ΑΥΓΟΥΣΤΟΣ ΙΣΤ΄!!
ΜΑΡΤΥΡΕΣ 6 ΜΕΓΑΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς. Ἦχος β'. Ποίοις εὐφημιῶν.
Ποίοις
οἱ γηγενεῖς ὄμμασιν ἐποψόμεθά σου τὴν εἰκόνα; ἣν τὰ τῶν Ἀγγέλων στρατεύματα,
βλέπειν ἀδεῶς, οὐ δεδύνηνται, θεϊκῷ φωτὶ ἀστραπτομένην· ἀπαίρει γάρ ἀπὸ γῆς
ἀπίστων σήμερον, καὶ πόλιν πρὸς Βασιλίδα καὶ λαὸν εὐσεβῆ, ἐπιδημεῖ θείᾳ νεύσει,
ἧς περ τῇ εἰσόδῳ, ἐπευφραίνονται Βασιλεῖς, προσπίπτοντες ταύτῃ, μετὰ φόβου
Χριστὲ καὶ πίστεως.
Ποίαις
οἱ χοϊκοὶ ψαύσομεν, τῆς Εἰκόνος σου Λόγε παλάμαις; οἱ ῥερυπωμένοι τοῖς πταίσμασι,
τοῦ ἀναμαρτήτου Θεοῦ ἡμῶν; οἱ ἐν μολυσμοῖς, τοῦ ἀπροσίτου; Καλύπτει τὰ Χερουβὶμ
τὰς ὄψεις τρέμοντα, οὐ φέρει τὰ Σεραφὶμ ὁρᾶν τὴν δόξαν σου, φόβῳ δουλεύει σοι
κτίσις. Μὴ οὖν κατακρίνῃς ἀναξίως σου τὴν μορφήν, Χριστὲ τὴν φρικτήν,
ἀσπαζομένους ἡμᾶς ἐκ πίστεως.
Πάλιν
Δεσποτικῆς πάρεστι, πανηγύρεως θεία ἡμέρα· ὁ γὰρ ἐν ὑψίστοις καθήμενος, νῦν
ἡμᾶς σαφῶς ἐπεσκέψατο, διὰ τῆς σεπτῆς αὐτοῦ Εἰκόνος, ὁ ἄνω τοῖς Χερουβίμ ὢν
ἀθεώρητος, ὁρᾶται διὰ γραφῆς οἷς περ ὡμοίωται. Πατρὸς ἀχράντῳ δακτύλῳ,
μορφωθεὶς ἀῤῥήτως, καθ' ὁμοίωσιν τὴν αὐτοῦ· ἣν πίστει καὶ πόθῳ, προσκυνοῦντες
ἁγιαζόμεθα.
Καὶ
γ’ τοῦ Ἁγίου. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Αἴγλῃ
φωτιζόμενοι, τῆς τρισηλίου Θεότητος, σκοτασμὸν παρεδράμετε, βασάνων καὶ ὤφθητε,
φωτεινοὶ ἀστέρες, τὸ τῆς Ἐκκλησίας θεῖον στερέωμα ἀεί, φωταγωγοῦντες Ἅγιοι
Μάρτυρες· διὸ τὴν φωταυγῆ ὑμῶν, ἐπιτελοῦμεν πανήγυριν, προσκυνοῦντες τὰ λείψανα,
καὶ τὴν κόνιν τοῦ σώματος.
Σεραφεὶμ
καὶ Ἰάκωβον, σὺν Δωροθέῳ τῷ πάνυ, τοὺς γενναίους ἀδάμαντας, Δημήτριον Βασίλειον
καὶ Σαράντην πάντες, ἐν ἀγαλλιάσει, νῦν μακαρίσωμεν πιστοί, ὑπὲρ Τριάδος
στεῤῥῶς ἀθλήσαντας, καὶ πᾶσας τὰς τοῦ δράκοντος, μηχανουργίας πατήσαντας, καὶ
τὸ σκότος μειώσαντας, τῶν εἰδώλων ἐν χάριτι.
Αἵματι
ὠνήσασθε, τὴν Βασιλείαν μακάριοι, τοῦ Θεοῦ τὴν ἀσάλευτον, καὶ ὅρμους ἐφθάσατε,
τοὺς γαληνοτάτους, πᾶσαν τρικυμίαν, ὑπενεγκότες τῶν δεινῶν, γνώμης ἀνδρείᾳ
θεομακάριστοι· ἐντεῦθεν μακαρίζεσθε, νῦν ἱκετεύοντες πάντοτε, τοῦ εὑρεῖν ἡμᾶς
ἔλεος, ἐν ἡμέρᾳ τῆς Κρίσεως.
Δόξα.
Ἦχος πλ. β΄.
Ἐξέλαμψε
σήμερον ἡ τῶν Μαρτύρων μνήμη, καταυγάζουσα πιστῶν τὰς διανοίας, καὶ εὐφραίνουσα
Ὀρθοδόξων τὰς καρδίας, ἐν ᾗ συνελθόντες οἱ πιστοί, πνευματικῶς πανηγυρίζομεν,
καὶ τοὺς ἐν μέσῳ ἡμῶν ἀοράτως παρεστώτας, τοὺς Μάρτυρας καὶ προστάτας,
ᾀσματικοῖς ἐγκωμίοις ἀνευφημοῦμέν ἀεί, τὸν Σωτῆρα Κύριον, δοξάζοντες τὸν
σώζοντα ἡμᾶς ταῖς ἱκεσίαις αὐτῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορτάσωμεν·
σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος, καὶ
πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς συγκαλοῦσι τοῦ βοᾶν ἀσιγήτῳ φωνῇ· Χαῖρε, ἡ
μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα· Χαίροις ἡ τῶν Μαθητῶν
τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα· Χαίροις ἡ ἐλπὶς καὶ προστασία
ἡμῶν· Σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μακαρίζομεν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Δεῦτε
πάντες οἱ πιστοί, τὴν ἐτήσιον μνήμην τῶν Ἁγίων Μαρτύρων, μετ’ ἐγκωμίων
ὑμνήσωμεν λέγοντες· Χαίρετε, Ἀθλοφόροι καὶ Μάρτυρες, οἱ τῶν τυράννων τὰ θράση
καταργήσαντες, καὶ τῶν κακοδόξων τὴν ἄνοιαν ἀπελεγξάντες· χαίρετε, τῶν Μεγάρων
τὸ θεῖον θησαύρισμα, καὶ Ὀρθοδόξων τὸ ἄσειστον ἔρεισμα· χαίρετε, οἱ διὰ Χριστὸν
τὸν Δεσπότην, τὴν μὲν ἀκμὴν του σώματος ταῖς βασάνοις καταναλώσαντες, τὴν δὲ
ψυχὴν ταῖς ἀκτίσι τοῦ πνεύματος ἐκλαμπρύναντες· χαίρετε, οἱ πρεσβεύοντες
πάντοτε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν μνήμην ὑμῶν.
Ἦχος
β΄.
Ὢ
τοῦ παραδόξου θαύματος! ὥσπερ ζῶντες οἱ Μάρτυρες, καὶ θανόντες ἐν λάρνακι, ταῖς
τιμίαις αὐτῶν χερσί, τὸν ἡμέτερον Τόμον ἐπέφερον, τὸν δὲ τῶν αἱρετικῶν τοῖς
ποσὶ κατεπάτησαν· ἐκφαυλίζοντες τούτων τὸ κακόνουν καὶ βλάσφημον, τῶν δὲ πιστῶν
κρατύνοντες τὸ ὀρθὸν καὶ ἀκίβδηλον· ἵνα μὲν καθυπόστασιν τὸν Χριστὸν
κηρυττόντων, διπλοῦν δὲ κατὰ φῦσιν καὶ θέλησιν, ὧν ταῖς πρεσβείαις Χριστὲ ὁ
Θεός, εἰρήνην ταῖς Ἐκκλησίαις σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος
γ΄.
Τοὺς
ἐν ἀγῶνι ἀθλήσαντας Μάρτυρας ὑπὲρ πίστεως, οὓς ὑπὲρ Χριστοῦ ἠγωνήσαντο, ἐκ
στρατιᾶς συνάψαντες φύλλον, ἐπαξίως τίς διηγήσεται; ἢ τίς ἐξειπεῖν κατισχύει
τῶν ἀρετῶν, οἷς τὰ προτερήματα τῶν θαυμάτων αὐτῶν, τὰ πλήθη Μάρτυρες
πανεύφημοι, τότε στεῤῥὸν τῶν ὀρθῶν δογμάτων, καὶ Ὀρθοδοξίας τὸ μόνιμον· διὸ ὑπὸ
τῶν θείων Πατέρων, τὸν τῆς πίστεως ὅρον, ὡς ζηλωταὶ ταύτης πιστεύσαντες ἥνπερ
φυλάττοντες πάντοτε ἀπαράτρεπτον, καὶ ποθοῦντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος δ΄.
Μαρτυρικὴν
πανήγυριν ἐπὶ γῆς τελουμένην, κατοπτεύοντες σήμερον, εὐφρανθῶμεν τῷ πνεύματι
καὶ σκιρτήσωμεν ἀγαλλόμενοι· συνεκάλεσεν γὰρ ἡμᾶς ἡ τῶν Μαρτύρων φήμη, διὰ τοῦ
ἱεροῦ καὶ καλοῦ τῆς Ἐκκλησίας ποιμένος, καὶ πρασθέντες ἡμᾶς αὐτούς, συγχωρεῖν
ἑκάστῳ, τὸν ἁγιασμὸν ἀπαρύσασθαι. Προσέλθωμεν δ’ ἐν πίστει καὶ ἀδιστάκτῳ διανοίᾳ,
μηδὲν ὑφορώμενοι, ἵνα ἐκ τῆς ἁγίας σοροῦ ἀπαντλήσωμεν ἀφθόνως τῶν νοσημάτων τὴν
ἴασιν, αἰτούμενοι συγχώρησιν παρὰ Χριστοῦ τοῦ Θεοῦ καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀρρήτως
προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν
γυναιξί, Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν
ψυχὴν παραθεμένη, πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἰατρεύειν
παθήματα, φυγαδεύειν νοσήματα, ἀπελαύνειν πνεύματα πονηρότατα, τῇ συνεργείᾳ τοῦ
Πνεύματος, παμμακάριστοι Μάρτυρες, ἀφανίσαντες ἀνδρικῶς, τὰ ἐκείνων σεβάσματα,
ταῖς ἐνστάσεσιν, Ἀθληταὶ τῶν Μαρτύρων στεφηφόροι, συμπολῖται τῶν Ἀγγέλων, καὶ
Ἀθλοφόρων ὁμόσκηνοι.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι καὶ εἰσήκουσεν τῆς
φωνῆς τῆς δεήσεώς μου.
Τὸν
ἀγῶνα ἠγώνιστε, καὶ τὸν δρόμον τελέσαντες, καὶ τὴν πίστιν ἔνδοξοι
συντηρήσαντες, καὶ πρὸς Θεὸν προσχωρήσαντες, βραβεῖον τὰ θαύματα, παρ’ οὗ
ἀπολάβετε, καὶ τῆς νίκης τὸν στέφανον τὸν ἀμάραντον, ὡς ἀήττητοι Μάρτυρες τῆς
ἄνω, Βασιλείας κληρονόμοι, ὑπὲρ τοῦ κόσμου δεόμενοι.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἀθληταὶ
γενναιότατοι, στρατιῶται ἀήττητοι, ἐν Ἁγίῳ Πνεύματι ἀνεδείχθητε, καὶ ἐν
Μεγάροις ἐφάνητε, ὑπερασπισταῖ προθυμότατοι, καταβαλόντες τὸν ἐχθρόν, καρτεραῖς
ταῖς ἐνστάσεσιν· ὅθεν εἰλήφατε τοὺς στεφάνους τῆς νίκης Ἀθλοφόροι, καὶ τῇς ᾧδε
ὁμηγύρεως, κλέος Μαρτύρων συνήφθητε.
Δόξα.
Ἦχος δ΄.
Ἀστέρες
ὑπέρλαμπροι τῇ Ἐκκλησίᾳ ἀνεδείξατε, Σεραφεὶμ τὸν πανεύφημον, ὁπλίτην τε
ἄριστον, Ἰάκωβον καὶ Δωρόθεον, δαδουχοῦντες πάντας νῦν ἐν τοῖς Μεγάροις,
θαυματουργίαις μυστικαῖς, καὶ πᾶσαν νόσον ἐθεραπεύοντο, ἐν ἀνθρώποις καὶ
κτήνεσι, Ἰησοῦ Παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως,
παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος, Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη
κορυφαία τῶν θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός,
ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ
Θεοῦ οἰκονομίας μυστήριον, καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον σου σῶμα κηδεύσαντες,
ἔχαιρον πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις,
τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· Ἄρατε ὑμῶν τὰς πύλας, καὶ
ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, δοξολογίαις τε
ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ
Κύριον. Διόπερ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, ἐκβοῶμέν σοι· Πανύμνητε,
Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν Μεγάρων ἡ
πόλις χαίρουσα σήμερον, τῶν λειψάνων Μαρτύρων τὴν θείαν εὕρεσιν, ἀναβρύοντα
πηγὰς τῶν ἰάσεων, πάντας ἐν πίστει σώζοντας, τοῖς προστρέχουσιν αὐτοῖς ἐκ
νοσημάτων παντοίων, προσκυνήσωμεν ὅθεν τὴν θείαν μνήμην αὐτῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον
οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ
ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ
μνήμη ὑμῶν ἔνδοξοι Μάρτυρες πάνσοφοι, ἐφαίδρυνε σήμερον τὴν Ἐκκλησίαν τοῦ
Χριστοῦ, καὶ πάντας συνήγαγεν, ᾄσμασιν ἐπαξίως, εὐφημεῖν ἡμᾶς· ὅθεν, ὡς ὄντως
στρατιώτας, καὶ ἐχθρῶν καθαιρέτας· διὸ ταῖς ἱκεσίαις ὑμῶν, ῥύσασθαι ἡμᾶς
πειρασμῶν.
Δόξα.
Μαρτύρων
ἐν αἵματι καλλωπιζόμενοι, Κυρίῳ παρίστασθε τῷ τοῦ παντὸς Βασιλεῖ, ὑπέρθεοι
Μάρτυρες· ὅθεν ἐν εὐφροσύνῃ, τὴν σεπτὴν ὑμῶν μνήμην, σήμερον ἐκτελοῦμεν,
ὀφλημάτων τὴν λύσιν, αἰτούμενοι εὑρεῖν δι’ ὑμῶν καὶ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Κελεύσει τοῦ Κτίστου σου, τοῦ γεννηθέντος ἐκ σοῦ, νεφέλῃ
συνήθροισας τοὺς Ἀποστόλους τὴν σήν, ἰδέσθαι Μετάστασιν· ὅθεν καὶ μετὰ δόξης,
καὶ πολλῆς εὐφροσύνης, ἐκήδευσαν ἀνυμνοῦντες, τὸ πανάχραντον σῶμα, τῆς σῆς
μακαριότητος, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μεγάρων
ἡ πληθύς, συνεόρταζε πᾶσα, καὶ σκίρτα μυστικῶς, τῶν Μαρτύρων τὴν δόξαν,
προτίθεται σήμερον, ἰατρεῖον ἀδάπανον, τοῖς προστρέχουσι, μετ’ εὐλαβείας καὶ
πόθῳ, καὶ δοξάζουσι, τὸν ἐν αὐτῷ προσπαγέντα, Χριστὸν τὸν Φιλάνθρωπον.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ
κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν,
καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει
ἑορτάζομεν.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν
γενναιότητα, τῶν σῶν ἀθλήσεων, καὶ καρτερότητα, τῶν μαρτυρίων σας, ἀνευημοῦντες
οἱ πιστοί, βοήσωμεν γηθοσύνως, σκέπῃ σοῖς ἐρύεσθαι, ἐκ παντοίων κακώσεων, καὶ
ἐκ περιστάσεως, πάσης βλάβης καὶ θλίψεως, τοὺς ὑμνολογοῦντας ἐν πόθῳ, τὴν
πανένδοξον μνήμην σας.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις
ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος,
βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ
Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς
φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, εἰς Ἀθλοφόρον.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. δ΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Σήμερον
ἡ διπλὴ τριὰς τῶν Μαρτύρων, Σεραφεὶμ Δωροθέου καὶ Ἰακώβου, Δημητρίου Βασιλείου
καὶ Σαράντη, θυμηδίας ἐνέπλησε τὴν Ἐκκλησίαν ἡμῶν, καὶ ἑορτὴν ἐτήσιον
ἐπιτελοῦσα κράζει πρὸς αὐτούς· χαίρετε, Ἀθλοφόροι Κυρίου, οἱ ἐν σταδίῳ ἀνδρείως
τὸν ἐχθρὸν νικήσαντες, καὶ Χριστῷ μετὰ παῤῥησίας ἱστάμενοι, πρεσβεύσαντες ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τῶν Ἁγίων.
Ὠδὴ
α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Μαρτυρικαῖς
ἠγλαϊσμένοι χάρισι, καὶ τῷ μεγάλῳ φωτί, ὁλολαμπὲς πόθῳ, παρεστῶτες οἱ Μάρτυρες,
τὰ νέφη τῶν ψυχῶν ἡμῶν, καὶ παθῶν τὰ πλήθη, διασκεδάσατε χάριτι, τοῦ
παντοδυνάμου Θεοῦ ἡμῶν.
Ἀνατεθεὶς
ὁ τῶν Μαρτύρων ὅμιλος, τῷ παντεπόπτῃ Θεῷ, καὶ τῷ αὐτοῦ πόθῳ, τὰς ψυχὰς
προσδύσαντες, διέλυσαν τὸν σύνδεσμον, τῆς κακίας καὶ λύσιν, ἁμαρτημάτων
πρεσβεύουσι, τοῖς πίστει αὐτοὺς μακαρίζουσιν.
Οἱ
φανερῶς τὸν πονηρὸν συντρίψαντες, πόνοις ἀθλήσεως, καὶ φθονερῶς χρόνοις,
πλείοσι κρυπτόμενοι, σήμερον πεφανέρωνται, τῇ κώμῃ τῶν Μεγάρων, σωτηρίαν
βραβεύοντες.
Θεοτοκίον.
Ἐξ
ὁρατῶν καὶ ἀοράτων ῥῦσαί με, Παρθενομῆτορ ἐχθρῶν, ἡ τὸν Θεὸν Λόγον, ὁρατὸν
γεννήσασα, ἀόρατον ὑπάρχοντα, καὶ παθῶν μου τὸν σάλον, τῇ Σῇ γαλήνῃ κατεύνασον,
μόνη τῶν βροτῶν ἐπανόρθωσις.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Πυρωθέντες
τῷ πόθῳ τῷ θεϊκῷ Μάρτυρες, πῦρ τῆς ἀθεΐας αἱμάτων ῥείθροις ἐσβέσατε, καὶ
ἀναλάμψαντες, φωτοειδεῖς ὡς ἀστέρες, πᾶσαν τὴν ὑφήλιον, καταφαιδρύνατε.
Ἀπαστράπτει
Μαρτύρων τὰ φωταυγῆ λείψανα, φέγγος ἰαμάτων τοῖς πίστει τούτοις προστρέχουσι·
χάριν γὰρ ἤντλησαν, ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος, τούτου τὸ ἑκούσιον, πάθος
ζηλώσαντες.
Οἱ
τῆς πίστεως πύργοι τὰ τοῦ Χριστοῦ θύματα, χρόνον ἐπιμήκιστον τῇ γῇ κρυπτόμενοι,
νῦν πεφανέρονται, τῇ κώμῃ τῶν Μεγάρων, εὐσεβῶς ὁσίως τε, συγκομιζόμενοι.
Θεοτοκίον.
Χαῖρε
μόνη τεκοῦσα τὸν τοῦ παντὸς Κύριον, χαῖρε τὴν χαρὰν τοῖς ἀνθρώποις, ἡ
προξενήσασα, χαῖρε κατάσκιον, καὶ ἀλατόμητον ὄρος, τῶν πιστῶν τὸ στήριγμα,
χαῖρε πανάμωμε.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ
Χριστῷ στρατευθέντες μαρτυρικῶς, τὸν ἐχθρὸν καθελόντες ἀθλητικῶς, ἔργοις
ἐπληρώσατε, τοῦ Προφήτου τὰ ῥήματα· διὰ πυρὸς γὰρ καὶ ὕδατος γενναίως διήλθετε,
ἀναψυχὴν εὑράμενοι, ζωὴν τὴν αἰώνιον· ὅθεν καὶ τὴν χάριν, οὐρανόθεν λαβόντες,
χοροῖς συνευφραίνεσθε, Ἀσωμάτων μακάριοι, Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν
μνήμην ὑμῶν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν
νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα,
πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης,
νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε. Πρέσβευε τῷ σῷ Υἱῷ
καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν
θείαν σου Κοίμησιν.
ᾨδὴ
δ΄. Σύ μου ἰσχύς.
Σοῦ
τὴν σφαγήν, καὶ τὸν ἑκούσιον θάνατον, ζωοδότα, δῆμος ἐπεπόθησε τῶν Ἀθλητῶν, καὶ
πολυειδεῖς πόνους ὑπομείνας, εἰς ἄπονον μεταβέβηκε, καὶ θείαν εὐφροσύνην,
μελῳδῶν εὐχαρίστῶς· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Τῷ
τοῦ Σταυροῦ, περιφραξάμενοι θώρακι, καὶ ἀγάπῃ, θείᾳ κρατυνόμενοι συνασπισμόν,
ἔλυσαν ἐχθροῦ, καὶ τὰς παρατάξεις, τὰς τούτου πίστει ἠφάνισαν, οἱ Μάρτυρες οἱ
θεῖοι, μελῳδοῦντες προθύμως· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Ταῖς
καλλοναῖς, τῶν ἀρετῶν φαιδρυνόμενοι, ἐξ αἱμάτων, χλαίνῃ κεκόσμησθε,
ἠρυθριωμένην μαρτυρικῶν, σκήπτρων δὲ καθάπερ, Σταυροῦ τὸ τρόπαιον φέροντες,
Χριστῷ συμβασιλεύειν, ἠξιώθητε ὄντως, μακαρίων ἐλπίδων λαβόμενοι.
Θεοτοκίον.
Μήτηρ
Θεοῦ, εὐλογημένη πανάμωμε, Ἀθλοφόρων, θεῖον ἐγκαλλώπισμα, ἡ οὐρανώσασα τὴν
ἡμῶν, φύσιν ἀποσθεῖσαν, τῇ συμβουλίᾳ τοῦ ὄφεως, διάσωσόν με πάντων, τῶν τοῦ
βίου σκανδάλων, καὶ τυχεῖν σωτηρίας ἀξίωσον.
ᾨδὴ
ε΄. Ἵνα τί με ἀπώσω.
Τῶν
Ἁγίων Σου Σῶτερ, χρόνον ἐπιμήκιστον κατακρυπτόμενα, τὰ ὀστᾶ φυλάξας, ἐφανέρωσας
νῦν ὡς ηὐδόκησας, ὡς λαοῦ Σου Λόγε, ἁγιασμὸν καὶ σωτηρίαν, καὶ αἰσχύνην ἐχθρῶν
βλασφημούντων σε.
Τὸν
ὄλισθον τῆς ἀπάτης, θέρμην διελύσατε πίστεως ἔνδοξοι, καὶ πολλῶν βασάνων,
ὑπερβάντες πολύπλοκα βάσανα, πρὸς τὴν ἄνω πόλιν, ἐπτερωμένοι τῇ ἀγάπῃ,
κατεπαύσατε δόξης πληρούμενοι.
Καρτερία
μαστίγων, πᾶσαν ἀπεῤῥἀπισαν ἐχθροῦ ἀπόνειαν, στεῤῥοὶ ὁπλῖται, καὶ στρεβλούμενοι
καὶ ἀναρτόμενοι, καὶ πυρὶ ἐν ὕλῳ, ποσομιλοῦντες πᾶσαν ὕλην, ἀθεΐας ἐνέπρησαν
χάριτι.
Θεοτοκίον.
Ὑπερτέρα
τῶν ἄνω, πέφυκας δυνάμεων Θεοχαρίτωτε, συλλαβοῦσα Λόγον, τὸν τὰ σύμπαντα λόγῳ
ποιήσαντα, καὶ τεκοῦσα τοῦτον, τὸν ἐκ Πατρὸς πρὸ τῶν αἰώνων, γεννηθέντα
ἀῤῥεύστως ἀμόλυντε.
Ὠδὴ
στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὡς
κρῖναι ταῖς νοηταῖς, κοιλᾶσιν ἀναβλαστήσαντες, ἐκ Θεοῦ πάντας, ὀσμῆς πληροῦται
πανεύφημοι, καὶ ψυχῶν ἐλαύνεται, δυσωδίαν πᾶσαι, Ἀθλοφόροι ἀξιάγαστοι.
Ἰχῶρες
μαρτυρικοί, ψυχῶν ἰῶνται τὰ τραύματα, ἐν τούτοις γὰρ τὸν ἐχθρόν, στεῤῥῶ
τραυματίσαντες, ἰατρεῖον ἄμισθον, τοῖς θερμῶς αἰτοῦσι, θείῳ Πνεύματι γεγόνασι.
Τῷ
Βασιλεῖ κατ’ ἐχθρῶν, αἰτεῖσθε τὰ νικητήρια, τῇ κώμῃ δὲ τῶν Μεγάρων θερμῶς, ὑμᾶς
συγκομίσαντι, τὴν ἄνωθεν Μάρτυρες, παρὰ τοῦ Σωτῆρος, ἐξαιτήσασθε εὐμένειαν.
Θεοτοκίον.
Ἐκ
Σοῦ Θεὸς τοῖς θνητοῖς, σαρκὸς ἐφάνη προσλήμματι, ὁ πλούσιος τὴν ἐμήν, πτωχείαν
πανάμωμε, ἐξ οὗ ἀνελάβετο, τῆς ἀθανασίας τὰς εἰσόδους μου δωρούμενος.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὐψωθεὶς ἐν τῷ Σταυρῷ.
Στρατολογία
ἀληθῆ τῶν Μαρτύρων, τοῦ οὐρανίου στρατιαὶ Βασιλέως, ἀποτελοῦντες φάλαγγα κατὰ
τῶν δυσσεβῶν, Σεραφεὶμ
Δωρόθεος, σὺν αὐτοῖς Ἰακώβῳ, ὧν πηγὰς ἰάσεων ἀναβρύει ἡ λάρναξ, σώζοντες ἐκ θλίψεων
πάντας τοὺς πιστούς, κατεξολοθρεύοντες τῶν δαιμόνων τὰ στίφη, καὶ πρεσβεύουσιν
ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τελούντων τὴν μνήμην αὐτῶν.
Ὁ
Οἶκος.
Ὡς
ῥόδα μέσῳ ἀκανθῶν τὰ λείψανα ἀνθοῦντα, ὀσμὴν Ὀρθοδοξίας, πηγάζετε ἐν κόσμῳ,
Μάρτυρες ἔνδοξοι σεπτοί, κόσμου τὰ ὡραῖα, ἀρνησάμενοι καλῶς, ἀνθρώπους
ὑπομείνατε, βασιλεῖς ἀνομοῦντας ἠλέγξατε, καὶ τὸν Βασιλεά καὶ Δεσπότην τῶν
ἁπάντων, κηρύξαντες μετὰ παῤῥησίας, διὰ τοῦτο οὐρανοῦ τὰ κάλλη ὁρῶντες, ἐκτενῶς
ὑπὲρ ἡμῶν τὴν ἱκεσίαν τῷ Βασιλεῖ τῶν αἰώνων προσάγετε, τῶν τελούντων ὑμῶν τὰ
μνημόσυνα, Μάρτυρες θεῖοι, Τριάδος ὑπέρμαχοι.
Συναξάριον.
Τῇ ΙΣΤ΄ Αὐγούστου,
ἀνάμνησις τῆς εὑρέσεως τῶν τιμίων λειψάνων τῶν
Ἁγίων Μαρτύρων ἐν Μεγάροις, Σεραφείμ, Δωροθέου, Ἰακώβου, Δημητρίου, Βασιλείου,
καὶ Σαράντου.
Θησαυροὶ ὑπὸ γῆς κεκρυμμένοι τῆς Χριστοῦ πίστεως δρῶντες,
ῥαγεισάσης τῆς γῆς Μεγαρέων λάρνακι ἰαμάτων πληρῶσαι.
Ἕκτῃ καὶ δεκάτῃ ὄψασθε Παϊσίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μάρτυρος Ἀποστόλου τοῦ νέου, τοῦ ἐκ τῆς
κωμοπόλεως Ἁγίου Λαυρεντίου καὶ ἐν Κωνσταντινουπόλει ἀθλήσαντος, ἐν ἔτει 1686.
Ἀπῆρας
ὄντως εἰς μονὰς τῶν Ἀγγέλων,
Πτεροῖς ἀγώνων φαίδιμος λίαν μάκαρ.
Πτεροῖς ἀγώνων φαίδιμος λίαν μάκαρ.
Δεκάτῃ
ἡδ’ ἕκτῃ αὐχένα, ἐσθλὸν Ἀπόστολος κάρθη.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Σταμάτιος, ὁ ἐκ Βόλου καὶ ἐν Κωνσταντινουπόλει
μαρτυρήσας ἐν ἔτει 1680 ξίφει τελειοῦται.
Ὁ
Σταμάτιος εὗρε τῶν κάτω στάσιν,
ἀεικίνητον δ’ εὗρε τῶν ἄνω δρόμον.
ἀεικίνητον δ’ εὗρε τῶν ἄνω δρόμον.
Οὗτος ὁ εὐλογημένος
Σταμάτιος ἦτο ἀπὸ ἕν χωρίον τοῦ Βόλου, λεγόμενον Ἅγιος Γεώργιος, τῆς ἐπαρχίας
Δημητριάδος. Συνέβη δὲ κατ’ ἐκεῖνον τὸν καιρόν, καὶ ἤλθεν εἰς τὴν χώραν του ἀπὸ
τὴν βασιλείαν ἕνας Ἀγᾶς, διὰ νὰ συνάξῃ τὰ βασιλικὰ δοσίματα, ἤτοι τοὺς φόρους,
ὁ ὁποῖος ἔκαμνε πολλὰς ἀδικίας, καὶ καταδυνάστευε τοὺς χριστιανούς, ὡς τὸν
παλαιὸν καιρὸν ὁ Φαραὼ τὸ γένος τῶν Ἑβραίων εἰς τὴν Αἴγυπτον καὶ ἦτο τὸ κακὸν
ὑπὲρ τὴν δύναμίν των, ὅθεν μὴ δυνάμενοι νὰ δώσουν οἱ χριστιανοί, ὑπῆγαν εἰς τὴν
Κωνσταντινούπολιν, θαῤῥοῦντες νὰ εὕρουν κρίσιν, καὶ δικαιοσύνην. Παρουσιάσθησαν
λοιπὸν καὶ εἰςτὴν Ὑψηλὴ Πύλην ἐνώπιον τοῦ Βεζίρου τοῦ ἐπιτρόπου τοῦ Βασιλέως,
καὶ ἔκλαιον τὴν ἀδικίαν των. Ὁ δὲ ὡς ἤκουσε, θέλων νὰ κάμῃ χάριν εἰς τὸν
ἀδικητὴν ἐκεῖνον Ἀγᾶν (ἐπειδὴ καὶ ἦτο φίλος του) ἐπρόσταξε νὰ τοὺς διώξουν.
Δέροντες λοιπὸν τοὺς χριστιανοὺς καὶ σπρώχνοντες αὐτοὺς οἱ ἄνθρωποί του, τοὺς
ἔβγαλαν ἔξω, ἀπὸ τοὺς ὁποίους ἦτον εἷς καὶ ὁ μακάριος οὗτος Σταμάτιος. Τινὲς δὲ
Ἀγαρηνοὶ φίλοι τοῦ ἀδικητοῦ ἐκείνου, ἰδόντες αὐτὸν ὅπου ἐφώναζε διὰ τὸν
ἀδικητήν, περισσότερον ἀπὸ τοὺς ἄλλους, τὸν ἐπῆραν καὶ τὸν ὑπῆγαν εἰς τὸν
Βεζίριν, λέγοντες, ὅτι αὐτὸς ἔγινε Τοῦρκος, καὶ τώρα εἰναι χριστιανός,
καταμαρτυρούντες οἱ κατάρατοι, καὶ συκοφατοῦντες τὸν μάρτυρα. Ὁ δὲ Μάρτυς
ἠρνεῖτο λέγων, ὅτι οὐδὲν τοιοῦτον ἐποίησε. Τὸν ἔπεμψε λοιπὸν ὁ Βεζίρης εἰς τὸν
Κριτὴν ὅπου κρίνει τὰς τοιαύτας ὑποθέσεις. Ὅθεν ἠρώτησεν αὐτὸν ὁ Κριτὴς, ἄν
ἀληθῶς ἔγινε Τοῦρκος. Ὁ δὲ Μάρτυς πάλιν ἠρνεῖτο, ὅτι ἀδίκως τὸν συκοφαντοῦν.
Ἐγὼ λέγει τοιοῦτον πράγμα δὲν ἔκανα, ἀλλὰ οὐδὲ ἦλθε ποτὲ εἰς τὸν νοῦν μου
τοιοῦτος λογισμός. Ὁ Κριτὴς τοῦ λέγει, καὶ ἄν δὲν ἔγινες γένου τώρα, καὶ ἔλα
εἰς τὴν ἰδικήν μας πίστιν. Ὁ δὲ Μάρτυς γεγωνυίᾳ τῇ φωνῇ ἀνέκραξε, μή μοι
γένοιτο νὰ ἔλθω εἰς τόσην ἀγνωσίαν, ὦ Κριτα! Καὶ νὰ ἀρνηθῶ τὸν Χριστόν μου·
κάλλιον μοι εἶναι νὰ ἀποθάνων, καὶ νὰ εἶμαι μὲ τὸν Χριστόν μου, πάρεξ νὰ ζῶ εἰς
τοῦτον τὸν κόσμον μὲ μυρίας ἀναπαύσεις, καὶ δόξας βιωτικάς. Ὁ δὲ Κριτής, ἰδῶν
τὸ στεῤῥὸν τοῦ Μάρτυρος, τὸν ἔπεμψε κατεπειγόντως εἰς τὸν Βεζίρην, καὶ τοῦ
ἐμήνυσε τὴν πολλὴν σταθερότητα ὅπου ἔχει εἰς τὴν πίστιν τοῦ Χριστοῦ. Ὁ δὲ
Βεζίρης ἔπασχε μὲ πολλοὺς τρόπους, καὶ κολακείας, ἴσως νὰ τὸν μεταστρέψῃ ἀπὸ
τὴν πίστιν τοῦ Χριστοῦ, καὶ τοῦ ἔλεγε· ἄν γένῃς Τοῦρκος θὰ σὲ κάμω πρῶτον τοῦ
παλατίου μου, καὶ θὰ σοῦ δώσω πλοῦτον πολύν, καὶ δόξαν καὶ τιμήν. Ὁ δὲ Μάρτυς
λαμπρᾷ τῇ φωνῇ ἐνόησεν· Ἐγώ, πλοῦτον, καὶ δόξαν, καὶ τιμὴν ἔχω τὸν Χριστόν μου,
ὅστις μοῦ ἔχει κατοικίαν ἐπάνω εἰς τοὺς οὐρανούς, δόξαν ἀμάραντον, καὶ ζωὴν
αἰώνιον· αἱ δὲ ἰδικαί σου τιμαὶ καὶ δόξαι, εἶναι φθαρταί, καὶ μάταιαι, καὶ
ταχέως ἀπολοῦνται ὁμοῦ μὲ ἐκείνους ὅπου τὰς ζητοῦν. Ταῦτα ἀκούσας ὁ Βεζίρης,
τὸν ἔπεμψεν εἰς τὴν φυλακήν, καὶ ἐπρόσταξε νὰ τὸν τιμωροῦν, καὶ μεθ’ ἡμέρας
τινὰς τὸν ἔβγαλαν ἀπὸ τὴν φυλακήν, καὶ τὸν ἔστησαν ἔμπροσθεν τοῦ βήματός του,
καὶ ὑπέσχετο πάλιν τὰ αὐτά. Καὶ ἰδών, ὅτι δὲν πείθεται εἰς τὸ θέλημά του, τὸν
ἠπείλησεν, ὅτι θὰ τοῦ κάμῃ μεγάλας, καὶ φρικτὰς τιμωρίας. Ὁ δὲ Μάρτυς ὡς
παιγνία ταῦτα λογιζόμενος ἔλεγεν· ἄν καὶ μυρίους θανάτους μοὶ δώσῃς ἐγὼ τὸν
Χριστόν μου δὲν ἀρνοῦμαι, ἀλλ’ εἶμαι ἔτοιμος νὰ βασανίζωμαι διὰ τὸ ὄνομά του,
εἰς ὅλην μου τὴν ζωήν. Ταῦτα ἀκούσας ὁ Βεζίρης, καὶ ὁργῆς μεγάλης ἐμπλησθείς,
τῷ παρέδωκε τῷ ἐπάρχῳ νὰ τὸν ἀποκεφαλίσῃ. Ὅστις, λαβὼν τὸν μακάριον τοῦτον
Σταμάτιον καὶ φέρων αὐτὸν ἔμπροσθεν τοῦ βασιλικοὺ παλατίου, εἰς τὴν Ἁγίαν
Σοφίαν, ἀπέτεμε τὴν ἁγίαν αὐτοῦ κεφαλήν. Καὶ οὕτως ἠξιώθη ὁ μακάριος νὰ
συμβασιλεύῃ μὲ τὸν Χριστόν, δι’ ὅν καὶ ἐτιμήθη· οὗ ταῖς πρεσβείαις τύχοιμεν
ἅπαντες τῶν οὐρανίων ἀγαθῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
γίνεται τῆς καὶ μετὰ οἰκτιρμῶν ἐπενεχθείσης ἡμῖν ἐν
τοῖς καιροῖς ἐκείνοις φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, οὗ παρ' ἐλπίδα ἐλυτρώσατο
ἡμᾶς ὁ φιλάνθρωπος Θεός.
Στῆσον
φόβῳ σῷ ἡμῶν τὰς διανοίας,
Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.
Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μάρτυρος Διομήδους.
Ἠθλησε
καὶ ζῶν, καὶ θανὼν Διομήδης,
Προαιρέσει
ζῶν, καὶ νεκρὸς τομῇ κάρας.
Εἶχεν οὗτος πατρίδα τὴν
Ταρσὸν τῆς Κιλικίας, γεννηθεὶς μὲν ὑπὸ ἀγαθῶν καὶ περιφανῶν γονέων, γενόμενος
δὲ αὐτὸς κατὰ προαίρεσιν ἀγαθώτερος καὶ ἐναρετώτερος. Ἐξήσκει δὲ τὸ ἰατρικὸν
ἐπάγγελμα, διὰ τοῦ ὁποίου μὲν ἰάτρευε τὰ σώματα πάντων τῶν εἰς αὐτὸν
προστρεχόντων, τὰς δὲ ψυχὰς τούτων ἰάτρευε διὰ τὴς εὐσεβείας καὶ θεογνωσίας.
Κατὰ δὲ τοὺς χρόνους τοῦ βασιλέως Διοκλητιανοῦ ἐν ἔτει 288 ἀφήσας τὴν πατρίδα
του Ταρσόν, ὑπῆγεν εἰς τὴν Νίκαιαν τῆς Βιθυνίας, ἔνθα εὐηργέτει ποικιλοτρόπως
τοὺς προσερχομένους ἀυτῷ, καὶ ὡς ἰατρός, καὶ ὡς διδάσκαλος τῆς πίστεως. Ὅθεν
διεβλήθη πρὸς τὸν βασιλέα, καὶ ἔνεκεν τούτου ἀπεστάλησαν ἄνθρωποι ἵνα τὸν
φέρωσι ἔμπροσθεν αὐτοῦ· ἀλλ’ ἐπειδὴ ἀπῆλθε πρὸς Κύριον ὁ Ἅγιος, οἱ
ἀπεσταλμένοι, εὑρόντες αὐτὸν νεκρόν, ἔκοψαν τὴν ἁγίαν του κεφαλὴν ἵνα φέρωσι
αὐτὴν εἰς τὸν βασιλέα, διὰ τὴν ἀσπλαγχνίαν των ὅμως ταύτην εὐθὺς οἱ δήμιοι
ἐτυφλώθησαν. Ἰδὼν δὲ τὴν κεφαλὴν τοῦ Ἁγίου ὁ βασιλεύς, προσέταξε νὰ τὴν
ἐπαναφέρωσι καὶ ν’ ἀποθέσωσιν εἰς τὸν φυσικόν της τόπον, συναρμόζοντες αὐτὴν μὲ
τὸ λοιπὸν σῶμα· ἅμα δὲ συνήρμοσαν τὴν κεφαλὴν τοῦ Μάρτυρος μὲ τὸ σῶμά του,
εὐθὺς ἔλαβον καὶ τὴν ὀπτικὴν ἐνέργειαν καὶ τὸ φῶς τῶν ὀφθαλμῶν των. Τελεῖται ἡ
αὐτοῦ σύναξις καὶ ἑορτὴ εἰς τὸ μαρτυρικὸν αὐτοῦ ναόν, ὁ ὁποῖος εὑρίσκεται ἐντὸς
τοῦ σεβασμίου οἴκου τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, παρὰ τῇ Χρυσῇ Πύλῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Χαιρήμων ἐν εἰρήνῃ τελειοῦται.
Λήξει
βίου σου χαῖρε, Χαιρήμων μάκαρ.
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.
Οὗτος ὁ Ὅσιος Χαιρήμων ἴσως
εἶναι ὁ ἀναφερόμενος ἐν τῷ Λαυσαϊκῷ, ὅστις ἐν ᾧ καθήμενος εἰργάζετο εὐθὺς
ἐξέψυξεν. Εἰς δὲ τὸν Παράδεισον τῶν Πατέρων γράφεται περὶ τοῦ Χαιρήμονος
τούτου, ὅτι τὸ σπήλαιον αὐτοῦ ἀπεῖχε μὲν τῆς Ἐκκλησίας μίλια τεσσαράκοντα,
ἀπεῖχε δὲ τοῦ ὕδατους μίλια δώδεκα, καὶ μ’ ὅλον τοῦτο ἡσύχαζε, φέρων δύο ὑδρίας
ὕδατος, τὴν μὲν τὴν μίαν ἡμέραν, τὴν δὲ τὴν ἄλλην.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλκιβιάδης, πυρὶ τελειοῦται.
Ἀλκιβιάδου
σάρκα πῦρ κατεσθίει
Μωσῆς
ἄν εἶπε θεῖος ὡσεὶ καλάμην.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Ἀκακίου, ἐπισκόπου Λητῆς καὶ Ῥεντίνης
Ἴσος ὤφθης, φωστὴρ λαμπρός, Πατράσι,
τοῖς παλαιοῖς, ἐν χρόνοις ἐκλάμψας
νεωτέροις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων τριακοντατριῶν μαρτύρων τῶν ἐκ Παλαιστίνης,
ξίφει τελειωθέντων.
Στερρὸς
στρατός τε καὶ συνασπισμὸς μέγας,
Ξίφει
πεσών, στράτευμα δαιμόνων πρέπει.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις
τῆς εἰσόδου τῆς ἀχειροτεύκτου Μορφῆς τοῦ Κυρίου καὶ
Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς Ἐδεσσηνῶν πόλεως, εἰς ταύτην τήν
θεοφύλακτον καὶ Βασιλίδα τῶν πόλεων ἀνακομισθείσης.
Ἐν
σινδόνι ζῶν ἐξεμάξω σὴν θέαν,
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Φέρει
κέραμος παντοτεῦκτα Χριστέ μου.
Ἤκουσταί μοι τὰ περὶ σοῦ
καὶ τῶν σῶν ἰαμάτων, τῶν ἄνευ φαρμάκων ὑπὸ σοῦ γινομένων· ὡς γὰρ λόγος, τυφλοὺς
ἀναβλέπειν ποιεῖς, χωλοὺς περιπατεῖν κατασκευάζεις, λεπροὺς καθαρίζεις, καὶ
ἀκάθαρτα πνεύματα καὶ δαίμονας ἐλαύνεις, καί τους ἐν μακρονοσίᾳ βασανιζομένους
θεραπεύεις, καὶ νεκροὺς ἐγείρεις, καὶ ταῦτα πάντα ἀκούσας περὶ σοῦ, κατὰ νοῦν
ἐθέμην τὸ ἕτερον τῶν δύο, ἢ ὅτι Θεοῦ Υἱὸς εἶ, ποιῶν ταῦτα, ἢ Θεός. Διὰ τοῦτο
τοίνυν γράψας ἐδεήθην σου σκυλῆναι καὶ ἐλθεῖν πρός με, ἵνα καὶ τὸ πάθος, ὃ ἔχω
θεραπεύσῃς, καὶ μετ' ἐμοῦ ἐνταῦθα συνέσῃ· καὶ γὰρ ἤκουσα, ὅτι καὶ οἱ Ἰουδαῖοι
καταγογγύζουσί σου, καὶ βούλονται κακῶσαί σε. Πόλις δὲ σμικροτάτη μοι ἐστὶ καὶ
σεμνή, ἥτις ἀρκέσει ἀμφοτέροις ἡμῖν τοῦ κατοικεῖν ἐν εἰρήνῃ. Μακάριος εἶ,
Αὔγαρε, πιστεύσας ἐν ἐμοὶ καὶ μὴ ἑωρακώς με· γέγραπται γὰρ περὶ ἐμοῦ, τοὺς
ἑωρακότας μὴ πιστεύειν ἐν ἐμοί, ἵνα οἱ μὴ ἑωρακότες με, αὐτοὶ πιστεύσωσι καὶ
ζήσωνται. Περὶ δὲ οὗ ἔγραψὰς μοι ἐλθεῖν πρὸς σέ, δέον ἐστὶ πάντα δι' ἃ
ἀπεστάλην, πληρῶσαί με, καὶ μετὰ τὸ πληρῶσαι, ἀναληφθῆναι πρὸς τὸν ἀποστείλαντά
με Πατέρα, καὶ ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοι ἕνα τῶν Μαθητῶν μου, ὀνόματι
Θαδδαῖον, ὅστις καὶ τὸ πάθος σου θεραπευσει, καὶ ζωὴν αἰώνιον, σοί τε καὶ τοῖς
σὺν σοί, καὶ εἰρήνην παρέξει, καὶ ποιήσει τῇ πόλει σου τὸ ἱκανόν, πρὸς τὸ
μηδένα τῶν ἐχθρῶν κατισχῦσαι αὐτῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν
ποιούμεθα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ μεγίστης καὶ
ἀνυπερβλήτου φιλανθρωπίας, ἣν ἐδείξατο τότε ἀποστρέψας μέτ' αἰσχύνης τοὺς
ἀθέους Ἀγαρηνούς, μεσιτείᾳ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ
ἀειπαρθένου Μαρίας.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἡ
μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ νέου
ἀσκητοῦ, καὶ προστάτου Κεφαλληνίας.
Γέρα
πρέπουσι Γερασίμῳ τῷ Νέῳ.
Τῷ
τοῖς γέρασι τῶν παλαιῶν στεφθέντι.
Ἧν ὁ Ὅσιος Πατὴρ Γεράσιμος,
ἐκ τῆς Πελοποννήσου ὁρμώμενος, ἐκ χώρας λεγομένης Τρίκκης, ἤ Τρίκκαλα, κατὰ τὴν
κοινὴν συνήθειαν. Ἔτυχε γονέων οὐχ ἦττον τὴν εὐσέβεια εὐγενῶν, ἤ τὸ γένος, καὶ
πλουσίων ἀρκούντως. Ἀφ’ οὗ ἦλθεν εἰς ἡλικίαν, περιῆλθεν καὶ Ἑλλάδα, καὶ
Θετταλίαν, καὶ Θράκην, ζητῶν πανταχοῦ τὴν ψυχικὴν τελειότητα. Διέτριψεν ἱκανὸν
καιρὸν μονάσας ἐν τῷ ἁγιωνύμῳ ὄρει τοῦ Ἄθω, ἐν ᾧ τοῖς τῆς ἀρετῆς καλλίστοις
ἄνθεσιν, αὕτα παρὰ τοῖς ἐκεῖσε ἀσκουμένοις μοναχοῖς ἔγνω, ἑαυτὸν καθωράϊσε.
Μετὰ δὲ ταῦτα εἰς τοὺς σεβασμίους τόπους τῆς Ἱερουσαλὴμ μετέβη, χάριν
προσκυνήσεως, ὅπου διαμείνας ἱκανὸν καιρόν, εἰς τὸν τῆς ἱερωσύνης βαθμὸν
κανονικῶς ἀνεβιβάσθη παρὰ τοῦ Μακαριωτάτου Πατριάρχου Γερμανοῦ, παρ’ οὗ καὶ συγχώρησιν
λαβών, μετέβη εἰς τὰ περίχωρα τοῦ Ἰορδάνου, ὅπου καὶ τεσσαρακονθήμερον νῆστις
διετέλεσε, κατὰ μίμησιν τοῦ Δεσπότου, καὶ πολλοὺς περιελθὼν τόπους, καὶ νήσους,
τελευταίον καὶ τὴν ἡμετέραν νῆσον κατέλαβεν, ἔνθα πολλοὺς διετέλεσε χρόνους,
τοὺς πιστοὺς παραινῶν καθ’ ἑκάστην εἰς τὸ κατὰ Χριστὸν καὶ θεαρέστως ζῇν. Εἰς
γηραλαίαν δὲ ἤδη ἐληλακὼς ἡλικίαν, καθ’ ἑαυτὸν μονάσαι ἠθέλησε. Διὸ εὑρὼν τινὰ
ναὸν πεπαλαιωμένον ἔν τινι τόπῳ Ὁμαλᾶ καλουμένῳ, ἀνήγειρε τοῦτον, καὶ ἐκ βάθρων
ἀνεκαίνισε, καὶ εἰς διαγωγὴν ἰδίαν ἀνῳκοδόμησεν. Ἀλλ’ οἱ ἐν ταύτῃ τῇ νήσῳ
προέχοντες τὴν τοῦ ἀνδρὸς ἀρετὴν ἐπιγνόντες, ἠνάγκασαν αὐτὸν ἀποδεχθῆναι τὰς
ἐκείνων θυγατέρας, ὅσαι δηλαδὴ τὴν μοναχικὴν πολιτείαν ἠσπάζοντο, καὶ θεαρέστως
βίον προείλοντο. Ἐδέχθη δὲ τὸ τοιοῦτον βάρος διὰ ψυχικὴν ὠφέλειαν ὁ Πατήρ, καὶ
συνήχθησαν τὸ πρῶτον τινές, ἅς καὶ διετέλεσε διδάσκων τὴν ἀγγελικὴν καὶ
μοναδικὴν πολιτείαν χρόνους οὐκ ὀλίγους. Οὗτος ὁ Ἅγιος Πατὴρ διέτριψε χρόνους
τριάκοντα καὶ ἐν τῇ οἰκοδομηθείσῃ παρ’ αὐτοῦ μονῇ καὶ ἐν ἄλλῳ τόπῳ, ἄρτου τὸ
σύνολον μὴ γευσάμενος, ἀλλὰ διέζῃ ὀσπρίοις μόνον ὀλίγῳ ὕδατι βεβρεγμένοις, καὶ
συνεχῶς δακρύοις καὶ προσευχαῖς, καὶ ἀγρυπνίαις ἑαυτὸν καθήγνιζε. Καὶ ποτε τῆς
νήσου ὑπ’ ἀνομβρίας πασχούσης, διὰ προσευχῆς ὑετὸν καταταγών, ἐθεράπευσεν. Οὐ
μὴν δὲ ἄλλα καὶ πολλοὺς ἀσθενεῖς, καὶ δαιμονῶντας ἰάσατο, ὧν τὰ πάθη καὶ τὰ
ὀνόματα μακρὸν ἄν εἴη λέγειν. Πιστεύεται βεβαίως παρὰ πᾶσι τοῖς ἐνταῦθα
χριστιανοῖς διαφυλαχθῆναι τὴν νῆσον ταύτην ἀναιχμαλώτιστον, ἐν τῷ καιρῷ τῆς τῶν
Ἀγαρηνῶν μάχης, διὰ προσευχῆς τοῦ αὐτοῦ Πατρός. Τῶν δὲ μετὰ τὸν θάνατον αὐτοῦ
θαυμάτων, εἰ ἔστι τις ἐκ τῆς νήσου ταύτης, ἤ καὶ τῶν ἐκείνου συγγενῶν, ὅς μὴ
μετέλαβεν ἐκ τούτων, γέγονεν ὅμως θεατὴς πολλῶν. Γυνή τις δαιμονιζομένη ἤχθη
εἰς τὴν τοῦ Ἁγίου Μονὴν θεραπείας χάριν, ἥτις εὐκαιρίας λαχοῦσα, καὶ ὑπὸ σατανικῆς
ἐνεργείας κινουμένη, κατέπεσεν εἰς φρέαρ βαθύτατον· ἀλλ’ ἐπιφανέντος τοῦ Ἁγίου,
οὐ μόνον διεσώθη τοῦ πνιγμοῦ, ἀλλὰ καὶ τοῦ ἐνοχλοῦντος αὐτὴν δαίμονος
ἠλευθερώθη. Ἐκοιμήθη δὲ οὗτος ὁ Ὅσιος ἐν ἔτει τῆς ἐνσάρκου οἰκονομίας τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ 1579, Αὐγούστου 15. Ἐπειδὴ δὲ ἦν ἀδύνατον κρύπτεσθαι,
ἡ τοῦ Ἁγίου ἀρετή, διὰ τοῦτο μετὰ τὸ αὐτοῦ θάνατον ἡ βουληθήσαν ποιῆσαι
ἀνακομιδὴν τοῦ Λειψάνου, ἥτις καὶ γέγονε παρὰ τοῦ Ἐξάρχου τοῦ τότε τὸν θρόνον
τῆς βασιλευούσης πόλεως Ἱερεμίου κανονικῶς, καὶ νομίμως κατέχοντος, ἐν ἔτει
1581. Ἀλλ’ ἐπειδὴ πολλοὶ τῶν ἐναντίων πρὸς κατηγορίαν τῆς Ἐκκλησίας ἡμῶν
κινούμενοι, ἐλάλουν ἀσέβειαν, ἠναγκάσθημεν, προσταγῇ τοῦ μακαρίτου Φιλαδελφίας
Κυρίου Γαβριήλ, αὖθις ἐνταφιάσαι, ὅ καὶ γέγονεν. Ἐάσαντες δὲ τὸ ἱερὸν ἐκείνο λείψανον
ἐν τῇ γῇ μέχρι τῆς τοῦ Φιλαδελφίας διορίας, καὶ πάλιν δευτέραν ποιήσαντες
ἀνακομιδήν, εὕρομεν τὸ αὐτὸ λείψανον ἀκέραιον, πᾶσαν εὐωδίαν ἐκπέμπον, καὶ
ἰάματα. Ἔμεινε δὲ ἐν τῇ γη τὸ τοῦ Ἁγίου λείψανον καὶ πρῶτον, καὶ ὕστερον
χρόνους δύω καὶ μήνας ὀκτώ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Ἐπισκόπου Μακαρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἐν τῷ ναῷ τῆς Ζωοδόχου
Πηγῆς ἐξάντλησις τοῦ ἁγιάσματος, καὶ αὖθις ἀνάδοσις.
Πηγὴ
κενοῦται θαυματουργῶν ὑδάτων,
Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.
Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νεῖλος ὁ Ἐρικούσιος, ἀνακαινιστὴς τῆς μονῆς τοῦ
Γηρομερίου ἐν Θεσπρωτίᾳ τῆς Ἠπείρου, ἐν ἐιρήνῃ τελειοῦται.
Οὗτος ἐγεννήθη ἐν
Κωνσταντινουπόλει τὸ 1190 ἔτος υἱὸς Ἰωάννου τοῦ Λασκαρέως ἀδελφοῦ τοῦ
αὐτοκράτορος Θεοδώρου τοῦ Λασκαρέως ὅς ἐβασίλευσεν ἐν Νικαίᾳ τῷ 1204. Ὁ Ὁσιος
Νεῖλος, ἀπὸ τὸν διωγμὸν τῶν Λατίνων ἀνεχώρησεν ἀπὸ τὰ βασίλεια καὶ ἤλθε εἰς τὴν
ἐν τῇ παραλίᾳ τοῦ Πόντου μονὴν τῶν Ἀκοιμήτων ἡγουμενεύοντος τοῦ Ὁσίου Μαρκέλλου
(28 Δεκεμβρίου)· ὅστις ἀπὸ Νῖκον ὠνόμασε Νεῖλον τὸν Ἅγιον, χειροτονήσας αὐτὸν
μοναχόν, καὶ ἔμεινεν ἐν τῇ μονῇ ἕως τὸ 1264 ὅτε ὁ θρόνος ἀπὸ τὴν Νίκαιαν
ἐπανῆλθεν εἰς Κωνσταντινούπολιν. Τότε ὁ Νεῖλος, λαβὼν χρήματα ἐκ τῆς μητρός του
ὑπῆγεν εἰς Ἱεροσόλυμα καὶ ἔμεινεν 6 ἔτη. Ἔπειτα, ἐπανήλθεν εἰς τὴν
Κωνσταντινούπολιν μετά τινος θεοφιλοῦς γέροντος, μεθ’ οὗ ἐλέγξαντες τὸν
Λατινόφρονα αὐτοκράτορα Μιχαὴλ τὸν Α’ τὸν Παλαιολόγον, ἐξωρίσθησαν εἰς πλοῖον
ἄνευ πηδαλίου καὶ ἄνευ πλοιάρχου, ἀλλὰ μετὰ τεσσαρακονθήμερον πάλην κυμάτων καὶ
τρικυμιῶν ἐλιμενίσθησαν εἰς τὸν Ἄθωνα, μονὴν τῶν Ἰβήρων, καὶ ἔμειναν 10 ἔτη καὶ
ὁ μὲν γέρος ἀπεβίωσε, ὁ δὲ Νεῖλος ἔμεινε θυρωρὸς τῆς αὐτῆς μονῆς, ὁπόθεν
ἀνεκλήθη ἀπὸ τὸν Αὐτοκράτορα Ἀνδρόνικο τὸν Παλαιολόγον, φανεὶς εἰς αὐτὸν καὶ
εἰς πάντας τοὺς αὐλικοὺς αἰδέσιμος, καὶ λαβὼν χρήματα ἐξ αὐτοῦ καὶ τῆς ἀδελφῆς
του, ἐταξίδευσε τὸ δεύτερον εἰς Ἱεροσόλυμα τὸ ἔτο 1300 περιελθὼν ἅπασαν τὴν
Παλαιστίνην Γαλιλαίαν, Συρίαν , καὶ τὰς νήσους Ῥόδον, Κύπρον, Κρήτην,
Πελοπόννησον καὶ Ἑπτάνησον. Ἐκ δὲ τῆς Κερκύρας ἐπέρασεν εἰς τὴν νῆσον Ἐρικοῦσαν
ἔρημον οὗσαν, ἐκεῖ ἔκτισε Μονὴν ἐξ οὗ ἔλαβε τὴν ἐπωνυμίαν Ἐρικούσιος, μονάσας
ἐπὶ 10 ἔτη παλαίων μόνος καθ’ ὅλων τῶν στοιχείων διωχθεὶς δὲ ἐκεῖθεν ἐκ
πειρατῶν, ἔπλευσε εἰς Κάνινα τοῦ Αὐλῶνος καὶ διελθὼν ὅλην τὴν παραλίαν Ἤπειρον,
ἔφθασεν εἰς τὸ Φαρμακοβοῦνι τῆς Θεσπρωτίας εἰς θέσιν Γούβα πήξας μοναστήριον τὸ
ὁποῖον μέχρι σήμερον σῴζεται, καὶ ἐκεῖ μετὰ τῶν δύων συνασκητῶν του Ἱερομονάχου
Καλλινίκου καὶ τοῦ μοναχοῦ Γερασίμου, ἔκτισαν ἔκκλησίαν ἔνδον τοῦ Σπηλαίου ὅτε
εἶδον ἐν μιᾷ νυκτὶ ἄνω τοῦ Σπηλαίου φῶς ἐξαίσιον, καὶ τὴν πρῳίαν μεταβάντες εἰς
τὸ δάσος δὲν ἠδύνατο νὰ διακρίνωσι τὸ μέρος ὅπου ἦτο τὸ φῶς, διότι τὸ δάσος ἦτο
πυκνόν, θέσαντες δὲ σταυρὸν μέγαν ἐκ δύο ξύλων μακρῶν τὴν ἄλλην νύκτα εἶδαν τὸ
φῶς ἐπὶ τοῦ Σταυροῦ, καὶ ἐκεῖ ὡδηγήθησαν καὶ εὗρον τὴν εἰκόνα τῆς Θεοτόκου
Ὁδηγήτριαν ἐπονομαζομένην, κεκρυμμένην ἀπὸ τὸ 840, ὅτε οἱ εἰκονομάχοι ἔκαυσαν
πολλὰς ἐκκλησίας καὶ μονάς. Ἐκεῖ ἔκτισαν τὴν νῦν μονὴν τοῦ Γηρομερίου κτίσμα
Ἡρακλείου τοῦ Αὐτοκράτορος ἀπὸ τὸ 630. Πυρποληθεῖσαν τὸ 840 καὶ ἀνακαινισθεῖσαν
τὸ 1310. Εἰς τὴν ὁποίαν μονὴν ἀφιέρωσεν ὁ πλούσιος Ἰωαννίτης Ἰωάννης Ἀψαρᾶς
πολλὰ κτήματα πρὸς διατροφὴν τῶν μοναχῶν. Τοῦτον ἐμιμήθησαν καὶ πολλοὶ ἄλλοι
πλούσιο καὶ ἀφιέρωσαν πολλὰ καὶ ηὔξησεν ὁ ἀριθμὸς τῶν Μοναχῶν. Ὁ δὲ Ὅσιος,
φθάσας εἰς γήρας βαθύ, ἐχειροτόνησεν ἡγούμενον τὸν Ἡσαΐαν καὶ αὐτὸς ἐκλείσθην
εἰς τὴν Σκήτην ἔξωθεν τῆς Μονῆς ἥτις σῴζεται ἕως σήμερον, μόνος μόνῳ Θεῷ
προσευχόμενος, ἐκεῖ ἔγραψε καὶ τὴν διαθήκην του, ἀφιερώσας εἰς τὴν μονὴν τὸ
ἰδιόχειρον Τετραυάγγελον καὶ τὰ ἅγια λείψανα, τὰ ὁποῖα σῴζονται κειμήλια τῆς
μονῆς ἕως σήμερον, θαύματα ποιοῦντα εἰς τοὺς ἀσθενεῖς, κατόπιν ἀναθεμάτισεν
τοὺς αἱρετικούς, εἶτα διέταξε τοὺς μοναχοὺς νὰ σέβωνται τὸν ἡγούμενον καῖ νὰ
εἶναι ἀκοίμητοι εἰς δοξολογίαν Θεοῦ καὶ διδάξας αὐτοὺς πολλὰς ὁδηγίας ἐκ τῶν
Γραφῶν, παρέδωκε τὸ πνεῦμά του.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Τιμοθέου, ἐπισκόπου Εὐρίπου, καὶ κτίτορος τῆς Ἱ. Μ.
Πεντέλης.
Τιμήσας Τιμόθεος Θεὸν ὁσίως,
θεόθεν τετίμηται τοῖς θαυμασίοις.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ
ἡμῶν Τιμόθεος ἐγεννήθη περὶ τὸ ἔτος 1510 ἐν Καλάμῳ Ἀττικῆς. Χειροτονηθεὶς
Ἐπίσκοπος Ὠρεῶν καὶ κατασταθεὶς εἶτα Μητροπολίτης Εὐρίπου διέλαμψε ταῖς
ποιμαντικαῖς αὐτοῦ ἀρεταῖς καὶ τρόποις. Παῤῥησίᾳ ἐλέγξας τοὺς ἀπίστους Ἄγαρ
ἐκγόνους διὰ τὴν μετατροπὴν ναῶν χριστιανικῶν εἰς τεμένη τῶν μισοχρίστων καὶ
πρὸς ἀποφυγὴν τῆς θηριώδους αὐτῶν μανίας κατέφυγεν εἰς Ἀττικὴν ἔνθα μετ᾿ ὀλίγον
ἐδόμησε Μονὴν πάνσεπτον ἐν τῷ ὄρει τῶν Ἀμώμων ἐπ᾿ ὀνόματι τῆς Κυρίας Θεοτόκου.
Ἡσυχίαν φιλῶν κατῴκησεν ἐν τῷ γειτονικῷ Γαργηττῷ σχολάζων ἐν προσευχαῖς καὶ
νηστείαις. Εἶτα χάριν περισσοτέρας ἡσυχίας ἀπεσύρθη ἐν τῇ ἀπομακρῷ σκήτῃ τοῦ
τροπαιοφόρου Γεωργίου ἐν Βραυρῶνι, ἔνθα εὐρῶν σμικρὸν ὑπόγειον σπήλαιον ᾤκησεν
ἐν αὐτῷ. Εἰς τοσοῦσον ὕψος ἀρετῆς ἀνῆλθεν ὁ μακάριος, ὥστε καί χάριν
θαυματουργίας ἔλαβεν ἔτι ζῶν. Οὕτω διέσωσε δι’ εὐχῆς αὐτοῦ τὸν παῖδα
γαιοκτήμονος Ὀθωμανίδος ἐκ τῶν χειρῶν πειρατῶν ἀδίκων. Φθονηθεὶς ὅμως ὑπό τινων
χωρικῶν κατακαυσάντων τὴν σμικρὰν αὐτοῦ ἀλιευτικὴν λέμβον οὐκ ἐπτοήθη, ἀλλὰ
συγχωρήσας αὐτοῖς τὴν ἀδικίαν καὶ μακροθυμήσας ἐπ’ αὐτοὺς τὸ ἀσκητικὸν αὐτοῦ
τριβώνιον λέμβον ἐποίησε καὶ ἐπιβιβασθεὶς αὐτῆς ἐλιμενίσθη εἰς τὴν νῆσον τῆς
Κέας. Ἐνταῦθα θεοφιλῶς καὶ θεαρέστως τὸν ἀγῶνα τελέσας μετέστη πρὸς οὐρανίους
σκηνώσεις, ἵνα ἀπολάβῃ παρὰ τοῦ δωρεοδότου Κυρίου τὸν στέφανον τῆς ἀλήκτου
μακαριότητος, ἐν ἔτει 1590. Ἡ μνήμη αὐτοῦ πρεπόντως τιμᾶται καὶ παρὰ τῆς
ἀρτισύστατου Μητροπόλεως Μεσογαίας ψαλμοῖς καὶ ᾄσμασι καὶ ᾠδαῖς πνευματικαῖς.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δανιήλ, ὁ ἐκ Τσιοτίου (Φαρκαδόνα) καταγόμενος, καὶ
ἐν τῇ Μονῇ τοῦ Μεγάλου Μετεώρου ἀσκήσαντος, ἐν εἰρήνῃ τελειοῦται.
Ἐκ
Τσιοτίου ἀπῆλθες θεοφόρε,
Καὶ
ἐν τῷ βράχῳ ἀνῆλθες θεηγόρε,
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Νέου Ὁσιομάρτυρος Νικοδήμου τοῦ ἐκ Μετεώρων,
μαρτυρήσαντος ἐν ἔτει 1551.
Τί
δαί συ Νικόδημε; Εἰπέ σον πάθος.
Τεθανάτωμαι δι’ ἀγάπην Κυρίου
Τεθανάτωμαι δι’ ἀγάπην Κυρίου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥαφαὴλ τοῦ Βανάτου.
Τῇ αὐτῇ ἡμέρα, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τοῦ Θεοδώρου τοῦ ἐν Ῥωσίᾳ.
Ταῖς τῶν Ἁγίων σου
πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Θεοῦ συγκατάβασιν.
Γνωστοὶ
τῷ ποιήσαντι, τῷ μαρτυρίῳ πάλλαι γενόμενοι, ἀφανῶς κεκρυμμένοι, ἡμῖν ἀρτίως νῦν
ἐπιγνώσθητε, τοῖς μελῳδοῦσι πανεύφημοι Μάρτυρες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Ἀντλήσατε
ἄνθρωποι πηγής, βρυούσης νάμα σωτήριον, ὀχετῶν ἐξ ἀΰλων, διὰ λειψάνων Μαρτύρων
σήμερον, καὶ μελῳδεῖτε τῷ τούτοις δοξάσαντι· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Φωτὸς
οἰκητηρία ἀναδειχθέντες, διὰ βασάνων πολλῶν, κατακρύψει ζοφῶδες ἐτῶν, δι’
ἄλλοις κατακρυπτόμενοι, ὡς ἐξ ἀδύτων φωστῆρες ἐξέλαμψαν οἱ Ἀθληταί Σου Χριστέ,
φωταγωγοῦντες ἡμᾶς.
Θεοτοκίον.
Προφῆται
προήγγειλαν, τὸ βάθος Κόρη τοῦ μυστηρίου Σου, ἐξ ἁγνῶν Σου αἱμάτων, Θεὸν
Παρθένε ἐκυοφόρησας, καὶ ἐν οὐσίαις δυσίν, ἀπεκύησας εἰς σωτηρίαν ἡμῶν καὶ
ἀπολύτρωσιν.
Ὠδὴ
η΄. Ἑπταπλασίως κάμινον.
Ὡς
τῆς ἀμπέλου κλήματα, τῆς ἀΰλου ὑπάρχοντες, βότρυας ἡμῖν θεογνωσίας ἤνθησαν, καὶ
οἶνον ἐκέρασαν ἀθανασίαν πᾶσι σαφῶς, μέθην ψυχικῆς ἀποκρουόμενον βλάβης, οἱ
Μάρτυρες βοῶντες· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῖς
ὀχετοῖς τοῦ αἵματος, ποταμοὺς ἀπεξήρανον, εἰδωλομανίας καὶ πυρᾶν ἐτέφροσαν,
ἐνθέου προστάγματος, οἱ Ἀθληταὶ τῆς δόξης Χριστοῦ, πᾶσαν δὲ πίστεως ἀναβοῶσαν
καρδίαν, κατήρδευσαν πλουσίως, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Κώμη
ἡ τῶν Μεγάρων ἱερῶς συγκινουμένη, τὴν συγκομιδὴν τὴν ἱερὰ πεποίηται, ὑμῶν
παμμακάριστοι, καὶ ἐτησίως τούτων τιμᾶ μέλπουσα σὺν παντί, τῷ ἱερῷ καταλόγῳ, οἱ
παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἁγιασθεῖσα
πνεύματι, Θεοτόκε πανάμωμε, τὸν ἐν τοῖς Ἁγίοις ἐπαναπαυόμενον, ἐκύησας ἅγιον
καὶ εὐεργέτην μόνον Θεόν, πάντας τοὺς βοῶντας, ἁγιάζοντα πίστει, οἱ παῖδες
εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἀλλήλους
συνωθοῦντες πρὸς τὴν ζωήν, καὶ θαῤῥεῖν ἑαυτοῖς ἐγκελεύοντες, τοῖς οἰκισμούς,
ἤνεγκον βοῶντες οἱ Ἀθληταί, ἴδε καιρὸς εὐπρόσδεκτος, ἱστῶμεν καῖ νικήσωμεν τὸν
ἐχθρόν, Χριστὸς γὰρ ἀθλοθέτης, προτείνει τοὺς στεφάνους, ὁ δι’ ἡμᾶς παθεῖν
ἑλόμενος.
Ὑψώθης
ἐπὶ ξύλου Λόγε Θεοῦ, καὶ Μερτύρων ἀγέλας ἀνείλκυσας, πρὸς ἑαυτόν, πάθος
εἰκονίσαντες καὶ σφαγήν, ἣν ἑκουσίως Δέσποτα, εἷλῳ εὐσπλαγχνίᾳ τὰ καθ’ ἡμᾶς·
δι’ ὅ σε οἱ γενναῖοι, ποθήσαντες ὁπλῖται, ὡς ἱερεῖα σφαγιάζοντες.
Χριστῷ
συμβασιλεύειν διὰ παντός, Ἀθλοφόροι πανεύφημοι Μάρτυρες, περιχαρῶς,
καταξιωθέντες ἐν οὐρανοῖς, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ τῷ ποιμενάρχῃ τὴν
ψυχικήν, αἰτεῖσθε σωτηρίαν, καὶ πᾶσι τοῖς ἐν πίστει, ἀνευφημοῦσιν ἡμᾶς σήμερον.
Θεοτοκίον.
Νεφέλη
τοῦ Ἡλίου τοῦ νοητοῦ, τῆς ψυχῆς μου τὰ νέφη ἀπέλαυσον, πύλη Θεοῦ, ἀνοιξόν μοι
πύλας ἐκδυσωπῶ, δικαιοσύνης Δέσποινα, καὶ πρὸς τὰς εἰσόδους τὰ ἀγαθάς, εἰσάγαγε
Παρθένε, σκανδάλων πολυτρόπων, τοῦ πονηροῦ ἐκλυτρουμένη με.
Ἐξαποστειλάριον.
Γυναικὲς ἀκουτίσθητε.
Ῥωννύμεθα
προσψαύοντες, τοῖς ἱεροῖς πανόλβιοι, ὑμῶν λειψάνοις ἐν πίστει, τὸν Σεραφεὶμ καὶ
Δωρόθεον, σὺν Ἰακώβῳ τε θείῳ, Δημήτριον Βασίλειον, σὺν τῷ ἕκτῳ Σαράντῃ, ποιεῖτε
ᾧ παρίστασθαι, τῶν τὴν ὑμῶν ἐκτελούντων, λαμπρὰν καὶ πάμφωτον μνήμην.
Καὶ
τὸ τῆς Ἑορτῆς. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Τῶν
Ἀποστόλων ὁ δῆμος, συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως κηδεύει, τὴν τοῦ Κυρίου
Μητέρα, παρόντος καὶ τοῦ Σωτῆρος, σὺν μυριάσιν Ἀγγέλων.
Αἶνοι.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Καὶ
σταυρῷ ἀναρτόμενοι, καὶ τὰς σάρκας τυπτόμενοι, καὶ ἐπὶ ξύλου τεινόμενοι, καὶ
ὑπὸ γῆν φανερούμενοι, καὶ παντοίαις χαλεπαῖς, ἀλγηδόσι κυκλούμενοι, ἀπαράτρωτοι
ὤφθητε, καὶ ἀήττητοι, τῇ δυνάμει τοῦ Σταυροῦ, προσηλωθέντες, κλέος Μαρτύρων
θεσπέσιοι.
Θεῖον
γεγόνατε ἄγαλμα, εὐσεβείας πανόλβιοι, δυσσεβῶν τε εἴδωλα βδελυξάμενοι, καὶ
ἱερεῖς ὁλόκληροι, καὶ θύματα δεκτά, τῷ τρωθέντι δι’ ἡμᾶς καθαρὼς προσαγόμενοι,
τῶ δοξάσαντι, τὴν ἁγίαν ὑμῶν μνήμην, καὶ θαυμάτων θησαυροὺς ἡμᾶς τοῖς πᾶσι,
δωρησαμένῳ θεόληπτοι.
Σταυρὸν
ὁπλισάμενοι οἱ Ἀθλοφόροι Σου Κύριε, καὶ σῷ ζήλῳ πυρούμενοι, εἰδώλων ἐνέπρυσαν,
τὰ τεμένη πάντων, καὶ τὰς παρατάξεις, τοῦ ἀρχεκάκου καθελών, Σεραφεὶμ ὁ
ἔνδοξος, Δωρόθεος καὶ Ἰάκωβος, βραβεῖα νίκης Δέσποτα, τὴν Βασιλείαν ἀπείληφας,
παρὰ σοὶ τὴν οὐράνιον, καὶ πρεσβεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἄστρα
ἀνατείλαντα, ἐκ τῆς Ἐώας πολύφωτα, καταυγάζοντα σήμερον, τὸν Δημήτριον καὶ
Βασίλειον, σὺν τῷ Ἁγίῳ Σαράντῃ, ἐκ τοῦ κόσμου τὰ πέρατα, τῶν ἀλγηνῶν ὡς ἀληθῶς,
καὶ τῶν ἄθλων μεγίσταις λάμψεσι· δι’ ὃ ὑμῶν τὴν πανέορτον καὶ φωτοφόρον
πανήγυριν, ἑορτάζομεν σήμερον, Χριστομάρτυρες ἔνδοξοι.
Δόξα.
Ἦχος πλ. δ΄.
Ἀθλητικὴν
ἀνδρείαν, εὐσεβῶς καθοπλισθέντες, Ἀθλοφόροι Χριστοῦ, μυστικῶς ὑπερμαχεῖτε, ὑπὲρ
ἡμῶν τῇ δυνάμει Αὐτοῦ, τῶν εἰδώλων ἀσεβὲς καὶ τῶν τυράννων ἀποινὲς ἀποδείξαντες
μάταιον, καταφρονήσαντες τῶν βασάνων καὶ τοῦ προσκαίρου πυρὸς πανόλβιοι· ἀλλ’ ᾧ
θείων Μαρτύρων ἐξακτίς, μὴ παύσῃ πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Πιστούμενος Ἰησοῦς, ὁ Υἱός σου Θεοτόκε καὶ Θεὸς ἡμῶν, τὰς δύο
φύσεις αὐτοῦ, ὡς μὲν ἄνθρωπος θνῄσκει, ὡς δὲ Θεὸς ἐξανίσταται, καὶ σὲ Θεομῆτορ,
νόμῳ φύσεως θανεῖν εὐδόκησεν, ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἢ
οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ ἐπουράνιος νύμφη, ὡς ἐκ παστοῦ τοῦ
σκήνους σου, γῆθεν ἀπάρασα. Ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ σου, ὡς ἐφωτίσθη ἡ γῆ
ἐν τῷ τόκῳ σου. Προπέμπουσιν Ἀπόστολοι καὶ Ἄγγελοι ὑποδέχονται. Ὅθεν
κηδεύσαντες τὸ πανάχραντον σῶμά σου, καὶ ἐπιτάφιον ὕμνον ἐξᾴδοντες, μετάρσιον
ἔβλεπον, καὶ φόβῳ ἔλεγον· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· αὐτὸς γὰρ ἐν
μέσῳ σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ' ὧ πολυύμνητε Κόρη, μὴ διαλίπῃς ἡμᾶς
ἐποπτεύουσα· ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου, καὶ τὸ ὄνομά σου
ἐπικεκλήμεθα, αἰτούμενοι διὰ σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Ἄστρα
ἀνατέταλκας φαεινά, ἐκ τῆς τῶν Μεγάρων, οἱ πολύαθλοι τοῦ Χριστοῦ, Μάρτυρες
φωτίζων, πιστῶν ἅπαν τὸ πλήθος, ἑξαρίθμους τοὺς θείους, οὓς νῦν γεραίρομεν.
Φρουρεῖτε
τοὺς σοὺς δούλους ὦ Ἀθληταί, τοὺς ἀθροιζομένους, ἐν ναῷ ὑμῶν τῷ σεπτῷ,
ὑμνοῦντας μετὰ πόθου, ὑμᾶς τοὺς Ἀθλοφόρους ἀξιοθαύμαστοι.
Ἐκ
κινδύνων καὶ πειρασμῶν, καὶ παντοίων νόσων, τοὺς τιμώντας ἰώμενοι, ὑμῶν τὴν
μνήμην θεῖοι, ὢ θύματα Τριάδος, καὶ ἀπροσμάχητοι.
Τοὺς
μεγάλους ὁπλίτας καὶ μαχητάς, καὶ στεφανοφόρους, θαυμαστοὺς ἐν τοῖς Μάρτυσιν,
τοὺς λόγχῃ τρωθέντας, πλευρὰν ὡς ὁ Δεσπότης ὕμνοις τιμήσωμεν.
Τοὺς
τῇ πίστι ἐμμείναντας, καὶ ῥεύσαντας αἷμα, εὐσεβεστάτως τιμήσωμεν, σὺν πόθῳ οἱ
πάντες, τὴν λύσιν ἐγκλημάτων, παρ’ οἷς προσμένομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου