παράλυτον ἀνωρθώσατε· ἀκρίδων νέφος διὰ προσευχῆς ἀπηλάσατε· πρὸς μετάνοιαν λῃστὰς ἑλκύσαντες, σωτηρίας αὐτοὺς ἠξιώσατε· ἀλλὰ καὶ ἐν τῷ σπηλαίῳ τοῦ Μελέα, ναὸν τῇ Θεοτόκῳ ἐγείραντες, ὕδωρ ἁγιασμοῦ δι’ αὐτῆς ἀνεβλύσατε, καὶ ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς, σταυρὸν καὶ κάρφος ἐλαίας παρ’ αὐτῆς δεξάμενοι, εἰς οὐρανοῦς στεφανῖται μετέστητε· ἀλλ’ ὦ Πατέρες Ὅσιοι, Βαρνάβα τε καὶ Σωφρόνιε, ὡς παριστάμενοι τῷ θρόνῳ τῷ δεσποτικῷ, σὺν τῷ σοφῷ Χριστοφόρῳ, τῷ διὰ τῆς Παναγίας φωτισθέντι, μὴ διαλείπητε, ἀεὶ Χριστῷ πρεσβεύοντες, ὑπὲρ τῶν τιμώντων ὑμᾶς.
Δόξα. Καὶ νῦν. Διονυσίου Χαλδίας.
Ἦχος α΄. Θεαρχίῳ
νεύματι, ἄραντες οἱ θεοφόροι Ἀθήνηθεν, μετὰ σπουδῆς εἰς τὴν Ἑώαν ἀνέδραμον. Ἦχος Πλ. α΄. Καταλαβόντες τὸ Ἀνάκτορον , σὺν
Σωφρονίῳ Βαρνάβας, ἐξόχως ἠσπάζοντο. Ἦχος β΄. Ἡ
γὰρ ὑπέρτατη τῶν οὐρανῶν Κυρία, τοῖς θεοφόροις Πατράσι, συμπαρεγίνετο,
κατασκευάζουσα ἐνδιαίτημα ἄντρον θεόδμητον, τοῖς πόθῳ ἀπαίρουσι, τῶν ἐγκοσμίων
εἰς οὐράνια. Ἦχος πλ. β΄. Καὶ ἀναβάντες
ἐβόων, τοῖς ἐμφωλευούσαις χελιδόσιν, ἡμᾶς ἡ Παντάνασσα θεόπαις συμπαρέπεμψεν. Ἦχος γ΄. Ἄρατε τοίνυν, ἵν’ ᾧδε βασιλικὸν οἶκον δωμήσωμεν, εἰς
δόξαν καὶ αἶνον τῆς ἀφθόρου Μητρός. Ἦχος Βαρύς. Διὰ ταύτης γὰρ ἡ παγγενής, τῶν βροτῶν σωτηρία γέγονεν·
ᾗ ὑπουργῆσαι ἐφιέμεθα. Καὶ ταύτῃ ἄξιον οἶκον μεθαρμόσαι τὸ σπήλαιον. Ἦχος δ΄. Τούτου γὰρ ἕνεκα παρίδομεν πᾶσαν δόξαν πρόσκαιρον. Ἦχος πλ. δ΄. Δι’ ὅ Ἄχραντε Θεοτόκε, ᾀεὶ σὺν τῷ Βαρνάβᾳ τῷ σοφῷ,
Σωφρονίῳ τε καὶ Χριστοφόρῳ, πρέσβευε διηνεκῶς περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ
πάσης προσβολῆς ἐναντίας τὴν νεολαίαν σου, τὴν γὰρ σὴν προστασίαν κεκτήμεθα. Ἦχος α΄. Εἰς τοὺς αἰῶνας ἀγλαοφανῶς σὲ μακαρίζοντες.
Εἰς τὸν στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τοὺς τρεῖς
τῆς Τριάδος τῆς σεπτῆς, μύστας εὐφημήσωμεν, Βαρνάβαν τὸν ἱερώτατον, καὶ τὸν
Σωφρόνιον, καὶ τὸν Χριστοφόρον, τοὺς πιστοὺς θεράποντας, καὶ λάτρας τῆς Ἁγνῆς
Θεομήτορος, τοὺς καὶ πρεσβεύοντας, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ
τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.
Πατέρες
θεόφρονες ὑμῶν, ἡ γῆ οὐ κατέκρυψε τὰ ἱερώτατα σώματα, τῶν ἰαμάτων γάρ, πηγὴ
ἀνεδείχθη, ἀφθόνως βλυστάνοντα, παθῶν τὴν θεραπείαν τοῖς πάσχουσι, ψυχὰς καὶ
σώματα, καὶ δαιμόνων ἀπελαύνοντα, ἐπηρείας τῶν πιστῶν ἑκάστοτε.
Στ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Οἱ λόγῳ καὶ βίῳ ἀκριβεῖς, ἀρετῆς διδάσκαλοι, τὰ ἀκηλίδωτα ἔσοπτρα, τοῦ θείου Πνεύματος, οἱ τοῦ τρισηλίου, φωτὸς τῶν ἐμφάσεων, λαμπρὰς μαρμαρυγὰς ἀπαστράπτοντες, οἱ τῷ τῆς χάριτος, θρόνῳ ἅμα παριστάμενοι, δυσωπεῖτε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. ἦχος δ΄.
Τῶν ὑπὲρ νοῦν ἀγαθῶν τρωθέντες τῷ ἔρωτι, πᾶσι τοῖς τοῦ βίου τερπνοῖς ἀπετάξασθε Ὅσιοι, τὸν ἐν τῷ τούτων καρπῷ κρυπτόμενον ὄφιν δι’ ἐγκρατείας ἀποκρουσάμενοι. Ὅθεν καὶ βίον ἰσάγγελον ἐπὶ γῆς πολιτευσάμενοι, νῦν ἐν οὐρανοῖς, ἀπολαύετε τοῦ ξύλου τῆς ζωῆς, ἀθανασίας τρυγῶντες, καρποὺς τοὺς ἀκηράτους, καὶ πρεσβεύοντες πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
πάνσεπτόν σου κοίμησιν παναγία Παρθένε, Ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ,
καὶ ἀνθρώπων τὸ γένος ἐπὶ γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν
ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα τῶν εἰς
σε μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων Θεοτόκε, πανύμνητε καὶ ἀπειρόγαμε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄.
Τοὺς φαεινοὺς τρεῖς φωστήρας τῆς τρισηλίου θεότητος, τοὺς τῶν μοναστῶν τὰς χορείας, ἀκτῖσι βίου πυρσεύσαντας, τῆς Θεοτόκου τοὺς καὶ μύστας καὶ λάτρας, τοὺς καὶ θεοφόρους τῷ τῆς Ἁγνῆς κελεύσματι χρηματίσαντας, Βαρνάβαν τὸν ὑψίνουν, καὶ τὸν θεοφόρον Σωφρόνιον, σὺν τῷ κλεινῷ Χριστοφόρῳ, τῷ νῦν σχόντι θεοδίδακτον, πάντες οἱ τοῦ βίου αὐτῶν ὁπαδοί, συνελθόντες ὕμνοις τιμήσωμεν. Αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α’.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα, ἦχος δ΄, κατεπλάγη Ἰωσήφ.
Ἡ θεόπαις Μαριάμ, τοὺς θεοφόρους ἀσκητάς, ἐξ Ἑλλάδος συγκαλεῖ, πρὸς θεῖον ὕψος οὐρανοῦ, δι’ ὅ προθύμως σὺν Σωφρονίῳ Βαρνάβας, μεθέπονται αὐτῇ, συνυπουργῆσαι Θεῷ, Χριστῷ τῷ ἐξ αὐτῆς, δίχα τεχθέντι σπορᾶς, καὶ διὰ τοῦτο Ἄγγελοι, βοῶσιν ἐν παῤῥησίᾳ τῷ κτίστῃ Θεῷ· Θεὲ Πατέρων ὁ μεταστήσας, τοὺς ἱκέτας σου δόξα σοι.
Δόξα.
Χριστοφόρον τὸν κλεινόν, ἀνευφημήσωμεν πιστοί, ὅν κατέστησε Χριστός, ἐξ ἀροτῆρος ἱερόν, τοῦ ἱεροῦ ἀμπελῶνος αὐτοῦ ἐργάτην. Τῆς γνώμης γὰρ αὐτοῦ εἰδὼς τὸ ἄπλαστον, ὡς ἄλλον Ἐλισαῖον ἀνελάβετο, ἐκ τῶν βοῶν καὶ γνώσεως, ἐνθέου ὑπερφυῶς αὐτὸν ἔπλησε, τῶν μυστηρίων, τῶν ἀποῤῥήτων, ἱερουργὸν προβαλλόμενος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα, ἦχος α΄, τὸν τάφον σου σωτήρ.
Βαρνάβαν τὸν σοφόν, καὶ Σωφρόνιον ἅμα, τὸ ζεύγος τὸ κλεινόν, τῆς Ἁγίας Τριάδος, τὰ σκεύη τοῦ Πνεύματος, τοὺς Χριστοῦ τοῦ θεράποντος, τοὺς τῆς πίστεως, ἀκριβεστάτους κανόνας, τὸν ἰσάγγελον, ὁμοῦ βιώσαντας βίον, πιστῶς εὐφημήσωμεν.
Δόξα.
Ἡ πάντιμος δυάς, τῶν Ὁσίων Πατέρων, τιμᾶται θαυμαστῶς, ἐν Μελέᾳ τῷ ὄρει, Βαρνάβας καὶ Σωφρόνιος, λάτραι τῆς Θεομήτορος, ὅθεν σήμερον, συναθροισθέντες, ἐνθάδε ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, Θεοῦ τοὺς θεράποντας.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Μετὰ τὸν Πολυέλεον, κάθισμα, ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Πόνοις ἀσκήσεως, σαρκὸς τὸ φρόνημα, καταμαράναντες, πάντα ἐσβέσατε, τὰ καθ’ ὑμῶν τοῦ πονηροῦ, βέλη πεπυρωμένα, πνεῦμα δὲ πλουτήσαντες, τοῦ Χριστοῦ ὑμῖν ἔνοικον, χάριν ἐκομίσασθε, τὰ ἀκάθαρτα πνεύματα, ἐλαύνειν καὶ ἰᾶσθαι παντοῖα, πάθη ψυχῶν τε καὶ σωμάτων.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος γ΄. Τὴν ὡραιότητα
Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα· διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Οἱ ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαίου: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου... (Δεκεμβρίου ε΄).
Ὁ Ν΄ ψαλμός.
Δόξα, ήχος β΄. Ταῖς τῶν σῶν Ὁσίων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον, ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον ἀσκητῶν τάγματα, δόξαν προσφεύγουσι Θεῷ, τῷ δοξάσαντι τὴν μνήμην τῶν
Ὁσίων, καὶ γὰρ αὐτοῖς συνδοξάζονται, ὁ Βαρνάβας καὶ Σωφρόνιος, μετὰ τοῦ
Χριστοφόρου· πρεσβείαις Κύριε τῶν σῶν Ὁσίων, τὴν εἰρήνην παράσχου ταῖς ψυχαῖς
ἡμῶν.
Ὁ α΄ Κανὼν τῆς Ἑορτῆς καὶ τῶν Ἁγίων β΄.
Ὁ Κανὼν τῶν Ὁσίων Βαρνάβα καὶ Σωφρονίου. Ποίημα Νεοφύτου Πελοποννησίου, οὗ ἡ ἀκροστιχίς: Αἰνῶ δυάδα τῶν Ὁσίων Πατέρων. Νεόφυτος.
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Ἀνυμνῆσαι μνήμην τὴν φαιδράν, τῶν Πατέρων ᾄσμασιν, ὁ τῶν Πατέρων Θεός, σύ μοι δώρησαι, ἐν ἀνοίξει στόματος, λόγου δύναμιν, σὴν τῶν σῶν θρόνων πάρεδρον. Δώρημα γὰρ ἅπαν, τέλειον ἐκ σοῦ ἡμῖν κατέρχεται.
Ἱερῶς τὸν βίον ἐπὶ γῆς, Ὅσιοι ἀνύοντες, χρηματιστῶν ἱερῶν ἠξιώθητε, τῶν τῆς Θεομήτορος, ἀποτάξασθαι τῇ τοῦ βίου τερπνότητι· ὅθεν τὸν Σταυρὸν ἀράμενοι, Χριστῷ ἠκολουθήσατε.
Νυσταγμὸν βλεφάροις ψαλμικῶς, ὕπνον τε τοῖς ὄμμασι, γενναιοφρόνως σοφοί, οὐκ ἐδώκατε, ἕως οὗ τὸ σκήνωμα, ἐκτυπώματος τῆς Πανάγνου Θεόπαιδος, ἴχνεσιν αὐτοῦ ἑπόμενοι, εὑρόντες συνῳκίσθητε.
Θεοτοκίον.
Ὡς ὡραίαν ὡς
περικαλλῆ, ὅλην ὡς ἀμώμητον, τὴν Ἰακὼβ καλλονήν, σὲ Θεόνυμφε, εὑρηκὼς
ἐσκήνωσεν, ἐν τῇ μήτρᾳ σου, ὑπὲρ λόγον καὶ ἔννοιαν, ὁ δεδοξασμένος Κύριος,
ἐνδόξως γὰρ δεδόξασται.
Ἕτερος κανών, τοῦ αὐτοῦ, εἰς τὸν Ὅσιον Χριστοφόρον, οὗ ἡ ἀκροστιχίς: Χριστοφόρον τε Χριστοῦ μου τὸ φορεῖον.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Χριστοῦ τὸν θεράποντα, τὸν Χριστοφόρον ὑμνήσωμεν, ὃν ἔχρισεν ἐλάκιον ἀγαλλιάσεως, ὁ τῷ Πνεύματι, χρισθεὶς τὸ κατὰ σάρκα, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὅτι δεδόξασται.
Ῥημάτων αὐτήκοος, καὶ ὑπερφώτου λαμπρότητος, αὐτόπτης σὺ γέγονας, τῆς Θεομήτορος, καὶ καταπεσών, ὡς Δανιὴλ ἀνέστης, χειρὸς τῆς Θεόπαιδος, ἐπειλημμένης σου.
Ἰδὼν τὸ ἀκέραιον, τῆς σῆς καρδίας καὶ ἄπλαστον, ὁ γνοὺς πρὸ γενέσεως, αὐτῶν τὰ σύμπαντα, ἱερέα σε, σοφὸν ἐξ ἀροτῆρος, ὡς τὸν Ἐλισαῖον πρὶν προεχειρίσατο.
Θεοτοκίον.
Σὲ τεῖχος ἀπόρθητον, καὶ στρατηγὸν ἀπροσμάχητον, κατὰ ὁρωμένων τε, καὶ ἀοράτων ἐχθρῶν, προβαλλόμεθα, καὶ ἄγκυρα ἐλπίδος, πλουτοῦμεν θεόνυμφε, τῆς σωτηρίας ἡμῶν.
ᾨδὴ γ΄. Τῶν Ἁγίων. Ἐξήνθησεν ἡ ἔρημος.
Δυάδα ὑπερέβητε, τὴν τῆς ὕλης Ὅσιοι, τῆς τριλαμποῦς θεότητος, τῇ ἀΰλῳ στοργῇ ἑνούμενοι, καὶ πίστει τὴν καρδίαν στερεούμενοι.
Υἱὸς σὺ παρακλήσεως, ὦ Βαρνάβα γέγονας, σὺν Σωφρονίῳ πνεύματος, παρακλήσει καθιλαρύνοντες, τοὺς πόθῳ τὴν ὑμῶν μνήμην γεραίροντας.
Ἀῤῥήτοις ταῖς ἐλλάμψεσι, τῆς Ἁγνῆς Θεόπαιδος, ἀπαύστως πυρσευόμενοι, τὴν τοῦ βίου νύκτα διήλθετε, καὶ πρὸς φῶς ἐσκηνώσατε ἄδυτον.
Θεοτοκίον.
Δαβὶδ τοῦ
Θεοπάτορος, ἐκ τῆς ῥίζης πάναγνε, προφητικῶς ἐβλάστησας, ἀλλὰ σὺ καὶ Δαβὶδ
ἐδόξασας, ὡς τῆς δόξης τὸν Κύριον γεννήσασα.
Ἕτερος, τοῦ Ὁσίου. Τοὺς σοὺς ὑμνολόγους.
Τῆς σῆς θυηφόρου Χριστοφόρε, χειρὸς τὸ παράσημον, Χριστὸς ἐπίσημον ἀνέδειξε, τῷ σὲ χειροτεθήσαντι, ἐκ μήτρας γὰρ μητρὸς τῆς σῆς, σὲ Γαζηραῖον ἀφώρισεν.
Ὁ πάλαι λαβὼν ἐκ τῶν προβάτων, Μωσῆν, τὸν Ἀμῶς, καὶ τὸν Δαβίδ, οὗτος ἐκ τῶν βοῶν καὶ σέ, ἀνέλαβε Χριστοφόρε, τῶν μυστηρίων ἔμφρονας ἱερουργὸν προβαλλόμενος.
Φορεῖον ἐγένου Χριστοφόρε, τοῦ σύμπαντος φέροντος δρακί, ἐλθὼν γὰρ παρὰ σοὶ Χριστός, μετὰ Πατρὸς καὶ Πνεύματος, μονὴν ἐν σοὶ ἐποίησεν, ἠγαπηκὼς ὡς ἠγάπηται.
Θεοτοκίον.
Ὁ Ὤν ἐν μορφῇ
Θεοῦ Παρθένε, μορφὴν δούλου ἔλαβεν ἐκ σοῦ, σωματωθεὶς ἐν μήτρᾳ σου, ἀσπόρως ὁ
Ἀσώματος, καὶ σὲ φυλάξας ἄφθορον, ἐν τόκῳ καὶ μετὰ γέννησιν.
Τὸ κοντάκιον καὶ ὁ οἶκος τῆς ἑορτῆς.
Εἶτα τὸ κάθισμα, ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πατέρες τρισόλβιοι, τῶν μοναστῶν ἡ κρηπίς, τὸν βίον τελέσαντες, ἐπὶ τῆς γῆς εὐσεβῶς, τοῦ Πνεύματος ὤφθητε, ἔσοπτρα τῆς ἐξ ὕψους, εἰσδεχόμενα αἴγλην, πάντας φωταγωγοῦντες, τῷ λαμπρῷ ὑμῶν λόγῳ, καὶ βίῳ τῷ λαμπροτέρῳ θεομακάριστοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν
Ἁγνή, πάντα τὰ γένη τῶν βροτῶν, ἐκτυπώματος τοῦ σου, τοὺς τῶν θαυμάτων
ποταμούς. Πῶς ἀεννάως τὴν χάριν πᾶσι πηγάζει, πνευμάτων πονηρῶν, σοβεῖ τὰς
μάστιγας, σωμάτων καὶ ψυχῶν λύει παθήματα, τῶν ἀναγκῶν καὶ θλίψεων, καὶ πάσης
ἀπολυτροῦται κακώσεως, πάντας τοὺς τούτῳ, προσερχομένους, καὶ πιστῶς σε
δοξάζοντας.
ᾨδὴ δ΄. Τῶν Ὁσίων. Ἐλήλυθας ἐκ Παρθένου.
Ἀνάστατοι τῆς οἰκείας πατρίδος γενόμενοι, ποταμοὺς ἐστήσατε, ῥεῖθρα ἀέναα Ὅσιοι, καὶ τοῖς ποσὶ διέβητε, τῷ Ἠλιοὺ θείῳ πνεύματι κοσμούμενοι.
Τῆς πίστεως ἐν καρδίᾳ τὸν σπόρον νεώσαντες, νέφος διελύσατε, τὸ τῆς ἀκρίδος μακάριοι, τὸ ἐπινεμόμενον, τῶν γεωργῶν τὰς ἀρούρας καὶ τὸν ἄσταχυν.
Ὡς τήξαντες ἐγκρατείᾳ τὴν σάρκα θεσπέσιοι, καὶ πάθη νεκρώσαντες, ἐν τῇ μαχαίρᾳ τοῦ πνεύματος, κλινοπερῆ παράλυτον, τῶν εὐχῶν ἐπαφῇ ἀνωρθώσατε.
Θεοτοκίον.
Νυμφῶνός με
τοῦ Υἱοῦ σου υἱὸν Θεονύμφευτε, πταισμάτων τὸ σύσμορφον, ἀπαμφιάσασα δέομαι,
κάλλει δ’ ὡραιότητος, τῷ τοῦ Νυμφίου, νυμφοστολοῦσα, ποίησον.
Ἕτερος τοῦ Ὁσίου. Ὁ καθήμενος ἐν δόξῃ.
Ῥωμαλαίᾳ διανοίᾳ, μετανάστης γεγένησαι, τῆς ἐνεγκαμένης, ὠς ὁ Ἀβραὰμ καὶ ἀνῴκισας, ὡς τὸν ναὸν Ζοροβάβελ τὸ ἀνάκτορον, τῆς Θεόπαιδος, διὰ παντὸς ἀνυμνῶν αὐτήν.
Ὁ σοφίας τοὺς ἀγροίκους, ἁλιεῖς ὑπὲρ ῥήτορας, καὶ σὲ μὴ εἰδότα, γράμματα σοφίας ἀνέδειξε, μυσταγωγὸν ἐξ ἀγροίκου, τῶν τῆς χάριτος, μυστικὼν Χριστοφόρε διὰ τῆς Θεόπαιδος.
Νύμφης ὤφθη τῆς πανάγνου, λειτουργὸς ἱερώτατος, τῆς δικαιοσύνης τὴν καταστολὴν ἐνδυσάμενος, καὶ Ἀαρὼν ὥσπερ νέος εἰσερχόμενος, εἰς τὰ ἅγια τῶν ἁγίων ἁγίως ἑκάστοτε.
Θεοτοκίον.
Τὴν ἐκ σοῦ
Μωσῆς σημαίνων τοῦ Θεοῦ Λόγου σάρκωσιν, προδιέγραψέ σε, στάμνον καὶ λυχνίαν
ἑπτάφωτον, καὶ Κιβωτὸν Θεοτόκε, ἁγιάσματος, θείαν τράπεζαν, ἐξ οὐρανοῦ Ἄρτον
φέρουσαν.
ᾨδὴ ε΄. Τῶν Ὁσίων. Μεσίτης Θεοῦ.
Οὐδὲν τῶν φθαρτῶν, τῆς ἀγάπης εἵλκυσεν ὑμᾶς τοῦ Χριστοῦ, δι’ αὐτὸν γὰρ Ὅσιοι, βίου τοῖς τερπνοῖς ἀποταξάμενοι, ὁλοψύχῳ προθέσει, αὐτῷ ἠκολουθήσατε.
Συντόνοις ἐυχαῖς, καὶ παννύχοις στάσεσι τοῦ θείου ναοῦ, πύλας διηνοίξατε. Οἷδε γὰρ Θεὸς ποιεῖν τὸ θέλημα, τῶν αὐτὸν φοβουμένων, καὶ τὴν εὐχὴν αὐτῶν πληρούν.
Ἱστίῳ Σταυροῦ, βίου διαπλεύσαντες τὸν πλοῦν γαληνῶς, ὅρμον πρὸς οὐράνιον, πηδαλιουχούμενοι τῷ Πνεύματι, τῆς ψυχῆς τὴν ὁλκάδα, ἀκλύστως διεσώσατε.
Θεοτοκίον.
Ὡς νάμα τὸ ζῶν, καὶ ζωήῤῥυτον πηγάσασά με δρόσισον, φλογμῷ περιστάσεων, καὶ παραπτωμάτων συγκαιόμενον, ταῖς τῶν σῶν θεραπόντων πρεσβείαις, Θεονύμφευτε.
Ἕτερος, τοῦ Ὁσίου. Ἐξέστῃ τὰ σύμπαντα.
Εὐθύς τε καὶ ἄπλαστος, τὸν τρόπον καὶ ἀκέραιος, πρᾶος ἱλαρὸς πλήρης ἀγάπης, τῆς πρὸς Θεόν τε καὶ τὸν πλησίον σου, ἀρετῆς καὶ πίστεως κανών, ἀκριβῆς γεγένησαι, Χριστοφόρε τρισόλβιε.
Χαρᾶς ἡμῖν πρόξενος, ἡ μνήμη σου ἀνέτειλε, βίου γὰρ τοῦ σοῦ τὸ φῶς τρισμάκαρ, ἔμπροσθεν πάντων λάμπον θεώμενοι, δόξαν ἀναπέμπομεν Θεῷ, τῷ σὲ ἐν τοῖς θαύμασι, μετὰ πότμον δοξάσαντι.
Ῥητῶν ἀποῤῥήτων τε, τὴν πάναγνον πεπλούτηκας, καὶ μυσταγωγὸν καὶ χρησμολόγον, σοφίζουσάν σε καὶ συνετίζουσαν, διὰ τοῦ ὠτίου ἀκοῆς, διδόντος ὡς γέγραπται, καὶ τὸν νοῦν διανοίγοντος.
Θεοτοκίον.
Ἰάσεων
ἄφθονα, πηγάζει τὰ ἰάματα, τὸ σὸν ἀπεικόνισμα Παρθένε, τοῦ γὰρ τεχθέντος ἐκ σοῦ
τῆς χάριτος, μετέδως προσβλέψασα αὐτῷ, Λουκᾶ ὑποδείξαντος, τοῦ σοφοῦ
θεοκήρυκος.
ᾨδὴ στ΄. Τῶν Ὁσίων. Ἐν ἀβύσσῳ πταισμάτων.
Νοῦν παθῶν ἡγεμόνα στησάμενοι, θεσπεσίοις Ὅσιοι ἄρτοις ἐτράφητε, τροφὴ ὑμῖν αὐτόματον τοῦ τὰ σύμπαντα τρέφοντος στήσαντες.
Παροδεύοντες γῆς τὸ οἰκούμενον, τῶν ὁδοστατῶν τοὺς ὑμᾶς ἐκπειράσαντας, λέγοις αἰχμαλωτίσαντες, μετανοίας, Χριστῷ ὑπηγάγετε.
Ἀκεσώδυνα σχὼν τὰ σὰ δάκρυα, τούτων καταπαλαίσματι τὸ ἄλγος ἔπαυσας, τὸ τοῦ ποδὸς προσκόψαντος, Σωφρονίου, Βαρνάβα μακάριε.
Θεοτοκίον.
Τῆς ζωῆς τὴν πηγὴν τὴν ἀένναον, ἄχραντε γεννήσασα, πύλας μοι ἄνοιξον, τὰ τῆς ζωῆς καὶ σῶσόν με, εἰς ζωὴν ἐκ θανάτου μετάγουσα.
Ἕτερος. Τὴν θείαν ταύτην.
Στύλος φωτὸς καὶ σκιάζουσα νεφέλη ἐν ἐρήμῳ σὺ γέγονας, πρὸς τὰ οὐράνια, ἀπὸ τῆς γῆς προηγούμενος, τῶν τὸν Θεὸν ὁρώντων, θεῖε Χριστοφόρε.
Τὴν τῶν παθῶν ῥήξας, θάλασσαν, τῇ ῥάβδῳ τοῦ Σταυροῦ διεπέρασας, τὸν ταύτης κλύδωνα· καὶ εἰς Σιὼν τὴν οὐράνιον, εἰσῆλθες τροπαιοῦχος θεομακάριστε.
Ὅλος Θεῷ ἀνακείμενος, τῆς γῆς δι’ ἀρετῆς ἀπανίστασο, τὸν νοῦν λαμπόμενος, ὡς ἀκηλίδωτον ἔσοπτρον, ταῖς νοηταῖς ἀκτῖσι τοῦ θείου Πνεύματος.
Θεοτοκίον.
Ὑμνοῦμεν Κόρη τὸν τόκον σου, καὶ σὲ ἀσματικῶς μακαρίζομεν. Χαῖρέ σοι κράζοντες, δι’ ἧς χαρὰ ἡμῖν ἔλαμψεν, ἡ τῆς ἀρᾶς τὸ γένος τῶν βροτῶν λύσασα.
Κοντάκιον, ἦχος δ΄. Ἡ Παρθένος σήμερον.
Ὁ Βαρνάβας σήμερον, καὶ ὁ Σωφρόνιος ἅμα, οἱ Χριστοῦ θεράποντες, σὺν τῷ κλεινῷ Χριστοφόρῳ, ἅπαντας συγκαλοῦσιν εὐσεβοφρόνως, αἴνεσιν ἀναπέμπεψαι, Θεῷ τῷ ζῶντι, τῷ ἐν θαύμασι τοὺς τοῦτον, ἐν γῇ δοξάσαντας μεγαλύναντι.
Ὁ Οἶκος.
Τοὺς τῆς Τριάδος τῆς σεπτῆς, τρεῖς θεοφόρους μύστας, τὸν Ὅσιον Βαρνάβαν, Σωφρόνιον τὸν πάνυ, καὶ Χριστοφόρον τὸν κλεινόν, συνελθόντες οἱ πιστοί, ἐν ὕμνοις εὐφημήσωμεν, τοὺς μονοτρόπους ὁμοῦ διαπρέψαντας, καὶ ἐν ἀσκήσει ὡς φοίνιξ ἀνθήσαντας, τοὺς χρησμοδόχους τῆς Θεοτόκου, καὶ θείους ἱερουργοὺς τοῦ Χριστοῦ, τοὺς ἐν ᾗ ἐπόλισαν ἐρήμῳ,ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθέντας, καὶ τὴν οὐ τίκτουσαν στείραν, ἐπὶ πολυτεκνίᾳ εὐφραινομένην ἀναδείξαντας, κᾀντεῦθεν εἰς Χριστὸν ἀναλύσαντας, ἐνθα πάντων εὐφραινομένων ἐστὶν ἡ κατοικία. Ἐφ’ οἷς καὶ εὐχαρίστως αἶνον βοῶμεν τῷ Θεῷ, τῷ ἐν θαύμασι τούτον ἐν γῇ δοξάσαντας μεγαλύναντι.
Συναξάριον
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν ἐξ Ἀθηνῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, Βαρνάβα καὶ Σωφρονίου, τῶν ἐν τῷ Ὄρει τοῦ Μελέα ἐν ἀσκήσει καὶ θαύμασι διαλαμψάντων.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τοῦ γενομένου θαύματος ὑπὸ τῆς Ὑπεραγίας Θεοτόκου, διὰ τῆς Ἁγίας αὐτῆς Εἰκόνος περὶ τῆς ἐν τῇ Μονῇ τοῦ Σουμελᾶ Ζωοδόχου Πηγῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τοῦ γενομένου θαύματος ὑπὸ τῆς Ὑπεραγίας Θεοτόκου, διὰ τῆς Ἁγίας αὐτῆς Εἰκόνος ἐν τῷ Ὄρει καλουμένῳ Καμμένᾳ. Καὶ ἀνάμνησις τῆς εὑρέσεως τῆς Τιμίας Κάρας τοῦ Ὁσίου Βαρνάβα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Χριστοφόρου τοῦ ἱεροῦ, καὶ ἀνοικιστοῦ τῆς αὐτῆς τοῦ Μελέα Ὄρους Μονῆς, τοῦ ἐκ χώρας Τραπεζοῦντος Γαζαρῆ.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Τῶν Ὁσίων. Ἀντίθεον πρόσταγμα.
Εἰκόνι ἑπόμενοι τῆς Θεοτόκου, ἣν χεῖρες ἱστόρησαν, Λουκᾶ τοῦ θεοκήρυκος, εἰς Ὄρος ἀνήχθητε, ὃ τεκμηρίοις πολλοῖς, ἔδειξεν ἡ πάναγνος, ἡμῖν χρησμοδοτοῦντα καὶ συνοδεύουσα.
Ῥωννύμενοι χάριτι τῆς παναχράντου, τὴν πέτραν ἐῤῥήξατε, εὐχῆς ῥάβδῳ ὡς πρὶν Μωσῆς, σταγόνας ψεκάζουσαν ποτίμου ὕδατος, νόσων καὶ δεινῶν παθῶν, παντὶ ἀκεσωδύνους θεομακάριστοι.
Ὡς πάντα ἰσχύοντες ἐν τῷ Κυρίῳ, ἡμέραις ἐν πλείοσιν ἀπόσιτοι διήγετε· ὁ θεῖος δὲ Πρόδρομος ὡς ὁμοτρόποις αὐτῷ, ἅπασαν αὐτάρκειαν ὑμῖν, χρησμοδοτήσας ἐπανεκτήσατο.
Θεοτοκίον.
Νοός μου τὸ
ἄστατον στῆσον Παρθένε, τὸν ὄρη καὶ νάπας τε σταθμῷ ζυγοσταθμήσαντα, καὶ πνεῦμα
τὸν κτίζοντα καὶ στεραιοῦντα βροντήν, οὐρανόν τε στήσαντα καὶ γῆν, θεμελιώσαντα
ἡ γεννήσασα.
Ἕτερος. Τοῦ Ὀσίου. Οὐκ ἐλάτρευσαν
Μνήμην ἄγει σοι, ἑόρτιον ἡ ποίμνη σου πανηγυρίζουσα ἐπὶ τῇ σῇ πρὸς Χριστόν, ἀναλύσει Ὅσιε, καὶ ἀναμέλπουσα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἷ.
Ὁ σὸς θάνατος, Κυρίου κατενώπιον, τίμιος Ὅσιε, τιμὰν γὰρ οἶδε Θεός, σοὺς ἔργων λαμπρότητι τοῦτον τιμήσαντας, ᾧ καὶ ψάλλομεν· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἷ.
Ὑπὲρ Ἥλιον, ἀνέτειλε τοῦ βίου σου τὰ κατορθώματα, τοῖς ἐν νυκτὶ τῶν παθῶν, καθεύδουσιν Ὅσιε, καὶ διανέστησε, πρὸς τὴν μίμησιν, τὴν σὴν συμφώνως ψάλλοντας· ὁ Θεὸς εὐλογητὸς εἷ.
Θεοτοκίον.
Τὸν τὰ σύμπαντα, ποιήσαντα συνέλαβες, ἀσπόρως πάναγνε, λόγον Θεοῦ καὶ Θεόν, ἀφθόρως τε τέτοκας καὶ ἀνωδίνως σεμνή, ᾧ λατρεύοντες, κυρίως Θεοτόκον σε, εὐσεβῶς ὁμολογοῦμεν.
ᾨδὴ η΄. Κάμινός ποτε.
Νεύσει τῆς ναὸς τοῦ πάντα δειμαμένου, γεγενημένης ἐδομήσατο, ἱερὸν αὐτῇ ἀνάκτορον, ἐν αὐτῷ προσαναφέροντες, τὴν λογικὴν λατρείαν ἑκάστοτε, καὶ χρησμοῖς τοῖς τῆς Θεοτόκου, τὰ ὑπὲρ λόγον μυούμενοι.
Ἔρημον ὡς πρὶν ὁ ἐρημοπολίτης περιπολοῦντες ἀπανίστασθε, τῆς γῆς καὶ τοῦ σώματος, κατοπτεύοντες ἐν Πνεύματι, ἃ ὀφθαλμός, κατεῖδεν οὐδέποτε, οὐδ’ ἀνέβη εἰς νοῦν ἀνθρώπου, οὐδὲ ὠτίον ἀκήκοεν.
Ὄλβιον ὁμοῦ βεβιωκότες βίον, ὕπνον τρισόλβιοι ὑπνώσατε, τὸν μακαρίοις ἐμπρέποντα, ἡμερῶν πλήρεις γενόμενοι, καὶ τοῖς ὑμῶν πατρᾶσι προσθέμενοι· ὅθεν ὕμνοις ὑμῶν τὴν μνήμην, συμφώνως γεραίρομεν.
Θεοτοκίον.
Φῶς τὸ ἐκ φωτὸς φωτόνυμε τεκοῦσα, ἀμαυρωθέντα παραπτώμασι, φωτεινὲ λαμπρύνασα, τῷ φωτίζοντι τὰ σύμπαντα, φωτὸς υἱόν, ἀνάδειξον δέομαι, Θεομήτορ τοῦ ἀνεσπέρου, εἰς φῶς ἐκ σκότους μετάγουσα.
Ἕτερος. Τοῦ Ὁσίου. Παῖδας εὐαγεῖς.
Ὄλβιον ἐν γῇ βιώσας βίον, τὸν ὄλβον τὸν ἐπουράνιον ἀπείληφας, αἴγλης ἐμφορούμενος, τριλαμποῦς τρισόλβιε, μετὰ τῶν ἄνω τάξεων· μεθ’ ὧν καὶ ψάλλεις ᾀεί· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Φρόνησιν ἀνδρείαν σωφροσύνην, καὶ πᾶσαν δικαιοσύνην ἀμπεχόμενος, Ἄγγελος ἐπίγειος, ἄνθρωπος οὐράνιος, φωστὴρ ἐν κόσμῳ γέγονας, λόγον ἐπέχων ζωῆς· τὸν Κύριον τοῖς πίστει ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν εἰς πάντας τοὺς αἰῶνας.
Ὄργανον τοῦ πνεύματος ἐγένου, καὶ λύρα ἀναφωνοῦσα μέλος ἔνθεον, δόγματα σωτήρια, ἀρετῆς ἀκρίβειαν, πανσόφως διαθέμενος, τοῖς μελωδοῦσι πιστῶς· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥεῖθρα ἰαμάτων ἀναβλύζει, τὸ σὸν ἀπεικόνισμα θεόνυμφε, ἰδιώταις ἄρχουσιν, ἐθνικοῖς τε ἄναξι, πλουσίοις τε καὶ πένησι, πιστοῖς, ἀπίστοις ἁπλῶς· τοῦ βρέχοντος καὶ γὰρ ἦσθα Μήτηρ, καὶ φωτοδοτοῦντος δικαίοις ἀδίκοις.
ᾨδὴ θ΄. Τῶν Ὁσίων. Ἀνάρχου γεννήτορος.
Ὑμῶν τὸ πολίτευμα, ἐν οὐρανοῖς ὑπάρχει νῦν, ὅπου ἦχος ἀφράστου ἀγαλλιάσεως, ὅπου μυριάδες Ἀγγέλων, ὅπου χοροὶ τετελειωμένων, δικαίων τὰ πνεύματα, πρωτοτόκων ἡ πανήγυρις.
Τῷ θρόνῳ τῆς χάριτος, παρεστηκότες Ὅσιοι, καὶ φωτὶ τρισηλίῳ καταλαπόμενοι, τοὺς τὴν φωτοφόρον τελοῦντας μνήμην ὑμῶν, τυχεῖν δυσωπεῖτε, τῆς ἄνω λαμπρότητος, τὸν φιλάνθρωπον Θεὸν ἡμῶν.
Ὁ φύσει φιλάνθρωπος, ἡ τοῦ ἐλέους ἄβυσσος, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ἐλέησον, τῶν σῶν θεραπόντων πρεσβείαις τοὺς εὐσεβεῖς πίστει προσκυνοῦντας, μίαν κυριότητα, ἐν Πατρὶ Υἱῷ καὶ Πνεύματι.
Θεοτοκίον.
Σωτήριον οἶδά
σε λιμένα καὶ γαλήνιον, τῶν παθῶν τρικυμίας νεύματι λύουσαν, τοῦ ὑπερφυῶς
γεννηθέντος ἐκ σοῦ Ἁγνή, θεανθρώπου Λόγου, καὶ ἐπιτιμήσαντος τῇ θαλάσσῃ καὶ τῇ
λαίλαπι.
Ἕτερος. Τοῦ Ὁσίου. Ἅπας γηγενής.
Ἔστης μεταστάς, ζωὴν πρὸς τὴν ἄληκτον, τῆς σῆς ἐφέσεως, ὃν γὰρ ἐν αἰνίγματι, καὶ ἐν ἐσόπτρῳ ἦσθα θεώμενος, ἐν εἴδει νῦν καὶ πρόσωπον ὁρᾶς πρὸς πρόσωπον, λελυμένων τῶν ἐσόπτρων Ὅσιε· ὄθεν ὕμνοις πιστῶς εὐφημοῦμέν σε.
Ἵλέων ἡμῖν, γενέσθαι δυσώπησον τὸν ἐλεήμονα, ἐποπτεύων ἄνωθεν, ἣν συνεστήσω ποίμνην μακάριε, συνηγοροῦντας ἔχουσαν τοὺς ὁμοτρόπους σοι, τὸν Βαρνάβαν, ὁμοῦ καὶ Σωφρόνιον, τῶν Πατέρων τοὺς θείους ἀκρέμονας.
Τριαδικόν.
Ὁ τῶν οἰκτιρμῶν, καὶ τῆς παρακλήσεως Θεὸν οἰκτείρισον, τοὺς σὲ καταγγέλλοντας, μίαν Οὐσίαν τρία δὲ Πρόσωπα θεαρχικὰ καὶ σύμμορφα σῆς κυριότητος, καὶ τῆς θείας δόξης σου ἀξίωσον, ταῖς λιταῖς τῶν τριῶν θεραπόντων σου.
Θεοτοκίον.
Νεῦσον ταῖς
ἡμῶν δεήσεσι πάναγνε, ἡ τοῦ τὰ σύμπαντα, νεύματι ποιήσαντος, ἀφθόρους Μήτηρ
οὖσα καὶ αἴτησαι, τὴν τῶν πταισμάτων ἄφεσιν τοῖς προσκυνοῦσί σου, τὴν Εἰκόνα, ἣν
ὁ ἱερὸς Λουκᾶς, εὐδοκίᾳ τῇ σῇ ἀνιστόρησε.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Βαρνάβαν τὸν θεόφρονα, καὶ Σωφρόνιον ἅμα, τοὺς τοῦ Χριστοῦ θεράποντας, στέψωμεν ἐγκωμίοις, τὸν νοῦν γὰρ παθῶν ἀχλύος, καθάραντες τῇ ἀσκήσει, τῆς τριλαμποῦς Θεότητος, τὴν ὑπέρφωτον αἴγλην, ἐν τῇ ψυχη ἄμφω εἰσεδέξαντο, νῦν δὲ ταύτης, ἀμέσως ἐμφορούμενοι, ὑπερεύχονται πάντων.
Ἕτερον.
Ὡς Ἐλισσαῖον ἄλλον σε βουσὶν ἀροτριῶντα, λαβοῦσα ἡ θεόνυμφος Μαριὰμ Χριστοφόρε, τῶν ἱερῶν Μυστηρίων κατέστησεν ὑπηρέτην, ἐξ ἀροτῆρος ἔμφρονα, γεωργὸν τῆς Ἀμπέλου τῆς ἀληθοῦς, δείξασα καὶ γνώσεως θεοσδότου, ἐμπλήσασα δι’ ὧν ἐν σοί, τρανῶς ἐχρησμολόγει.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις
Τῶν Ἀποστόλων ὁ δῆμος, συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως κηδεύει, τὴν τοῦ Κυρίου Μητέρα, παρόντος καὶ τοῦ Σωτῆρος, σὺν μυριάσιν Ἀγγέλων.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοὺς
θεοφόρους Πατέρας ἀνευφημήσωμεν, τὸν ἱερὸν Βαρνάβαν, καὶ Σωφρόνιον ἅμα,
ἀσκήσεως γὰρ πόνοις τῶν ἀρετῶν, ἑαυτοὺς ἐνδιαίτημα, προκαταστήσαντες ἄνω, ἐν
ταῖς σκηναῖς τὴς λαμπρότητος ἐσκήνωσαι. (Δίς)
Τῆς πρὸς
Θεὸν διαπύρου ἀγάπης Ὅσιοι, ἐξανάψαντες τὴν φλόγα, τὸν πυρσὸν τῶν χαρίτων, τοῦ
Πνεύματος τοῦ θείου, ἐξ οὐρανοῦ, δαψιλῶς ἐκομίσασθε, τῶν παθημάτων τὸν ζόφον ἐκ
τῶν πιστῶν, ἀπελαύνειν συμπαθέστατα.
Σὺ τοῦ
Χριστοῦ ἐπώνυμως κληθεὶς Χριστοφόρε, κατάλληλον τοῖς τρόποις, ἐκομίσω τὴν
κλῆσιν, τὸν γὰρ Σταυρὸν ἐπ’ ὤμων ἀναλαβών, τῷ Χριστῷ ἠκολούθησας. Οὗ καὶ τῶ
θρόνῳ ἐν δόξῃ νῦν παρεστῶς, τῶν τιμώντων σε μνημόνευε.
Δόξα. Ἦχος πλ. α΄.
Ναοὶ Θεοῦ
τοῦ ζῶντος, δι’ ἀρετῆς χρηματίσαντες Ὅσιοι, τὸν ναὸν τῆς Θεομήτορος, οἰκεῖν
κατηξιώθητε, ἐν προσευχαῖς ἐπαγρύπνοις, αὐτὴν θεραπεύοντες, δι’ ἧς ὁ θεηγόρος
Λουκᾶς ἀνιστόρησε, θείας αὐτῆς Εἰκόνος. Χρησμοδοτοῦσα γὰρ ὑμῖν δι’ αὐτῆς, ἐν ᾧ
ᾑρετίσατο Ὄρει, ποδηγετοῦσα μετῴκισεν. Ἔνθα καὶ θαυμάτων χαρίσμασι καὶ ζῶντας
ὑμᾶς τοὺς αὐτῆς θεράποντας, καὶ μεταστάντας ἐμεγάλυνε, χορηγοῦσα ὑμῖν ἐξ
ἀνίκμου πέτρας ὕδωρ ζωήῤῥυτον, νοσημάτων παντοίων φάρμακον, σώματος θεραπείαν,
ψυχῆς ἁγιασμὸν τῶν προστρεχόντων, πιστῶς τῷ τεμένει αὐτῆς. Δι’ ὅ Πανόσιοι, μὴ διαλείποιτε
πρεσβεύοντες, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν μνήμην ὑμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Σαλπίσωμεν φιλέορτοι ἐν ὕμνοις, σκιρτήσωμεν ἐν ὕδασι, καὶ χορεύσωμεν ἐυφραινόμενοι, τοῖς ἀεννάως πλημμυροῦσι τῆς ζωηφόρου Πηγῆς. Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ Πηγῆς τὴν χάριν προχείτωσαν ἀφθόνως. Βασιλεῖς γὰρ ἔσωσε, τοὺς ἐν κλίνῃ συσχεθέντας δὲ τῆ προσψαύσει ἐξανέστησε. Ποιμένες τε καὶ σύμπαντες, τῆς ὀμβροφόρου νεφέλης, τὸ σωτήριον ὕδωρ, συνελθόντες ἀρυσώμεθα, οἱ ἐν νόσοις ἀπαλλαγήν, οἱ ἐν κινδύνοις τὴν ῥῶσιν, τὴν ἀναψυχὴν οἱ ἐν δίψει, τὰ ὄμματά τε οἱ τυφλοί, οἱ κωφευόντες τὴν εὐηκοΐαν, τὴν ἰατρείαν οἱ καχεκτοῦντες, οἱ ἐν θανάτοις τὴν ζωηφόρον, οἱ πάντες τὴν πανταχοῦ πιστοῖς προῤῥέουσαν ὕδατα σωτηρίας, ἀνακροτήσαντες, οὕτω κράζωμεν· ἀείζωα παρέχει νάματα, ἐκ πηγῆς Ἁγνὴ μὴ διαλίπῃς Παρθένε, πρεσβεύουσα πάντοτε ὑπὲρ τῶν δούλων σου.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Ἐκλάμπει σοῖς θαύμασιν ἡ σεπτή, Εἰκών σου Παρθένε, ἡ κειμένη ἐν τῇ Μονῇ, τοῦ ὄρους Μελέα, πηγάζουσα ἀφθόνως, ἡμῖν τὴν θεῖαν χάριν, καὶ μέγα ἔλεος.
Δεῦτε τὴν Τριάδα τὴν θαυμαστήν, τὸν θεῖον Βαρνάβαν, καὶ Σωφρόνιον τὸν κλεινόν, σὺν τῷ Χριστοφόρῳ, τῷ ὄντως φερωνύμῳ, τοὺς ἐν Μελᾶ τῶ ὄρει, ὕμνοις τιμήσωμεν.
Εὐχὴ περὶ τῶν ἀκρίδων τοῦ Ὀσίου Βαρνάβα, καὶ Σωφρονίου.
Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τῷ ῥήματί σου τὸ πᾶν ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγών, ὁ χοῦν λαβὼν ἐκ τῆς γῆς, καὶ πλάσας τὸν ἄνθρωπον, καὶ ψυχῇ, καὶ εἰκόνι σοῦ τιμήσαντες αὐτόν. Ὁ εἰπών· αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. Ὁ διδοὺς τοῖς κτήνεσι τροφήν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων. Ὁ καὶ ἐν τη μεγάλῃ καὶ σωτηρίῳ σου διὰ σαρκὸς ἐπιδημίᾳ χιλιάδας ἄρτῳ χορτάσας πολλάς. Σὺ ὁ πανάγαθος Δεσπότης, καὶ τούτους αὐτοὺς τοὺς ἐπικεκλημένους τὸ πανάγιόν σου ὄνομα, τῇ παντουργῷ, καὶ μεγαλυδώρῳ σου Δεξιᾷ διάθρεψον, καὶ οἴκτειρον πάντας αὐτούς τε καὶ ἡμᾶς συμπαθῶς. Ναὶ Κύριε Ἰησοῦ Χριστέ, σὸς λόγος ἐστί, τὸ αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε. Δὸς οὖν καὶ ἡμῖν ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου τοῖς μετὰ πίστεως αἰτοῦσι, Δέσποτα, τὸ παρὰ σοῦ μέγα ἔλεος. Καὶ λύτρωσαι αὐτοὺς ἐκ τῆς πανολέθρου ταύτης ἀκρίδος, ὅπως μὴ κατεσθίωσι τοὺς στάχυας, καὶ τὴν τροφὴν τῶν δούλων σου χάριτι σοῦ καὶ τοῦ Ἀνάρχου σου Πατρός, καὶ τοῦ Ἁγίου Πνεύματος, διὰ πρεσβειῶν τῆς Παναχράντου σου Μητρός. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου