ΑΥΓΟΥΣΤΟΣ ΛΑ΄!!
ΑΓΙΑΣ ΖΩΝΗΣ ΠΑΝΑΓΙΑΣ ΚΑΤΑΘΕΣΙΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’.
Πανεύφημοι Μάρτυρες.
Πανάγαθε
Δέσποινα ἐλπίς, τῶν πιστῶν καὶ στήριγμα, καταφυγὴν καὶ διάσῳσμα, καὶ τεῖχος
ἄῤῥηκτον, Σὴν τιμίαν Ζώνην, δέδωκας τῇ ποίμνῃ Σου, εἰς πάντων εὐσεβῶν
περιποίησιν, καὶ καταφύγιον, καὶ λιμένα καὶ προπύργιον, τοῖς ἐν ζάλῃ, πικρῶς
κινδυνεύουσι.
Τῇ
ποίμνῃ Σου δέδωκας ἁγνή, ὄλβον ἀναφαίρετον, καὶ ποταμὸν ἀνεξάντλητον, καὶ δῶρον
ἅγιον, καὶ σωτῆρα θεῖον, καὶ χαρίτων ἄβυσσον, καὶ ῥῶσιν τοῖς ἐν πίστει
προσπίπτουσι, καὶ μέγα ἴαμα, καὶ παθῶν πάντων ἐλάτειρα, τὴν ἁγίαν Ζώνην Σου
πανάχραντε.
Ζώνη
πανακήρατε Μητρός, τοῦ Θεοῦ καὶ πάντιμε, Σειρὰ οὐράνιε ἄχραντε, λιμὴν ἀχείμαστε,
πάντων τῶν ἐν πίστει, προσφευγόντων πάντοτε· γενοῦ καταφυγὴ καὶ στερέωμα, καὶ
πύργος ἄσειστος, καὶ ἀκένωτον θησαύρισμα, τῇ Σῇ ποίμνῃ ἐν ᾗ τεθησαύρισαι.
Μονή
Σου σεμνή ἡ εὐκλεής, ἔχουσα τὴν Ζώνην Σου, ὡς θησαυρὸν ἀδαπάνητον, κρήνην
ἀένναον, ἁγιάζεις πάντας, πίστει τοὺς προστρέχοντας, καὶ νέμει δωρεὰν τῶν
ἰάσεων, χάριν ἑκάστοτε, ἐκδιώκουσα τῶν θλίψεων, ἀθυμίαν καὶ χαρὰν βραβεύουσα.
Δόξα.
Καὶ νῦν. Ἦχος β’.
Σήμερον
ἡ ἁγνὴ Παρθένος, καὶ Θεοτόκος Μαρία, ἄνωθεν ὀπτανομένη, προτίθησιν ἡμῖν εἰς
προσκύνησιν καὶ ἁγιασμὸν ὡς ἄφθορος, τὴν ἄφθαρτον καὶ παναγίαν αὐτῆς Ζώνην, τὴν
τὸν ἀχώρητον Θεόν, τὸν ἐν αὐτῇ χωρῆσαι εὐδοκήσαντα, θεοπρεπῶς διαζώσασαν, καὶ
παρέχουσαν πᾶσιν, ἱλασμὸν καὶ νοσημάτων τὴν ἴασιν.
Εἰς
τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Ζώνη
πανευκλεής, τῆς ὑπερτίμου Κόρης, Μητρὸς Θεοῦ τοῦ Λόγου, σκέποις ἡμᾶς φρουροῦσα,
ἀπὸ παντοίων θλίψεων.
Στ.: Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.
Λύσιν
τῶν δυσχερῶν, καὶ κτῆσιν τῶν ἀρίστων, τῆς Σῆς πανσέπτου Ζώνης, δυνάμει Θεοτόκε,
τοῖς Σοῖς ἱκέταις δώρησαι.
Στ.: Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
Ἐλπὶς
Χριστιανῶν, Παρθένε Παναγία, δυνάμει τῆς Σῆς Ζώνης, ἀπὸ παντοίας βλάβης, Σοὺς
δούλου περιφύλαττε.
Δόξα.
Καὶ νῦν. Ἦχος β’.
Δεῦτε
πιστοὶ ἐν καθαρᾷ καρδίᾳ, καὶ ἐν κιθάρᾳ ψαλμοῦ, τὸν ὕμνον τῇ Παρθένῳ
προσοίσωμεν, τὴν πανέντιμον αὐτῆς Ζώνην πίστει κατασπαζόμενοι, τὴν αὐτῆς
θεοδόχον γαστέρα περιζώσασαν, καὶ τὸν ἐν κοιλίᾳ αὐτῆς Θεὸν Λόγον βρεφωθέντα
περιστείλασαν. Τῇ ἀφθαρσίᾳ διαλάμπουσαν, καὶ ἡμᾶς περισώζουσαν, παντοίων
κινδύνων καὶ θλίψεων, καὶ θανάτου λοιμώδους. Καὶ ταῖς ψυχαῖς ἡμῶν βραβεύουσαν
τὸ μέγα ἔλεος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Θεοτόκε ἀειπάρθενε, τῶν
ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Zώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει
σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα, ἐπὶ σοὶ γὰρ καὶ
φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου
δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. (ἅπαξ)
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος α’. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! ὡς πηγῆς θησαυρόν, τοῖς πιστοῖς κατέλιπες, τὴν Ζώνην
Σου τὴν σεπτήν, Παρθένε ἄχραντε. Εὐφραίνονται οἱ πιστοί, τῶν ἰαμάτων τὴν χάριν
λαμβάνοντες· πληροῦνται ἁγιασμοῦ, καὶ εὐφροσύνης οἱ πόθῳ προσπίπτοντες· καὶ
μετ’ εὐλαβείας πάντες, εὐσεβῶς προσέρχονται, ἀρυόμενοι χάριν, ἐξ αὐτῆς καὶ
ῥῶσιν πάντοτε.
Βαβαὶ
τῶν Σῶν μυστηρίων ἁγνή, Σὴν γὰρ θείαν Ζώνην, ὡς πηγὴν ἀκένωτον, καὶ ἄσυλον
θησαυρόν, ἡμῖν δεδώρησαι· ἐκβλύζει γὰρ τοῖς πιστοῖς, ἀδιαλείπτως ᾀείζωα
χεύματα· βραβεύει δὲ δαψιλῶς, τοῖς προσιοῦσιν ἐν πίστει τὴν ἴασιν, χαλεπῆς
παντοίας λώβης, ἰατρὸς πανάριστος, ἀνεδείχθη Παρθένε, ὡς αὐτὴ μόνη ηὐδόκησας.
Τὴν
Σὴν δοξάζουσιν πάντιμον, παναγίαν Ζώνην, ἁγνὴ παμμακάριστε· τὰ στίφη τῶν
εὐσεβῶν, καὶ θεοφρόνων λαῶν· λαμβάνοντες ἐξ αὐτῆς, ὡς ἀκενώτου ταμείου τῆς
Χάριτος, ἰάματα ψυχικά, καὶ τῶν σωμάτων ταχεῖαν ἀνάῤῥωσιν· καὶ παντὸς πληροῦται
πᾶς τις, ἀγαθοῦ πανάχραντε, ὁ προστρέχων ἐν ταύτῃ, μετὰ πόθου τε καὶ πίστεως.
Ἕτερα. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἡ
σορὸς ἡ κατέχουσα, Θεοτόκε τὴν Ζώνην Σου, κιβωτὸς τοῖς δούλοις σου ἁγιάσματος,
καὶ ἱερὸν περιτείχισμα, καὶ δόξα καὶ καύχημα, καὶ ἰάσεων πηγή, καθ’ ἑκάστην
γνωρίζεται· ὅθεν σήμερον, ἱερῶς ἀθροισθέντες ἀνυμνοῦμεν, τὰ πολλά σου μεγαλεῖα,
καὶ τῶν θαυμάτων τὸ πέλαγος.
Τὴν
ἁγίαν κατάθεσιν, Θεοτόκε τῆς Ζώνης σου, ἑορτὴν κεκτήμεθα εὐφραινόμενοι, ὅτι τῇ
πόλει σου σήμερον, δοθῆναι ἠξίωσας ἱερὰν περιβολήν, φυλακτήριον ἄσυλον, δῶρον τίμιον,
ἀναφαίρετον πλοῦτον ἰαμάτων, ποταμὸν πεπληρωμένον, τῶν χαρισμάτων τοῦ Πνεύματος.
Ἴδε
τόπος περίδοξος, ἴδε οἶκος ἀείφωτος, ἐν ᾧ τεθησαύρισται τῆς θεόπαιδος, Ζώνη
τιμία ἐν χάριτι, προσέλθετε ἄνθρωποι, φωτισμὸν καὶ ἱλασμόν, προφανῶς
ἀπαρύσασθε, καὶ βοήσατε, εὐχαρίστῳ καρδίᾳ· Παναγία, εὐλογοῦμέν σε Παρθένε, οἱ
σεσωσμένοι τῷ τόκῳ σου.
Δόξα.
Καὶ νῦν. Ὀκτάηχον.
Ἦχος α’. Θεαρχίῳ νεύματι
πάντοθεν οἱ θεοφόροι Ἀπόστολοι ὑπὸ νεφῶν, μεταρσίως αἱρόμενοι. Ἦχος πλ. α’. Καταλαβόντες τὸ πανάχραντον, καὶ
Ζωαρχικόν Σου Παρθένε σκῆνος, ἐξόχως ἠσπάζοντο. Ἦχος
β’. Ὁ δὲ Θωμᾶς τῶν Ἀποστόλων θερμότατος, τῷ τοῦ οἰκείου Δεσπότου,
παραγενόμενος νεύματι. Ἦχος πλ. β’. Τὸ
θεοδόχον καὶ ἀκραιφνέστατόν σου σῶμα ὑπερκοσμίως προπεμπόμενον, ἐν αἰθέρι
καταλαβών, τὴν παναγίαν Σου Ζώνην, εἰς πίστωσιν ὑπεδέξατο· καὶ γηθοσύνως ἐβόα
τοῖς συμμύσταις τοῦ Λόγου· ἰδοὺ τῆς Παντανάσσης ἡ Ζώνη ἡ πανακήρατος. Ἦχος γ’. Ἄρατε τὸν λίθον τοῦ τάφου, καὶ τοῦτον
πανευλαβῶς κατοπτεύσατε, κενωθέντα τοῦ σώματος, τῆς τοῦ ᾀεννάου φωτὸς Δεσπότου
Μητρός. Ἦχος βαρύς. Διὰ ταύτης γὰρ τῆς
παναφθάρτου Ζώνης, ἡ τῆς Μεταστάσεως Αὐτῆς πίστωσις γέγονεν· ἣν προσκυνοῦντες
ἁγιαζόμεθα· καὶ ταύτῃ ἄξιον γέρας ἀπονέμειν ἀδύνατον. Ἦχος
δ’. Ταύτης γὰρ τὸ ἀδιάφθαρτον ὑπερβαίνειν πᾶσαν ἔννοιαν. Ἦχος πλ. δ’. Διὸ ἄχραντε Θεοτόκε, ᾀεὶ σὺν ζωηφόρῳ
Βασιλεῖ καὶ Τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καὶ σῷσαι, ἀπὸ πάσης
προσβολῆς, ἐναντίας τὴν ποίμνην Σου, τὴν Σὴν ἀκήρατον Ζώνην πλουτήσασαν· τὴν
γὰρ Σὴν προστασίαν κεκτήμεθα. Ἦχος α’. Εἰς
τοὺς αἰῶνάς Σε ἀγλαοφανῶς μακαρίζοντες.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Τῆς
Ἐξόδου τὸ Ἀνάγνωσμα (Κεφ. μ΄ 1-29)
Ἐλάλησε
Κύριος πρὸς Μωυσῆν λέγων· ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνίᾳ στήσεις
τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ σκεπάσεις τὴν
κιβωτὸν τῷ καταπετάσματι καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ προθήσεις τὴν πρόθεσιν
αὐτῆς καὶ εἰσοίσεις τὴν λυχνίαν καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. Καὶ θήσεις τὸ
θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ καὶ ἐπιθήσεις
κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὸ
θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ
περιθήσεις τὴν σκηνὴν καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ. Καὶ λήψῃ τὸ ἔλαιον τοῦ
χρίσματος καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἁγιάσεις αὐτὴν καὶ
πάντα τὰ σκεύη αὐτῆς καὶ ἔσται ἁγία. Καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωμάτων
καὶ πάντα τὰ σκεύη αὐτοῦ. Καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον
ἅγιον τῶν ἁγίων. Καὶ προσάξεις Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς θύρας τῆς
σκηνῆς τοῦ μαρτυρίου καὶ λούσεις αὐτοὺς ὕδατι καὶ ἐνδύσεις Ἀαρὼν τὰς στολὰς τὰς
ἁγίας καὶ χρίσεις αὐτὸν καὶ ἁγιάσεις αὐτόν, καὶ ἱερατεύσει μοι· καὶ τοὺς υἱοὺς
αὐτοῦ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας καὶ ἀλείψεις αὐτούς, ὃν τρόπον ἤλειψας
τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσί μοι· καὶ ἔσται ὥστε εἶναι αὐτοῖς χρῖσμα
ἱερατείας εἰς τὸν αἰῶνα, εἰς τὰς γενεὰς αὐτῶν. Καὶ ἐποίησε Μωυσῆς πάντα, ὅσα
ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησε. Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ
δευτέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου, νουμηνίᾳ ἐστάθη ἡ σκηνή· καὶ
ἔστησε Μωυσῆς τὴν σκηνήν, καὶ ἐπέθηκε τὰς κεφαλίδας καὶ διενέβαλε τοὺς μοχλοὺς
καὶ ἔστησε τοὺς στύλους καὶ ἐξέτεινε τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ
κατακάλυμμα τῆς σκηνῆς ἐπ᾿ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ
λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτὸν καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν
κιβωτὸν καί εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα
τοῦ καταπετάσματος καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξε
Κύριος τῷ Μωυσῇ. Καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὸ
κλίτος τῆς σκηνῆς τοῦ μαρτυρίου τὸ πρὸς βοῤῥᾶν, ἔξωθεν τοῦ καταπετάσματος τῆς
σκηνῆς, καὶ προέθηκεν ἐπ᾿ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε
Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου εἰς τὸ κλίτος
τῆς σκηνῆς τὸ πρὸς νότον καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὃν τρόπον
συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ
μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος καὶ ἐθυμίασεν ἐπ᾿ αὐτοῦ θυμίαμα τῆς
συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων
ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ
θυσιαστηρίου. Καὶ συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν
σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή· καὶ οὐκ ἠδυνάσθη Μωυσῆς
εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ᾿ αὐτὴν ἡ νεφέλη καὶ
δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή.
Βασιλεῖων
Γ’ τὸ Ἀνάγνωσμα (Κεφ. η’, 1-12)
Ἐγένετο
ὡς συνετέλεσε Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ μετὰ
εἴκοσιν ἔτη, τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμὼν πάντας τοὺς πρεσβυτέρους Ἰσραὴλ
ἐν Σιὼν τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυὶδ (αὕτη ἐστὶ
Σιὼν) ἐν μηνὶ Ἀθανίν. Καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν καὶ τὸ σκήνωμα τοῦ
μαρτυρίου καὶ τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου, καὶ ὁ βασιλεὺς
καὶ πᾶς Ἰσραὴλ ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες πρόβατα καὶ βόας ἀναρίθμητα. Καὶ
εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβὶρ τοῦ οἴκου,
εἰς τὰ ἅγια τῶν ἁγίων ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ· ὅτι τὰ Χερουβὶμ
διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ
Χερουβὶμ ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνωθεν, καὶ ὑπερεῖχον τὰ
ἡγιασμένα, καὶ ἐνεβλέποντο αἱ κεφαλαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων εἰς πρόσωπον
τοῦ δαβὶρ καὶ οὐκ ὠπτάνοντο ἔξω. Οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίθιναι,
πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωυσῆς ἐν Χωρήβ, ἃς διέθετο Κύριος μετὰ τῶν
υἱῶν Ίσραὴλ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Καὶ ἐγένετο ὡς ἐξῆλθον
οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον· καὶ οὐκ ἠδύναντο οἱ
ἱερεῖς στήκειν λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησε δόξα Κυρίου τὸν
οἶκον.
Προφητείας,
Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. μγ, 27 & μδ, 1-4)
Ἔσται
ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ
θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι
ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με
κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ
αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται,
οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ
εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται
ἐπ' αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης
εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν
ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ
ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Λιτή.
Ἦχος α’.
Εὐφραινέσθωσαν
οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ. Σήμερον γὰρ ἡ Παντάνασσα ἡμῶν, παράδοξον καὶ
ἀνεκλάλητον, παρασκευάζει πᾶσι τοῖς πιστοῖς τὴν ἀγαλλίασιν, διὰ τῆς ἐτησίου
πανηγύρεως, τῆς ᾀειλαμποῦς αὐτῆς, καὶ παμφαοῦς ζωοπαρόχου Ζώνης, τὰς
ἀκτινοβόλους ἀστραπὰς ἡμῖν ἐπαφιείσης, καὶ θεοφεγγεῖς προπεμπούσης ἀκτῖνας, καὶ
μυριπνόους προχεούσης εὐωδίας πλουσίως· ἀνεξάντλητος γὰρ ἡ βρύσις τῶν αὐτῆς
ἀγαθῶν, καὶ ἀένναος ὑπάρχει τῶν αὐτῆς θαυματουργιῶν, τοῖς ἐν πίστει καὶ πόθῳ
προσκυνοῦσιν αὐτήν.
Ὁ
αὐτός.
Ἡ
πανάμωμος Νύμφη, καὶ Μήτηρ τῆς εὐδοκίας τοῦ Πατρός, τὴν τιμίαν αὐτῆς ἄχραντον
Ζώνην, σήμερον προτίθεται τοῖς πιστοῖς εἰς προσκύνησιν, καὶ πανδαισίαν
πενυματικήν, δι’ ἧς τὸ πανάγιον αὐτῆς περιέζωσε σῶμα, τὸ ἀκήρατον σκεῦος, τῶν
ἐπὶ Χριστοῦ συνελθουσῶν δύο φύσεων. Καὶ τὸν ἐν κοιλίᾳ αὐτῆς Θεὸν κρυτπόμενον
περιέστειλε· Ὃς καὶ παρέχει ζωὴν αἰώνιον, τοῖς τιμῶσιν αὐτήν.
Ὁ
αὐτός.
Ἔπρεπε
τοῖς τὸν Ἄθω οἰκοῦσι μονοτρόποις, τὴν τούτου βασιλίδα καὶ Δέσποινα, κατὰ πρῶτον
τιμᾶν καὶ σέβεσθαι, καὶ ἐγκωμίοις ἐκθειάζειν· ἐξαιρέτως δὲ ἐν τῇ ἱερᾷ Μονῇ τοῦ
Βατοπεδίου, ἐν ᾗ τὰ ὑπερφυῆ καὶ ἐξαίσια αὐτῆς θαυμάσια ἐτελέσθησαν, καὶ ἡ
πάντιμος ἱερὰ καὶ ἡλιόμορφος χρυσαυγὴς Ζώνης αὐτῆς, ὡς Μαρτυρίου Κιβωτὸς
τεθησαύρισται, καθ’ ἑκάστην ᾀεννάως πηγάζουσα, ἰαμάτων πελάγη τοῖς πιστῶς
προσπελάζουσι, καὶ λοιμώδη νόσον ἐκ ποδῶν ποιουμένη, καὶ πᾶσι πληροῦσα τὰ
αἰτήματα, τοῖς πόθῳ προσπτυσσομένοις· διὸ ἐν τῇ Καταθέσει αὐτῆς, τοῖς νοητοῖς
ἄνθεσι τῶν ὕμνων, αὐτὴν μεγαλύνομεν, πνευματικῶς ἀγαλλόμενοι, καὶ πρὸ τῆς θείας
αὐτῆς Σοροῦ λιτανεύοντες ἀνακράξομεν· πανακήρατε τῆς πανάγνου Μητρὸς τοῦ Θεοῦ
ἡμῶν Ζώνη, τὴν ποίμνην Σου περιφύλαττε, καὶ ἐν ἁγιότητι καὶ ἀκαταγνώστῳ βιοτῇ,
ἀξίωσον ἡμᾶς ὑμνεῖν καὶ δοξάζειν Σε.
Ἦχος
β’.
Δεῦτε
πιστοί, ἐν καθαρᾷ διανοίᾳ, καὶ ψυχῆς ἁγνότητι συνελθόντες, εὐφήμους ᾠδὰς τῇ
Παρθένῳ προσάξωμεν. Καὶ τῇ αὐτῆς παντίμῳ Ζώνῃ, τὴν ὑμνῳδίαν προσοίσωμεν
λέγοντες· ὦ θεία καὶ σεπτή, καὶ Ἀγγέλοις αἰδέσιμος σειρά, ἡ τὸ ἀσθενὲς τῆς ἡμῶν
φύσεως ῥωννύουσα, καὶ τοὺς ἀοράτους καὶ ὁρατοὺς ἐχθροὺς τῆς ποίμνης Σου
συμποδίζουσα· ἡ τὰς τῶν ᾀεὶ προστρεχόντων Σοι ὀσφύας περισφίγγουσα, καὶ
νέκρωσιν μὲν κατὰ παθῶν δωρουμένη, ἀνδρείαν δὲ πρὸς ἀρετῆς πρᾶξιν καὶ
ἐνέργειαν· ἡ τῶν παθῶν ψυχῆς τε καὶ σώματος, θερμοτάτη ἐλάτειρα, ἐπίχεε καὶ
ἡμῖν τὰ Σὰ ἐλέη, τοῖς ἐν πίστει καὶ πόθῳ προσιοῦσί Σοι.
Ὁ
αὐτός.
Ζώνη
τιμία καὶ σεπτή, ἡ τὸν Θεὸν Λόγον, ἐγγάστριον ὄντα περιειλήσασα, καὶ τὴν τῶν
ἰάσεων χάριν, ἐκεῖθεν πλουτήσασα· ἡ τῆς ἀφθάρτου τοῦ Θεοῦ Μητρός, τὸ ὑπέρσεμνον
σῶμα, σεμνῶς προσεγγίσασα, κἀκεῖθεν τὴν ἀφθαρσίαν ἀμφιασαμένη, ἀπαρασάλευτος
καὶ ἄφθαρτος μένουσα, νέμεις τὸν ἁγιασμόν, τὴν ῥῶσιν, τὴν ἴασιν, καὶ πταισμάτων
ἱλασμόν, τοῖς προσιοῦσί Σοι πίστει, καὶ προσκυνοῦσι πόθῳ καὶ σέβουσιν.
Ὁ
αὐτός.
Παντάνασσα
Δέσποινα, ῥῦσαι λαόν Σου καὶ ποίμνην, ἐκ πάσης λώβης, τῇ δυνάμει καὶ χάριτι,
τῆς πανσέπτου Σου Ζώνης, δι’ ἧς ἀφθόνως προχέεις, τοῖς πιστοῖς τὰ ἰάματα, καὶ
ᾀεννάως ἐποπτεύεις, τὴν παρὰ Σοῦ χρηστότητα, καὶ παντοίαν λύμην ἀποσοβεῖς, καὶ
νόσους ἐκ τῶν πιστῶν ἀκήρατε.
Ὁ
αὐτός.
Ὡς
στέφανον ὑπέρλαμπρον, πανάχραντε Θεοτόκε, τὴν ζώνην σου τὴν ἁγίαν, ἡ Ἐκκλησία
τοῦ Θεοῦ περιέθετο, καὶ φαιδρύνεται χαίρουσα σήμερον, καὶ μυστικῶς χορεύει,
Δέσποινα ἐκβοῶσά σοι· Χαῖρε διάδημα τίμιον, καὶ στέφανε τῆς θείας δόξης· χαῖρε
ἡ μόνη δόξα τοῦ πληρώματος, καὶ αἰώνιος εὐφροσύνη· χαῖρε τῶν εἰς σὲ
προστρεχόντων, λιμὴν καὶ προστασία, καὶ σωτηρία ἡμῶν.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. β’.
Τίς
μὴ μακαρίσει Σε Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὰ ὑπὲρ λόγον θαυμάσια,
καὶ ἀνευφημήσει Σου τὴν ἀκήρατον Ζώνην; Ταύτην γὰρ θησαυρὸν ἀκένωτον, πᾶσι
πιστοῖς παραδόξως κατέλιπες, γῆθεν μεθισταμένη, πρὸς τὸν Σὸν Υἱὸν καὶ Θεὸν
ἡμῶν, ἀντὶ τοῦ παναχράντου καὶ ζωαρχικοῦ Σου σκηνώματος· δι’ ἧς καὶ προχέεις
ἰάματα πᾶσι τοῖς δεομένοις, καὶ βραβεύεις τὴν ποίμνην Σου, τὴν Σὴν εὐλογίαν
πανάχραντε.
Εἰς
τὸν Στίχον. Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Ἔδωκας
τῇ πόλει σου, Ζώνην τὴν σὴν ὑπερένδοξε, ἀσφαλέστατον σύνδεσμον, ταύτην
περιέπουσαν, ἐκ παντὸς κινδύνου, θείαις ἐνεργείαις, καὶ ἀπροσμάχητον ἐχθροῖς,
διατηροῦσαν αὐτὴν κραυγάζουσαν, ἰσχύς μου καὶ κραταίωμα, καὶ εὐπρεπὲς
ἀγαλλίαμα, ὁ Υἱός Σου καὶ Κύριος, μόνος ἔστιν ὁ εὔσπλαγχνος.
Στ.: Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Τίμιον
διάδημα, οἱ εὐσεβῶς βασιλεύοντες, τὴν σὴν Ζώνην Πανάχραντε, φαιδρῶς
περικείμενοι, ἐν τοῖς Σοῖς καυχῶνται, θείοις μεγαλείοις, καὶ φοβερώτατοι
ἐχθροῖς, τοῖς πολεμοῦσιν ἀεὶ γνωρίζονται, καὶ σὲ ὑμνοῦντες κράζουσι, τῷ ὑπὲρ
λόγον τεχθέντι ἐκ Σοῦ, Ἰησοῦ παντοδύναμε, σῶσον πάντας ὡς εὔσπλαγχνος.
Στ.: Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.
Περίζωσον
δύναμιν, ἡμᾶς Παρθένε τῇ Ζώνῃ σου, κατ' ἐχθρῶν ἐνισχύουσα, πάθη ὑποτάττουσα,
κατατυραννοῦντα, καὶ ἐκπολεμοῦντα, καὶ νικητήρια ἡμῖν, δι’ ἀπαθείας ἀεὶ παρέχουσα,
τοῦ καθαρῶς δοξάζειν Σε, καὶ τῷ Υἱῷ Σου βοᾶν ἐκτενῶς· Ἰησοῦ παντοδύναμε, σῶσον
πάντας ὡς εὔσπλαγχνος.
Δόξα.
Καὶ νῦν. Ἦχος β'
Φρένα
καθάραντες καὶ νοῦν τοῖς Ἀγγέλοις καὶ ἡμεῖς πανηγυρίσωμεν, φαιδρῶς ἐξάρχοντες
Δαυϊτικὴν μελῳδίαν, τῇ νεάνιδι Νύμφῃ τοῦ παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Ἀνάστηθι Κύριε, λέγοντες, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ
ἁγιάσματός σου. Ὡς γὰρ παλάτιον τερπνόν, ταύτην κατεκόσμησας, καὶ κατεκλήρωσας
αὐτήν, τῇ πόλει Σου Δέσποτα, περιποιεῖσθαι καὶ σκέπειν, ἐκ πολεμίων βαρβάρων,
τῇ κραταιᾷ δυνάμει Σου, ταῖς ἱκεσίαις αὐτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Θεοτόκε ἀειπάρθενε, τῶν
ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Zώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει
σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα, ἐπὶ σοὶ γὰρ καὶ
φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου
δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. (γ’)
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ
Τὴν
Ζώνην τὴν σεπτήν, τοῦ ἀχράντου σου σκήνους, ὑμνοῦμεν οἱ πιστοί, Παναγία
Παρθένε, ἐξ ἧς ἀρυόμεθα νοσημάτων τὴν ἴασιν, καὶ κραυγάζομεν· Μῆτερ Θεοῦ τοῦ
Ὑψίστου, Σὺ ἡ λύτρωσις, τῶν σὲ τιμώντων ὑπάρχεις, Μαρία Θεόκλητε.
Δόξα.
Καὶ νῦν. Τὸ αὐτό
Μετὰ
τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Τῆς
τιμίας Ζώνης σου τῇ καταθέσει, ἑορτάζει σήμερον, ὁ σὸς πανύμνητε λαός, καὶ
ἐκτενῶς ἀνακράζει Σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Δόξα.
Καὶ νῦν.
Τῆς
Τιμίας Ζώνης Σου, τῇ Καταθέσει, ἑορτάζει πάναγνε, ὁ σὸς πανύμνητε λαός, ἐν
εὐφροσύνῃ κραυγάζων Σοι· χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Τόκον
ἄφθορον, καὶ παρθενίαν, μόνη ἔσχηκας, εὐλογημένη, περιβολὴν δὲ τῇ Σῇ ποίμνῃ
σωτήριον, τὴν σεβασμίαν Σου Ζώνην δεδώρησαι, ἕως τοῦ νῦν διαμένουσαν ἄφθορον,
θεονύμφευτε· δι’ ἧς ἐκ Θεοῦ λαμβάνομεν, οἱ δοῦλοί Σου ἁγνὴ τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Τὸ αὐτό
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μνησθήσομαι τοῦ
ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον θύγατερ
καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ
πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα
Μαριάμ...
Ὁ Ν’ ψαλμός.
Δόξα: Τῆς Σῆς πανσέπτου Ζώνης, Παντάνασσα δυνάμει,
ἐξάλειψον τὰ πλήθει...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β’. Στ.: Ἐλέησόν με ὁ Θεός...
Παντάνασσα
Δέσποινα, ῥῦσαι λαόν Σου καὶ ποίμνην, ἐκ πάσης βλάβης, δυνάμει καὶ χάριτι τῆς
παντίμου θείας Σου Ζώνης, ἣν ἐν πίστει τιμῶντες, ἐκ πόθου Σὲ δοξάζομεν.
Εἶτα, οἱ δύο Κανόνες, τῆς Ἑορτῆς.
Ὁ Κανὼν πρῶτος τῆς ὑπεραγίας Θεοτόκου. Ποίημα τοῦ Κυρίου
Γεωργίου.
ᾨδὴ
α'. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον.
Λαμπάδα
φωτοφανῆ καὶ ἄδυτον, ὁ τῆς Παρθένου ναός, ὡς οὐρανὸς εὑράμενος φαιδρός, τὴν ὑπέρλαμπρον
Ζώνην αὐτῆς, τὴν οἰκουμένην σήμερον, ταῖς τῶν θαυμάτων αἰθριάζει αὐγαῖς.
Ἰσχύν
τε καὶ ἀσφαλείας σύνδεσμον, τὴν σὴν Πανάχραντε, θείαν ὡς ὄντως Ζώνην νοητῶς,
ἐζωσμένη ἡ πόλις σου, τὸ κράτος ἀδιάσπαστον, ἔχει· διὸ καὶ ἐγκαυχᾶται ἐν σοί.
Τῆς
πάλαι ὡς ἀληθῶς ὑπέρτιμος, ἡ σὴ σορὸς κιβωτοῦ, Θεογεννῆτορ ὤφθη τοῖς ἐν γῇ, οὐ
τὰ σύμβολα φέρουσα, ἀλλὰ πιστῶς φυλάττουσα, τῆς ἀληθείας τὰ γνωρίσματα.
Ἀρώματα
μυστικὰ προχέονται, ἐν τῷ ναῷ τῆς Ἁγνῆς, ἐκ τῆς τιμίας σήμερον σοροῦ, καὶ
πληροῦσι τοῦ Πνεύματος, τῆς εὐωδίας ἅπαντας, τοὺς μετὰ πόθου προσιόντας αὐτῇ.
Ὁ Κανὼν δεύτερος τῆς ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς: Ἰσχύν με τὴν σὴν ζῶσον, ἁγνὴ παρθένε. Ἰωσήφ.
ᾨδὴ
α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραώ.
Ἰσχὺν με θείαν εὐσεβῶς
περίζωσον, ὑμνολογοῦντά σου, τὴν Ἱερὰν Ζώνην, θεῖον χρηματίζουσαν, τῇ πόλει σου
περίζωμα, καὶ κραταίωμα Κόρη, καὶ ἀρραγὲς περιτείχισμα, ἄχραντε Παρθένε τῇ
ποίμνῃ σου.
Σὺ τὸν Θεὸν τὸν δυνατὸν
ἐκύησας, περιζωννύοντα, τοὺς εὐσεβεῖς πάντας, δύναμιν Πανάμωμε· διὸ σε
μακαρίζομεν, καὶ τὴν θείαν σου Ζώνην, περιχαρῶς ἀσπαζόμενοι, χάριν ἀπαντλοῦμεν
καὶ ἔλεος.
Χαρμονικῶς τῇ καταθέσει
σήμερον, περιχορεύσωμεν, τῆς Ἱερᾶς Ζώνης, τῆς ἁγνῆς Θεόπαιδος· ἐξ ἧς ἡμῖν
περίζωμα, ἀφθαρσίας ὑφάνθη, καὶ ἀδιάρρηκτον ἔνδυμα, καὶ περιβολὴ ἀδιάσπαστος.
Ὑπὸ τὴν σὴν ὁ σὸς λαὸς
Πανάμωμε, προστρέχει δύναμιν, ὑπὸ τὴν σὴν σκέπην, καταφεύγει πάντοτε, πᾶσι
γενοῦ βοήθεια, καὶ τὰ πρὸς σωτηρίαν τοῖς πᾶσι δίδου αἰτήματα, σῴζουσα δεινῶν
τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ
γ'. Εὐφραίνεται ἐπὶ σοί.
Τιμήσωμεν
οἱ πιστοί, ὡς συναφείας πρὸς Θεὸν σύνδεσμον, τὴν τῆς Ἁγνῆς σήμερον Ζώνην, καὶ
πιστῶς προσκυνήσωμεν.
Ἀέναοι
ὀχετοί, ἐκ τῆς ἀχράντου σου σοροῦ ῥέοντες, τῶν χαρισμάτων Ἁγνή, πάντας τοὺς
πιστοὺς καταρδεύουσιν.
Ἰάματα
τοῖς πιστοῖς, ἡ πολυύμνητος ἡμῖν σήμερον, τῆς ὑπερτίμου Ἁγνῆς, Ζώνη ἀναβρύει ἐν
χάριτι.
Ὡς
δρόσος ἑωθινή, ἡ εὐφροσύνη σου Ἁγνὴ ῥέουσα, τὴν τῶν παθῶν κάμινον, τῶν σὲ
ἀνυμνούντων κοιμίζει ἀεί.
Κανών
β'. Οὐρανίας ἁψῖδος
Νεουργεῖται καρδία, πίστει
θερμῇ ψαύουσα, Ζώνῃ Ἱερᾷ τῆς Παρθένου, καὶ περιζώννυται, δύναμιν ἄμαχον, κατὰ
παθῶν ἀκαθάρτων, δυσμενῶν ἀσάρκων τε, ἄτρωτος μένουσα.
Μένει ἄφθορος ἔτι, ἡ Ἱερὰ Ζώνη
σου, ἥτις σοῦ τὸ ἄχραντον σῶμα, Κόρη διέζωσε, καθαγιάζουσα, τοὺς εὐσεβῶς
προσιόντας, καὶ φθορᾶς ἐξαίρουσα, νόσων καὶ θλίψεων.
Ἐχρημάτισας οἶκος,
περικαλλὴς Ἄχραντε, Λόγου τοῦ ἐκ σοῦ σαρκωθέντος, καὶ ἐν ἁγίῳ σου, οἴκῳ
εὐδόκησας, Ζώνην τὴν σὴν ἐντεθῆναι, ἣν καὶ κατασπαζόμενοι ἁγιαζόμεθα.
Τὴν τιμίαν σου Ζώνην,
τιμητικῶς ἅπαντες, ἐν ἀγαλλιάσει καρδίας, περιπτυσσόμεθα, τιμὴν ὑπάρχουσαν,
πάντων πιστῶν Θεοτόκε, ὡς τῷ ὑπερτίμῳ σου, ψαύσασα σώματι.
Κάθισμα.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὰ
καταθέσια τῆς σῆς θείας Ζώνης, ἡ Ἐκκλησία σου φαιδρῶς ἑορτάζει, καὶ ἐκτενῶς
κραυγάζει σοι Παρθένε Ἁγνή· Ἅπαντας περίσῳζε, τῆς ἐχθρῶν δυναστείας· θραῦσον τὰ
φρυάγματα, τῶν ἀθέων βαρβάρων, καὶ τὴν ἡμῶν κυβέρνησον ζωήν, πράττειν Κυρίου τὰ
θεῖα θελήματα.
Δόξα.
Καὶ νῦν. Ὅμοιον
Οἱ
τῶν θαυμάτων ποταμοὶ Θεοτόκε, ἐκ τῆς πανσέπτου σου σοροῦ προερχόμενοι, ὡς ἐξ
Ἐδὲμ ποτίζουσι τὸ πρόσωπον τῆς γῆς, χάριτας προχέοντες, τοῖς πιστῶς σε τιμῶσιν·
ὅθεν ἀνυμνοῦμέν σε, καὶ σεπτῶς εὐφημοῦμεν, καὶ εὐχαρίστως κράζομεν ἀεί· Χαῖρε ἡ
μόνη ἐλπὶς τῶν ὑμνούντων σε.
ᾨδὴ
δ'. Ἐπαρθέντα σε ἰδοῦσα
Ὡς
ὑπέρτιμον στερέωμα Θεοτόκε, ὁ Ποιητὴς καὶ Κτίστης σε, πηξάμενος ὥσπερ, ἄστροις
κατεκόσμησε, ταῖς θείαις ἐλλάμψεσιν, αἷς καταφαιδρύνεις τὰ πέρατα.
Σὲ
κραταίωμα ἡ πόλις σου Θεοτόκε, καὶ ἀσφαλῆ κρηπῖδα, ἔχουσα τῇ θείᾳ, Ζώνῃ σου
συνέχεται, δεσμὸν ἀδιάσπαστον, ταύτην ἐν πολέμοις προτείνουσα.
Ἀπὸ
γῆς ἡμᾶς ἀνέλκει Θεογεννῆτορ, πρὸς οὐρανὸν ἡ θεία, Ζώνη σου σῷ πόθῳ, ταύτης
ἀναφθέντας θερμῶς· διὸ σε δοξάζομεν, ὡς αἰτίαν δόξης τῆς κρείττονος.
Ἰδοὺ
χάρις ἀνεξάντλητος, δεῦτε πάντες εἰλικρινεῖ καρδίᾳ, ἀρύσασθε πίστει, νάματα
πηγάζοντα, ἀφθόνως φιλέορτοι, τῆς σεπτῆς σοροῦ τῆς πανάγνου Μητρός.
Κανών
β'. Σύ μου ἰσχὺς Κύριε.
Ἤρθης πρὸς φῶς, ἄδυτον
μεταχωρήσασα, ἔλιπες δέ, τοῖς σὲ μακαρίζουσιν, ἀντὶ τοῦ σώματός σου Ἁγνή, τὴν
τιμίαν Ζώνην, πηγὴν θαυμάτων ὑπάρχουσαν, καὶ τόπον σωτηρίας, καὶ χαράκωμα
ταύτης, τῆς τιμώσης σε πόλεως ἄχραντε.
Νέον ἡμεῖς, ὡς οὐρανὸν
ὑπερχόμεθα, σοῦ τὸν οἶκον, ἐν ᾧ τεθησαύρισται, καθάπερ ἥλιος φωταυγής, σοῦ ἡ
θεία Ζώνη, βολὰς θαυμάτων ἐκπέμπουσα, καὶ πάντων τάς καρδίας, καταυγάζουσα
Κόρη, καὶ παθῶν τὴν ὁμίχλην διώκουσα.
Σὺ κιβωτός, τοῦ νοητοῦ
ἁγιάσματος, χρηματίζεις, Ἄχραντε πανύμνητε, καὶ τὴν τιμίαν ταύτην σορόν,
ἔχουσαν τὴν Ζώνην, ἣν περιοῦσα ἐφόρεσας, παρέχεις τῷ λαῷ σου, καταφύγιον πᾶσι,
καὶ πηγὴν ἰαμάτων ἀκένωτον.
Ἧκε τῇ σῇ, πόλει πολύολβον
δώρημα, ἡ τιμία Ζώνη σου πανύμνητε, καὶ κατετέθη περιφανῶς, ταύτῃ τῇ ἡμέρᾳ ἐν
τούτῳ τῷ θείῳ οἴκῳ σου, καὶ γέγονε μεγίστης, ἑορτῆς Θεοτόκε, τοῖς θερμῶς σε
ποθοῦσιν ὑπόθεσις.
Νόμου σκιαί, καὶ Προφητῶν
τὰ αἰνίγματα, προεδήλουν, ἔσεσθαί σε Πάναγνε, Θεοῦ Μητέρα παναληθῆ· δι' ἧς ἡ
κατάρα ἀπεστειρώθη καὶ ἤνθησε, τελεία εὐλογία, καὶ σωτήριος χάρις, τοῖς ἐν
πίστει καὶ πόθῳ ὑμνοῦσί σε.
ᾨδὴ
ε'. Σὺ Κύριέ μου φῶς
Σὺ
Κύριε τὴν σήν, Μητέρα ἐμεγάλυνας, σὺ ὕψωσας ὑπὲρ πάσας νοερὰς ἐξουσίας,
ἀσυγκρίτως τὴν δόξαν αὐτῆς.
Ἡ
χάρις τοῦ Θεοῦ, νῦν ἀφθόνως παρέχεται, πανάχραντε Θεοτόκε, ἐκ τιμίας σοροῦ σου,
τοῖς πίστει προσκυνοῦσί σε.
Σὲ
δύναμιν πιστοί, βασιλεῖς περιζώννυνται, σὲ σύνδεσμον Θεοτόκε, ἡ σὴ πόλις αὐχοῦσα,
τῇ Ζώνῃ σου σεμνύνεται.
Γνωστή
σου ἀληθῶς, ἡ χάρις ἀναδέδεικται, Πανάχραντε παραδόξως, ἐνεργοῦσα δυνάμεις, καὶ
τέρατα ἐν πάσῃ τῇ γῇ.
Κανών
β'. Ἵνα τὶ με ἀπώσω
Ζώνης θείας τεθείσης,
σήμερον ἐν οἴκῳ σου θεοχαρίτωτε, συνεπανετέθη, ἀγαθῶν πᾶσα δόσις τοῖς χρῄζουσι·
καὶ πληροῦται πᾶς τις, ἁγιασμοῦ ὁ προσπελάζων, τάς αἰτήσεις πιστῶς κομιζόμενος.
Ὡραιώθης Παρθένε, Λόγον
ὡραιότατον ἀποκυήσασα, καὶ τῷ σῷ ὡραίῳ, τούτῳ οἴκῳ τεθῆναι εὐδόκησας, τὴν
ὡραίαν Ζώνην, ἥτις τὸ σὸν ὡραῖον σῶμα, Θεοτόκε ὡραίως διέζωσεν.
Σοῦ ὁ Ἅγιος οἶκος, ἄλλος ὡς
Παράδεισος, πᾶσι γνωρίζεται, μέσον κεκτημένος, ὥσπερ εὔοσμον ῥόδον τὴν Ζώνην
σου, εὐωδίας θείας, ἀναπληροῦσαν τὰς καρδίας, τῶν πιστῶς προσιόντων Πανάμωμε.
Ὄμβρου θείου νεφέλη,
γέγονας Πανάμωμε, ἐναποστάζουσα, σωτηρίας ὕδωρ, καὶ τὴν γῆν χερσωθεῖσαν
ἐγκλήμασι, πρὸς καρποφορίαν, μεταγαγοῦσα εὐσεβείας· διὰ τοῦτο πιστῶς σε
δοξάζομεν.
ᾨδὴ
ς'. Θύσω σοι, μετὰ φωνῆς.
Ὅλην
σε, ὑπερφυῶς ἐδόξασε Κύριος, ὅλην ἀνύψωσε μόνην, ὅλην σε ἐτίμησεν ὑπὲρ λόγον,
Θεοτόκε, τὸν ναόν τε σὺν τῇ Ζώνῃ καὶ θείᾳ σορῷ.
Νάουσιν,
ἐκ πελάγους τὰ ῥεῖθρα τῆς χάριτος, σοῦ τῆς σοροῦ τῆς ἀχράντου, καὶ τὴν κτίσιν
πᾶσαν περικυκλοῦσιν, ἀρδεύοντα, τοὺς πιστῶς προσκυνοῦντας τὸν τόκον σου.
Ἰσχὺν
σε, οἱ πιστοὶ κεκτημένοι καὶ καύχημα, περιζωννύονται δόξαν, τὴν σεπτήν σου Ζώνην
Θεοκυῆτορ κατέχοντες, ὡς ὑπέρλαμπρον κόσμον καὶ τίμιον.
Κανών
β'. Ἄβυσσος ἁμαρτιῶν
Νέον τέτοκας ἡμῖν, ὡς
παιδίον τὸν πρὸ πάντων αἰώνων, καὶ καινουργεῖς καρδίας, ἁμαρτίας παλαίωσιν,
δεξαμένας καινισμῷ, τῆς καταθέσεως τῆς τιμίας, Ζώνης σου Κόρη ἀειπάρθενε.
Ἅγιός σου ὁ ναός, θαυμαστὸς
δικαιοσύνῃ ὑπάρχει· ὅστις τὴν θαυμαστήν σου Ζώνην, θαύματα βρύουσαν, κεκτημένος
τοῖς πιστοῖς, πέλαγος δείκνυται ἰαμάτων, Θεοκυῆτορ Μητροπάρθενε.
Γέγηθε πᾶσα ψυχή, συνιοῦσα
ἐν Ἁγίῳ ναῷ σου, καὶ ἐν αὐτῷ ὁρῶσα, Θεοτόκε τὴν Ζώνην σου, ὥσπερ ἥλιον φαιδρόν,
φέγγος ἀστράπτουσαν χαρισμάτων, τοῦ παντουργοῦ καὶ θείου Πνεύματος.
Νεύρωσον ἡμῶν Ἁγνή, τὰς
καρδίας παρεθείσας, παντοίων ἁμαρτιῶν ἰδέαις, καὶ περίζωσον δύναμιν, τοὺς τὴν Ζώνην
σου πιστῶς, ὡς πολυτίμητον κεκτημένους, καὶ ἀναφαίρετον θησαύρισμα
Κοντάκιον.
Ἦχος πλ. β´. Τὴν ἐν πρεσβείαις
Τὴν
θεοδόχον γαστέρα σου Θεοτόκε, περιλαβοῦσα ἡ Ζώνη σου ἡ τιμία, κράτος τῇ πόλει
σου ἀπροσμάχητον, καὶ θησαυρὸς ὑπάρχει, τῶν ἀγαθῶν ἀνέκλειπτος, ἡ μόνη τεκοῦσα
ἀειπάρθενος.
Ὁ
Οἶκος
Τὶς
γηγενῶν τὰ σὰ μεγαλεῖα διηγήσεται λόγος; ποία γλῶσσα βροτῶν; νοῦς γὰρ οὐδὲ
οὐράνιος, ἀλλ' ἡ τεκοῦσα τῆς συμπαθείας τὸ ἀμέτρητον πέλαγος, δέξαι καὶ νῦν ἐξ
ἀκάρπων χειλέων τὰ ᾄσματα, καὶ δίδου μοι θείαν χάριν, εὐφημῆσαι τὴν σὴν Ζώνην
Δέσποινα· δι' ἧς κόσμος ἀγάλλεται, σὺν Ἀγγέλοις ὑμνῶν σου τὰ θαύματα, ἡ μόνη
τεκοῦσα ἀειπάρθενος.
Συναξάριον.
Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός,
ἀνάμνησις τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ζώνης τῆς Ὑπεραγίας
Θεοτόκου, ἐν τῷ σεβασμίῳ αὐτῆς οἴκῳ, τῷ ὄντι ἐν τοῖς Χαλκοπρατείοις,
ἀνακομισθείσης ἀπὸ τῆς Ἐπισκοπῆς Ζήλας, ἐπὶ Ἰουστινιανοῦ τοῦ Βασιλέως. Ἔτι δὲ
καὶ τοῦ γεγονότος θαύματος, διὰ τῆς ἐπιθέσεως τῆς Τιμίας Ζώνης εἰς τὴν βασιλίδα
Ζωήν, τὴν σύζυγον Λέοντος τοῦ Βασιλέως.
Χρυσῆν
κορωνίδ' οἷα, σεμνὴ Παρθένε,
τῷ τοῦ χρόνου
τίθημι σὴν Ζώνην τέλει.
Θέντο σορῷ Ζώνην
πρώτῃ Πανάγνου Τριακοστῇ.
Ὁ
τοῦ μεγάλου Θεοδοσίου υἱὸς Ἀρκάδιος, τὴν τιμίαν Ζώνην τῆς ὑπεραγίας Θεοτόκου ἐξ
Ἱεροσολύμων ἐξαγαγών, φυλατομένην ἐκεῖσε μέχρι τοῦ τότε καιροῦ, μετὰ καὶ τῆς
τιμίας Ἐσθῆτος, ὑπὸ παρθένου γυναικός τινος, καὶ ἐν Κωνσταντινουπόλει
ἀποκομίσας, κατέθετο ἐν λαμπρᾷ θήκῃ· ἣν καὶ ἐκάλεσεν Ἁγίαν Σορόν. Χρόνων δὲ διελθόντων
τριακοσίων δέκα, Λέων ὁ βασιλεὺς ἤνοιξε τὴν ἁγίαν ταύτην Σορόν, διὰ τὴν τούτου
συζύγου Ζωήν, ἐνοχλουμένην ὑπὸ πνεύματος ἀκαθάρτου· ἥτις καὶ ἠξιώθη θείας
ὀπτασίας· Ὡς, εἰ ἐπιτεθῇ ἡ τιμία Ζώνη ἐπ’ αὐτῇ, τεύξεται τῆς ἰάσεως. Εὑρέθη οὖν
ἡ τιμία Ζώνη ὡς νεοΰφαντος ἀποστίλβουσα, σφραγῖδα ἔχουσα διὰ χρυσίνης βούλλης
καὶ κωδίκελλον, ἐμφαίνοντα λεμπτομερῶς τόν τε χρόνον, τὴν ἰνδικτιῶνα, καὶ τὴν
ἡμέραν, καθ’ ἣν ἐν Κωνσταντινουπόλει προσεκομίσθη ἡ Ἁγία Ζώνη· καὶ πῶς ἐτέθη
χερσὶ τοῦ βασιλέως ἔνδον τῆς θήκης ὑπ’ αὐτοῦ σφραγισθεῖσα· ἣν καὶ ἀσπασάμενος ὁ
βασιλεύς, καὶ διὰ χειρὸς τοῦ τηνικαῦτα Πατριάρχου ἄνωθεν τῆς βασιλίσσης
ἐφαπλώσας, ἐλευθερίαν τοῦ νοσήματος εἰργάσαντο. Καὶ πάντες τὸν Σωτῆρα Χριστὸν
δοξάσαντες, καὶ τῇ πανάγνῳ Αὐτοῦ Μητρὶ ὕμνους εὐχαριστηρίους ἀποδόντες,
κατέθεντο τὴν ἁγίαν Ζώνην ἐν τῇ τιμίᾳ Σορῷ, ἐν ᾗ προϋπῆρχε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς
ἀνακαινίσεως τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τῷ Νεωρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Φιλέορτος, ξίφει τελειοῦται.
Φιλὼν
ἑορτὴν Φιλέορτε σοῦ τέλους,
καὶ
σὴν τελευτὴν τὴν ἀπὸ ξίφους γράφω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Διαδόχου
Δέχου
με Διάδοχε τὸν μικρὸν μέγα,
ὑμνοῦντα
μικροῖς τὴν τελευτήν σου λόγοις.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Ἑπτὰ
Παρθένοι ἐκ Γάζης, ξίφει τελειοῦνται.
Tιμῶσιν ἑπτὰ Παρθένοι τετμημέναι,
τὸν
ἑπτά τιμήσαντα κόσμον ἡμέραις.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων·
Ἀνδρέου τοῦ Στρατηλάτου, Ἡρακλείου, Φαύστου, Μηνᾶ καὶ τῶν σὺν αὐτῶν
Ἱπποδρομοῦντας
τέσσαρας Θεὸς βλέπει,
σατὰν
δὲ πίπτει, καὶ κροτεῖ δῆμος νόων.
Τῇ αὐτῇ
ἡμέρᾳ, οἱ Ἅγιοι Τέσσερις Μάρτυρες, οἱ ἐκ Πέργης
Παμφυλίας, εἰς πῦρ ὑποστρωθὲν τρέχειν ἀναγκασθέντες, τελειοῦνται.
Στέφη
λαβόντων τεσσάρων ὧν πῦρ δρόμος,
ἥττης
δέχονται δαίμονες τὰ πεισία.
Τῇ αὐτῇ
ἡμέρᾳ, οἱ Ἅγιοι Τριακόσιοι Ἑξήκοντα Ἓξ
Μάρτυρες, οἱ ἐκ Νικομηδείας, ξίφει τελειοῦνται.
Xρόνον φέρει βίσεκτον ὁ τμηθεὶς ὄχλος,
ὃν
τῇ χρόνου δίδωμι συγγραφῇ πέρας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐπισκόπου Ἀϊντάν (Aidan) τοῦ
Ἰρλανδοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Κούτθμπουργκ (Cuthburge) τῆς
Βρετανίδος
Ταῖς τῆς ἀχράντου Μητρός
σου πρεσβείαις, καὶ τῶν Σῶν Ἁγίων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ
ζ'. Ἐν τῇ καμίνῳ
Σὺ
ὡς ἥλιος, δικαιοσύνης μόνος ὢν φωτουργέ, θείως τὸν ναὸν ἐφαίδρυνας τῆς σεμνῆς,
τοῖς ποικίλοις σου χαρίσμασιν, ἐν ᾧ ἀνίσχουσᾳ, τὰς ἀκτῖνας ἐκλάμπει ἡ Ζώνη
αὐτῆς.
Χρυσῆν
ὡς στάμνον, τὴν σὴν σορὸν κυκλοῦντες μόνη Ἁγνή, θείας ἀληθῶς μετέχομεν νῦν
τρυφῆς, τῶν χαρίτων παντευλόγητε, καὶ τῶν συμβόλων σου, ὑπερτέραν ὡς οὖσαν
τιμῶμεν αὐτήν.
Ὑπερβλύζουσιν
οἱ τῶν θαυμάτων Κόρη πάναγνε, χάριν ἀληθῶς κρατῆρές σου τοῖς πιστοῖς, καὶ
ἀφθόνως τῆς τιμίας σου, σοροῦ προέρχονται, ὡς ἐξ ἄλλης Ἐδὲμ νοητοὶ ποταμοί.
Νῦν
προσέλθετε, μετ᾽ εὐφροσύνης πάντες οἱ ἐπὶ γῆς, δεῦτε, ἡ σορὸς προτρέπεται
μυστικῶς, τῆς Κυρίας περιπτύξασθε, ὑπερένδοξον, ἐν ἐμοὶ θησαυρισθεῖσαν Ζώνην αὐτῆς.
Κανών
β'. Θεοῦ συγκατάβασιν.
Ἡ πάντων Βασίλισσα, πρὸς
οὐρανίους σκηνὰς ἀπαίρουσα, καταλέλοιπεν ὄλβον, τῇ Βασιλίδι πασῶν τῶν πόλεων,
τὴν ταύτης Ζώνην, δι' ἧς περισῴζεται, ἐπιδρομῆς ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν.
Πηγὴ νῦν προσέλθωμεν,
ἀποσταζούσῃ χάριν καὶ ἔλεος, τῇ σορῷ τῇ τιμίᾳ, τῇ κατεχούσῃ Ζώνην τὴν πάντιμον,
τῆς τιμησάσης ἀνθρώπων τὸ φύραμα, τιμίῳ τόκῳ αὐτῆς, Παρθένου τε καὶ Μητρός.
Αἰνεῖτε τὸ Κύριον, Δυνάμεις
πᾶσαι αἱ ἐπουράνιαι, καὶ τὴν τοῦτον τεκοῦσαν, ἀνθρώπων γλῶσσαι πᾶσαι δοξάσατε,
ὅτι τὴν Ζώνην αὐτῆς ἐδωρήσατο, καταφυγὴν ἀληθῆ, καὶ σωτηρίαν πιστοῖς.
Ῥανάτωσαν ἄνωθεν,
δικαιοσύνην νεφέλαι σήμερον, καταθέσει τῆς Ζώνης, τῆς σῆς νεφέλη θεοχαρίτωτε,
καὶ μελῳδείτω ψυχὴ πᾶσα χαίρουσα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ
η'. Χεῖρας ἐκπετάσας Δανιήλ
Πλάκας
θείας πάλαι κιβωτός, χειρὶ γραφείσας Θεοῦ, συνέσχε πάναγνε, ἡ σὴ δὲ ἄχραντε
Δέσποινα, σεβασμία καὶ τιμία σορός, Ζώνην κατέχει τὴν αὐτόν, τὸν νομοθέτην ἐν
σοί, συγκατασχοῦσαν. Φρικτὸν τὸ μυστήριον!
Ἄγγελοι
πανάχραντε ἁγνή, νῦν συγχορεύουσιν, ἐν τῷ σεπτῷ σου ναῷ, καὶ περιέπουσι
Δέσποινα, τὴν τιμίαν καὶ ἁγίαν σου Ζώνην, ἣν πόθῳ καὶ χαρᾷ, καὶ εὐφροσύνῃ
πολλῇ, προσκυνοῦντες, σὲ ἀνυμνοῦμεν, τὴν δόξαν τοῦ γένους ἡμῶν.
Ῥάβδος
ἡ τὸ ἄνθος τῆς ζωῆς, ἀναβλαστήσασα, σὺ εἶ ἡ πάντων χαρά, ἡ πολυτίμητος Ἄχραντε,
μυροθήκη ἡ τοῦ Πνεύματος, ὁ θησαυρὸς τῶν ἀγαθῶν, τῶν ἀρωμάτων πηγή, ἐξ ἧς
μύρον, τῶν ἰαμάτων ἐκβλύζει ἡ θεία σορός.
Ὑμνοῦσι
πανάχραντε Ἁγνή, τὰ μεγαλεῖα τὰ σά, αἱ νοεραὶ στρατιαί, ἀνακηρύττουσιν ἅπαντες,
Πατριάρχαι καὶ Προφῆται τρανῶς, σὺν Ἀποστόλοις ἱεροῖς, καὶ τῶν μαρτύρων χοροί,
μεθ' ὧν πίστει, σὲ προσκυνοῦντες δοξάζομεν.
Κανών
β'. Ἑπταπλασίως κάμινον.
Θρόνος καθάπερ ἅγιος, ἡ
σορὸς ἀνατίθεται, ἔνδον ἐν ἀδύτοις, ἱεροῖς φαιδρότατα, τῆς μόνης θεόπαιδος, καὶ
Βασιλίδος πάντων ἁγνῆς, Ζώνην κεκτημένη, ἐπαναπαυομένην, ἐξ ἧς τοῖς κοπιῶσιν,
ἐν πολλαῖς ἁμαρτίαις, ἀνάπαυσις τελεία, προέρχεται ἀφθόνως.
Ἐπὶ
τῆς γῆς τὸν Κύριον, ἱερῶς ἐσωμάτωσας, καὶ χερσὶν ἁγίαις, ἀληθῶς διέζωσας, τὸν
περιζωννύοντα, τοὺς εὐσεβοῦντας δύναμιν· νῦν δὲ ἀναβᾶσα, οὐρανῶν ὑπεράνω,
κατέλιπες ἀνθρώποις, τὴν τιμίαν σου Ζώνην, Παρθένε Θεοτόκε, κραταίωμα καὶ
σκέπην.
Νενοσηκόσιν ἴαμα,
ὀλισθαίνουσι στήριγμα, καὶ τοῖς ῥαθυμοῦσιν, εὐθυμία ἔνθεος, κυβέρνησις πλέουσι,
πεπλανημένοις ἐπιστροφή, ἡ παρεπομένη τῇ Τιμίᾳ σου Ζώνῃ, ἁγνὴ Παρθένε χάρις,
ἀληθῶς χρηματίζει· ἣν πίστει προσκυνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἐπιτελοῦντες σήμερον, τὴν
ἁγίαν κατάθεσιν, Ζώνης σου τῆς θείας, ἱερὰν πανήγυριν, οἱ δοῦλοί σου ἄγομεν,
καὶ ἐν χαρᾷ βοῶμέν σοι· Χαῖρε Θεοτόκε, ἡ χαρὰ τῶν Ἀγγέλων, καὶ πάντων τῶν
ἀνθρώπων, τῶν πιστῶς μελῳδούντων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ'. Λίθος ἀχειρότμητος
Θάλαμος
ὑπέρτιμος ὄντως, Θεογεννῆτορ ἡ σορός σου, ὤφθη τὴν ἁγίαν σου Ζώνην, παρθενικήν
τε καὶ νυμφικὴν ὡς στολήν, ἀξίως περιέχουσα, καὶ συντηροῦσα ὡς ζωῆς θησαυρόν.
Ἔνθεν
διάδημα κάλλους, ἡ Ἐκκλησία Θεοτόκε, ἀναδησαμένη τὴν θείαν, καὶ παναγίαν Ζώνην
σου σήμερον, βασιλικῶς εὐφραίνεται, καὶ ὡραϊζεται τῇ δόξῃ σου.
Ναὸν
ἐκμιμούμενον πᾶσαν, τῶν οὐρανῶν τὴν εὐκοσμίαν, σήμερον πιστοὶ τῆς Παρθένου,
κατειληφότες τῶν χαρισμάτων αὐγαῖς, ὥσπερ ἀστέρων κάλλεσι, καταλαμπόμενοι
φαιδρύνθητε.
Ἔχει
τὴν ἁγίαν σου Ζώνην, Θεογεννῆτορ ἡ σὴ πόλις, σύνδεσμον εἰρήνης καὶ τεῖχος, καὶ
τῶν δογμάτων θείαν ἑνότητα, καὶ ὀρθοδόξων καύχημα, καὶ Βασιλέων τροπαιούχημα.
Ὑμνοῦμεν
τὴν ἄφατον δόξαν, καὶ τὴν ἀνείκαστόν σου χάριν· σὺ γὰρ εἶ πηγὴ τῆς σοφίας, ἐξ
ἧς ὁ λόγος πᾶσι προέρχεται, τοῖς σὲ τιμῶσιν Ἄχραντε, καὶ μεγαλύνουσι τὸν τόκον
σου.
Κανών
β’. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός
Ἰδοὺ ἡ θεία κλίνη τοῦ
Σολομών, δυνατοὶ ἣν κυκλοῦσιν ἑξήκοντα, ῥήσει Γραφῶν, οἷά περ ἐν κλίνῃ
βασιλικῇ, σορῷ τιμίᾳ σήμερον, Ζώνην ἀνακλίνει τὴν ἑαυτῆς, ἀνάκλησιν εἰς πάντων,
τῶν τεταπεινωμένων, καὶ εὐσεβούντων περιποίησιν.
Ὡς πόλις Βασιλέως τῶν
οὐρανῶν, περὶ ἧς ἐλαλήθη παράδοξα, ἔθου τῇ σῇ, πόλει δῶρον τίμιον καὶ σεπτόν,
τὴν παναγίαν Ζώνην σου, πάντων εἰς κραταίωμα τῶν πιστῶν, δι' ἧς οἱ στεφηφόροι,
τροποῦνται πολεμίους, ὀρθοδοξίᾳ διαλάμποντες.
Σταλάξατε τὰ ὄρη νῦν
γλυκασμόν, καὶ βουνοὶ εὐφροσύνην αἰώνιον, Πατριαρχῶν, δῆμοι καὶ μαρτύρων πάντες
χοροί, τῶν Προφητῶν ὁ σύλλογος, θείων Ἀποστόλων δῆμος σεπτός, εὐφράνθητε σὺν
πᾶσιν, ἡμῖν τῇ καταθέσει, τῆς θείας Ζώνης τῆς Θεόπαιδος.
Ἡγίασας τὰ πάντα διὰ τῆς
σῆς, Παναγία Παρθένε κυήσεως, καὶ νῦν ἡμῖν, δέδωκας εἰς πλείονα φωτισμόν, τὴν
παναγίαν Ζώνην σου, ἧς τῇ καταθέσει πᾶσα ἡ γῆ, χορεύει καὶ γεραίρει, σὲ τὴν
χαρᾶς ἀρρήτου, ἀποπληροῦσαν τὸ ἀνθρώπινον.
Φιλίας με δολίας τῆς τῶν
παθῶν, καὶ ἐχθροῦ καθ' ἑκάστην πειράζοντος, ἁμαρτιῶν, βάρει ῥαθυμίας τε
χαλεπῆς, ἀπαγωγῆς πανάχραντε, καὶ αἰχμαλωσίας καὶ προνομῆς, τῷ σῷ
προσπεφευγότα, ἐλέει διὰ τάχους, ὡς συμπαθὴς Ἁγνὴ ἀπάλλαξον.
Ἐξαποστειλάριον.
Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Ὁ
πάντα ὑπὲρ ἔννοιαν, τὰ σὰ ποιήσας, Ἄχραντε, τὴν σὴν Ἐσθῆτα καὶ Ζώνην, ἐτίμησεν
ἀφθαρσίᾳ, τῇ πόλει σου κραταίωμα, δοὺς ταύτην καὶ ἀσφάλειαν, ἧς καὶ νῦν τὴν
κατάθεσιν, περιχαρῶς ἐκτελοῦντες, πανηγυρίζομεν πόθῳ.
Ἕτερον.
Ὅμοιον
Κυρία
πάντων πέλουσα, τῶν ποιημάτων Δέσποινα, καὶ πλήρης ὄντως σοφίας, τῆς ὑπερφώτου
ὡς Μήτηρ, Θεοῦ τοῦ παντοκράτορος, φωτὸς καὶ θείας γνώσεως, καὶ χάριτός με
πλήρωσον, τῇ συμπληρώσει τῶν ὕμνων, σοῦ τῆς ἁγνῆς Θεοτόκου.
Ἕτερον.
Ὅμοιον
Τῆς
Ζώνης τῆς τιμίας Σου, μεθ’ ἧς τὸ ἱερώτατον, Σὸν περιέστειλας Σῶμα, Θεοκυῆτορ
Παρθένε, τιμῶντες ἑορτάζομεν, τὴν ταῦτης νῦν Κατάθεσιν· δι’ ἧς φθορᾶς
λυτρούμεθα, καὶ πειρασμῶν καὶ κινδύνων, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου.
Αἶνοι.
Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσιν.
Ὡς
ὑπέρλαμπρον στέφανον, Θεοτόκε πανάχραντε, τὴν ἁγίαν Ζώνην σου περιέθετο, ἡ
Ἐκκλησία καὶ χαίρουσα, φαιδρύνεται σήμερον, καὶ χορεύει μυστικῶς, ἐκβοῶσά σοι
Δέσποινα· Χαῖρε στέφανε, καὶ διάδημα θεῖον, χαῖρε μόνη, τοῦ πληρώματός μου
δόξα, καὶ εὐφροσύνη αἰώνιος. (Δίς)
Σὺ
πανάχραντε Δέσποινα, κραταιὸν περιτείχισμα, ἀρραγές τε στήριγμα καὶ διάσωσμα,
τῷ σῷ λαῷ καὶ τῇ πόλει σου, ὑπάρχουσα δέδωκας, ὡς φαιδρὰν περιβολήν, τήν
ὑπέρτιμον Ζώνην σου, περισῴζουσαν, συμφορῶν ἐκ παντοίων, τοὺς ἐν πίστει, καὶ
ζεούσῃ προθυμίᾳ, ταύτην τιμῶντας Θεόνυμφε.
Ὁ
ναός σου Πανάχραντε, ὡς πηγὴ ἀνεξάντλητος, τῶν θαυμάτων σήμερον ἀναδέδεικται·
οἱ ποταμοὶ γὰρ τῆς χάριτος, ἀφθόνως προχέονται, τῆς ἁγίας σου σοροῦ, καὶ πιστῶν
τὴν διάνοιαν, κατευφραίνουσι, τῶν ἐν πίστει καὶ πόθῳ σοι βοώντων· Ἡ χαρὰ καὶ
εὐφροσύνη, καὶ ἡ ζωὴ σὺ ὑπάρχεις ἡμῶν.
Δόξα.
Καὶ νῦν. Ἦχος β'.
Ὡς
στέφανον ὑπέρλαμπρον, πανάχραντε Θεοτόκε, τὴν Ζώνην σου τὴν ἁγίαν, ἡ Ἐκκλησία
τοῦ Θεοῦ περιέθετο, καὶ φαιδρύνεται χαίρουσα σήμερον, καὶ μυστικῶς χορεύει,
Δέσποινα ἐκβοῶσά σοι· Χαῖρε διάδημα τίμιον, καὶ στέφανε τῆς θείας δόξης, χαῖρε
ἡ μόνη δόξα τοῦ πληρώματος, καὶ αἰώνιος εὐφροσύνη, χαῖρε τῶν εἰς σὲ
προστρεχόντων, λιμὴν καὶ προστασία, καὶ σωτηρία ἡμῶν.
Μεγάλη
Δοξολογία καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ζώνην
τὴν ὑπέρτιμον καὶ σεπτήν, πόθῳ Σου τιμῶντες, περιζώνυνται οἱ πιστοί, δύναμιν
Παρθένε, κατὰ παθῶν ἀτίμων, σώζονται δὲ κινδύνων, κατασπαζόμενοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου